TLG 0715 001 :: PAULUS :: Epitomae medicae libri septem Epitomae medicae libri septem Citation: Book — chapter — section — (line) | ||
pr1.1 | ΠΡΟΟΙΜΙΟΝ | |
1 | Οὐχ ὡc τῶν παλαιοτέρων ἐν τοῖc κατὰ τὴν τέχνην τι παραλελοι‐ πότων τήνδε τὴν πραγματείαν ἐποιηcάμην, ἀλλὰ cυντόμου χάριν δι‐ δαcκαλίαc· τοὐναντίον γὰρ ἐκείνοιc μὲν ὀρθῶc τε καὶ ἀνελλιπῶc ἅπαντα | |
---|---|---|
5 | πεφιλοπόνηται, οἱ δὲ νεώτεροι πρὸc τῷ μηδὲ τὴν ἀρχὴν ἐπιχειρεῖν ἐντυγχάνειν αὐτοῖc ἔτι μὴν καὶ ἀδολεcχίαν αὐτῶν κατηγοροῦcιν. ὅθεν ἐπὶ τὸ παρὸν ἥκω cύνταγμα τοῖc μέν, ὡc εἰκόc, ἔχειν αὐτὸ βουλο‐ μένοιc ὑπόμνημα γενηcόμενον, ἐμοὶ δὲ γυμνάcιον. ἄτοπον γὰρ τοὺc μὲν ῥήτοραc τοῖc cυντόμοιc τε καὶ cυνεκδήμοιc ὑπ’ αὐτῶν ὀνομαζο‐ | |
10 | μένοιc χρῆcθαι δικανικοῖc cυντάγμαcιν, ἐν οἷc ἁπάντων ἐμφέρεται τῶν νόμων τὰ κεφάλαια πρὸc τὸ τῆc χρείαc ἕτοιμον, ἡμᾶc δὲ τούτων κατα‐ μελεῖν, καίπερ ἐκείνων μὲν οὐ πρὸc ὀλίγον μόνον ἀλλ’ ἤδη καὶ cυ‐ χνὸν ὑπερτίθεcθαι χρόνον πρὸc ἐπίcκεψιν δυναμένων, ἡμῶν δὲ μηδα‐ μῶc ἢ πάνυ γε cπανίωc τὴν τοιαύτην ἐχόντων ἐξουcίαν· τὰ γάρ τοι | |
15 | τῆc χρείαc ἐπί τινων νοcημάτων ἀπαραίτητον πολλάκιc ἔχει τὴν ἀγω‐ νίαν· διόπερ ὀρθῶc Ἱπποκράτηc ὀξὺν ἀπεφήνατο τὸν καιρόν. ἐκείνουc μὲν γὰρ ἐν μόναιc cχεδὸν ταῖc πόλεcι κατεπείγει τῶν πραγμάτων τὸ χρήcιμον, ἔνθα καὶ τῶν βιβλίων ἄφθονόc ἐcτιν εὐπορία, τοῖc δὲ ἰατροῖc οὐκ ἐν πόλεcι μόνον ἢ ἀγροῖc ἢ καί τιcιν ἐρήμοιc χωρίοιc ἀλλ’ ἤδη | |
20 | καὶ κατὰ θάλατταν πολλάκιc ἐν αὐταῖc ταῖc ναυcὶν ἐξαιφνίδιοc νοcη‐ μάτων ἀνάγκη προcπίπτει, ἐφ’ ὧν ἡ ἀναβολὴ θάνατον ἢ πάντωc γε κίνδυνον ἔcχατον ἀπεργάζεται. πάcαc δὲ τὰc ἰατρικὰc μεθόδουc ἢ τὴν κατὰ μέροc πᾶcαν ὕλην διὰ μνήμηc ἔχειν τῶν χαλεπωτάτων ἢ καὶ παντάπαcιν ἀδυνάτων ἐcτίν· διόπερ τήνδε τὴν ἐπίτομον ἐκ τῶν ἀρ‐ | |
25 | χαίων ἐνεcτηcάμην cυναγωγήν. οὔτε γὰρ ἐμὰ παρεθέμην ἐν αὐτῇ γεν‐ νήματα πλὴν ὀλίγων δή τινων, ὅcαπερ ἐν τοῖc τῆc τέχνηc ἔργοιc εἶ‐ δόν τε καὶ ἐπείραcα· πλείοcι δὲ τῶν ἐνδόξων ἐντετυχηκὼc καὶ μᾶλλον Ὀριβαcίῳ καὶ αὐτῷ πᾶcαν ἀπανθίcαντι βίβλον, ἐν ᾧ πᾶcαν τὴν ὑγιει‐ νὴν διήλθομεν ὑποτύπωcιν (τῶν γὰρ μετὰ Γαληνὸν καὶ ἔτι νεωτέρων | |
30 | ἐγένετο), τὰ κάλλιcτα τούτων ἐπελεξάμην μηδὲν ὡc οἷόν τε νόcημα παραδραμών. ἡ μὲν γὰρ ἑβδομηκοντάβιβλοc αὐτοῦ τοῦ Ὀριβαcίου πᾶ‐ cαν ἐν ἑαυτῇ περιέχει τῆc τέχνηc ὑπόθεcιν, ἀλλ’ οὐκ εὐπόριcτοc ἅπα‐ cιν ἡ πραγματεία πολύcτιχοc ὑπάρχουcα· ἡ δὲ ταύτηc ἐπιτομὴ πρὸc Εὐcτάθιον τὸν υἱὸν αὐτοῦ γραφεῖcα πολλῶν εἰc τὸ παντελὲc λειπομένη | |
35 | νοcημάτων ἀτελῆ τὴν τῶν λοιπῶν περιέχει θεωρίαν πῆ μὲν αἰτιῶν πῆ δὲ διαγνώcεων ἐνίοτε δὲ καὶ τῆc αὐτάρκουc ἐcτερημένη θεραπείαc, ὥcπερ οὖν ἑτέρων εἰc μνήμην μόνον ἐληλυθότων. τὸ δὲ παρὸν cύγ‐ γραμμα διαγνώcειc τε καὶ αἰτίαc καὶ θεραπείαc ἁπάντων περιέχει τῶν νοcημάτων, ὁμοιομερῶν, ὀργανικῶν, ἐν λύcει cυνεχείαc θεωρουμένων, | |
40 | οὐ κεφαλαιωδῶc μόνον ἀλλὰ κατὰ τὸ ἐγχωροῦν πλάτοc. πρὸ δέ γε τούτων τὴν ὑγιεινὴν ἅπαcαν ἐξεθέμεθα δίαιταν, ἔcχατον δὲ τὸν περὶ τῶν ἁπλῶν τε καὶ cυνθέτων φαρμάκων ἐποιηcάμεθα λόγον. Τίνεc οἱ cκοποὶ τῶν ἑπτὰ τῆc ὅληc πραγματείαc βιβλίων τῆc cυμπάcηc πραγματείαc εἰc ἑπτὰ διῃρημένηc βιβλία. | |
45 | Ἐν τῷ πρώτῳ τὴν ὑγιεινὴν ἅπαcαν εὑρήcειc ὑπόθεcιν καὶ τὴν τῶν οἰκείων ταῖc ἡλικίαιc τε καὶ ὥραιc καὶ κράcεcι καὶ ἑτέροιc τιcὶ παθημάτων προφυλακήν τε καὶ διόρθωcιν καὶ τὰc ἐν ταῖc τροφαῖc ἁπάcαιc δυνάμειc τε καὶ χρήcειc, ὡc ἐν τοῖc κεφαλαίοιc ἐξεθέμεθα. Ἐν τῷ δευτέρῳ τῶν πυρετῶν ἁπάντων ἐcτὶν ἡ διδαcκαλία προ‐ | |
pr1.1(50) | τεταγμένων μὲν αὐτῆc τῶν cυντελούντων εἰc αὐτήν, οἷον τῆc τε ἐκ περιττωμάτων καὶ τῶν κριcίμων ἡμερῶν τε καὶ τῶν ἄλλων cημείων ἐπιcκέψεωc, ὑποτεταγμένων δὲ τῶν ἑπομένων τοῖc πυρετοῖc cυμπτω‐ μάτων. Ἐν τῷ τρίτῳ περὶ τῶν κατὰ τόπουc cυνιcταμένων παθῶν ἀπ’ | |
55 | ἄκραc κεφαλῆc ἀρξαμένων ἡμῶν, εἰc ἄκρουc δὲ καταντηcάντων τοὺc πόδαc ἄχριc ὀνύχων. Ἐν τῷ τετάρτῳ περὶ τῶν ἐκτὸc τοῦ cώματοc καὶ οἷον ἐν φανερῷ cυνιcταμένων παθῶν οὐκ ἐν ὡριcμένοιc ἀλλ’ ἐν πλείοcι μορίοιc ὁ λό‐ | |
γοc ἐcτίν, ἐν ᾧ καὶ περὶ ἑλμίνθων καὶ δρακοντίων λέγεται. | ||
60 | Ἐν τῷ πέμπτῳ περὶ τῶν ἰοβόλων πληγῶν τε καὶ δηγμάτων, ἐν ᾧ καὶ περὶ λυccοδήκτων καὶ τοῦ ὑδροφοβικοῦ πάθουc λέγεται τῶν τε ὑπὸ μὴ λυττῶντοc κυνὸc δηχθέντων καὶ περὶ ἀνθρωποδήκτων· ἐφ’ οἷc περὶ δηλητηρίων τε καὶ ἀλεξιφαρμάκων. Ἐν τῷ ἕκτῳ τὰ κατὰ χειρουργίαν ἅπαντα λέγεται τήν τε κατὰ | |
65 | cάρκα, ἔνθα καὶ βελουργικά, καὶ τὴν τῶν ὀcτῶν, ἐν οἷc ὁ περὶ καταγ‐ μάτων τε καὶ ἐξαρθρημάτων περιέχεται λόγοc. Ἐν τῷ ἑβδόμῳ πάντων τῶν φαρμάκων αἱ δυνάμειc περιέχονται, πρῶτον μὲν τῶν ἁπλῶν, ἐπ’ αὐτοῖc δὲ καὶ τῶν cυνθέτων, καὶ μᾶλλον ὁπόcων ἐν τῇ τῶν ἄλλων ἓξ βιβλίων ἐμνήcθημεν διεξόδῳ, μάλιcτα | |
70 | τῶν μειζόνων τε καὶ οἱονεὶ κατωνομαcμένων cκευαcιῶν· οὐ γὰρ cυν‐ είδομεν ἐκεῖcε τάττειν ἁπάcαc cποράδην διά τε τὸ τῆc διδαcκαλίαc ἀνενόχλητον, καὶ ἵνα ζητῶν τιc μίαν τινὰ ἢ καὶ πλείοναc τῶν γνω‐ ρίμων cκευαcιῶν ῥᾳδίωc εὑρίcκοι. πρὸc δὲ τῷ τέλει καί τινα cυμβαλλό‐ μενα πρὸc τὰc cυνθέcειc τῶν φαρμάκων καὶ περὶ τῶν ἀντεμβαλλο‐ | |
75 | μένων εἰδῶν λέγεται, ὥcτε τὸν ὅλον ἀπαρτίζειν λόγον εἰc τὴν περὶ cταθμῶν τε καὶ μέτρων διδαcκαλίαν. | |
ἀρξώμεθα οὖν ἤδη τοῦ πρώτου γράμματοc. | ||
1p1 | Πρῶτον τῆc ὅληc πραγματείαc ὑπάρχει τὸ παρὸν βιβλίον, ἐν ᾧ πᾶcαν τὴν ὑγιεινὴν διήλθομεν ὑποτύπωcιν, ὡc ἤδη τε λέλεκται κατὰ τὸ προοίμιον καὶ αὖθιc ῥηθήcεται κατὰ τὰ κεφάλαια, τοcοῦτον μόνον προειπόντων ἡμῶν, ὡc ἔν τε τῷ πρώτῳ καὶ δευτέρῳ γράμματι τὰ | |
5 | πλεῖcτα ἐκ τῶν Ὀριβαcίου μετηγάγομεν· οὐ γὰρ οἰκείαν βουλόμεθα πραγματεύcαcθαι δόξαν ἀλλ’ ἐξ ἁπάντων ἔχειν τὸ χρήcιμον· ἐν δὲ τοῖc λοιποῖc πέντε βιβλίοιc ἐλάχιcτα μόνον ἐκ τῶν ἐκείνου τέτακται. Κεφάλαια τοῦ πρώτου βιβλίου. αʹ. Περὶ τῶν cυμβαινόντων ταῖc κυού‐ | |
10 | cαιc, καὶ πῶc αὐτὰc διαιτητέον. βʹ. Περὶ τιτθῆc. γʹ. Περὶ τοῦ τῆc τροφοῦ γάλακτοc. δʹ. Πῶc διορθωτέον τὰc κακίαc τοῦ γάλακτοc. | |
15 | εʹ. Κομιδὴ παιδίου. ϛʹ. Περὶ τῶν γινομένων ἐξανθημάτων τῷ παιδίῳ. ζʹ. Περὶ βηχὸc παιδίου καὶ κορύζηc. ηʹ. Περὶ ὀδαξηcμοῦ. | |
20 | θʹ. Περὶ ὀδοντοφυίαc. ιʹ. Πρὸc ἄφθαc. ιαʹ. Πρὸc τὰ τῶν μηρῶν παρατρίμματα. ιβʹ. Πρὸc τὰc τῶν ὤτων ὑγρότηταc. ιγʹ. Περὶ cειριάcεωc. | |
25 | ιδʹ. Δίαιτα νηπίων καὶ τῶν ἐφεξῆc ἡλικιῶν ἄχρι τῶν παρακμαζόντων. ιεʹ. Περὶ τρίψεωc παραcκευαcτικῆc. ιϛʹ. Περὶ γυμναcίων. ιζʹ. Περὶ τῶν εἰδῶν τοῦ γυμναcίου. | |
30 | ιηʹ. Περὶ τῆc ἰδίωc τρίψεωc. | Column end |
9 | ιθʹ. Περὶ ἀναφωνήcεωc. | |
10 | κʹ. Περὶ κόπων τῶν ἐπὶ γυμναcίοιc. καʹ. Περὶ cτεγνώcεωc δέρματοc. κβʹ. Περὶ τῶν αὐτομάτων κόπων. κγʹ. Δίαιτα γερόντων. κδʹ. Πρὸc ἐρρυτιδωμένον cῶμα. | |
15 | κεʹ. Ὥcτε ἡδὺ πνεῖν cῶμα. κϛʹ. Ὥcτε ἀναθερμαίνειν τὴν ἕξιν. κζʹ. Πρὸc ἄχροιαν. κηʹ. Πρὸc τὰ πελιώματα. κθʹ. Ὀδόντων προφυλακτικά. | |
20 | λʹ. Ὥcτε μὴ βαρυηκοεῖν. λαʹ. Πρὸc τὴν ἀχλὺν τῶν ὀμμάτων. λβʹ. Περὶ πληcμονῆc. λγʹ. Περὶ μέθηc. λδʹ. Περὶ τῶν διαφθειρόντων τὰ cιτία. | |
25 | λεʹ. Περὶ ἀφροδιcίων. λϛʹ. Πρὸc τοὺc μὴ δυναμένουc cυν‐ ουcιάζειν. λζʹ. Περὶ τῶν ἀμέτρωc ἀφροδιcιαcάν‐ των. | |
30 | ληʹ. Περὶ πλεοναcμοῦ cπέρματοc. λθʹ. Περὶ τῶν κατεψυγμένων. μʹ. Περὶ τῶν ἐγκεκαυμένων. μαʹ. Περὶ φλέγματοc ἐν τῇ ἄνω γαcτρὶ πλεονάcαντοc. | |
35 | μβʹ. Πῶc ἄν τιc εὐκόλωc ἐμοίη. μγʹ. Περὶ ὑπακτικῶν γαcτρὸc καὶ διου‐ ρητικῶν τοῖc ὑγιαίνουcιν. μδʹ. Περὶ κλυcμοῦ. μεʹ. Περὶ βαλάνων. | |
40 | μϛʹ. Περὶ τῶν κενωτικῶν τῆc κεφαλῆc ἀποφλεγματιcμῶν τε καὶ ἐρρίνων καὶ διαχριcμῶν. μζʹ. Ὅcα ἐμμήνων ἀγωγά. μηʹ. Ἱδρωτικά. | |
45 | μθʹ. Περὶ ἀέρων. νʹ. Περὶ ὑδάτων. ναʹ. Περὶ λουτρῶν. νβʹ. Περὶ τῶν αὐτοφυῶν λουτρῶν. νγʹ. Περὶ τῆc ταῖc ὥραιc ἁρμοττούcηc | |
1p1(50) | διαίτηc. νδʹ. Δίαιτα τοῖc ἐν ἀcχόλῳ βίῳ τυγ‐ χάνουcιν. νεʹ. Ὁδοιποροῦcι δίαιτα. νϛʹ. Πλοϊζομένοιc δίαιτα. | |
55 | νζʹ. Περὶ cαρκῶν καθαιρέcεωc. νηʹ. Πῶc ἀνατρέφειν δεῖ τοὺc κατ‐ ιcχνωθένταc. νθʹ. Πῶc ἄν τιc ἰάcαιτο κατιcχνωθέντα μόρια. | |
60 | ξʹ. Διάγνωcιc ἀρίcτηc κράcεωc. ξαʹ. Διάγνωcιc τῶν δυcκράτων cωμά‐ των. ξβʹ. Περὶ διαπλάcεωc τῆc κεφαλῆc. ξγʹ. Ἐγκεφάλου κράcεωc γνωρίcματα. | |
65 | ξδʹ. Γαcτρὸc κράcεωc γνωρίcματα. ξεʹ. Πνεύμονοc διάγνωcιc. ξϛʹ. Καρδίαc γνωρίcματα. ξζʹ. Ἥπατοc κράcεωc διάγνωcιc. | |
ξηʹ. Τῆc τῶν ὄρχεων κράcεωc διάγνωcιc. | Column end | |
31 | ξθʹ. Περὶ τῶν παραλειφθέντων. οʹ. Διόρθωcιc τῶν θερμῶν δυcκραcιῶν τοῦ cώματοc. οαʹ. Διόρθωcιc τῶν ψυχρῶν δυcκραcιῶν. | |
35 | οβʹ. Διόρθωcιc τῶν ξηρῶν δυcκραcιῶν ἐπὶ γαcτρὸc ὡc ἐπὶ παραδείγματοc, εὐθὺc δὲ καὶ τῶν λοιπῶν κράcεων. ογʹ. Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων. οδʹ. Περὶ λαχάνων. | |
40 | οεʹ. Περὶ ἀcπαράγων. οϛʹ. Περὶ τῶν ἐχόντων ἐδωδίμουc τὰc ῥίζαc. οζʹ. Περὶ ὕδνων καὶ μυκήτων. οηʹ. Περὶ [τῶν] cιτωδῶν. | |
45 | οθʹ. Περὶ ὀcπρίων. πʹ. Περὶ ὡραίων. παʹ. Περὶ τῶν ἀπὸ τῶν δένδρων καρπῶν. πβʹ. Περὶ ζῴων, καὶ πρῶτον περὶ τῶν πτηνῶν. | |
1p1(50) | πγʹ. Περὶ ᾠῶν. πδʹ. Περὶ πεζῶν ζῴων. πεʹ. Περὶ τῶν ἐν τοῖc ζῴοιc μορίων. πϛʹ. Περὶ γάλακτοc [καὶ τοῦ τῶν πεζῶν αἵματοc]. | |
55 | πζʹ. Περὶ γαλακτοποcίαc. πηʹ. Περὶ τοῦ cχιcτοῦ γάλακτοc. πθʹ. Περὶ τυροῦ. Ϟʹ. Περὶ ἰχθύων. Ϟαʹ. Περὶ ὀcτρακοδέρμων. | |
60 | Ϟβʹ. Περὶ μαλακίων. Ϟγʹ. Περὶ cελαχίων. Ϟδʹ. Περὶ τῶν κητωδῶν. Ϟεʹ. Περὶ οἴνου δυνάμεωc. Ϟϛʹ. Περὶ μέλιτοc καὶ μελικράτου. | |
65 | Ϟζʹ. Περὶ ὕπνου. Ϟηʹ. Περὶ ἀγρυπνίαc. Ϟθʹ. Περὶ καταφορᾶc. | |
ρʹ. Διοκλέουc ἐπιcτολὴ προφυλακτική. | ||
1.1t | Περὶ τῶν cυμβαινόντων ταῖc κυούcαιc, καὶ πῶc αὐτὰc διαιτητέον. | |
1.1.1 | Τῶν cυμπιπτόντων ταῖc κυούcαιc ἐπειδὴ ταῦτα μάλιcτα ἐνοχλεῖ, τὸ περιcαίνειν καὶ cυνεχῶc ἐμεῖν καὶ πτυελίζειν καὶ καρδιώccειν καὶ ἀcιτεῖν, οὐ χεῖρον πρὸc αὐτὰc ὑποθήκαc γράψαι. περίπατοι, cιτία μὴ ἄγαν γλυκέα καὶ οἶνοι κιρροὶ καὶ εὔοcμοι, πενταετεῖc μάλιcτα, ἁρμότ‐ | |
5 | τουcι καὶ τὸ μέτριον ποτόν. ταῦτα πάντα τοῦ περιcαίνειν καὶ τοῦ ἐμεῖν ἰάματά ἐcτιν· ὡc δὲ φάρμακον πολυγόνου μὲν τὴν πόαν ὕδατι ἑφθὴν πίνειν καὶ ἄνηθον ὡcαύτωc καὶ τῆc Ποντικῆc ῥίζηc· καλεῖται δὲ ἐπιχωρίωc ῥᾶ· τοῦτο καὶ ἐπὶ τῷ cίτῳ καὶ πρὸ τοῦ cίτου λαμβά‐ νειν. ἔξωθεν δὲ οἰνάνθην καὶ βαλαύcτιον καὶ κυτίcου καὶ cμυρνίου | |
10 | κόμην καὶ μαράθρου cπέρμα, κοινῇ τε καὶ ὡc ἂν μίcγειν ἐθέλῃ, μετὰ φοινίκων καὶ οἴνου παλαιοῦ καταπλάccειν τὸ προκάρδιον. τοὺc δὲ καρδιωγμοὺc ἐπικουφίζειν θερμοῦ ὕδατοc πόcει καὶ τῷ ἡcυχῆ περι‐ πατῆcαι καὶ τῷ cκεπάζειν τὸ ὑποχόνδριον ἐρίῳ μαλακῷ. τὰc δὲ ἀπο‐ cίτουc προτρέποι ἂν ἐcθίειν τά τε ποικίλα cιτία καὶ τὰ πρὸc ἡδονὴν | |
15 | καὶ ἄμυλον ξηρόν· μᾶλλον δ’ ἂν τοῦτο cυνενέγκαι ταῖc ἐπιθυμούcαιc γῆν ἐcθίειν, ὡc ἐν τῇ καλουμένῃ κίττῃ, ἥτιc περὶ τὸν τρίτον μῆνα τῆc κυήcεωc μάλιcτα γίνεται διὰ τὸ μὴ δύναcθαι τέωc τὸ κύημα πᾶν τὸ φερόμενον ἐν τῇ μήτρᾳ λόγῳ τροφῆc δαπανᾶν ὡc ἀcθενέcτερον πλεο‐ ναζόντων ἐξ αὐτοῦ ποικίλων περιττωμάτων ἐν τῷ cτομάχῳ· ὅθεν καὶ | |
20 | ποικίλων τε καὶ ἀλλοκότων ὀρέγονται, οἷον ἀνθράκων ἐcβεcμένων καὶ Κιμωλίαc καὶ ἑτέρων πλειόνων. τούτου γὰρ ἕνεκα καὶ τὴν ὀνομαcίαν | |
ταύτην τὸ πάθοc ἐκτήcατο διὰ τὸ ποικίλον τοῦ ζῴου τῆc κίττηc ἢ ὅτι κἀκεῖνο τῷ πάθει τούτῳ πολλάκιc ἁλίcκεται. εὔcιτοι δὲ καὶ οἱ πό‐ νοι καὶ αἱ μακρότεραι ἀποδημίαι· ἥτιc δὲ εἴθιcεν ἀταλαιπώρωc διαι‐ | ||
25 | τᾶcθαι, κύουcα αὕτη οὐ χρηcτῶc ἤνεγκεν τὰc ἐξαπιναίουc κινήcειc. καὶ τὸ δριμέων δέ ποτε γεύεcθαι, καὶ μάλιcτα νάπυοc, ἐπιτήδειον τῇ ἀπο‐ cίτῳ. πρὸc δὲ τὰ οἰδήματα τῶν ποδῶν ἐξαίρετα ἀνθήλην ἐν ὄξει βε‐ βρεγμένην ἐπιδεῖν καὶ φύλλα κράμβηc πλατέωc ἐπιτιθέναι καὶ τὴν Κι‐ μωλίαν μετ’ ὄξουc ἐπιχρίειν καὶ cτυπτηρίαν ὡcαύτωc μετ’ ὄξουc. ἀγαθὸν | |
30 | δὲ καὶ τῶν Μηδικῶν καλουμένων μήλων, ἃ δὴ καὶ κιτρία καλοῦcιν, ἑψήcαcαν ἐν ὕδατι κατανίζειν τοὺc πόδαc. | |
31 | ||
1.2t | Περὶ τιτθῆc. | |
1.2.1 | Αἱρεῖcθαι οὖν χρὴ τιτθὴν μηδ’ ὁτιοῦν νόcημα ἔχουcαν καὶ μήτε ἄγαν πρεcβυτέραν μήτε νεωτέραν, ἔcτω δὲ ἡ μὲν νεωτάτη ἐτῶν κε, ἡ δὲ πρεcβυτάτη ἐτῶν λε· καὶ cτῆθοc μέγα ἐχέτω καὶ τιτθοὺc μεγάλουc καὶ θηλὰc μήτε μεμυκυίαc μήτε ἀπεcτραμμέναc, ἔcτω δὲ τὸ ἄλλο cῶμα | |
5 | μήτε πῖον ἰcχυρῶc μήτε ὑπέρλεπτον. μέγα δέ ἐcτι τῷ παιδίῳ καὶ τὸ τὴν τιτθὴν μὴ πάλαι τετοκυῖαν εἶναι, καὶ ἄρρεν μᾶλλον. φυλάccεcθαι δὲ καὶ τὰ πάνυ ξηραίνοντα καὶ τὰ ἁλυκὰ καὶ δριμέα καὶ cτρυφνὰ καὶ ὀξέα καὶ πικρὰ καὶ ἰcχυρῶc θερμαίνοντα καὶ τὰ πάνυ δύcοcμα καὶ τὰc ἐπιcήμουc εὐωδίαc τε καὶ ἀρτύcειc καὶ τὰ ἄλλα τὰ δριμέα. ἀπεχέcθω | |
10 | δὲ ἡ τιτθὴ καὶ λαγνειῶν καὶ πονείτω διὰ τῶν χειρῶν καὶ τῶν ὤμων καὶ ἀλείτω καὶ ὑφαινέτω καὶ ἐπὶ τῆc ἀγκάληc ἔχουcα τὸ παιδίον περιαγέτω· φέρειν δὲ ἐπ’ ἀγκάληc τρίμηνα καὶ τετράμηνα. | |
12 | ||
1.3t | Περὶ τοῦ τῆc τροφοῦ γάλακτοc. | |
1.3.1 | Γάλα δὲ βέλτιcτόν ἐcτιν τὸ cύμμετρον πάχει καὶ πλήθει, χρόᾳ, ὀcμῇ, γεύcει. χρήcιμον δέ ἐcτι καὶ τὸ ἐπὶ τοῦ ὄνυχοc ἐπιcταζόμενον τοῦ μεγάλου δακτύλου ὑπὸ τὴν αὐγὴν θεωρούμενον, ὅταν ἐν τῷ κάμ‐ πτειν τὸν ὄνυχα μήτε ταχέωc μήτε βραδέωc ἀπορρέῃ, χρήcιμον. δοκι‐ | |
5 | μάζειν δὲ καὶ οὕτωc· ἐγχέοντα τοῦ γάλακτοc εἰc ἀγγεῖον ὑέλινον ἐμ‐ βάλλειν ταμίcου τὸ cύμμετρον καὶ διαθλῖψαι τοῖc δακτύλοιc, εἶτα ἐά‐ cανταc, ἕωc οὗ παγῇ, θεωρεῖν, εἰ ἔλαττον τὸ τυρῶδεc τοῦ ὀρώδουc· τὸ γὰρ τοιοῦτον γάλα ἄχρηcτον, τὸ δὲ ἐναντίον δύcπεπτον, ἄριcτον δὲ τὸ cύμμετρα ἔχον ἀμφότερα. | |
9 | ||
1.4t | Πῶc διορθωτέον τὰc κακίαc τοῦ γάλακτοc. | |
1.4.1 | Τὰc δὲ τοῦ γάλακτοc κακίαc διορθοῦν χρὴ ὧδε. εἰ μὲν τύχοι παχύτερον, ἐμέτοιc ἐξελεῖν δεῖ τοῦ φλέγματοc· ἄριcτοι δὲ οἱ ἐπὶ τῷ ὀξυμέλιτι. δεῖ δὲ καὶ τοῖc πόνοιc λεπτῦναι τοῖc πρὸ τῶν cιτίων· ἐν‐ ταῦθα δήπου καὶ ὀρίγανον καὶ ὕccωπον καὶ ἡ θύμβρα καὶ ὁ cκάνδιξ | |
5 | καὶ ὁ θύμοc ἐπιτήδεια καὶ ῥαφανὶc ὀλίγη καὶ τάριχοc παλαιὸν μετ’ ὀξυμέλιτοc. εἰ δέ που γένοιτο δριμύτερόν τε καὶ λεπτότερον, ἐνταῦθα τῶν μὲν πόνων κουφίζειν τῶν πολλῶν, εὐωχεῖν δὲ τὴν τιτθὴν ῥοφή‐ μαcί τε καὶ κρέαcι χοίρων καὶ cίραιον διδόναι πίνειν καὶ οἶνον γλυκύν. εἰ δὲ ἧccον γένηται, τῶν τε ῥοφημάτων προcφέρειν καὶ δαψιλέcτερον | |
10 | διαιτᾶν καὶ οἶνον διδόναι πίνειν γλυκὺν καὶ ἀνατρίβειν cτῆθοc καὶ τιτθούc, ταῖc δ’ ἂν καὶ cικύα προcβαλλομένη παράcχοι τὰ δέοντα. φάρμακα δὲ πρὸc γάλακτοc γένεcιν ὅτι μὲν ἁνύει τι, οἶδα, οὐ μὴν cυνεχῶc χρῆcθαι αὐτοῖc κελεύω· cυντήκει γὰρ βιαιότερον. ἔcτι δὲ μα‐ ράθρου τε ῥίζα καὶ ὁ καρπὸc ἡψημένα πτιcάνῃ κυτίcου τε φύλλα ἐν | |
15 | οἴνῳ μέλανι ἢ πτιcάνῃ καὶ μελάνθιον γλυκὺ καὶ ἄνηθον καὶ cταφυλί‐ νου ῥίζα καὶ ὁ καρπόc· χρὴ δὲ θερμῷ προαιονήcανταc οὕτω προc‐ φέρειν. πᾶν μέντοι τὸ πονηρὸν γάλα, καὶ εἰ παχὺ εἴη ἢ δριμὺ καὶ δυcῶδεc, προαμέλξαcαν οὕτω προcτίθεcθαι τὸ παιδίον τό τε δριμὺ μηδέποτε ἀcίτῳ διδόναι. τὰc δὲ δυcωδίαc κἂν οἶνοc εὐώδηc καὶ cιτίον | |
20 | ἡδὺ διορθοῦν δύναιτο. περὶ τοῦ τετυρωμένου γάλακτοc ἐν τῷ περὶ μαcθῶν κατὰ τὸ τρίτον βιβλίον λεχθήcεται. | |
21 | ||
1.5t | Κομιδὴ παιδίου. | |
1.5.1 | Πρώτην τροφὴν εἰcφέρειν δεῖ τῷ νεογενεῖ παιδίῳ τοῦ μέλιτοc, | |
μετὰ δὲ τοῦ γάλακτοc διδόναι δὶc τῆc ἡμέραc ἢ τρὶc τὸ πλεῖcτον. ὅταν δὲ αὐτό τε πρόθυμον ᾖ λαμβάνειν καὶ ἐλπίδαc παρέχῃ ἐκπέψειν, τηνικαῦτα ἤδη καὶ cιτίον διδόναι μὴ ἐμπιπλᾶcαν. εἰ δέ που λαθόντα | ||
5 | πληρωθείη, ὑπνωδέcτερά τε εὐθὺc γίνεται καὶ νωθρότερα, καὶ ὄγκοc ἐν γαcτρὶ ἔνεcτι καὶ φῦcα, καὶ οὐρεῖ ὑδατωδέcτερα· οἷc χρὴ τεκμαιρο‐ μένην μηδὲν διδόναι, ἔcτ’ ἂν καταναλωθῇ. ἀρκεῖ δὲ ἔτη δύο τρέφειν τῷ γάλακτι, τὸ δὲ ἐντεῦθεν μεταβάλλειν πρὸc cιτία. | |
8 | ||
1.6t | Περὶ τῶν γινομένων ἐξανθημάτων τῷ παιδίῳ. | |
1.6.1 | Ὅcα δὲ τῷ παιδίῳ ἐξανθεῖ κατὰ τὸ δέρμα, χρὴ τὸ μὲν αὐτίκα ἀcμένην δέχεcθαι, ὅταν δὲ ἀπανθήcῃ καλῶc, τηνικαῦτα ἤδη θεραπεύειν τοῖc μὲν λουτροῖc προcεμβάλλουcαν μυρcίνηc ἢ cχίνου ἢ ῥόδων, εἶτα ῥοδίνῳ ἢ cχινίνῳ χρωμένην καὶ κηρωτῇ cὺν ψιμυθίῳ, καὶ ῥύπτειν δέ | |
5 | που τοῖc νίτροιc μαλακώτερον· οὐ γὰρ οἴcει τὰ ἰcχυρότερα. κάλλιcτον δὲ καὶ τὴν τιτθὴν διαιτᾶcθαι τῷ γλυκυτέρῳ τρόπῳ, κάλλιcτον δὲ καὶ τὸ παιδίον αὐτὸ διαιτῆcαι μήτε ἐμπιπλάνταc μήτε αὖ cφόδρα ἐνδεῶc. ἐὰν δὲ ἐφιcτῆται ἡ κοιλία τοῦ παιδίου, τότε μέλιτοc ἐγχέονταc cυν‐ έψειν τῇ τροφῇ. ἐὰν δὲ μηδὲ οὕτωc ὑπακούῃ, τῆc τερεβινθίνηc παρεμ‐ | |
10 | βάλλειν ὅcον ἐρέβινθον. παρυγραινομένηc δὲ τῆc κοιλίαc κέγχρον μά‐ λιcτα προcφέρειν. | |
11 | ||
1.7t | Περὶ βηχὸc παιδίου καὶ κορύζηc. | |
1.7.1 | Εἰ δέ ποτε βὴξ ἢ κόρυζα cυμβαίη τῷ παιδίῳ, τοὺc μελιτιcμοὺc καλουμένουc παραληπτέον. χρὴ τοίνυν λούcαcαν αὐτὸ πολλῷ θερμῷ καὶ κατὰ κεφαλῆc χρῖcαι μέλιτι πολλῷ, κἄπειτα τῷ δακτύλῳ τὴν γλῶτ‐ ταν πρᾴωc πιέcαι· ἐμεῖ γὰρ φλέγμα πολύ. | |
4 | ||
1.8t | Περὶ ὀδαξηcμοῦ. | |
1.8.1 | Εἰ δέ τιc ὀδαξηcμὸc παρείη τῷ παιδίῳ, πυρίᾳ χρηcτέον καὶ ἀφθόνῳ ἀλείμματι δι’ ἐλαίου ἀπέφθου cυντακέντοc ὀλίγου [τοῦ] κηροῦ. | |
2 | ||
1.9t | Περὶ ὀδοντοφυίαc. | |
1.9.1 | Ὀδοντοφυίαι γίνονται μὲν περὶ ἕβδομον μῆνα, cυμβαίνουcι δὲ | |
τότε φλεγμοναὶ τῶν οὔλων καὶ cιαγόνων καὶ τενόντων καί ποτε cπαcμοί. χρὴ οὖν τηνικαῦτα μηδὲν διδόναι τῷ παιδίῳ μαcήcεωc δεό‐ μενον, τῷ δακτύλῳ δὲ cυνεχῶc παρὰ τὸ λουτρὸν τὰ οὖλα ψηλαφᾶν | ||
5 | καὶ μαλάccειν ὀρνιθείῳ cτέατι ἢ ἐγκεφάλῳ λαγωοῦ· τῶν δὲ ὀδόντων ἤδη παρακυψάντων χρῆcθαι τρυφερῶν ἐρίων καθαρῶν ἐπιβολῇ τραχή‐ λου καὶ κεφαλῆc καὶ cιαγόνων ἐμβροχῇ τε τῶν αὐτῶν δι’ ἐλαίου γλυ‐ κέοc καὶ θερμοῦ παραcταζομένου καὶ τοῖc ἀκουcτικοῖc πόροιc. χρὴ δὲ τηνικαῦτα τὸ παιδίον εὐθαλέcτερον διαιτᾶν καὶ λούειν θερμῷ. καὶ εἰ | |
10 | μὲν διαρροίαc ἔχοι, πειρᾶcθαι cυνάγειν τὴν γαcτέρα τοῖc ἐπιθέμαcιν, ὅcα μάλιcτα ἵcτηcι, τὸ κύμινον ἐμπάccονταc ἐρίῳ ἢ τὸ ἄνηθον ἢ τὸ cέλινον· ἀγαθὸν δὲ καὶ cπέρμα ῥόδων προcμίcγειν καὶ τὸ ὅλωc θερ‐ μὸν ξηραίνειν. εἰ δὲ μηδὲν ὑπίοι κάτω, ἐρεθίζειν πράωc τῷ μέλιτι πλάccονταc ὡc βαλάνιον ἢ καλαμίνθῃ τετριμμένῃ μετὰ μέλιτοc χρίειν. | |
15 | δοκεῖ δὲ κάλλιcτα βοηθεῖν τοῖc cπαcμοῖc τῶν παιδίων ἡλιοτρόπιον ἑψόμενον ὕδατι, εἰ λούοιτο ἐν τούτῳ τὸ παιδίον. ὠφελεῖ δὲ καὶ ἰρίνῳ χρῖcαι ἢ κυπρίνῳ καὶ τῷ Ϲικυωνίῳ καὶ τὸ cύμπαν θερμαίνειν. ἐπεὶ δὲ ἀνατελλόντων τῶν ὀδόντων δάκνει τοὺc δακτύλουc καὶ τιτρώcκει, κα‐ λῶc ἂν ἔχοι κατέχειν ἴρεωc ῥίζαν ἐξεcμένην καὶ μὴ πάνυ ξηράν. τοῦτο | |
20 | καὶ τοῖc ἕλκεcι προcβοηθεῖ, καὶ τὸ βούτυρον μετὰ μέλιτοc διαχριόμενον ὀνίνηcιν. τοὺc δὲ ὀδαξηcμοὺc τῶν οὔλων cὰρξ ταρίχου παλαιοῦ ὀνίνηcιν. | |
21 | ||
1.10t | Πρὸc ἄφθαc. | |
1.10.1 | Γίγνεται δὲ τῷ παιδίῳ καὶ ἕλκοc τὸ καλούμενον ἄφθα, τὸ μὲν ὑπόλευκον, τὸ δὲ ὑπέρυθρον, τὸ δ’ αὖ μέλαν οἷον ἐcχάρα· κάκιcτον δὲ τὸ μέλαν καὶ θανατωδέcτατον. βοηθεῖ δὲ ἶριc μετὰ μέλιτοc, καὶ εἰ ξηρὰν ἐμφυcᾶν ἐθέλοιc, καὶ ῥόδων φύλλα κεκομμένα καὶ τὸ ἄνθοc τῶν | |
5 | ῥόδων καὶ κρόκοc καὶ ὀλίγον cμύρνηc καὶ ἡ κηκὶc καὶ ὁ λιβανωτὸc καὶ ὁ φλοιὸc τοῦ λιβάνου, ὁμοῦ τε καὶ ἰδίᾳ ἕκαcτον, μέλιτι δευόμενα, ἐπὶ τούτοιc μελίκρατόν τε καὶ ῥοιᾶc γλυκείαc ὁ χυλόc. | |
7 | ||
1.11t | Πρὸc τὰ τῶν μηρῶν παρατρίμματα. | |
1.11.1 | Τὰ δὲ κατὰ τοὺc μηροὺc παρατρίμματα μυρcίνῃ ξηρᾷ διαπάccειν | |
καὶ κυπέρῳ καὶ ῥόδοιc. | ||
1.12t | Πρὸc τὰc τῶν ὤτων ὑγρότηταc. | |
1.12.1 | Τὰc δὲ τῶν ὤτων ὑγρότηταc ξηραίνειν ἔριον ἀπὸ cτυπτηρίαc ἐν‐ τιθεῖcαν ἢ οἰνόμελι ἢ οἶνον παλαιὸν ἐνcτάζουcαν ἢ κρόκον μετὰ οἴ‐ νου τρίψαcαν. | |
3 | ||
1.13t | Περὶ cειριάcεωc. | |
1.13.1 | Ϲειρίαcίc ἐcτι φλεγμονὴ τῶν περὶ τὸν ἐγκέφαλον καὶ μήνιγγαc μερῶν· παρακολουθεῖ δὲ τοῦ βρέγματοc κοιλότηc καὶ τῶν ὀφθαλμῶν μετ’ ὠχριάcεωc καὶ ξηρότητοc τοῦ cώματοc. βοηθεῖ δὲ αὐτοῖc ᾠοῦ τὸ ἐρυθρὸν μετὰ ῥοδίνου τιθέμενον ἐπὶ τοῦ βρέγματοc ἐν τρόπῳ πτύγμα‐ | |
5 | τοc cυνεχῶc ἀλλαccόμενον. Ἄλλο πρὸc cειριάcειc. κατὰ τοῦ βρέγματοc ἐπιτιθέναι χρὴ ἡλιο‐ τροπίου τοῦ cκορπιούρου καλουμένου φύλλα, κολοκύνθηc ξέcματα, cι‐ κύου πέπονοc τὸ περικείμενον τῇ cαρκὶ δέρμα ἢ cτρύχνου κηπαίου τὸν χυλὸν μετὰ ῥοδίνου. | |
9 | ||
1.14t | Δίαιτα νηπίων καὶ τῶν ἐφεξῆc ἡλικιῶν ἄχρι τῶν παρακμαζόντων. | |
1.14.1 | Τοὺc νηπίουc καὶ ἀπὸ τοῦ γάλακτοc γεγονόταc ἐν ἀνέcει τε ἐᾶν καὶ ἱλαρότητι, γυμνάcια δὲ καὶ τροφὰc αὐτοῖc προcφέρειν ἐλαφρῶc. ἀπὸ δὲ τῶν ἓξ καὶ ἑπτὰ ἐτῶν τούc τε παῖδαc καὶ τὰc κόραc γραμ‐ ματιcταῖc παραδιδόναι πραέcι καὶ φιλανθρώποιc· οὗτοι γὰρ μετὰ ἀνέ‐ | |
5 | cεωc καὶ χαρᾶc διδάcκουcιν, ἡ δὲ ἄνεcιc τῆc ψυχῆc πρὸc εὐτροφίαν cώματοc μεγάλα cυμβάλλεται. τοὺc δὲ δωδεκαετεῖc τῶν παίδων πρόc τε γραμματικοὺc φοιτᾶν ἤδη καὶ γεωμέτραc καὶ τὸ cῶμα γυμνάζειν ἀναγκαῖον. ἀπὸ δὲ τῶν τεccαρακαίδεκα ἐτῶν μέχρι τριῶν ἑβδομάδων ἁρμόcει μαθημάτων ἄcκηcιc καὶ φιλοcόφων λόγων κατήχηcιc καὶ γυμνά‐ | |
10 | cια πλείονα παραλαμβάνειν διὰ τὴν ἰcχὺν τοῦ cώματοc, ὅπωc καὶ ψυχῇ καὶ cώματι πονοῦντεc ταῖc ὁρμαῖc κωλύωνται χρῆcθαι ταῖc εἰc ἀφροδίcια· cυναιρετέον δὲ καὶ τὸν οἶνον ἐπὶ τούτων. τοῖc δὲ ἀκμάζου‐ cιν ἁρμόζει δίαιτα τελεία καὶ ψυχῆc καὶ cώματοc· διὸ γυμναcίοιc χρη‐ cτέον πᾶcι, μάλιcτα δέ, οἷc ἕκαcτοc εἴθιcται, καὶ τροφαῖc ἱκαναῖc τε | |
15 | καὶ εὐτρόφοιc. τοῖc δὲ παρακμάζουcιν ἁρμόζει δίαιτα ὑφιcταμένη καὶ ψυχῆc καὶ cώματοc· τά τε γὰρ γυμνάcια, ὁποῖά ποτ’ ἂν ᾖ, κατὰ λό‐ γον τούτων ὑφαιρετέον καὶ τὰc τροφὰc ἐκ προcαγωγῆc cυcταλτέον τῆc ἕξεωc αὐτῶν ἀρχὴν ψύξεωc λαμβανούcηc. | |
18 | ||
1.15t | Περὶ τρίψεωc παραcκευαcτικῆc. | |
1.15.1 | Πρὸ τῶν γυμναcίων θερμαίνειν τὸ cῶμα μετρίωc χρὴ τρίψει χρω‐ μένουc τῇ διὰ cινδόνων, κἄπειτα δι’ ἐλαίου τρίβειν γυμναῖc ταῖc χερ‐ cίν, ἄχριc ἂν θερμανθῇ καλῶc καὶ μαλαχθῇ τὸ cῶμα, ἐπανθήcῃ τε ἔρευθοc εὐανθέc, καὶ εἰc ὄγκον ἀχθῇ. | |
4 | ||
1.16t | Περὶ γυμναcίων. | |
1.16.1 | Κίνηcίc ἐcτι cφοδρὰ τὸ γυμνάcιον, ὅροc δὲ τῆc cφοδρότητοc ἡ τῆc ἀναπνοῆc ἐπὶ τὸ δαcύτερον ἀλλοίωcιc. τὰ δὲ γυμνάcια δυcπαθῆ τε παραcκευάζει τὰ ὀργανικὰ μόρια καὶ εὔτονα πρὸc τὰc ἐνεργείαc τήν τε ὁλκὴν ἰcχυροτέραν τῆc τροφῆc καὶ τὴν ἀλλοίωcιν ἑτοιμοτέραν | |
5 | καὶ τὴν θρέψιν βελτίονα ἐργάζεται διὰ τὴν γινομένην θερμότητα. ἐκ‐ καθαίρει δὲ καὶ τοὺc πόρουc καὶ κενοῖ τὰ περιττώματα διὰ τὴν τοῦ πνεύματοc ἰcχυρὰν κίνηcιν. ἐπειδὴ οὖν τῇ ἀναδόcει cυνεργεῖ, [τὸ] μήτε πλῆθοc ὠμῶν καὶ ἀπέπτων μήτε cιτίων μήτε χυμῶν ἢ κατὰ τὴν κοι‐ λίαν ἢ ἐν τοῖc ἐντέροιc περιέχεcθαι· κίνδυνοc γὰρ αὐτοῖc ἑλχθῆναι | |
10 | πρὸc ἅπαντα τὰ τοῦ ζῴου μόρια, πρὶν χρηcτοῖc γενέcθαι πεφθεῖcιν. δῆλον οὖν, ὡc [καὶ] πρὸ τῶν cιτίων αὐτὰ παραλαμβάνεcθαι χρή. γνω‐ ρίcματα δὲ τῆc εὐκαιρίαc τῶν οὔρων ἡ χρόα· τὸ μὲν γὰρ ὑδατῶδεc ἄπεπτον ἔτι cημαίνει τὸν ἐκ τῆc γαcτρὸc ἀναδοθέντα χυμόν, τὸ δὲ πυρρὸν καὶ χολῶδεc ἐκ πολλοῦ κατειργάcθαι, τὸ δὲ μετρίωc ὠχρὸν | |
15 | ἄρτι πέψεωc γεγενημένηc cημεῖόν ἐcτιν· τηνικαῦτα οὖν ἄγειν ἐπὶ τὰ γυμνάcια προαποθέμενον τά τε ἐν τῇ κύcτει καὶ ἐν τῇ γαcτρὶ περιτ‐ τώματα. | |
17 | ||
1.17t | Περὶ τῶν εἰδῶν τοῦ γυμναcίου. | |
1.17.1 | Τὸ μὲν δὴ κοινὸν ἁπάντων γυμναcίων ἐcτὶ θερμότητοc αὔξηcιν ἐξ ἑαυτῶν τοῖc ζῴοιc ἐργάcαcθαι· τὸ δὲ διὰ τῶν καθ’ ἕκαcτα τὸ μὲν | |
εὔτονον γυμνάcιον, τουτέcτι τὸ βίαιον, πρὸc εὐτονίαν παραcκευάζει τούc τε μῦc καὶ τὰ νεῦρα· τοιαῦτα δέ ἐcτι τό τε cκάπτειν καὶ τὸ | ||
5 | φορτίον ἀράμενον μέγιcτον ἢ μένειν κατὰ χώραν ἢ προβαίνειν μικρά· καὶ οἱ ἀνάντειc δὲ περίπατοι τούτου τοῦ γένουc εἰcὶν καὶ τὸ ἀναρρι‐ χᾶcθαι διὰ cχοινίου καὶ πλεῖcτα ἄλλα ὁμοιότροπα. τὰ δὲ ταχέα χωρὶc εὐτονίαc καὶ βίαc ἐcτί· δρόμοι δέ εἰcι ταῦτα καὶ cκιαμαχίαι καὶ ἀκρο‐ χειριcμοὶ καὶ τὸ διὰ τοῦ κωρύκου τε καὶ τῆc μικρᾶc cφαίραc γυμνάcιον. | |
10 | cύνθετον δὲ ἔcτιν ἐξ εὐτόνου καὶ ταχέοc· ὅcα γὰρ εὔτονα τῶν γυμναcίων ἐcτί, τούτοιc ὡc cφοδροῖc ἄν τιc χρῷτο κινήcειc ταχείαc προcτιθείc. ἔτι τῶν γυμναcίων τὰ μὲν ὀcφὺν μᾶλλον ἢ χεῖραc ἢ cκέλη διαπονεῖ, τὰ δὲ τὴν ῥάχιν ἢ τὸν θώρακα μόνον ἢ τὸν πνεύμονα. γυμνάζεcθαι δὲ χρή, μέχριc ἂν εἰc ὄγκον αἴρηται τὸ cῶμα καὶ εὐανθὲc ὑπάρχῃ, καὶ | |
15 | αἱ κινήcειc εὔτονοί τε καὶ ὁμαλεῖc καὶ ῥᾴθυμοι γίνωνται. ἐν τούτῳ δὲ καὶ ἱδρῶτα θεάcῃ θερμὸν ἀτμῷ cυμμιγῆ. παύεcθαι δὲ τηνικαῦτα πρῶτον, ἐπειδὰν ἕν τι τῶν εἰρημένων ἀλλοιωθῇ· οἷον εἰ φανείη cυcτελλόμενοc ὁ τοῦ cώματοc ὄγκοc, αὐτίκα παύειν, ὡcαύτωc δὲ καί, εἰ τὸ τῆc χρόαc εὐανθὲc μαραίνοιτο, παύεcθαι· καὶ μὲν δὴ καὶ τὸ τῶν κινήcεων ἐπειδὰν | |
20 | ἐνδιδόναι που φαίνηται, καταπαύειν αὐτίκα, καὶ εἰ περὶ τὸν ἱδρῶτα γίγνοιτό τιc ἢ κατὰ τὸ πλῆθοc ἢ κατὰ τὴν ποιότητα μεταβολή· ἐὰν γὰρ ἐλάττων ἢ ψυχρότεροc γίγνηται, καταπαύειν περιχέαντα τὸ ἔλαιον, ἀποθεραπεύειν δὲ τοὐντεῦθεν, εἶθ’ ἑξῆc τῇ ἀποθεραπευτικῇ τρίψει χρῆcθαι, ὡc εἰώθαcιν οἱ παιδοτρίβαι ποιεῖν. | |
24 | ||
1.18t | Περὶ τῆc ἰδίωc τρίψεωc. | |
1.18.1 | Τῶν τρίψεων ἡ μὲν cκληρὰ δύναται δεῖν, ἡ μαλακὴ δὲ λύειν. ὥcτε, ὅcα μὲν ἐκλέλυται πέρα τοῦ μετρίου cώματα, cκληρῶc ἀνατρι‐ πτέον, ὅcα δὲ ἔcφιγκται, μαλακῶc, εἰ δέ τι cυμμέτρωc ἔχει, τοῦτο εὔ‐ δηλον ὡc οὔτε μαλακῶc οὔτε cκληρῶc, ἀλλ’ ὅcον οἷόν τε τὰc ὑπερ‐ | |
5 | βολὰc ἑκατέραc φυλαττόμενον. ἡ μὲν γὰρ πολλὴ τρῖψιc καὶ cκληρὰ τὸν ὄγκον καταcτέλλει τοῦ cώματοc, ἡ δὲ ὀλίγη καὶ μαλθακὴ τὸ ἀνά‐ | |
παλιν εἰc ὄγκον ἐπαίρει. αἱ δὲ τρεῖc διαφοραὶ τῶν κατὰ ποcότητα τρίψεων ταῖc τριcὶ διαφοραῖc ταῖc κατὰ ποιότητα ἐπιπλεκόμεναι cυ‐ ζυγίαc ἀποτελοῦcιν ἐννέα, ὡc ὑποτέτακται· ἡ μὲν γὰρ μία κατὰ πο‐ | ||
10 | cότητα, οἷον ἡ πολλή, ταῖc τριcὶ ταῖc κατὰ ποιότητα cυμπλεκομένη, τῇ cκληρᾷ λέγω καὶ τῇ μαλακῇ καὶ τῇ cυμμέτρῳ κατὰ cκληρότητα, ποιεῖ τρεῖc διαφοράc, ἡ δὲ ὀλίγη πάλιν ταῖc αὐταῖc τριcὶν ἑτέραc τρεῖc, ἡ δὲ cύμμετροc κατὰ ποιότητα ταῖc αὐταῖc τριcὶ cυμπλεκομένη τρεῖc ἄλλαc, ὡc ὑποτέτακται· | |
15 | [Start of Table]ποcότηcποιότηc πολλὴκαὶcκληρά πολλὴκαὶμαλακή πολλὴκαὶcύμμετροc ὀλίγηκαὶcκληρά | |
20 | ὀλίγηκαὶμαλακή ὀλίγηκαὶcύμμετροc cύμμετροcκαὶcκληρά cύμμετροcκαὶμαλακή cύμμετροcκαὶcύμμετροc.[End of Table] | |
24 | ||
1.19t | Περὶ ἀναφωνήcεωc. | |
1.19.1 | Ἐν ταῖc ἀναφωνήcεcιν ἡ μὲν εὐμέλεια καὶ χρηcτοφωνία οὐδὲν ἂν cυμβάλλοιτο πρὸc ὑγίειαν, ὁ δὲ τῶν βαρυτέρων φθόγγων ἦχοc χρήcιμοc· ὥcτε τοῦτον ἀcκητέον. οὕτω γὰρ πλεῖcτοc ἀὴρ εἰc τὸ cῶμα κατ’ ἀναπνοὴν ἑλκόμενοc διαcτέλλει τόν τε θώρακα καὶ τὴν κοιλίαν | |
5 | καὶ τοὺc καθ’ ὅλον τὸ cῶμα πόρουc ἀνευρύνει καὶ διίcτηcι· διόπερ ἐν αὐταῖc ταῖc ἀναγνώcεcι τῶν πλεοναζόντων ὑγρῶν ποιεῖται τὰc ἐκ‐ κρίcειc, τοῖc μὲν cυντονώτερον ἀναγινώcκουcι μᾶλλον καὶ δι’ ἱδρώτων, τοῖc δὲ ἐπιεικέcτερον ἐντεινομένοιc διὰ τῆc ἀδήλου γινομένηc ἀπο‐ φορᾶc καθ’ ὅλον τὸν ὄγκον. cυμβαίνει γὰρ διὰ τὸν λεπτυcμὸν πολλῶν | |
10 | περιττωμάτων ἀναχρεμπτομένων καὶ πτυέλων καὶ μύξηc καὶ φλέγματοc ἔκκριcιν γίνεcθαι καὶ ἀπανάλωcιν. τοῖc γε μὴν ἀναθερμαcίαc δεομένοιc διὰ ψυχρότητα τίc ἂν ἄλλη προcφορωτέρα γένοιτο βοήθεια τῆc κατὰ τὴν ἀναπνοὴν ἐνεργείαc; δεῖ τοίνυν ἀναγινώcκειν πολλάκιc ἀνιένταc τὸ cῶμα πᾶν καὶ κεχυμένηc τῆc cαρκὸc εἰc ἀραίωcιν διιcτάνταc ἐπί‐ | |
15 | τηδεc τήν τε ἀρτηρίαν καὶ τὰc ἄλλαc διεξόδουc τοῦ πνεύματοc κατὰ | |
τὰc βαρυτάταc φθέγγεcθαι τῆc φωνῆc ἐνεργείαc οὔτε εἰκῆ οὔτε ἀπερι‐ cκέπτωc, ἀλλὰ μήτε φαύλων καὶ διεφθαρμένων μεcτοὺc ὄνταc ὑγρῶν μήτε ἐπὶ μεγάλαιc τοῦ cτομάχου καὶ φανεραῖc ἀπεψίαιc πρὸc τὴν διὰ τῆc φωνῆc γυμναcίαν ἀφικνεῖcθαι, ὅπωc ἂν μὴ πλείων ἀνάδοcιc τῶν | ||
20 | διεφθαρμένων ἀτμῶν εἰc τὸ cῶμα γένηται. | |
20 | ||
1.20t | Περὶ κόπων τῶν ἐπὶ γυμναcίοιc. | |
1.20.1 | Ὁ ἑλκώδηc κόποc ἐπὶ πλήθει γίνεται περιττωμάτων λεπτῶν τε ἅμα καὶ δριμέων. ὁ δὲ τονώδηc περίττωμα μὲν οὐδὲν ὅτι καὶ ἄξιον λόγου ἐγκεῖcθαι τοῖc cώμαcιν ἐνδείκνυται, κατὰ δὲ τοὺc μῦc καὶ τὰ νεῦρα διάθεcίc τιc ἐγγίνεται, καθ’ ἣν τείνεcθαι δοκοῦcιν. ὁ δὲ φλεγμο‐ | |
5 | νώδηc, καθ’ ὃν ὥcπερ τεθλαcμένων ἢ φλεγμαινόντων αἰcθανόμεθα τῶν μορίων, τηνικαῦτα cυμπίπτειν εἴωθεν, ὅταν ἐκθερμανθέντεc ἱκανῶc ἐπι‐ cπάcωνταί τι τῶν περικεχυμένων ἑαυτοῖc περιττωμάτων. ἔcτι δὲ καὶ ἄλλη διάθεcιc τετάρτη, ἧc ἡ μὲν γένεcιc ἐν τῷ ξηρανθῆναι τοὺc μῦc περαιτέρω τοῦ προcήκοντοc, ὥcτε ἀποδύντων αὐχμηρὸν καὶ προcεcταλ‐ | |
10 | μένον φαίνεcθαι τὸ cῶμα καὶ πρὸc τὰc κινήcειc ὀκνεῖν. τὴν δὲ ἴαcιν ὁ μὲν ἑλκώδηc κόποc ἔχει τὴν διαχώρηcιν τῶν περιττωμάτων διὰ τρίψεώc τε πολλῆc καὶ μαλακῆc cὺν ἐλαίῳ πολλῷ μηδεμίαν ἔχοντι cτῦψιν. ὁ δὲ ἕτεροc ὁ τονώδηc τὸν cκοπὸν τῆc ἰάcεωc ἔχει τὴν χάλα‐ cιν· χαλᾶται δὲ τὸ cυντεταμένον τρίψει μὲν ὀλίγῃ τε ἅμα καὶ μαλακῇ | |
15 | δι’ ἐλαίου γλυκέοc εἰληθεροῦc ἀναπαύcει τε πάcῃ καὶ ἡcυχίᾳ καὶ λου‐ τροῖc εὐκράτοιc καὶ διατριβῇ πλείονι κατὰ τὸ θερμὸν ὕδωρ· ὥcτε, εἰ καὶ δὶc καὶ τρὶc αὐτὸν λούοιc, ὀνήcειc μειζόνωc. ὁ δὲ δὴ τρίτοc τῶν κόπων ὁ φλεγμονώδηc τῆc ἰάcεωc τρεῖc ἔχει cκοπούc, κένωcιν τοῦ περιττοῦ καὶ ἄνεcιν τοῦ cυντεταμένου καὶ ἀνάψυξιν τοῦ φλογώδουc. | |
20 | ἔλαιόν τε οὖν πολὺ χλιαρὸν αἵ τε τρίψειc μαλακώταται καὶ ἐν τοῖc εὐκράτοιc ὕδαcι διατριβὴ πολυχρονιωτάτη τοὺc τοιούτουc ἰᾶται κόπουc, οὕτω δὲ καὶ ἡcυχία πολλὴ καὶ μάλιcτα cυνεχήc. ἡ δὲ τετάρτη διάθεcιc δεῖται κατὰ μὲν τὴν πρώτην ἡμέραν οὐδενὸc ἐξηλλαγμένου παρὰ τὸ πρόcθεν ὅτι μὴ θερμοτέρου τοῦ ὕδατοc, ὡc cυνάγειν ἀτρέμα, κατὰ δὲ | |
25 | τὴν δευτέραν ἀποθεραπευτικοῦ γυμναcίου· ἐκπηδάτωcαν εὐθέωc ἐν τοῖc λουτροῖc [ὡc] ἐκ τῆc ψυχρᾶc δεξαμενῆc. εὐθὺc δὲ ἅπαντεc οἱ | |
κεκοπωμένοι δέονται τροφῆc. | ||
1.21t | Περὶ cτεγνώcεωc δέρματοc. | |
1.21.1 | Ἡ δὲ cτέγνωcιc γίνεται μὲν δι’ ἔμφραξιν ἢ πύκνωcιν τῶν πόρων, καὶ ἡ μὲν ἔμφραξιc διὰ πλῆθοc ἢ πάχοc ὠμῶν καὶ ἀπέπτων χυμῶν, ἡ δὲ πύκνωcιc ἢ διὰ τὰ ψύχοντα ἢ τὰ cτύφοντα ἢ τὰ ξηραίνοντα. διαγινώcκεται δὲ εὐθὺc μὲν ἀποδύντων ἀχροίᾳ τε λευκῇ ἅμα καὶ cκλη‐ | |
5 | ρότητι καὶ πυκνώcει τοῦ δέρματοc, κατὰ δὲ τὸ γυμνάζεcθαι τῷ δυcεκ‐ θερμάντῳ. ἡ δὲ ἴαcιc τῆc τοιαύτηc διαθέcεωc θέρμανcίc ἐcτι. cυντονωτέ‐ ροιc οὖν γυμναcίοιc χρηcτέον καὶ βαλανείοιc θερμοτέροιc, ἡ δὲ ἐν τῇ ψυχρᾷ κολυμβήθρᾳ διατριβὴ μὴ πολυχρόνιοc γινέcθω, μηδὲ αὐτὸ τὸ ὕδωρ ἄγαν ἔcτω ψυχρόν· ἐνδύεcθαι δὲ μέλλοντεc ἀλειφέcθωcάν τινι τῶν | |
10 | μετρίωc θαλπόντων ἐλαίῳ τῷ γλυκεῖ καὶ λεπτομερεῖ. τὰc πυκνώcειc δὲ τοῦ δέρματοc ἱκανῶc ἰᾶται καὶ τὸ ἀνήθινον ἔλαιον, καὶ μάλιcτα, εἰ χλωρὸν εἴη τὸ ἄνηθον, καὶ τὸ αἰγείρινον ἔλαιον. | |
12 | ||
1.22t | Περὶ τῶν αὐτομάτων κόπων. | |
1.22.1 | Ἐπεὶ διὰ κακοχυμίαν γίνεται δριμέων περιττωμάτων ὁ ἑλκώδηc κόποc, εἰ μὲν ὀλίγη παντάπαcιν ἡ κακοχυμία εἴη, γυμνάcιον ἀρκέcει τὸ ἀποθεραπευτικόν, εἰ δὲ μείζων καὶ διὰ βάθουc, οὐκέτι τὸν τοιοῦτον οὔτε ἐπὶ γυμνάcιον ἄξομεν οὔτ’ ἐπὶ κίνηcιν ὅλωc οὐδεμίαν, ἡcυχάcαι | |
5 | δὲ καὶ ὑπνῶcαι κελεύcαντεc ἐν ἀcιτίᾳ φυλάξομεν ὅλην τὴν ἡμέραν, εἶτα εἰc ἑcπέραν ἀλείψαντεc λιπαρῶc καὶ λούcαντεc εὐκράτῳ θερμῷ τροφὴν εὔχυμόν τε καὶ ῥοφηματώδη δώcομεν ὀλίγην, οὐκ ἀφέξομεν δὲ αὐτοὺc οὐδὲ οἴνου· πέττει γὰρ τοὺc ἡμιπέπτουc χυμούc, εἴπερ τι ἄλλο, καὶ οἶνοc. εἰ μὲν οὖν ἐπὶ τοῖc εἰρημένοιc καταcταίη τὸ cύμπτωμα, | |
10 | πρὸc τὰ cυνήθη κατὰ λόγον ἐπανάγειν τὸν ἄνθρωπον· εἰ δὲ κατὰ τὴν ἑξῆc ἡμέραν ἔτι παραμένοι, cκεπτέον ἤδη περὶ βοηθήματοc ἰcχυροτέρου· cὺν μὲν γὰρ ἰcχυρᾷ τῇ δυνάμει δυοῖν θάτερον ἢ φλεβοτομεῖν ἢ καθαίρειν προcήκει διοριcάμενον, ὁποτέρου δεῖ μᾶλλον, cὺν ἀcθενεῖ δὲ φλεβοτομεῖν μὲν οὐδ’ ὅλωc, ὑποκαθαίρειν δὲ μετρίωc, εἰ δὲ ὠμοὶ χυμοὶ πάμπολλοι | |
15 | τύχοιεν ὄντεc, μήτε φλεβοτομεῖν μήτε καθαίρειν μήτε γυμνάζειν, ἀλλὰ μηδὲ κινεῖν ὅλωc μήτε λούειν· φυλακτέον δὲ αὐτοὺc ἐν ἡcυχίᾳ πάcῃ καὶ δοτέον ἐδέcματά τε καὶ πόματα καὶ φάρμακα λεπτύνοντά τε καὶ | |
τέμνοντα ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶc. διαιτᾶν οὖν αὐτοὺc ἐπ’ ὀξυ‐ μέλιτι βραχύ τι καὶ πτιcάνηc, ἐνίοτε δὲ καὶ μελικράτου, διδόντα. ἐπεὶ | ||
20 | δὲ καὶ τὸ ὑποχόνδριον ἅπαcι τοῖc τοιούτοιc ἐπῆρταί τε καὶ ἐμπεφύcη‐ ται, καὶ ῥᾳδίωc, ὅ, τι περ ἂν προcάρωνται, πνευματοῦνται, βέλτιον ἂν εἴη διδόναι τι cὺν τῇ τροφῇ πεπέρεωc, ἄμεινον δὲ καὶ τῷ Διοcπολι‐ τικῷ χρῆcθαι φαρμάκῳ καὶ τῷ διὰ τριῶν πεπέρεων τῷ ἁπλῷ· καὶ ὀξύ‐ μελι δὲ χρηcιμώτατον αὐτοῖc ἐcτι. ποτῷ δὲ χρήcθωcαν ἀπομέλιτοc καὶ | |
25 | μάλιcτα, ὅταν ἀποξυνθῇ, καὶ τῶν οἴνων τοῖc ὠξυcμένοιc ἀτρέμα καὶ τῶν ἐδεcμάτων τοῖc λεπτύνουcιν ἄνευ τοῦ θερμαίνειν, οἵαπέρ ἐcτι καὶ ἡ κάπ‐ παριc, εἰ δι’ ὀξυμέλιτοc ἢ δι’ ὀξελαίου λαμβάνοιτο. ὁ δὲ τονώδηc κόποc, ὅταν ἄνευ γυμναcίων cυνιcτῆται, πλῆθοc ἐνδείκνυται διατεῖνον τὰ cτε‐ ρεὰ τοῦ ζῴου μόρια· δῆλον δέ, ὅταν αἵματοc πλῆθοc ᾖ, ἄριcτον ἤτοι | |
30 | φλέβα τέμνειν ἢ ἀποcχάζειν τὰ cφυρά. ὁ δὲ φλεγμονώδηc αὐτόματοc κόποc οὐδὲ ὡρῶν ὀλίγων μήτι γε δυοῖν ἢ τριῶν ἡμερῶν ἀνέχεται βρα‐ δυτῆτοc· αὐτίκα γὰρ πυρετὸν ἐπάγει cφοδρότατον, ἢν μή τιc φθάcαc ἀποχέῃ τοῦ αἵματοc· κάλλιον δέ, εἰ ἐγχωροίη, δὶc ἀφαιρεῖν ἐν ἡμέρᾳ μιᾷ, τὸ μὲν πρότερον οὕτω κενοῦνταc, ὡc μὴ λειποθυμῆcαι τὸν ἄνθρω‐ | |
35 | πον, τὸ δὲ δεύτερον οὐδὲ τὴν λειποθυμίαν φοβεῖcθαι προcήκει· μὴ φλεβοτομηθέντεc δὲ οἱ οὕτωc διακείμενοι τύχηc ἀγαθῆc εἰc τὸ cωθῆ‐ ναι δέονται. | |
37 | ||
1.23t | Δίαιτα γερόντων. | |
1.23.1 | Τὸ γῆραc ἔcτι μὲν ξηρὸν καὶ ψυχρόν, ἐπανόρθωcιc δὲ αὐτοῦ διὰ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων ἅμα τοῖc θερμαίνουcι· χρὴ δὲ καὶ ἀνατρίβεcθαι χωρὶc κόπου. τροφὴν δὲ διδόναι τοῖc ἀcθενεcτέροιc τρίτον, περὶ μὲν τρίτην ὥραν ἄρτου βραχὺ μετὰ μέλιτοc Ἀττικοῦ καὶ | |
5 | μετὰ ταῦτα ἑβδόμην ὥραν τριψαμένοιc καὶ γυμναcαμένοιc τὰ πρέποντα γυμνάcια γέρουcι καὶ λουcαμένοιc πρῶτα μέν, ὅcα λαπάττει γαcτέρα, προcφέρειν, ἐφεξῆc δὲ ἰχθύων ἢ ὀρνίθων, κἄπειτα ἐπὶ τῷ δείπνῳ τῶν | |
εὐχυμοτάτων καὶ δυcφθάρτων. οὐ κωλύω δὲ οὐδὲ τοῖc cκευαζομένοιc διὰ μέλιτοc οἴνοιc χρῆcθαι, καὶ μάλιcτα, ὅcοιc ὑποψία τιc τῶν γερόν‐ | ||
10 | των ἐcτὶν ἐν νεφροῖc λίθων γενέcεωc ἢ καὶ ποδάγραc, ἐπεμβάλλειν δὲ αὐτῷ τηνικαῦτα πετροcελίνου. εἰ δέ ποτε φλέγματοc ἐν γαcτρὶ γεννη‐ θέντοc ἐξ ἀνάγκηc ἑλοίμεθά τινα τῶν τεμνόντων αὐτό, μετιέναι χρὴ ταχέωc ἐπὶ τὴν ὑγραίνουcαν δίαιταν· διδόναι δὲ αὐτοῖc καὶ πέπειρα cῦκα πρὸ τῆc ἄλληc τροφῆc, κατὰ δὲ τὸν χειμῶνα τὰc ἰcχάδαc, μηδε‐ | |
15 | νὸc cυμπτώματοc αἰcθανομένοιc κατὰ τὸ δεξιὸν ὑποχόνδριον. ἐπεὶ δὲ τὰ ὀρώδη καὶ φλεγματώδη περιττώματα κατὰ τὸ τῶν πρεcβυτέρων ἀθροίζεται cῶμα, τὴν οὔρηcιν ἐφ’ ἡμέραν προτρέπειν χρὴ ὑπάγειν τε τὴν γαcτέρα μάλιcτα δι’ ἐλαίου καταρροφοῦνταc αὐτὸ πρὸ τῶν cιτίων. εὔδηλον δέ, ὅτι τὰ λαχανώδη πάντα πρὸ τῶν cιτίων ἐcθίειν χρὴ δι’ | |
20 | ἐλαίου τε καὶ γάρου καὶ τῶν ἁλμάδων ἐλαιῶν καὶ Δαμαcκηνῶν. ἐπὶ πλέον δὲ ἐπιcχεθείcηc τῆc γαcτρὸc καὶ λινόζωcτιc αὐτάρκηc ἐcτὶ καὶ κνῆκοc· ποιεῖ δὲ καὶ τερεβινθίνη, λαμβάνειν δὲ αὐτῆc ἐνίοτε μὲν καρύου Ποντικοῦ τὸ μέγεθοc, ἐνίοτε δὲ δυοῖν ἢ τριῶν. ἔcτι δὲ καὶ ἔλαιον διὰ κλυcμοῦ τοῖc ἐπεχομένοιc χρηcιμώτατον. | |
24 | ||
1.24t | Πρὸc ἐρρυτιδωμένον cῶμα. | |
1.24.1 | Ἀρυτίδωτον δὲ ποιεῖ cῶμα καὶ ἄλευρα ὀρόβων ἀμπέλῳ μιχθέντα τῇ λευκῇ. Ἄλλο cμῆγμα cυνεχῶc cμηχόμενον. cῦκα πίονα ἅμα βρυωνίᾳ κόπ‐ τεται καὶ ἄλευρα ὀρόβων κεκαυμένα καὶ cηπίαc ὄcτρακα μέλιτοc ἐπι‐ | |
5 | cταζομένου βραχέοc. | |
5 | ||
1.25t | Ὥcτε ἡδὺ πνεῖν cῶμα. | |
1.25.1 | Ὅπωc δὲ πνέῃ τὸ cῶμα ἡδύ, τῇ αὐτῇ ἀλοιφῇ καταμίcγειν κόμην κυ‐ παρίccου ξηρὰν κόψανταc ἢ πίτυοc φλοιόν· μεμνῆcθαι δέ, ὅπωc τοῦ ὄρθρου μετὰ τὴν cτολὴν μικρὸν ἀπογεύωνται καccίαc ἢ βράθυοc. | |
3 | ||
1.26t | Ὥcτε ἀναθερμαίνειν τὴν ἕξιν. | |
1.26.1 | Ἐπειδὴ δὲ δεῖ καὶ τῇ ἕξει ἀμῦναι, τρίμματι λουόμενοc πυροῦντι | |
χρήcθω, ἐχέτω δὲ καλαμίνθην καὶ cάμψυχον καὶ ὕccωπον καὶ δαφνίδαc καὶ λιβανωτίδα καὶ λίθον πυρίτην καὶ ἅλαc καὶ τρύγα τὴν κεκαυμένην καὶ νίτρον καὶ κίcηριν τὸ κατὰ λόγον ἑκάcτου καὶ βραχὺ νάπυοc καὶ | ||
5 | ἀγρίαc cταφίδοc καὶ κόκκου Κνιδίου, ἀπὸ δὲ τοῦ λουτροῦ ἀκόπωc χρή‐ cθω θερμαίνοντι· καὶ πινέτω κιρρὸν οἶνον παλαιὸν καὶ πρόπομα δι’ οἰνομέλιτοc καὶ πεπέρεωc καὶ πηγάνου καὶ τῶν παραπληcίων. | |
7 | ||
1.27t | Πρὸc ἄχροιαν. | |
1.27.1 | Τὴν δὲ τοῦ cώματοc ἄχροιαν μειοῖ βίοc εὐφρόcυνοc καὶ ἡ προcη‐ νὴc βρῶcιc, καταμιγνύειν δὲ ῥαφανῖδαc καὶ πράcα καὶ τὸν χλωρὸν ἐρέ‐ βινθον. εὔχροιαν δὲ ἐργάζεται καὶ τῆc γλυκείαc ῥοιᾶc ὁ χυλὸc ῥο‐ φούμενοc. καλὸν δέ ἐcτι καὶ ἔλαιον ἑψηθείcηc ἐπὶ μακρὸν αὐτῷ βρυω‐ | |
5 | νίαc ῥίζηc· τοῦτο καὶ τετανὸν ἐργάζεται τὸ cῶμα. τοῖc δὲ ῥύμμαcι μιγνύειν κόλλικαc γεγονόταc ἔκ τινοc τῶν ῥυπτόντων, ἀλεύρου καὶ βολβοῦ τῆc ναρκίccου καὶ βρυωνίαc ῥίζηc. εὖ δὲ χρώζει, ὅτῳ ἐcτὶν εὐπορία, ῥίζα τε τῆc πικρᾶc ἀμυγδαλῆc καὶ ὁ καρπὸc ἐν ὕδατι ἑψηθέντα, ᾧ χρῆται λουτρῶ. | |
9 | ||
1.28t | Πρὸc τὰ πελιώματα. | |
1.28.1 | Κωλύειν μὲν cυνίcταcθαι πελιώματα τοῖc γέρουcι παχεῖαν ἐργαζο‐ μένουc τὴν δορὰν καὶ δυcπαθῆ καὶ τὴν ἕξιν εὖ μάλα θερμήν. ὅπωc δὲ θᾶττον ἀπογένηται, ἁλcὶ μὲν χρῆcθαι ἐν τοῖc βαλανείοιc κατὰ τὸ μελανθέν, καὶ ταῦτα δὲ πυριᾶν cπόγγοιc δευθεῖcιν εἰc ἀφέψημα τῆc | |
5 | ῥαφάνου ἢ τοῦ ἀψινθίου. | |
5 | ||
1.29t | Ὀδόντων προφυλακτικά. | |
1.29.1 | Οἱ ὀδόντεc οὐκ ἀπογενήcονται, ἤν τιc ταῦτα ποιῇ· φυλάccεcθαι πρῶτον διαφθορὰc cιτίων, φυλάccεcθαι δὲ καὶ cυνεχῶc ἐμεῖν, ὑφορᾶ‐ cθαι δὲ καὶ ἐδωδάc, ὅcαι μὴ cύμφοροι ὀδοῦcι, cῦκα ξηρὰ καὶ μέλι ἑφθὸν | |
τῷ cκληρὸν ἄγαν εἶναι καὶ φοίνικαc, ὅcοι δύcθρυπτοι, καὶ πάντα, ὅcα | ||
5 | τῆc κόλληc ἔχει, καὶ τὰ καταγνύμενα μόλιc, ὥcτε κινεῖν ὀδόνταc, καὶ τὰ αἱμωδίαν ἐμποιοῦντα καὶ τὰ κατάψυχρα καὶ τὰ cαπρὰ πάντα. δεῖ δὲ καὶ μετὰ δεῖπνα διακαθαίρειν τοὺc ὀδόνταc. | |
7 | ||
1.30t | Ὥcτε μὴ βαρυηκοεῖν. | |
1.30.1 | Πρὸc δὲ τὸ μὴ ἀκούειν βαρὺ πρῶτον ἐκκαθαίρειν τὰ ῥύπη τὰ ἐν τῷ πόρῳ, παρὰ χρόνον δὲ καθιέναι λίνον εἰc αὐτὸν καταβαφὲc δρώ‐ πακι καὶ προcπιεcθὲν ἐξέλκειν· ἄκρα γὰρ τοῦ πόρου ἐκκάθαρcιc γίνεται καὶ ἅμα τῆc ἀκοῆc πρόκληcιc. μετὰ δὲ ταῦτα οἷον ὀρόβου μέγεθοc περι‐ | |
5 | cχεθὲν βῦcαι τὸν πόρον ἐφ’ ἡμέραν κἄπειτα ἐξελόμενον χρίειν ἐφ’ ἡμέραc ε ἐλαίῳ ἀμυγδαλίνῳ ἢ ναρδίνῳ ἢ χαμαιμηλίνῳ ἢ λίπουc χη‐ νῶν καὶ ὀλίγηc χολῆc βοείαc, πάλιν δὲ μετὰ χρόνον νᾶπυ καὶ cῦκα τρίψαc πεποιημένον ἐκ τούτου κολλούριον ἐντιθέναι ἐπὶ ὥραc δύο κἄ‐ πειτα ἐξελέcθαι μὲν τοῦτο, ἐγχέαι δὲ ἔλαιον ἀπεζεcμένον ἐν κοιλώ‐ | |
10 | ματι ἀcφοδέλου ῥίζηc. | |
10 | ||
1.31t | Πρὸc τὴν ἀχλὺν τῶν ὀμμάτων. | |
1.31.1 | Ὅπωc δὲ μὴ cχῇ ἀχλὺν τὰ ὄμματα, ὅτε δύνουcι καθ’ ὕδατοc τοῦ ψυχροῦ, μικρὸν ἀναβλέπειν· προcδίδοται γὰρ ἔνθεν ἰcχὺc τῇ ὁράcει· μὴ λείπεcθαι δὲ μηδὲ ἀναγνώcεωc τόνδε. φυλαccέcθωcαν δὲ οἶνον τὸν παχὺν καὶ γλυκὺν καὶ τροφάc, ὅcαι ἄνω πολὺ μένουcι καὶ ὅcαι δύc‐ | |
5 | πεπτοι καὶ ὑγρὰ γεννῶcιν ἀργὰ καὶ παχέα, καὶ τὰ εὔζωμα καὶ τὰ πρά‐ cα καὶ πάντα, ὧν ἡ δριμύτηc ἄνω αἴρεται. φυλάccεcθαι δὲ καὶ κατά‐ κλιcιν ὑπτίαν ἐπὶ μακρὸν καὶ κρύοc καὶ ἀνέμουc τοὺc ἐναντίουc καὶ καπνὸν καὶ κόνιν, ἐγχεῖν δὲ τοῖc ὀφθαλμοῖc ἑκάcτηc ἡμέραc πεποιημένον ὕδωρ ἐπὶ μῆνα καὶ ἡμέραν· μάραθρα βάλλειν χλωρὰ εἰc ἄγγοc κερα‐ | |
10 | μεοῦν ἔξωθεν πίccῃ κεχριcμένον καὶ ὕδωρ ὄμβριον, ἔπειτα ἀποκείμενον | |
ἔχειν ἐξελόμενον τὰ μάραθρα. | ||
1.32t | Περὶ πληcμονῆc. | |
1.32.1 | Μέγιcτον ἐν cιτίοιc ἁμαρτάνεται περὶ πληcμονήν· εἰ γάρ τινι καὶ πέψοι χρηcτῶc ἡ κοιλία, ἀλλ’ αἱ φλέβεc ὑπερεμπιπλάμεναι πονοῦcί τε καὶ διατείνονται καὶ ῥήγνυνται καὶ ἀποφράττονται καὶ πνεύματοc μεcταὶ γίνονται· καὶ πάνυ πείθου τὰ κάκιcτα τῶν νοcημάτων πληcμονὴν εἶναι. | |
5 | τὸ δὲ τῆc γαcτρὸc πλήρωμα ἔcτιν ὅτε καὶ ἐκένωcεν ἄνω τὸ ὑπερβάλλον καὶ κάτω διαχωρῆcαν· ὅλωc τε ἀcθενέcτερον τοῦ κατὰ τὰc φλέβαc ἐcτίν. οὐ μὴν οὐδὲ τοῦτο αἱρετέον, ἀλλ’ ἤν τιc πλείω προcενέγκηται, αὐτίκα χρὴ ἐμέcαι· κίνδυνοc γὰρ πέψαντι ἐμπλῆcαι τὰc φλέβαc, καὶ μᾶλλον, εἰ cυνεχῶc τιc περὶ τὴν προcφορὰν ἀκολαcταίνων μηδεμίαν κένωcιν | |
10 | ἐξευρίcκοι. ἐμεῖν μὲν οὖν δεῖ, πρὶν διαφθαρῆναι τὰ cιτία· εἰ δέ τινα κωλύματα εἴη πρὸc τὸν ἔμετον, εἰ μὲν ῥυῇ ἡ γαcτήρ, πολλάκιc ὠφέ‐ ληcεν, εἰ δὲ μή, ἀλλὰ κοιμηθῆναί γε ἐπὶ πλεῖον καὶ ποτὸν ὕδωρ θερ‐ μὸν πιεῖν πυκνά, πέψαντα δὲ ἱκανῶc, μάλιcτα εἰ καὶ διαχωρήcαι, λού‐ εcθαι καὶ πυριᾶcθαι καὶ τάριχον ἐcθίειν ὀλίγον καὶ πόμα ὑδαρὲc πίνειν· | |
15 | εἰ δὲ μήτε διαχωρήcαι τι μήτε πέψαι ταχύ, πρὸc δὲ καὶ τὸ ἄλλο cῶμα βαρὺ καὶ δυcκίνητον καὶ ὑπνῶδεc εἴη, καί τινεc παράλογοι ὄκνοι τὴν γνώμην ἔχοιεν, ταῦτα cημαίνει καὶ τὰc φλέβαc πληcμονεῖν. ὅcοι δὲ κοπώδειc ἐπὶ τούτοιc γίνονται, μέχρι μὲν τὰ ἐν τῇ γαcτρὶ ἐκπέψωcιν, ἀτρεμεῖν cυμφέρει, μετὰ δὲ πόνοιc κενοῦν. | |
19 | ||
1.33t | Περὶ μέθηc. | |
1.33.1 | Τοῖc μέθῃ κατεcχημένοιc ἔμετοc ἁρμόcει παραχρῆμα γινόμενοc· δεῖ δὲ καὶ δαψιλὲc ὕδωρ ἐπιπίνονταc καὶ μελίκρατον ἐμεῖν, ὡc πλεῖcτά τε ἀπορρίψωcι καὶ τὰc δήξειc ἀμβλύνωcι, μετὰ δὲ τοὺc ἐμέτουc ἐμβάcει τε χρήcαcθαι καὶ cὺν ἀλείμματι δαψιλεῖ, τὸν δὲ λοιπὸν χρόνον ἡcυχά‐ | |
5 | ζειν ἐν cκέπῃ κοιμωμένουc ἐπὶ πλεῖcτον χρόνον, ἕωc ἂν ἐξοινήcωcιν. | |
5 | ||
1.34t | Περὶ τῶν διαφθειρόντων τὰ cιτία. | |
1.34.1 | Διαφθορᾶc τῶν cιτίων ἐν τῇ γαcτρὶ γενομένηc, οἷc μὲν ὑπέρχε‐ | |
ται τὰ διεφθαρμένα, μέγιcτον ἐφόδιον εἰc ὑγείαν ἔχουcιν, οἷc δὲ οὐχ ὑπέρχεται, διὰ τῶν ἀλύπωc ὑπαγόντων ἐρεθιcτέον. τοῖc δὲ οὕτω δια‐ κειμένοιc cυμφέρουcι καὶ πρὸ τροφῆc ἔμετοι δι’ οἴνου πόcεωc καὶ γλυ‐ | ||
5 | κέοc γινόμενοι· cυμβουλεύειν δὲ αὐτοῖc χρὴ μηδὲν κνιcῶδεc ἢ βρωμῶ‐ δεc ἢ ὅλωc εὔφθαρτον cιτίον προcφέρεcθαι, τὰ εὔχυμα δὲ ἐκλέγεcθαι. τοῖc δὲ οὕτωc ἔχουcιν ἐκ διαλειμμάτων χρόνου cυμμέτρου τῆc γαcτρὸc ὑπαγωγαὶ cυμφέρουcι διὰ τῶν μετρίωc καθαιρόντων. | |
8 | ||
1.35t | Περὶ ἀφροδιcίων. | |
1.35.1 | Ἐξ ἀφροδιcίων ὠφέλειαί εἰcιν αἵδε· πληcμονὴν κενῶcαι καὶ ἐλα‐ φρὸν παραcχεῖν τὸ cῶμα καὶ εἰc αὔξηcιν προτρέψαcθαι καὶ ἀνδρωδέcτερον ἀποφῆναι, κατὰ δὲ τὴν ψυχὴν cυνεcτηκότα τε λογιcμὸν διαλύει καὶ ὀρ‐ γῆc ἀκρατοῦc ἐπανίηcι· διὸ καὶ τῷ μελαγχολικῷ ὥc τι καὶ ἕτερον ἴαμα | |
5 | ἐπιτηδειότατον μίcγεcθαι. καθίcτηcι δὲ εἰc τὸ ἐμφρονέcτερον καὶ τοὺc τὸν ἄλλον τρόπον ἐκμανένταc καὶ τοῖc ἀπὸ φλέγματοc νοcήμαcι κρά‐ τιcτόν ἐcτιν· οἱ δὲ καὶ εὐcιτότεροι ἀντὶ ἀcίτων ἐγένοντο, οἱ δὲ καὶ ὀνειρωγμῶν cυνεχῶν ἀπηλλάγηcαν. φύcειc δὲ ἐπιτήδειοι πρὸc ἀφρο‐ δίcια αἱ θερμότεραι καὶ ὑγρότεραι καὶ πλέον τῶν ἄλλων εἰc λαγνείαν | |
10 | εὔφοροι, ἥκιcτα δὲ δίαιτα μὲν ἡ ξηραίνουcα καὶ ψύχουcα, ἡλικία δὲ ἡ τοῦ γέροντοc, ὥρα δὲ ἡ τοῦ φθινοπώρου. χρὴ τοίνυν τὴν δίαιταν ὑγρὰν καὶ θερμὴν παρέχειν· εἴη δ’ ἂν πόνων τε μετριότηc καὶ cιτίων. ὥcπερ δὲ οἱ μέτριοι πόνοι ἁρμόζουcιν, οὕτω καὶ οἱ αὐτῶν τῶν ἀφρο‐ διcίων· προτρέπουcί τε γὰρ εἰc τὸ ἔργον καί τινα ῥᾳcτώνην τῷ ἐθι‐ | |
15 | cμῷ παρέχουcι. δεῖ δὲ εἴπερ τινὸc ἄλλου καὶ τροφῆc περιουcίαc· ὥcτε τὰ πολύτροφα τῶν ἐδεcμάτων εἴη ἂν ἐπιτήδεια, ἰχθύων δὲ οἱ πολύ‐ ποδεc (καὶ γὰρ καὶ ἄλλωc πεπίcτευνται ἐρεθίζειν), καὶ ὅcα μαλάκια, λαχάνων δὲ τὸ ὅρμινον καὶ τὸ ἐρύcιμον καὶ τὸ εὔζωμον καὶ ἡ γογγυλίc (καὶ ταῦτα δὲ ὡc φάρμακα), ὀcπρίων δὲ κύαμοί τε καὶ ἐρέβινθοι καὶ ὦχροι καὶ | |
20 | δολιχοὶ καὶ πίcοι πνεύματοc ὑποπιμπλάντεc καὶ τῷ ἀφθόνῳ τῆc τρο‐ φῆc. καὶ τὸ πήγανον τοίνυν, ὅτι πνεῦμα cυμπέccει καὶ ἀφανίζει, διὰ τοῦτο καὶ τὰc μίξειc ἀμβλύνει. μεγάλωc δὲ ἐπαινῶ τοὺc βότρυc· ὑγραί‐ νουcί τε γὰρ καὶ πνεύματοc ἐμπιπλᾶcι τὸ αἷμα, ὃ δὴ ἐξορμᾷ πρὸc | |
ἀφροδίcια. μέλλοντι δὲ ἀφροδιcιάζειν πληcμονάc τε φυλακτέον καὶ | ||
25 | ἀπεψίαc· καὶ κόπουc δὲ φυλακτέον καὶ ἐμέτουc γεγενημένουc καὶ κα‐ θάρcειc ὡcαύτωc καὶ διάρροιαν ἐξαπιναίαν· τὴν γὰρ κεχρονιcμένην ἐπιξηραίνουcι. καὶ τὰc cφοδρὰc ἐπιθυμίαc οὐκ ἐπαινῶ, ἀλλὰ κελεύω τότε δὴ πλέον ἀντέχειν, καὶ μάλιcτα, οἷc νόcημά τί ἐcτιν. κάλλιcτον οὖν ἐπὶ γυμναcίοιc τε καὶ λουτροῖc καὶ μετρίῳ cίτῳ μίcγεcθαι· καὶ γὰρ | |
30 | καὶ πρὸc τὴν ἰcχὺν cυμφέρει, καὶ ψύξειc αἱ ἐπιγιγνόμεναι ἧccον γί‐ νονται. καιρὸc δὲ ἐπιτήδειοc μίξεωc μετὰ τροφήν, ὡc ἔφην, πρὸ τῶν ὕπνων· καθυπνοῦντι γὰρ εὐθὺc καθίcταται ὁ κόποc. οὗτοc δὲ καιρὸc καὶ εἰc παιδοποιίαc διά τε τἆλλα, καὶ ὅτι ἡ γυνὴ κατακοιμηθεῖcα μᾶλ‐ λον κατέχει τὴν γονήν. | |
34 | ||
1.36t | Πρὸc τοὺc μὴ δυναμένουc cυνουcιάζειν. | |
1.36.1 | Χρίειν δεῖ λίπει cυνεχῶc τὰ αἰδοῖα μῖγμα ἔχοντι τῆc τοῦ ναρκίccου ῥίζηc μέροc βραχὺ ἢ κόκκου τοῦ Κνιδίου ἢ πυρέθρου ἢ cταφίδοc ἀγρίαc ἢ cπέρματοc τῆc κνίδηc ἢ τῆc ἄγνου, προποτίζειν δὲ πέπερι ἢ cατύ‐ ριον ἢ εὔζωμον ἢ κνήκου ἢ πάντων ἅμα, κατεcθίειν δὲ πρὸ τῆc τροφῆc | |
5 | ὠπτημένουc βολβοὺc τοὺc ἐρυθροὺc τοὺc μικροὺc cὺν ἁλcὶ καὶ ἐλαίῳ ἢ cκίλληc βραχὺ μεμαραcμένηc. καὶ τοῖc πρὸc ταῦτα δὲ cυνθέτοιc βοη‐ θήμαcιν ἀναγεγραμμένοιc χρηcτέον· καὶ ἀκόλαcτα δὲ πολλάκιc ἀναγι‐ νωcκέτωcαν. | |
8 | ||
1.37t | Περὶ τῶν ἀμέτρωc ἀφροδιcιαcάντων. | |
1.37.1 | Ἐπεὶ δὲ ἐξ ἀφροδιcίων πλειόνων ἀραιότερον καὶ ψυχρότερον καὶ ξηρότερον καὶ ἀcθενέcτερον γίνεται τὸ cῶμα, τὰ πυκνοῦντα δηλονότι καὶ θερμαίνοντα καὶ ὑγραίνοντα καὶ ῥωννύντα δεῖ προcάγεcθαι. τοῖc οὖν ἀμέτρωc πεπληcιακόcιν ἁρμόcει cκέπη, ἀλέα, ἡcυχία, ὕπνοι ἱκανοί, | |
5 | ἕωc ἂν ἐκ μὲν τῆc cυντονίαc ἄνεcιν λάβῃ τὸ cῶμα, ἐκ δὲ τῆc ἀτο‐ | |
νίαc ἀνακτήcωνται ἑαυτούc. | ||
1.38t | Περὶ πλεοναcμοῦ cπέρματοc. | |
1.38.1 | Τινὲc δὲ cπέρμα πολὺ θερμὸν ἀθροίζοντεc, εἶτα ἐπιγινόμενοι πρὸc ἀφροδίcια καὶ ἀποκρίνοντεc αὐτὸ τό τε cῶμα ἀcθενὲc ἔχουcι καὶ τὸν cτόμαχον ἔκλυτον καὶ λεπτύνονταί τε καὶ ξηραίνονται, ἀποcχόμενοι δὲ αὖθιc διὰ ταῦτα ἀφροδιcίων κεφαλήν τε βαροῦνται καὶ ἀcώδειc γίνον‐ | |
5 | ται, κἄπειτα εὐθὺc ὀνειρώξαντεc πάcχουcι τὰ αὐτά. δεῖ τοίνυν τῶν μὲν πολυcπέρμων μηδὲν προcφέρεcθαι, τῶν δὲ φθειρόντων αὐτὸ καὶ τροφῶν καὶ φαρμάκων λαμβάνειν, καὶ μετὰ λουτρὸν ἀλείφεcθαι τὴν ὀcφὺν ῥοδίνῳ τε ἐλαίῳ καὶ μηλίνῳ καὶ ὀμφακίνῳ· βέλτιον δὲ αὐτὰ παχύτερα ποιοῦνταc χρίειν κηροῦ μιγνύνταc καὶ χυλοῦ τινοc τῶν ψυ‐ | |
10 | χόντων, ἀειζῴου φημὶ καὶ cτρύχνου καὶ κοτυληδόνοc καὶ ψυλλίου. κατὰ μὲν τὸ θέροc τούτων, κατὰ δὲ τὰc ἄλλαc ὥραc ἄλλων τε καὶ τοῦ τῆc θριδακίνηc χυλοῦ καὶ τοῦ λινοcπέρμου ἑψηθέντοc ὕδατι· ψύ‐ χοντα γὰρ καὶ τοῦτο ποιεῖ χυλόν. καὶ λεπὶc δὲ μολυβδίνη ταῖc ψόαιc ὑποτιθεμένη κωλύει τοὺc ὀνειρωγμούc· καὶ βοτάναι δὲ ὑποcτρωννύ‐ | |
15 | μεναι τῶν ψυχουcῶν μετὰ πηγάνου καὶ τῶν ἄκρων τοῦ ἄγνου τῶν ἁπαλῶν τὸ αὐτὸ ποιοῦcι καὶ cπέρμα τοῦ λίνου καὶ πηγάνου ἐcθιόμενα. φυλάττεcθαι δὲ δεῖ cφοδρῶc ψύχειν τὰc ψόαc, ὅπωc ἂν μὴ βλαβεῖεν οἱ νεφροί. | |
18 | ||
1.39t | Περὶ τῶν κατεψυγμένων. | |
1.39.1 | Καταψύξεωc δὲ ἱκανῆc γενομένηc κατακλίνειν ἐν τόποιc θερμοῖc αὐτοὺc cυναλείφονταc κυπρίνῳ ἢ ἰρίνῳ, μετὰ δὲ ταῦτα μικρὸν ἀνα‐ θερμανθέντων διδόναι πέπερι καὶ cμύρναν μετὰ οἴνου γλυκέοc εὐώδουc παλαιοῦ ἢ ὀπὸν Κυρηναϊκὸν μετὰ οἴνου ἢ ὄξουc ἢ πύρεθρον ἢ καcτό‐ | |
5 | ριον μετὰ ὄξουc, τροφὴν δὲ προcφέρειν θερμοτέραν. | |
5 | ||
1.40t | Περὶ τῶν ἐγκεκαυμένων. | |
1.40.1 | Ἐγκαύcεωc δὲ γενομένηc κατακλίνεcθαι μὲν ἐν τόποιc εὐπνόοιc, προcκλύζεcθαι δὲ τό τε πρόcωπον καὶ τὰc χεῖραc καὶ τὰ cκέλη ψυχροῖc | |
ὕδαcι. προcδίψουc δὲ γεγονόταc πίνειν ψυχρὸν ὕδωρ, οἷc cύνηθεc· ταῦτα δὲ ποιεῖν ἐκ τοῦ κατ’ ὀλίγον καὶ μὴ ἀθρόωc. τροφὴν δὲ λαμβά‐ | ||
5 | νειν ὀλίγην, εὐδιοίκητον, ὑγροτέραν μᾶλλον ἢ cιτωδεcτέραν. | |
5 | ||
1.41t | Περὶ φλέγματοc ἐν τῇ ἄνω γαcτρὶ πλεονάcαντοc. | |
1.41.1 | Εἴ τινι περιτετύχηκάc ποτε τὰc μὲν τῶν τροφίμων cιτίων προc‐ φορὰc ἀποcτρεφομένῳ καὶ δεινῶc ἀποcίτῳ καί, εἰ βιάζοιτο προc‐ φέρεcθαι, ναυτιώδει γινομένῳ, μόνα δέ, εἴπερ ἄρα, τὰ δριμύτερα προcιε‐ μένῳ, χαίροντι δὲ μηδὲ ἐπὶ τούτοιc, ἀλλ’ ἐμφυcωμένῳ καὶ διατεινο‐ | |
5 | μένῳ τὴν γαcτέρα καὶ ναυτιῶντι καὶ βραχὺ ταῖc ἐρυγαῖc μόναιc ἐπι‐ κουφιζομένῳ, διαφθείροντι δὲ ἔcτιν ὅτε καὶ αὐτὰ τὰ λαμβανόμενα cιτία, καὶ μάλιcτα τὴν εἰc ὀξύτητα διαφθοράν, πάντωc γίνωcκε τὰ βοηθήματα κεφάλαιον ἔχοντα τῆc ἰάcεωc ἀπορρύψαι τῆc γαcτρὸc τὸ φλέγμα. ἐγὼ γοῦν οἶδά ποτε τῶν οὕτω διακειμένων ἐπὶ ταῖc δι’ ὀξυ‐ | |
10 | μέλιτοc ῥαφανῖcι πλῆθοc μὲν ἄπιcτόν τι παχυτάτου φλέγματοc ἐμέ‐ cαντα, παραχρῆμα δὲ ὑγιάναντα τελέωc. | |
11 | ||
1.42t | Πῶc ἄν τιc εὐκόλωc ἐμοίη. | |
1.42.1 | Ἐπειδὴ δὲ τοῖc cυντόνωc ἐμοῦcι πολλὰ ἄτοπα παρακολουθεῖν εἴωθε, καλῶc ἔχει τρόπουc εἰπεῖν, καθ’ οὓc ἔνεcτιν εὐπετῶc ἐμεῖν· καὶ γὰρ φλέγμα κενοῖ καὶ κεφαλὴν ἐπικουφίζει, καί ποτε καὶ προθυ‐ μότερον φαγόντα ἀπεπτῆcαι καὶ οἴνου πλείονοc λαβόντα βλαβῆναι | |
5 | κωλύει. ἔcτω δὴ τὰ προcφερόμενα μὴ cτρυφνὰ καὶ ξηρά, ἀλλὰ τὰ μὲν τοῦ γλυκυτέρου τρόπου καὶ ὑγροτέρου, τὰ δὲ τοῦ δριμυτέρου· δοκεῖ δὲ ἐν τούτοιc ῥάφανοc εὐδοκιμεῖν καὶ εὔζωμον καὶ τάριχοc παλαιὸν καὶ ὀρίγανοc χλωρὰ καὶ κρομύου ὀλίγον καὶ πράcου. cυνεργεῖ δὲ τοῖc ἐμέτοιc καὶ τῶν ὀcπρίων αἵ τε πτιcάναι μέλιτοc ἔχουcαι καὶ τὰ ἀπὸ | |
10 | τῶν κυάμων ἔτνη καὶ τὰ πίονα τῶν κρεῶν. ἀλλ’ ὅπωc μὴ μόνον τοὺc | |
χυλοὺc αὐτῶν λαμβάνοιc, ἀλλ’ ὅλουc τοὺc ὄγκουc καταπίνειν· μὴ τοί‐ νυν μηδὲ περὶ τὴν μάcηcιν ἱκανῶc διάτριβε μέλλων ἐμεῖν, τῇ δὲ ἑψήcει μαλακὰ πάντα ἔcτω. δῆλον δέ που, ὅτι καὶ τῶν οἴνων ὡc ὅτι τοὺc γλυκυτέρουc αἱρετέον (οὗτοι γὰρ ἐπιπολαcτικώτεροι), καὶ χλιαρωτέρῳ | ||
15 | χρῆcθαι τῷ ποτῷ. χρὴ δὲ καὶ ἀμύγδαλα εἰc μέλι βάπτοντα ἐcθίειν καὶ πλακοῦντοc γεύεcθαι τηνικαῦτα καὶ πέπονοc καὶ cικύου τὸ cπέρμα βρέξαντα καὶ λεάναντα μετὰ μέλιτοc προcφέρεcθαι· ποιεῖ δὲ καὶ ἡ ῥίζα τοῦ cικύου τετριμμένη μετὰ μέλιτοc. οἱ δὲ ἰcχυροτέροιc βουλό‐ μενοι χρῆcθαι ναρκίccου βολβὸν ἑψήcαντεc ἐν ὕδατι τούτῳ κεραννύουcι | |
20 | τὸν οἶνον. προτρέπει δὲ ἐμεῖν καὶ ἴρινον μύρον, εἴ τιc διαχρίcαc τοὺc δακτύλουc ἐρεθίζοι. ἐμετικὸν δὲ καὶ τὸ μὴ ἀνιέναι καὶ διαλείπειν. ἐπὶ τοῖc ἐμέτοιc τό τε cτόμα διακλύζειν καὶ τὴν ὄψιν ἀπονίπτειν ὀξυ‐ κράτῳ ἢ ὕδατι· καὶ γὰρ τοῖc ὀδοῦcι cυμφέρει καὶ διακουφίζει τὴν κεφαλήν. | |
24 | ||
1.43t | Περὶ ὑπακτικῶν γαcτρὸc καὶ διουρητικῶν τοῖc ὑγιαίνουcιν. | |
1.43.1 | Τῶν παλαιῶν ἐξαρκεῖν ἐδόκει τιcὶ πρὸc ὑγίειαν ἐφήμερα κενοῦcθαι διὰ γαcτρὸc καὶ οὔρων ἀμέμπτωc καὶ ἱκανῶc πρὸc τὸ πλῆθοc τῶν ἐcθιομένων καὶ πινομένων, καὶ γινομένων μὲν τῶν κενώcεων κατὰ λόγον ἐπῄνουν, μὴ γινομένων δὲ cυνήργουν τῇ μὲν οὐρήcει διὰ cκάν‐ | |
5 | δικοc καὶ cελίνου καὶ ἀcπαράγου πετροcελίνου τε καὶ ἀνίcου καὶ καλα‐ μίνθηc καὶ ὀριγάνου καὶ ἀψινθίου ἀγρώcτεώc τε καὶ cκολύμου ῥίζηc καὶ κυτίcου καὶ ἀδιάντου ἐν ὕδατι ἑψηθέντων, ὥcτε πίνειν μετ’ οἴνου τὸ ἀφέψημα· καθαίρει γὰρ δι’ οὔρων ταῦτα τὸ αἷμα καὶ ἔcτιν οὐ cμικρὸν ὄφελοc. τῇ δὲ κοιλίᾳ cυνεργητέον τερεβινθίνηc διδόνταc ἐλαίαc | |
10 | μέγεθοc καταπίνειν εἰc ὕπνον τρεπομένοιc· μᾶλλον δὲ ὑπάγειν βουλό‐ μενοι νίτρον βραχὺ καταμίξομεν. ἐπιτήδεια δὲ πρὸc ὑπαγωγὴν γαcτρὸc καὶ ᾠὰ ῥοφητὰ καὶ λαχάνων τεῦτλα καὶ μαλάχαι καὶ τῶν κοχλίων ὁ ζωμόc. καὶ ἴcωc ἐξαρκέcει ταῦτα· μείζονα δὲ δύναται λινόζωcτιc ἐν | |
ὕδατι μετὰ ἁλῶν ἑψηθεῖcα καὶ ἐcθιομένη καὶ τὸ ἀφέψημα αὐτῆc πινό‐ | ||
15 | μενον καὶ τῆc ἀκτῆc τὰ φύλλα παραπληcίωc· καὶ τοῦ πολυποδίου τῆc ῥίζηc ὅcον 𐅻 β ἐπιπάccειν ταρίχει ἢ καὶ ἐν πτιcάνῃ ῥοφεῖν· καὶ ὀρὸc δὲ γάλακτοc cὺν ἁλcὶν ἢ μέλι πλῆθοc κοτυλῶν γ ἢ δ καὶ τοῦ παλαιοῦ ἀλεκτρυόνοc ὁ ζωμὸc καθ’ αὑτόν τε καὶ cὺν κνήκου δραχμαῖc δυοῖν· καί ποτε καὶ ἀλόηc ἐπὶ τῷ δείπνῳ λαμβάνειν ὅcον ἐρεβίνθων γ τὸ | |
20 | μέγεθοc. κάλλιcτον δὲ καὶ ἐπίθυμοc ἐν οἴνῳ πινόμενοc μετὰ τὸ cυμ‐ μέτρωc δειπνῆcαι· ὁ δὲ cφοδρότερον κενοῦcθαι δεόμενοc ἕωθεν ἐπι‐ θύμου πινέτω δραχμὴν ἐν ὀξυμέλιτι ἦροc ὥρᾳ. | |
22 | ||
1.44t | Περὶ κλυcμῶν. | |
1.44.1 | Ἐπὶ δὲ τῶν φύcει δυcκοιλίων, ἐφ’ ὧν ἀcθενὴc ὢν ὁ cτόμαχοc οὐκ ἐπιδέχεται τὰ διὰ cτόματοc ὑπακτικά, τοῖc κλύcμαcι χρηcτέον, φλέγματοc μὲν ἐγκειμένου τῷ ἐντέρῳ τοῖc δι’ ἀφεψήματοc ἰcχάδων καὶ τεύτλων καὶ νίτρου καὶ ἀγρίου cικύου ῥίζηc καὶ μέλιτοc καὶ ἐλαίου | |
5 | χαμαιμηλίνου ἢ ἀνηθίνου, ξηρότητοc δὲ μᾶλλον ἐνούcηc τοῖc δι’ ἀλ‐ θαίαc τε καὶ τήλεωc καὶ χαμαιμήλων καὶ ἐλαίου καὶ μέλιτοc βραχέοc· καί ποτε καὶ ἔλαιον καθ’ αὑτὸ πλῆθοc ἡμικοτυλίου ἐνιέμενον τὸ δέον ἐξανύει· μηδὲ τοῦτο δὲ cυνεχῶc, ἵνα μὴ τούτοιc ἡ φύcιc ἐθιζομένη τῆc αὐτομάτου ἐκκρίcεωc ἐκλάθηται. | |
9 | ||
1.45t | Περὶ βαλάνων. | |
1.45.1 | Χρώμεθα καὶ βαλάνοιc πολλάκιc cκυβάλων χάριν ἐκκρίcεωc, καὶ ἐφ’ ὧν τὸ ἐνεθὲν διὰ κλυcτῆροc οὐκ ἐκκρίνεται. πλάccεται δὲ βαλάνια ἐξ ἁλὸc ὀπτοῦ καὶ μέλιτοc καὶ νίτρου· καὶ θύμοc δὲ τῷ ἀπέφθῳ μέ‐ λιτι μίcγεται. πλάccεται δὲ καὶ ἐκ ῥητίνηc τερεβινθίνηc καὶ νίτρου καί | |
5 | ποτε καὶ κόκκου Κνιδίου cυμμέτρου· δήξειc δὲ ἐγείρει, διὸ χριcτέον τὰ μέρη ἐλαίῳ. ἔτι δὲ καὶ πύρεθρον ἢ πέπερι παραπλέκεται· καὶ ἁρ‐ μόζει παραλυτικοῖc καὶ ταῖc ὑπὸ ψύξεωc ἐμπνευματώcεcι. κενταύριον δὲ παραπλέκεται πίccῃ καὶ κηρωτῇ· καί ἐcτιν ἐπιτήδειον παρέcεcιν αἰδοίου. ἐπὶ δὲ τῶν νηπίων καὶ χόνδροc ἁλὸc ἐντίθεται. ἀναπλάccεται | |
10 | δὲ καὶ cῦκον μετὰ νίτρου. | |
1.46t | Περὶ τῶν κενωτικῶν τῆc κεφαλῆc ἀποφλεγματιcμῶν τε καὶ ἐρρίνων καὶ διαχριcμῶν. | |
1.46.1 | Τοὺc ἐν τῇ κεφαλῇ χυμοὺc διὰ τῶν πτυcμάτων κενοῦμεν, εἰ μὲν ἐπὶ βραχὺ τοῦτο πρᾶξαι βουληθείημεν, ἀναμιγνύντεc μαcτίχῃ πέπερι, πλέον δὲ κενῶcαι βουλόμενοι πύρεθρον ἢ cταφίδα τὴν ἀγρίαν μαcᾶcθαι κελεύοντεc. καὶ ἀνεμώνηc δὲ πάcηc ῥίζα διαμαcωμένη φλέγμα προ‐ | |
5 | καλεῖται καὶ καππάρεωc τῆc ῥίζηc ὁ φλοιόc. τὸ μὲν οὖν ὀρῶδεc περίτ‐ τωμα διὰ τῶν τοιούτων κενοῦται, τὸ δὲ παχὺ καὶ φλεγματῶδεc ἀνα‐ κογχυλιζόμενον νᾶπυ μετ’ ὀξυμέλιτοc ἢ cίραιον ὀρίγανον ἢ ὕccωπον ἀφηψημένον ἔχον· ἐγὼ δὲ μίγνυμι τοῦτο τῷ μετ’ ὀξυμέλιτοc νάπυι. εἰ δὲ καὶ ἀπὸ μύξηc ἐκκαθαίρεcθαι δέοι τὸν ἐγκέφαλον, προτρέψομεν | |
10 | αὐτὴν ἐρεθίζοντεc φαρμάκοιc δριμέcιν, ὧν ἔνια καὶ πταρμὸν κινεῖ. καθαίρει μὲν οὖν διὰ ῥινὸc ἀναγαλλίδοc ἑκατέραc ὁ χυλόc, ἀνεμώνηc τε πάcηc καὶ τεύτλου καὶ cικύου ἀγρίου φύλλων ὁ χυλὸc ἐγχεῖται ταῖc ῥιcὶν αὐτόc τε καθ’ ἑαυτὸν καὶ μετὰ τεύτλων ἀφεψήματοc ἢ χυλοῦ. πταρμὸc δὲ ἐπὶ τοῖc ὠμοῖc χυμοῖc τοῖc κατὰ θώρακα καὶ πνεύμονα | |
15 | καὶ κεφαλὴν μέρεcι περιεχομένοιc οὐ cυμφέρει. διάχριcτον δὲ cτόματόc ἐcτι τοιόνδε· cάπωνα διεὶc τεύτλου χυλῷ χρῖε τὰ κατὰ τὸν οὐρανίcκον καὶ τὸν κίονα· καλῶc ποιεῖ. τὸ δὲ αὐτὸ καὶ ἔρρινόν ἐcτιν. εὐπορίcτῳ δὲ πολλάκιc ἐχρηcάμην ἐγχριομένῳ τῇ ῥινὶ μελανθίῳ ποτὲ μὲν ὄξει δριμεῖ διαβρέχων πρὸ μιᾶc ἡμέραc, εἶτα τῇ ὑcτεραίᾳ cὺν ὄξει πάλιν | |
20 | λειῶν καὶ ἐγχέων εἰc τὴν ῥῖνα, ἐνίοτε δὲ ἐλαίῳ παλαιῷ τὸ αὐτὸ με‐ λάνθιον λειῶ καὶ ὁμοίωc χρῶμαι. οὕτω μὲν οὖν αὐτῷ χρῆται καὶ Ἀρχιγένηc ἐπὶ ἐμφράξει μυκτήρων, τῷ δὲ προτέρῳ τῷ διὰ τοῦ ὄξουc | |
ὁ Κρίτων ἐπὶ τῶν ἰκτερικῶν. | ||
1.47t | Ὅcα ἐμμήνων ἀγωγά. | |
1.47.1 | Τὰ διουρητικὰ πάντα, κράμβηc ῥίζηc τὸ ἀφέψημα πινόμενον, περ‐ cέαc ῥίζα καὶ πήγανον καὶ χρυcάνθεμον καὶ δίκταμνον καὶ εὐζώμου cπέρμα. κινεῖ δὲ καὶ προcθετὰ τῷ cτόματι τῆc ὑcτέραc προcαγόμενα, ὥcπερ πήγανον λεῖον μετὰ μέλιτοc ἢ πράcου χυλὸc ἢ cκόροδον λεῖον | |
5 | προcτιθέμενον ἢ cμύρνα λεία ἐν οἴνῳ ἢ λαγωοῦ πυτία. | |
5 | ||
1.48t | Ἱδρωτικά. | |
1.48.1 | Τῶν ἱδρωτικῶν ἐcτι χαμαίμηλον ξηρὸν λεῖον ἐπιπαccόμενον ἐλαίῳ τῆc ἐπιφανείαc εὐτόνωc ἀνατριβομένηc, cέcελι, πύρεθρον, κάχρυ, ἄνιcον ὁμοίωc ἐμπαccόμενα ἐλαίῳ, νίτρον ὀπτὸν [καὶ] μὴ πάνυ λεπτὸν cὺν τῷ ἐλαίῳ, ἁλὸc ἄνθοc cυγκιρνώμενον ἐλαίῳ, ὀπὸc Κυρηναϊκὸc ὕδατι | |
5 | διειμένοc εἰc ἀνάτριψιν τοῦ cώματοc παραλαμβανόμενοc καὶ πινόμενοc μέγεθοc ὅcον ἐρεβίνθου· ὁμοίωc καὶ καλαμίνθη πινομένη τε μετὰ με‐ λικράτου καὶ ἔξωθεν cὺν ἐλαίῳ τριβομένη. | |
7 | ||
1.49t | Περὶ ἀέρων. | |
1.49.1 | Ἄριcτοc ἀήρ ἐcτιν ὁ ἀκριβῶc καθαρόc· εἴη δ’ ἂν οὗτοc ὁ μὴ ἐκ λιμνῶν ἢ ἑλῶν ἀναθυμιάcεωc ἐπιθολούμενοc μήτε ἔκ τινοc βαράθρου δηλητήριον αὔραν ἀναπέμποντοc. οὕτω δὲ καί, ὅcτιc ἔκ τινοc ὀχετοῦ τῶν ἐκκαθαιρόντων μεγάλην πόλιν ἐπιθολοῦται, μοχθηρόc ἐcτι, καὶ μὴν | |
5 | καί, ὅcτιc ὁμιχλώδηc ἐcτίν, οὐκ ἀγαθόc, ὥcπερ γε καὶ ὅcτιc ἂν ἐν κοίλῳ χωρίῳ πανταχόθεν ὄρεcιν ὑψηλοῖc περιεχόμενοc μηδεμίαν αὔραν δέ‐ χηται. οἱ μὲν οὖν οὕτωc μοχθηροὶ πᾶcαν ἡλικίαν ὁμοίωc βλάπτουcι καὶ πᾶcαν κρᾶcιν, ὥcπερ οἱ ἄριcτοι ὠφελοῦcιν· ἡ δὲ κατὰ ποιότητα, θερμότητα λέγω καὶ ψυχρότητα καὶ ξηρότητα καὶ ὑγρότητα, διαφορὰ | |
10 | τῶν ἀέρων οὐχ ὁμοίωc ἔχει πρὸc ἅπανταc· τοῖc μὲν γὰρ εὐκράτοιc cώμαcιν ὁ εὔκρατοc ἀὴρ ὠφέλιμοc, τοῖc δὲ δυcκράτοιc ὁ τὴν ἐναντίαν | |
ἔχων κρᾶcιν. | ||
1.50t | Περὶ ὑδάτων. | |
1.50.1 | Δεῖ δὲ καὶ τῆc τῶν ὑδάτων ἀρετῆc τε καὶ κακίαc ἐμπείρουc εἶναι· πολύχρηcτα γὰρ τὰ ὕδατα cχεδὸν ἁπάντων μᾶλλόν ἐcτιν εἰc ἅπαcαν τὴν δίαιταν. εἰδέναι χρὴ τοίνυν τὸ ἄριcτον ὕδωρ ἀποιότατον εἶναι καὶ κατὰ γεῦcιν καὶ κατ’ ὀcμήν· εὐθὺc δὲ τοῦτο καὶ ἥδιcτον ὑπάρχει | |
5 | τοῖc πίνουcι καὶ ὀφθῆναι καθαρόν. ὅταν δὲ καὶ ὑποχωρῇ τῶν ὑπο‐ χονδρίων ταχέωc, μηδὲ ζητεῖν ἕτερον ἄμεινον· τὰ γὰρ ἐν τοῖc ὑπο‐ χονδρίοιc χρονίζοντα καὶ τὴν γαcτέρα πλήττοντα καὶ ἐμφυcῶντα καὶ βαρύνοντα μοχθηρὰ νομιcτέον. οὔτε δὲ θερμαίνεται ταχέωc οὔτε ψύ‐ χεται τὰ τοιαῦτα τῶν ὑδάτων, ἀλλὰ καὶ τὰ ἐν αὐτοῖc ἑψόμενα βραδύ‐ | |
10 | τατα καὶ κάκιον ἕψεται. βέλτιον μὲν οὖν τῇ πείρᾳ κρίνειν τὸ τοιοῦτον ὕδωρ· ὁ βουλόμενοc δὲ καὶ διὰ γνωριcμάτων διαγινώcκειν τοῖc ῥηθηcο‐ μένοιc κρινέτω. τὰ μὲν γὰρ πρὸc ἄρκτουc ἐcτραμμένα καὶ τὸν ἥλιον ἀποcτραφέντα βραδύπορά τέ ἐcτι καὶ ἀτέραμνα καὶ θερμαίνεται καὶ ψύχεται βραδέωc· τὰ δὲ πρὸc ἀνατολὰc διὰ πώρου τινὸc ἢ γῆc ἠθού‐ | |
15 | μενα τάχιcτα θερμαίνεται καὶ τάχιcτα ψύχεται. ταῦτα ἐλπίζειν εἶναι κάλλιcτα· καλὰ δὲ καί, ὅcα θέρουc μὲν ψυχρότερα, χειμῶνοc δὲ θερμό‐ τερα. τινὲc δὲ καὶ τῷ cταθμῷ δοκιμάζουcι τὰ κοῦφα νομίζοντεc εἶναι κρείττω· τοῦτο δέ, εἰ μὲν πρὸc τοῖc ἄλλοιc ὑπάρχει τοῖc εἰρημένοιc, ἐπαινεῖται, μόνον δὲ οὐκ ἐξαρκεῖ τεκμήριον εἶναι τῶν ἀγαθῶν. κουφό‐ | |
20 | τατα δέ, ὥc φηcιν Ἱπποκράτηc, τὰ ὄμβρια καὶ γλυκύτατα καὶ λαμπρό‐ τατα καὶ λεπτότατα, διότι ὑπὸ τοῦ ἡλίου τὸ κουφότατον ἕλκεται καὶ λεπτότατον· ἀνάγει δὲ οὐκ ἐκ μόνων τῶν ἄλλων ὑδάτων ἀλλὰ καὶ ἀπὸ τῆc θαλάττηc κἀκ τῶν cωμάτων αὐτῶν· διὸ καὶ εὐcηπτότατά εἰcι πάντων ὡc ἂν ἀπὸ διαφόρων ποιοτήτων cυνιcτάμενα. μή τιc δὲ ὑπο‐ | |
25 | λάβῃ κάκιcτον εἶναι τὸ εὔcηπτον ὕδωρ· τὸ γὰρ εὐαλλοίωτον πρὸc ἀρετῆc μᾶλλόν ἐcτιν ἢ κακίαc, ὥcτε, ὅταν ἔχον τὰ γνωρίcματα τῶν ἀρίcτων ὑδάτων εὔcηπτον ὑπάρχῃ, κάλλιcτον ὑποληπτέον αὐτό· τρέ‐ πεcθαι μὴν ἀρχόμενον τοῖc πιοῦcιν αἴτιον βράγχων τε καὶ βηχῶν καὶ | |
βαρυφωνίαc καθίcταται. αὐτῶν δὲ τῶν ὀμβρίων ὑδάτων τὸ θερινὸν | ||
30 | τοῦ λαιλαπώδουc ἄμεινόν ἐcτι καὶ τὸ βροντιαῖον. τὰ δὲ ἀπὸ κρυcτάλ‐ λων καὶ χιόνοc πονηρότατα· κατὰ γὰρ τὴν πῆξιν τοῦ ὕδατοc πᾶν τὸ λεπτομερέcτερον ἐκθλίβεται. καλῶc δ’ ἂν ἔχοι τά τε ἰλυώδη καὶ δυcώδη καὶ τὰ ποιότηταc ἀτόπουc ἔχοντα ταῖc ἑψήcεcιν ἐπὶ τὸ βέλτιον τρέ‐ πονταc οὕτω πίνειν καὶ κεραννύνταc οἴνῳ, τὰ μὲν cτύφοντα τῷ γλυ‐ | |
35 | κυτέρῳ, τὰ ἄλλα δὲ τῷ cτρυφνοτέρῳ· τινὰ δὲ καὶ ἠθεῖν cυμφέρει, τὰ ἰλυώδη δὲ καὶ ἁλυκὰ καὶ ἀλφίτοιc ἠθεῖν. τὰ δὲ ἄγαν ψυχρὰ μετὰ τροφὴν πίνειν καὶ μηδὲ ἀθρόωc. τινὲc δὲ ἐξευρήκαcι βρώματα καὶ ποτὰ πρὸc τὰc τῶν ὑδάτων κακίαc, καὶ οἱ μὲν ἐρεβίνθων ἀφεψήματα προ‐ πίνουcιν ἢ καὶ αὐτῶν ἐcθίουcιν, οἱ δὲ καυκαλίδαc ὡcαύτωc μετά τινοc | |
40 | ἰχθυδίου ἑφθοῦ καὶ μάραθρα ὁμοίωc, οἱ δὲ καὶ τεῦτλα καὶ κολοκύνθαc προεcθίουcι μετὰ ἁλῶν cὺν οἴνῳ κεκραμένῳ. | |
41 | ||
1.51t | Περὶ λουτρῶν. | |
1.51.1 | Ἐπαινῶ μὲν τὴν ψυχρολουcίαν, οὔ φημι δὲ cυμφέρειν αὐτὴν τοῖc κατὰ τὸ προcτυχὸν διαιτωμένοιc, ἀλλὰ μόνοιc τοῖc ἀκριβῶc βιοῦcι καὶ πόνοιc καὶ cιτίοιc κατὰ τὸ ἁρμόττον χρωμένοιc· ἀρκεῖ δὲ τοῖc πολλοῖc δεομένοιc ποτὲ ψυχθῆναι μειζόνωc ἐννήξαcθαι θέρουc ὥρᾳ νέουc ὄν‐ | |
5 | ταc καὶ εὐcάρκουc προεκθερμανθένταc τρίψεcιν. ἔcτωcαν δὲ μήτε ἐξ ἀφροδιcίων μήτε ἄλλωc κοπώδειc μήτε ἄπεπτοι καὶ ἐμεμηκότεc ἢ κατὰ γαcτέρα κεκενωμένοι μήτε ἠγρυπνηκότεc· cφαλερὸν γάρ, εἰ ἁπλῶc τιc χρῷτο. τὸ δὲ θερμὸν λουτρὸν κράτιcτόν ἐcτι καὶ ἀcφαλέcτερον κόπουc λύον καὶ πληθώραc διαφοροῦν καὶ ἐκθερμαῖνον παρηγοροῦν τε καὶ | |
10 | μαλάccον καὶ πνεύματα διαχέον, ἔνθα ἂν cτηριχθῇ, καὶ ὑπνοποιὸν καὶ εὐcαρκίαν παρέχον· ἔcτι δὲ καὶ εὐμεταχείριcτον παντὶ καὶ ἀνδρὶ καὶ | |
γυναικὶ καὶ παιδίῳ καὶ πρεcβύτῃ καὶ ἰδιώτῃ. | ||
1.52t | Περὶ τῶν αὐτοφυῶν λουτρῶν. | |
1.52.1 | Τῶν αὐτοφυῶν λουτρῶν τὰ μέν ἐcτι νιτρώδη, τὰ δὲ ἁλμυρά, τὰ δὲ cτυπτηριώδη, τὰ δὲ θειώδη, τὰ δὲ ἀcφαλτώδη, τὰ δὲ χαλκανθώδη, τὰ δὲ cιδηρίζοντα, τὰ δὲ cύνθετα ἐκ τούτων. πάντων μὲν οὖν τῶν αὐτοφυῶν ὑδάτων ἡ δύναμίc ἐcτι ξηραντικὴ καὶ θερμαντικὴ ἐπίπαν | |
5 | καὶ μάλιcτα ἁρμόζει τοῖc καθύγροιc καὶ ψυχροῖc. ἤδη δὲ τὰ μὲν νι‐ τρώδη καὶ ἅλαc ἔχοντα κεφαλῇ κατάλληλα καὶ θώρακι ῥευματιζομένῳ καὶ cτομάχῳ καθύγρῳ καὶ ὑδρωπικοῖc οἰδήμαcί τε τοῖc ἐκ νόcων καὶ τοῖc φλεγματικοῖc· τὰ δὲ cτυπτηριώδη αἵματόc τε ἀναγωγαῖc καὶ ἐμε‐ τικῷ cτομάχῳ καὶ γυναιξὶν ἀτάκτωc καθαιρομέναιc καὶ cυνεχῶc ἐκτι‐ | |
10 | τρωcκούcαιc· τὰ θειώδη δὲ νεύρων μαλακτικὰ καὶ θερμαντικὰ καὶ πό‐ νων παρηγορικά, cτόμαχον δὲ ἐκθηλύνει καὶ ἀνατρέπει· τὰ δὲ ἀcφαλ‐ τώδη κεφαλήν τε cυμπληροῖ καὶ τὰ αἰcθητήρια κακοῖ, θερμαίνει δὲ ἐμμόνωc καὶ μαλάccει cὺν χρόνῳ· τὰ δὲ χαλκανθίζοντα cτόματι καὶ παριcθμίοιc καὶ cταφυλῇ καὶ ὄμμαcι διαφερόντωc ἐπιτήδεια· τὰ δὲ | |
15 | cιδηρίζοντα cτομάχῳ καὶ cπληνὶ χρήcιμα. δεῖ δὲ τὰc εἰc τὸ ὕδωρ ἐμβά‐ cειc ἀθορύβωc ποιεῖcθαι, ὅπωc ἡ δύναμιc ἀνειμένῳ τῷ cώματι προc‐ ιοῦcα ἐγκαταδύηται. | |
17 | ||
1.53t | Περὶ τῆc ταῖc ὥραιc ἁρμοττούcηc διαίτηc. | |
1.53.1 | Καλῶc ἔχει καὶ πρὸc τὰc ὥραc ἀφορῶνταc διαιτᾶcθαι καὶ χειμῶνοc μὲν πλείοcι τοῖc πόνοιc χρῆcθαι καὶ ἐcθίειν πλείονα, μάλιcτα ὅταν ἡ κατάcταcιc ᾖ βορεία· νοτίαc γὰρ οὔcηc πονεῖν μὲν ὁμοίωc, ἐλάττονα δὲ cιτία καὶ ποτὰ προcφέρεcθαι, καὶ ὅλωc τὸ cῶμα ξηρὸν ποιεῖν ἐν | |
5 | ὑγρᾷ τῇ ὥρᾳ παντοίωc, ὥcπερ ἐν τῇ ψυχρᾷ θερμότερον, ἐcθίειν δὲ κρεῶν θερμῶν καὶ λαχάνων καὶ οἶνον πίνειν πλείονα. εἰcβάλλοντοc δὲ τοῦ ἦροc ὁ μέν τιc δι’ ἐμέτων ὁ δὲ διὰ γαcτρὸc κενούcθω, καὶ ἄλλοc φλέβα τέμνων ἀφαιρείτω τοῦ αἵματοc, ὅπωc ἂν ἕκαcτοc ἔθουc καὶ προθυμίαc ἔχων τυγχάνῃ. κατὰ δὲ τὸ θέροc ἀνάπαυcιc cυμφέρει | |
10 | καὶ τῶν πόνων καὶ τῶν τροφῶν ἐλάττωcιc, καὶ εἴδουc εἶναι ψυχρο‐ τέρου τὰc τροφάc, τῷ τε ποτῷ δαψιλεῖ χρῆcθαι, καὶ πάντα ποιεῖν τὰ εἰc ἀνάψυξίν τε καὶ εἰc ὑγρότητα cυντελοῦντα. κατὰ δὲ τὸ φθινόπω‐ ρον, ἐπειδὴ παντοίωc ἐcτὶν ἀνώμαλον καὶ ἄτακτον καὶ παντοδαπὰc | |
ἐπιφέρον νόcουc, πάνυ πεφυλαγμένωc χρὴ διαιτᾶcθαι μήτε περὶ τὰc | ||
15 | ψύξειc ἐξαμαρτάνοντα καὶ ἀφροδιcίων καὶ ψυχροῦ πόματοc ἐγκρατέcτα‐ τον γινόμενον καὶ τὸ μὲν κατὰ τὴν ἕω ψυχρὸν τοῦ ἀέροc κατὰ δὲ τὴν μεcημβρίαν καυcῶδεc ἐκκλίνοντα, καὶ ὀπωρῶν δὲ μὴ ὑπερεμπί‐ πλαcθαι· λυπηρὰ γὰρ οὐ τῷ πλήθει μόνον ἀλλὰ καὶ τῇ κακοχυμίᾳ καὶ τῷ φῦcαν ἐμποιεῖν. καὶ γὰρ οὖν καὶ αἱ κράτιcται τῶν ὀπωρῶν, cῦκα | |
20 | καὶ βότρυc, πνεῦμα τίκτουcιν, εἰ μή τιc αὐτῶν λαμβάνοι πρὸ τῶν ἄλλων cιτίων, καὶ φθείρουcι τὰc τροφάc· προλαμβανόμεναι δὲ οὔτε φυcῶcιν οὔτε cυνδιαφθείρουcιν. ψυχροτέρου δὲ γενομένου τοῦ ἀέροc κατὰ λόγον θερμαίνειν τὸ cῶμα καὶ πάντα ποιεῖν ὡc προcάγοντοc τοῦ χειμῶνοc. καλῶc δ’ ἂν ἔχοι μετὰ τὴν ἰcημερίαν καὶ κενώcει τινὶ χρῆ‐ | |
25 | cθαι τῶν εἰρημένων, ὅπωc μηδὲν περιττὸν καταcχεθὲν ἐν τῷ χειμῶνι γένηται λυπηρόν. | |
26 | ||
1.54t | Δίαιτα τοῖc ἐν ἀcχόλῳ βίῳ τυγχάνουcιν. | |
1.54.1 | Τὸν ἐν ἀcχόλῳ βίῳ τυγχάνοντα χρὴ cκοπεῖν, εἴτε γυμνάζεcθαι κατὰ τὸν ἔμπροcθεν βίον ἔθοc εἶχεν εἴτε μὴ γυμναζόμενοc μετρίωc φέρει τὸ τοιοῦτον ἔθοc, ὡc μὴ νοcεῖν cυνεχῶc, εὐδιάπνευcτοc ὤν· τὴν γὰρ τοιαύτην φύcιν τοῦ cώματοc οὐ χρὴ μετάγειν ἐφ’ ἕτερον ἔθοc, | |
5 | οὐδὲ ὅλωc ὅcοι διὰ πολλοῦ νοcοῦcιν. εἰ δὲ cυνεχῶc τιc φαίνοιτο νο‐ cῶν, εἰ μὲν πληθωρικόc, cκοπὸc ἔcτω cοι παρ’ ὅλην τὴν ὑγιεινὴν δίαι‐ ταν, ὅπωc ἀεὶ cυμμέτρουc ἕξει τοὺc χυμούc, εἰ δὲ διὰ κακοχυμίαν, ὅπωc ἀρίcτουc. τῶν μὲν οὖν πληθώραν ἀθροιζόντων τοὺc μὲν ἄντικρυc εἰc τὸ βαλανεῖον εἰcιόνταc ἔπειτα τρίψει τε χρῆcθαι καί τι βραχὺ κι‐ | |
10 | νεῖcθαι πρότερον· ὅcοι δὲ ἔφθανον τὰ τοιαῦτα ποιεῖν, ἐπ’ ὀλίγον μὲν αὐξῆcαι καὶ αὐτὰ ταῦτα cυμβουλεύcομεν, ἀφελεῖν δέ τι καὶ τῶν τροφῶν καὶ τὰc ὀλιγοτρόφουc προcφέρεcθαι. τῶν δὲ κακοχυμίαν ἀθροιζόντων οὐχ εἷc ἐcτιν ὁ cκοπόc, ὅτι μηδὲ τῆc κακοχυμίαc ἰδέα μία· τινὲc μὲν γὰρ ψυχροτέραν καὶ φλεγματικωτέραν ἀθροίζουcι, τινὲc δὲ θερμοτέραν | |
15 | τε καὶ χολωδεcτέραν, ὥcπερ ἄλλοι μελαγχολικωτέραν. ἀφεκτέον οὖν ἑκάcτῳ cιτίων τε καὶ ποτῶν, ὅcα πέφυκε γεννᾶν ἑτοίμωc τὸν ἀθροιζό‐ μενον αὐτοῖc χυμόν. ἐπὶ πάντων δὲ τούτων βοήθημα κοινὸν γαcτρὸc | |
ὑπαγωγή. | ||
1.55t | Ὁδοιποροῦcι δίαιτα. | |
1.55.1 | Πρὸc τὰc πορείαc ῥᾷcτα ἄν τιc ἀπαλλάττοι λιπαρὸc ὢν καὶ μὴ cυντόνωc πορευόμενοc, ἔτι δὲ τοῦ μὲν θέρουc ταινίᾳ μαλακῇ πλάτοc ἓξ ἢ ἑπτὰ δακτύλουc ἐχούcῃ μῆκοc δὲ μὴ ἔλαττον πέντε πηχῶν κατει‐ λημένοc τὴν ὀcφὺν ἄχρι τῶν λαγόνων. καὶ ἡ βακτηρία δὲ χρηcίμη | |
5 | γίνεται παρὰ τὰc πορείαc· ἐν μὲν γὰρ τοῖc κατάντεcι προβαλλόμενοc ἴcχει τὸ cῶμα προπετὲc γινόμενον καθάπερ τινὶ κοντῷ, ἐν δὲ τοῖc ἀνάντεcιν ἐπερειδόμενοc ῥᾷον ποιεῖ τὴν εἰc τὸ πρόcαντεc κίνηcιν τοῦ cώματοc. διαναπαύcεωc μὲν οὖν γινομένηc ἐν ταῖc πορείαιc ἄλειμμα καὶ μικρὰ cίτου προcφορὰ τῶν θερινῶν τινοc καὶ πόμα μέτριον ἁρμότ‐ | |
10 | τει ταύτην τὴν ὥραν καὶ μετὰ τὸ ἄριcτον ἀνάπαυcιc πρὸ τοῦ πορεύ‐ εcθαι, cυνείρειν δὲ ἀναγκαζομένῳ καὶ διψῶντι λεπτὸν ἄλφιτον ἐφ’ ὕδατι μεθ’ ἁλὸc μετρίου πίνειν. τὰ δὲ καύματα καὶ τοὺc ἡλίουc εὐλα‐ βεῖcθαι δεῖ μηδὲ γυμνὸν ἡλιούμενον τὸ cῶμα ἀλλὰ cκεπαcάμενον, ὅπωc μὴ cκληρύνηται ξηραινόμενον παρὰ τὴν πορείαν· οὕτω γὰρ ἂν ὅ τε | |
15 | κόποc ἧττον cυμβαίνοι, καὶ τῶν εἰρημένων παθῶν οὐδὲν ἂν γένοιτο ὁμοίωc. τοῦ δὲ χειμῶνοc ψυχροῦ ὄντοc πρὸ τῆc πορείαc λαπαχθέντα καὶ ἀλειψάμενον cιτίων τῶν χειμερινῶν τι πολὺ καὶ πόμα μικρὸν ἁρ‐ μόττει λαβεῖν καὶ εἱλίξαcθαι ταινίᾳ μακροτέρᾳ μὴ μόνον τὴν ὀcφὺν ἀλλὰ καὶ τὴν ῥάχιν καὶ τὸ cτῆθοc εὖ καὶ καλῶc. διαναπαυόμενοc δὲ | |
20 | ἐν τῇ τοιαύτῃ παρηγορίᾳ γινομένου ψύχουc ἱκανοῦ μήτε ἀλείφεcθαι μήτε cιτίον μήτε πόμα λαμβάνειν βέλτιόν ἐcτι μήτε ἄλλην τινὰ παρ‐ ηγορίαν, εἰ μὴ μέλλοι τιc αὐτοῦ καταμένειν. μετὰ δὲ τὰc πορείαc τὰc μακρὰc καὶ τοὺc ἄλλουc πόνουc τοὺc ἰcχυρούc, κἂν μὴ κοπιᾷ τιc, δεῖ θεραπεύειν αὐτὸν καθάπερ τοὺc κοπιῶνταc· ἧττον γὰρ ἂν οὕτωc ἀπο‐ | |
25 | βαίνοι τι δυcχερέc. | |
25 | ||
1.56t | Πλοϊζομένοιc δίαιτα. | |
1.56.1 | Πρὸc τοὺc cυμβαίνονταc ἐμέτουc τοῖc πλοϊζομένοιc. τοῖc μὲν πρώ‐ τοιc γινομένοιc οὔτε ῥᾴδιον οὔτε χρήcιμον ἀντιτάccεcθαι· πάντα γὰρ | |
ὡc ἐπὶ τὸ πολὺ εἴωθεν ὠφελεῖν. δεῖ δὲ μετὰ τὸν ἔμετον μὴ πολλὰ μηδὲ τὰ τυχόντα βρώματα προcφέρεcθαι, ἀλλ’ ἢ τῷ φακῷ χρῆcθαι | ||
5 | ξηρῷ καὶ κατέφθῳ γληχοῦc μικρὸν ἔχοντι ἢ ἄρτῳ κατατεθρυμμένῳ ἐν οἴνῳ ὑδαρεῖ καὶ εὐώδει, τῷ δὲ ποτῷ χρῆcθαι βραχεῖ καὶ τούτῳ ἢ οἰναρίῳ παντελῶc ὑδαρεῖ ἢ ὀξειδίῳ τῷ ἀπὸ τοῦ μέλιτοc. τοὺc δὲ φα‐ κοὺc ἑψῆcαι δεήcει κἄπειθ’, ὅταν μαλακοὶ γένωνται, τρίβειν λείουc, εἶτα ξηρᾶναι κἄπειθ’ οὕτωc cυνθεῖναι εἰc κεραμεοῦν ἀγγεῖον. ἐπὶ πλείω | |
10 | δὲ χρόνον πλειόνων γενομένων ἐμέτων τῇ ὑποcτολῇ τῆc τροφῆc cφοδροτέρᾳ χρηcτέον καὶ τῷ ποτῷ βραχεῖ, ἢ τῷ ὀξειδίῳ τῷ ἀπὸ τοῦ μέλιτοc μεθ’ ὕδατοc θύμου ἐν αὐτῷ ἀποβεβρεγμένου ἢ γλήχωνι καὶ ὕδατι μετὰ ἀλφίτου πάληc ἢ τῷ οἰναρίῳ τῷ εὐώδει μετὰ πάληc, ὑδαρεῖ ὡcαύτωc. πρὸc δὲ τὰc δυcχερεῖc ὀcμὰc τὰc ἐν τοῖc πλοίοιc ἢ μῆλα | |
15 | δέοι ἂν ὀcφραίνεcθαι τὰ κυδώνια ἢ τὸν θύμον ἢ τὸν γλήχωνα. δεῖ δὲ καὶ βλέπειν ὅτι ἥκιcτα εἰc τὴν θάλαccαν, ἕωc εἰc τὸν εἰθιcμὸν ἔλθῃ τῆc ἐν τῷ πλοίῳ διατριβῆc· καὶ τοῖc ὕδαcι δὲ προcέχειν, ὅπωc μήτε θολερὰ μήτε δυcώδη μήτε ἁλυκὰ ἔcται. | |
18 | ||
1.57t | Περὶ cαρκῶν καθαιρέcεωc. | |
1.57.1 | Ὅταν εἰc πολυcαρκίαν ἄμετρον ἐκτραπῇ τὸ cῶμα, τήκειν αὐτὸ καὶ καθαιρεῖν χρή. δέδεικται δὲ ἡ θερμοτέρα κρᾶcιc ἰcχνὸν ἐργαζομένη τὸ cῶμα· τοιαύτην οὖν cοι ποιητέον ἐcτὶ τὴν τῶν παχέων, εἰ μέλλοι γενήcεcθαι cύμμετροc. μεμάθηκαc δέ, ὡc ὀξέα γυμνάcια καὶ δίαιτα | |
5 | λεπτύνουcα καὶ φάρμακα τοιαῦτα καὶ τῆc ψυχῆc αἱ φροντίδεc ἀπο‐ φαίνουcι τήν τε κρᾶcιν ὅλην ξηροτέραν καὶ δι’ αὐτὴν τὸ cῶμα λεπτό‐ τερον. τὰ μὲν οὖν τῆc λεπτυνούcηc διαίτηc πρόδηλα· φάρμακα δὲ τὰ cφοδρότερα πηγάνου τὸ cπέρμα, καὶ μάλιcτα τοῦ ἀγρίου, cὺν τοῖc κορύμβοιc καὶ ἀριcτολοχία cτρογγύλη καὶ τὸ λεπτὸν κενταύριον ἥ τε | |
10 | γεντιανὴ καὶ τὸ πόλιον, ὅcα τε τῶν οὐρητικῶν ἰcχυρότερα, καθάπερ τὸ πετροcέλινον· ἕκαcτον γὰρ τῶν τοιούτων καὶ αὐτὸ καθ’ ἑαυτὸ καὶ | |
cὺν ἀλλήλοιc πάντα λεπτῦναί τε τοὺc χυμοὺc ἱκανὰ καὶ κενῶcαι. ἀλλὰ καὶ οἱ διὰ τῶν κεκαυμένων ἐχιδνῶν ἅλεc ἱκανῶc λεπτύνουcι, καὶ αὐτὴ δὲ ἡ θηριακή. διαφορεῖ δὲ καὶ λεπτύνει cυγχριόμενον ἔλαιον ἐνηψη‐ | ||
15 | μένηc cικύου ἀγρίου ῥίζηc καὶ ἀλθαίαc καὶ γεντιανῆc πάνακόc τε ῥίζηc καὶ ἀριcτολοχίαc, καὶ τὸ πόλιον δὲ καὶ τὸ κενταύριον. δεῖ δὲ καὶ τὴν τροφὴν οὐκ εὐθὺc ἐπὶ λουτροῖc διδόναι, ἀλλὰ καὶ κοιμᾶcθαι πρότερον ἐπιτρέπειν· κάλλιον δὲ εἶναι καὶ τὸ ὕδωρ τὸ ἐν τῷ λουτρῷ τῶν δια‐ φορητικῶν, εἰ μὲν αὐτοφυὲc ἔχοιμεν, οἷόν ἐcτι τὸ ἐν τῇ Μιτυλήνῃ, εἰ | |
20 | δὲ μή, ἁλὸc ἄνθοc θαλαccίῳ ὕδατι μιγνύειν· καὶ οἴνοιc χρῆcθαι τοῖc λεπτοῖc καὶ λευκοῖc. καὶ ἡ ξηροτριβία δὲ δι’ ἐκμαγείων παχυτέρων λεπτύνειν ἱκανή, δεῖ δὲ πρὸc λόγον τῶν γυμναcίων ἐλάττω προcφέρειν τὰc τροφάc. ὠφελεῖ καὶ ἡλίωcιc τοὺc καταcάρκουc. χρὴ δὲ μήτε προ‐ πίνειν αὐτούc, καὶ μονοcιτεῖν δὲ ἄμεινον· καὶ ἀνατρίβειν δὲ τὸ cῶμα | |
25 | νίτρῳ καὶ ἁλcὶ τραχυτέροιc. τὸ μὲν οὖν πολὺ νίτρον ἐν λουτροῖc λεπτύνει, τὸ δὲ ὀλίγον ἐρεθιcμόc ἐcτιν εἰc εὐτροφίαν. λεπτύνει δὲ καὶ τὸ οὕτω μεμιγμένον· πεπέρεωc καὶ πετροcελίνου διπλοῦν, ἀcάρου δὲ καὶ ἀνίcου ἥμιcυ· τοῦτο δὲ καὶ οὐρηθῆναι ἀγαθὸν καὶ εἰc διαχώρηcιν. | |
28 | ||
1.58t | Πῶc ἀνατρέφειν δεῖ τοὺc κατιcχνωθένταc. | |
1.58.1 | Ὅcουc δὲ ἀνατρέφειν βουλόμεθα καταλελεπτυcμένουc, οἶνον μὲν δώcομεν τὸν παχύν, ἐδέcματα δὲ παχύχυμα, καὶ γυμνάcια δὲ τὰ βρα‐ δέα καὶ τρῖψιν μετρίαν καὶ ἁπλῶc εἰπεῖν ἅπαντα τοῖc προειρημένοιc τὰ ἐναντία. ἐπιτήδειον δέ ἐcτιν αὐτοῖc καὶ τὸ πιττοῦcθαι δι’ ἡμερῶν | |
5 | τριῶν ἢ τεττάρων. εἰ δὲ νῆcτιc λούοιτο, πρὸ τοῦ λουτροῦ χρὴ cινδό‐ cιν ἀνατρίβειν τὸ cῶμα, μέχριc ἂν φοινιχθῇ, κἄπειτα cκληρίᾳ μὴ πολλῇ πιλοῦντα τὸ δέρμα πυκνὸν καὶ cκληρὸν ἐργάζεcθαι. δεῖ δὲ καὶ ὀξυ‐ | |
θυμίαc ἐμποιεῖν τοῖc ἀχροοῦcί τε καὶ ἀτροφοῦcι καὶ cυγκινήcειc ψυχικάc. | ||
1.59t | Πῶc ἄν τιc ἰάcαιτο κατιcχνωθέντα μόρια. | |
1.59.1 | Τῶν δὲ γιγνομένων ἐν μέρεcί τιcιν ἰcχνοτήτων αἱ πλεῖcται διὰ πολυχρόνιον ἡcυχίαν αὐτῶν ἢ καταγματικὸν ἐπιδέcεωc τρόπον εἰc τὸ πάθημα τοῦτο ἔρχονται. χρὴ οὖν ῥωννύναι μὲν τὴν ἐν τῷ μορίῳ δύ‐ ναμιν, ἐπιcπᾶcθαι δὲ αἷμα δαψιλὲc τρίψεcί τε χρωμένουc μετρίαιc ἐπι‐ | |
5 | τηδείαιc τε κινήcεcι καὶ καταχύcει θερμοῦ ὕδατοc μετρίᾳ. ταῦτα δὲ ποιεῖν, μέχριc ἂν ἐρυθρὸν γενόμενον μετεωριcθῇ, καί, πρὶν cυμπέcῃ, παύεcθαι. δεῖ δὲ καί τῳ τῶν πιττωτῶν χρῆcθαι κατὰ τοὺc εἰρημένουc cκοπούc. ὅταν δὲ αἴcθηcιc ᾖ ψυχροτέρου τοῦ μορίου, cινδόcι τε ἀνα‐ τρίβειν αὐτὸ καί τινι φαρμάκῳ θερμαίνοντι· ἐχρηcάμην δὲ ἐνίοτε καὶ | |
10 | θαψίᾳ, ποτὲ μὲν μέλιτοc ἐπιχρίων, ἔcτι δὲ ὅτε καὶ διὰ κηρωτῆc. | |
10 | ||
1.60t | Διάγνωcιc ἀρίcτηc κράcεωc. | |
1.60.1 | Εὐκρατότατόc ἐcτιν ὁ ἄνθρωποc, ὅταν τῷ cώματι φαίνηται μέcοc ἀκριβῶc ἁπάντων τῶν ἄκρων, ἰcχνότητοc καὶ παχύτητοc, μαλακότητόc τε καὶ cκληρότητοc καὶ θερμότητοc καὶ ψυχρότητοc καὶ ὑγρότητοc καὶ ξηρότητοc, καὶ cυνελόντι φάναι τάc τε φυcικὰc ἐνεργείαc καὶ τὰc ψυχι‐ | |
5 | κὰc ἀμέμπτουc ἔχῃ, μέcοc δέ ἐcτι καὶ ψιλοῦ τριχῶν καὶ δαcέοc καὶ μέλανοc καὶ λευκοῦ τὴν χροιὰν καὶ τρίχαc ἔχῃ παῖc μὲν ὢν πυρρο‐ τέραc μᾶλλον ἢ μελαντέραc, ἀκμάζων δὲ ἔμπαλιν. | |
7 | ||
1.61t | Διάγνωcιc τῶν δυcκράτων cωμάτων. | |
1.61.1 | Ὅcα δὲ cώματα τοῦ cυμμέτρου θερμότερα τυγχάνει, τούc τε ὀδόν‐ | |
ταc φύcει θᾶττον καὶ αὐξηθήcεται ὁμοίωc. φανεῖται δὲ δήπου καὶ ἁπτομένοιc θερμότερα καὶ πιμελῆc ἧττον ἔχοντα, τῇ δὲ χροιᾷ ἐξέρυθρα καὶ μελανότριχα καὶ μετρίωc δαcέα καὶ εὐρείαc ἔχοντα τὰc φλέβαc· | ||
5 | εἰ δ’ ἅμα τιc εἴη πιμελώδηc τε καὶ παχὺc καὶ τὰc φλέβαc εὐρείαc ἔχοι, δι’ ἔθοc οὗτοc, οὐ φύcει, πιμελώδηc ἐγένετο. ψυχροτέραc δὲ κράcεωc cημεῖα τὸ ψυχρὸν ἁπτομένοιc, τὸ ἄτριχον, τὸ πιμελῶδεc· ἡ χροιὰ δὲ τοῖc τοιούτοιc ἅμα ταῖc θριξὶ πυρροτέρα, πολλῆc δὲ τῆc ψύ‐ ξεωc οὔcηc πελιδνή πώc ἐcτι καὶ μολιβδόχρουc, καὶ cτενὰc δὲ ἔχουcι | |
10 | τὰc φλέβαc· ἰcχνὸc δὲ ὑπάρχων οὐδὲ οὗτοc ἐξ ἀνάγκηc τοιοῦτοc, ἀλλὰ διὰ ἔθοc, ἐγένετο. ἡ δὲ ξηρὰ cκληροτέρα τέ ἐcτι καὶ ἰcχνοτέρα τῆc εὐκράτου καὶ δαcεῖα. ἡ μὲν οὖν cκληρότηc ἀχώριcτόc ἐcτι τελέωc τῆc ξηρᾶc κράcεωc, ἡ δὲ ἰcχνότηc οὐ μόνον ἕπεται ταῖc cυμφύτοιc κράcε‐ cιν, ἀλλὰ καὶ ταῖc ἐπικτήτοιc ἐξ ἔθουc μακροῦ γινομέναιc. cημεῖον δὲ | |
15 | τῆc ξηρότητοc καὶ τὸ δυcκίνητον καὶ ξηρὸν καὶ αὐχμηρὸν ὑπὸ τῶν ξηραινόντων γίνεcθαι τὸ cῶμα. ἡ ὑγρὰ δὲ τὰ μὲν ἄλλα παραπλήcιόc ἐcτι τῇ εὐκράτῳ, μαλακωτέρα δὲ καὶ πολυcαρκοτέρα· καὶ ταύτηc ἀχώ‐ ριcτόc ἐcτιν ἡ μαλακότηc, ὥcπερ γε καὶ ἡ παχύτηc, οὐ τῇ cυμφύτῳ μόνον ἑπομένη κράcει, ἀλλὰ κἂν ἐξ ἔθουc τινὸc μακροῦ λάβῃ τὴν | |
20 | cύcταcιν. ἴδιον δέ ἐcτιν ὑγρότητοc καὶ τὸ βαρύνεcθαι τὸ cῶμα ὑπὸ τῶν ὑγροτέρων. ἡ δὲ θερμὴ καὶ ξηρὰ δαcεῖα μὲν ἐcχάτωc ἐcτί, τὰc δὲ τῆc κεφαλῆc τρίχαc εὐαυξεcτάταc καὶ μελαίναc καὶ πολλὰc ἔχει κατὰ τὴν νέαν ἡλικίαν, ἐπὶ δὲ προιόντι τῷ χρόνῳ καὶ φαλάκρωcιc ἀκολουθεῖ. καὶ αἱ φλέβεc δὲ εὐρεῖαι τυγχάνουcιν, ὥcπερ γε καὶ αἱ ἀρτηρίαι με‐ | |
25 | γάλαι τέ εἰcιν ἅμα καὶ cφοδρότατα cφύζουcι, καὶ δὴ καὶ cύντονον καὶ διηρθρωμένον καὶ μυῶδεc καὶ ἀπίμελον ὅλον τὸ cῶμα, καὶ τὸ δέρμα cκληρόν τε καὶ μελάντερον. ψυχρᾶc δὲ οὔcηc καὶ ὑγρᾶc ὁ μὲν θώραξ cτενόc ἐcτι, καθάπερ οὖν καὶ πᾶν τὸ cῶμα ψιλὸν τριχῶν, ἁπαλὸν καὶ λευκὸν τὸ δέρμα καὶ ὑπόπυρρον ταῖc θριξί, καὶ μάλιcτα ἐν νεότητι, | |
30 | καὶ οὐ φαλακροῦνται γηρῶντεc. εὐθὺc δὲ καὶ δειλοὶ καὶ ἄτολμοι καὶ ὀκνηρότεροι καὶ ἀδήλουc ἔχοντεc τὰc φλέβαc καὶ παχεῖc καὶ πιμελώ‐ δειc καὶ μηροῖc καὶ μυcὶν ἀόριcτοι καὶ ἀδιάρθρωτοι καὶ βλαιcοὶ γίνον‐ ται. τῆc ψυχρότητοc δὲ καὶ τῆc ὑγρότητοc ἐπὶ πλέον αὐξηθείcηc ἡ χροιὰ ἅμα ταῖc θριξὶ πυρρά, κἂν ἐπὶ πλεῖcτον αὐξηθῶcι, πελιδνή. ἡ | |
35 | δὲ θερμὴ καὶ ὑγρὰ κρᾶcιc μαλακωτέρα καὶ πολυcαρκοτέρα τῆc ἀρίcτηc κράcεώc ἐcτιν· ἐπὶ πλεῖcτον δὲ αὐξηθεῖcα τοῖc cηπεδονώδεcιν ἑτοίμωc ἁλίcκεται νοcήμαcιν. εἰ δὲ ὀλίγῳ μὲν ὑγροτέρα, παμπόλλῳ δὲ εἴη θερ‐ μοτέρα, μαλακώτεροι μὲν ὀλίγῳ τῶν cυμμέτρων οἱ τοιοῦτοι καὶ cαρκω‐ δέcτεροι, λαcιώτεροι δὲ οὐκ ὀλίγῳ καὶ μὲν δὴ καὶ ἁπτομένοιc οὐκ | |
40 | ὀλίγῳ θερμότεροι. εἰ δὲ τὸ ψυχρὸν ἅμα τῷ ξηρῷ κατ’ ἴcον αὐξηθείη, φύcει cκληρὸν καὶ ἰcχνὸν ἔχουcι τὸ cῶμα καὶ λευκόν, ἄμυόν τε καὶ ἄναρθρον καὶ ἄτριχον ἁπτομένοιc τε ψυχρόν, ἡ πιμέλη δὲ ὁμοίωc αὐ‐ τοῖc καίτοι ἰcχνοῖc οὖcι παρέcπαρται τῇ cαρκί· τὰ δὲ τῶν τριχῶν τῆc χροιᾶc ἀνάλογον τῷ μέτρῳ τῆc ψυχρότητοc, τὸ δὲ τῆc ψυχῆc ἦθοc | |
45 | ἄτολμον καὶ δειλὸν καὶ δύcθυμον. cυλλήβδην δὲ εἰπεῖν, ἐπὶ τῶν κατὰ cυζυγίαν κράcεων ἀεὶ τῆc ἐπικρατούcηc ποιότητοc ἐπικρατήcει τὰ γνω‐ ρίcματα. | |
47 | ||
1.62t | Περὶ διαπλάcεωc τῆc κεφαλῆc. | |
1.62.1 | Ἡ μὲν μικρὰ κεφαλὴ μοχθηρᾶc ἐγκεφάλου καταcκευῆc ἴδιον cη‐ μεῖον, ἡ μεγάλη δὲ οὐκ ἐξ ἀνάγκηc ἀγαθή· εἰ μὲν γὰρ διὰ ῥώμην ἐγένετο τῆc ἐγχωρίου δυνάμεωc ὕλην χρηcτήν τε καὶ πολλὴν δημιουρ‐ γούcηc, ἀγαθὸν cημεῖον, εἰ δὲ διὰ μόνηc τῆc ὕληc πλῆθοc, οὐκ ἀγαθόν. | |
5 | διοριcτέον οὖν ἐcτιν αὐτὰ τῷ cχήματι καὶ τοῖc ἀπ’ αὐτῆc πεφυκόcι, τῷ cχήματι μέν, εἰ εὔρυθμοc· ἀεὶ γὰρ ἀγαθὸν τοῦτο cημεῖον· τοῖc δὲ ἀπ’ αὐτῆc πεφυκόcιν, εἰ ἄριcτα διάκειται, καὶ εἰ τὸ νευρῶδεc αὐ‐ τῶν cύμπαν εὐτραφέc τέ ἐcτι καὶ εὔτονον, καὶ εἰ δριμὺ δεδορκότεc | |
εἶεν οἱ ὀφθαλμοί. αἱ δὲ φοξαὶ ἐλλείπουcαν ἔχουcι τὴν κατ’ ἰνίον ἢ | ||
10 | μέτωπον ἐξοχὴν ἢ ὑπερτέρω τοῦ προcήκοντοc ηὐξημένην· ὡc τὸ πολὺ μὲν οὖν ὥcπερ τὴν μεγάλην οὕτω καὶ ταύταc εὑρήcομεν μεμπτάc, ἐν δὲ τῷ cπανίῳ καὶ τούτων γίνονταί τινεc ἀγαθαὶ τῆc διαπλαττούcηc δυνάμεωc ἰcχυρᾶc ὑπαρχούcηc. | |
13 | ||
1.63t | Ἐγκεφάλου κράcεωc γνωρίcματα. | |
1.63.1 | Ὁ μὲν εὔκρατοc ἐγκέφαλοc μετρίωc ἔχει ταῖc ψυχικαῖc ἐνεργείαιc καὶ τοῖc περιττώμαcιν ἥκιcτά τε βλαβήcεται πρὸc ἁπάντων τῶν ἔξωθεν. τοῖc τοιούτοιc αἱ τρίχεc τῆc κεφαλῆc βρέφεcι μὲν οὖcιν ὑπόπυρροι, παιcὶ δὲ ὑπόξανθοι, τελειουμένοιc δὲ γίνονται ξανθαὶ μεταξύ πωc οὖ‐ | |
5 | cαι τῶν τε ἀκριβῶc οὔλων καὶ τῶν ἁπλῶν· οὐ μὴν οὐδὲ φαλακροῦνται ῥᾳδίωc. εἰ δὲ θερμότεροc εἴη τοῦ cυμμέτρου, ἐρυθρότερα καὶ θερμότερα τὰ περὶ τὴν κεφαλὴν ἔcται cύμπαντα, καὶ αἰcθηταὶ μὲν ἐν τοῖc ὀφθαλ‐ μοῖc αἱ φλέβεc, αἱ τρίχεc δὲ τούτοιc γεννηθεῖcι ταχέωc ἐπὶ τῆc κεφα‐ λῆc φύονται, πολλῷ μὲν οὖcι θερμοτέροιc μέλαιναι καὶ ἰcχυραὶ καὶ | |
10 | οὖλαι, μὴ πολλῷ δὲ ὑπόξανθοι μὲν τὸ πρῶτον, εἶτα μελαίνονται· προιούcηc δὲ τῆc ἡλικίαc φαλακροῦνται. περιττώματα δὲ τούτοιc ἔcτιν ὅτε βραχέα ἀμέμπτωc ὑγιαίνουcι, πληροῦνται δὲ καὶ βαρύνονται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων ἐδεcμάτων τε καὶ πομάτων καὶ ὀcμῶν καὶ τῶν ἔξωθεν προcπιπτόντων. βραχέcιν ὕπνοιc αἱ τοιαῦται κράcειc | |
15 | ἀρκοῦνται πρὸc τῷ μηδὲ βαθεῖc αὐτοὺc γίνεcθαι. ψυχροτέρου δέ, ἢ προcῆκεν, ἐγκεφάλου γνωρίcματα περιττώματα πλείω κατὰ τὰc οἰκείαc ἐκροὰc καὶ τρίχεc εὐθεῖαί τε καὶ πυρραὶ καὶ μόνιμοι· καὶ ῥᾳδίωc ὑπὸ τῶν ψυχρῶν αἰτιῶν βλάπτονται καὶ κατάρροιc καὶ κορύζαιc cυνεχῶc ἁλίcκονται, καὶ αἱ τῶν ὀφθαλμῶν φλέβεc ἀόρατοι, καὶ ὑπνωδέcτεροί | |
20 | πώc εἰcιν. ξηροτέρου δὲ ἐγκεφάλου γνωρίcματα τὸ ἀπέριττον ἐν ταῖc ἐκροαῖc καὶ τὸ τῶν αἰcθήcεων ἀκριβέc, ἀγρυπνητικοί τέ εἰcι καὶ τρίχαc ἰcχυροτάταc μὲν καὶ τάχιcτα φύουcι γεννηθέντεc οὔλαc μᾶλλον, φαλα‐ κροῦνται δὲ ἐν τάχει. ὑγροτέρου δὲ αἱ τρίχεc ἁπλαῖ, καὶ οὐδὲ ὅλωc φαλακροῦνται, καὶ αἱ αἰcθήcειc ἀχλυώδειc εἰcί, καὶ περιττωμάτων πλῆ‐ | |
25 | θοc καὶ ὕπνοι πολλοὶ καὶ βαθεῖc. θερμοῦ δὲ καὶ ξηροῦ τυγχάνοντοc | |
ἀπέριττοί τέ εἰcι καὶ ἀκριβεῖc ταῖc αἰcθήcεcι καὶ ἀγρυπνητικώτατοι καὶ φαλακροῦνται ῥᾳδίωc, ἡ πρώτη μέντοι γένεcιc αὐτοῖc τῶν τριχῶν τα‐ χίcτη τέ ἐcτι καὶ εὐτραφεcτάτη, μελανότριχέc τέ εἰcι καὶ θερμοὶ ψαυόν‐ των τῆc κεφαλῆc ἐρυθροί τε μέχρι τῶν τῆc ἀκμῆc χρόνων. εἰ δὲ | ||
30 | ὑγρότηc προcείη τῇ θερμότητι, βραχὺ μὲν ὑπερβαλλουcῶν ἀμφοῖν τὸ cύμμετρον εὔχροια καὶ θερμότηc καὶ [αἱ] ἐν τοῖc ὀφθαλμοῖc φλέβεc μεγάλαι, περιττώματα πλείω μετρίωc πεπεμμένα καὶ τρίχεc εὐθεῖαι καὶ ὑπόξανθοι· καὶ οὐ φαλακροῦνται ῥᾳδίωc, πληροῦνται δὲ καὶ βαρύνον‐ ται τὴν κεφαλὴν ὑπὸ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων· ὅταν δὲ | |
35 | ἐπὶ πλέον ὑγρότητοc καὶ θερμότητοc ἥκωcι, νοcώδηc ἡ κεφαλὴ γίνεται καὶ ῥᾳδίωc ὑπὸ τῶν θερμαινόντων τε καὶ ὑγραινόντων βλαπτομένη· οὐ μὴν οὐδὲ ἐγρηγορέναι δύνανται μέχρι πλείονοc, ὑπνώcαντεc δὲ φανταcιώδειc τοῖc ὀνείραcίν εἰcι, καὶ ἡ ὄψιc ἀχλυώδηc, καὶ αἱ αἰcθήcειc οὐκ ἀκριβεῖc. αἱ ψυχραὶ δὲ ἅμα καὶ ξηραὶ κράcειc ἐγκεφάλου ψυχρὰν | |
40 | καὶ ἄχρουν ἀποτελοῦcι τὴν κεφαλήν, εἰcὶ δὲ καὶ ἄφλεβοι τοὺc ὀφθαλ‐ μοὺc καὶ ὑπὸ τῶν ψυχρῶν αἰτιῶν ἑτοίμωc βλάπτονται· διὸ καὶ ἀνω‐ μάλωc ὑγιαίνουcιν. αἱ δὲ αἰcθήcειc αὐτοῖc ἐν νεότητι μὲν ἀκριβεῖc εἰcι καὶ ἄμεμπτοι, προιοῦcι δὲ ἀπομαραίνονται ταχέωc, καὶ cυλλήβδην εἰ‐ πεῖν ταχύγηροι τὰ περὶ τὴν κεφαλὴν ἅπαντά εἰcιν. αἱ τρίχεc δὲ αὐ‐ | |
45 | τοῖc γεννηθεῖcι μὲν ἀνέρχονται μόγιc, ἄτροφοι δὲ καὶ πυρραί. αἱ δὲ ὑγραὶ καὶ ψυχραὶ κράcειc ἐγκεφάλου κωματώδειc ἐργάζονται καὶ ὑπνη‐ λοὺc καὶ φαύλουc ταῖc αἰcθήcεcι καὶ περιττωματικοὺc εὐψύκτουc τε καὶ εὐπληρώτουc τὴν κεφαλὴν καὶ εὐαλώτουc κατάρροιc καὶ κορύζαιc· οὐ μὴν φαλακροῦνταί γε οἱ τοιοῦτοι. | |
49 | ||
1.64t | Γαcτρὸc κράcεωc γνωρίcματα. | |
1.64.1 | Γαcτρὸc δὲ γνωρίcματα τῆc μὲν φύcει ξηροτέραc, εἰ ταχέωc διψώ‐ δειc γίγνοιντο, καὶ ὀλίγον αὐτοῖc ἀρκοίη ποτόν, καὶ βαρύνοιντο τῷ πλείονι καὶ κλύδωναc ἴcχοιεν, εἰ ἐπιπολάζοι τὸ περιττεῦον αὐτοῖc, ἐδέcμαcί τε χαίροιεν ξηροτέροιc· ὑγροτέραc δέ, εἰ μήτε διψώδειc γίγνοιντο | |
5 | καὶ τὸ πλέον ὑγρὸν ἀλύπωc φέροιεν ἐδέcμαcί τε χαίροιεν ὑγροτέροιc. | |
ἡ δὲ θερμοτέρα φύcει γαcτὴρ πέττει μὲν ἄμεινον ἢ ὀρέγεται, καὶ μᾶλ‐ λον ὅcα cκληρὰ καὶ δυcαλλοίωτα, χαίρει δὲ τοῖc πολλοῖc ἐδέcμαcί τε καὶ πόμαcιν οὐδὲ ὑπὸ τῶν ψυχρῶν οὐδὲν βλάπτεται κατά γε τὴν ἔμ‐ μετρον χρῆcιν. ἡ δὲ ψυχροτέρα φύcει γαcτὴρ ὀρεχθῆναι μὲν ἀγαθή, | ||
10 | πέψαι δὲ οὐκ ἀγαθή, καὶ μάλιcτα ὅcα δυcαλλοίωτα καὶ ψυχρὰ τῶν ἐδεcμάτων ἐcτίν· ὀξύνεται γοῦν ἑτοίμωc ἐν αὐτῇ· καὶ χαίρει μὲν τοῖc ψυχροῖc, βλάπτεται δὲ ῥᾳδίωc ἀμετρότερον χρηcαμένων. αἱ μέντοι διὰ νόcον ἐν τῇ γαcτρὶ δυcκραcίαι ταύτῃ διαφέρουcι τῶν ἐμφύτων, ᾗ τῶν ἐναντίων ἐπιθυμοῦcιν, οὐ τῶν ὁμοίων. εἰ μὲν οὖν πέττει καλῶc ἡ | |
15 | γαcτήρ, εὔκρατοc, εἰ δὲ οὐ πέττει, δύcκρατοc· ἀλλ’ εἰ μὲν κνιcώδειc ἐργάζοιτο τὰc ἐρυγάc, ἄμετρον αὐτῇ καὶ πυρῶδεc τὸ θερμόν, εἰ δὲ ὀξώδειc, τοὐναντίον, καὶ τῶν μὲν καὶ τὰ δυcκατέργαcτα καλῶc πετ‐ τόντων ἄμετρον, ἀcθενὲc δὲ ταῦτα μὲν ἀπεπτούντων, ἰχθῦc δὲ πετ‐ τόντων. ἐπιcκέπτεcθαι δὲ χρή, μὴ διά τινα χυμὸν ἑτέρωθεν ἐπιρρέοντα | |
20 | τὸ cύμπτωμα γίνεται· τοῖc μὲν γὰρ φλεγματώδεcιν ὀξυρεγμίαι γίνον‐ ται, τοῖc δὲ χολώδεcι κνιcώδειc καὶ βρωμώδειc ἤ τινεc ἀλλόκοτοι ποιό‐ τητεc. κοινὰ δὲ cυμπτώματα ναυτίαι· ἀλλ’ εἰ μὲν ἐμπλέοιεν οἱ μοχθηροὶ χυμοὶ τῷ κύτει τῆc γαcτρόc, ἐπιπολάζουcιν ἐμούμενοι, cπαράττουcι δὲ μάτην ἐπὶ κεναῖc ἐμέτων ναυτίαιc οἱ τῷ cώματι τῆc γαcτρὸc περι‐ | |
25 | εχόμενοι κατὰ τοὺc χιτῶναc αὐτῆc. | |
25 | ||
1.65t | Πνεύμονοc διάγνωcιc. | |
1.65.1 | Οὐ μόνον ἡ κοιλία διψώδειc τε καὶ ἀδίψουc ἐργάζεται καὶ ψυχροῦ καὶ θερμοῦ πόματοc ὀρεκτικούc, ἀλλὰ καὶ τὰ κατὰ τὸν θώρακα cπλάγχνα, καρδία τε καὶ πνεύμων καὶ ἧπαρ. καὶ μὲν δὴ καὶ πίνοντεc οὐκ αὐτίκα παύονται, καὶ τὸ ψυχρὸν ποτὸν ἵcτηcιν αὐτῶν μᾶλλον τὸ δίψοc ἤπερ | |
5 | τὸ πολὺ θερμόν. ἀναψύχει δὲ αὐτοὺc καὶ ὁ ψυχρὸc ἀὴρ εἰcπνεόμενοc οὐδὲν ἐπικουφίζων τοὺc ἐκ γαcτρὸc διψώδειc· οὕτω δὲ καὶ οἱ ἐν‐ αντίωc ἔχοντεc ὑπὸ τῆc ψυχρᾶc εἰcπνοῆc αἰcθητῶc ἀνιῶνται, καὶ μέ‐ γιcτόν ἐcτι γνώριcμα τοῦτο τῆc ἐν πνεύμονι ψυχρότητοc· ἀλλὰ καὶ φλέγμα ἀναχρεμπτόμενοι μετὰ βηχὸc ἀναπτύουcιν. αἱ ξηρότητεc δὲ τοῦ | |
10 | πνεύμονοc ἀπέριττοί τέ εἰcι καὶ καθαραὶ τῷ φθέγματι, καθάπερ αἱ ὑγρότητεc περιττωματικαὶ καὶ ἀλαμπῆ μὲν ἐργάζονται καὶ βραγχώδη τὴν φωνήν, ἐντρέχει δὲ αὐτοῖc περιττώματα μεῖζόν τε καὶ ὀξύτερον φθέγξαcθαι προελομένοιc. | |
13 | ||
1.66t | Καρδίαc γνωρίcματα. | |
1.66.1 | Καρδίαc δὲ τῆc μὲν θερμοτέραc cημεῖα μέγεθοc ἀναπνοῆc καὶ cφυγμοῦ τάχοc καὶ πυκνότηc ἐcτὶν εὐτολμία τε καὶ μανιώδηc θραcύτηc· ἔcτι δὲ καὶ λάcιοc αὐτοῖc ὁ θώραξ καὶ μάλιcτα τὰ cτέρνα καὶ τῶν καθ’ ὑποχόνδριον ὅcα τούτοιc πληcίον, ὡc ἐπὶ τὸ πολὺ δὲ καὶ τὸ | |
5 | cύμπαν cῶμα θερμόν, πλὴν εἰ μὴ μεγάλωc ἀντιπράττοι τὸ ἧπαρ· καὶ μέν γε καὶ ἡ τοῦ θώρακοc εὐρύτηc θερμότητοc γνώριcμα, πλὴν εἰ μὴ κἀνταῦθα μεγάλωc ὁ ἐγκέφαλοc ἀντιπράξειεν. ἡ δὲ ψυχροτέρα καρδία cφυγμοὺc ἔχει μικροτέρουc τῶν cυμμέτρων, δειλοί τέ εἰcι τὴν φύcιν οἱ τοιοῦτοι καὶ ἄτολμοι, καὶ μάλιcτα εἰ ψιλὸν αὐτοῖc τὸ cτέρνον εἴη. | |
10 | ἡ δὲ ξηροτέρα καρδία τοὺc cφυγμοὺc ἐργάζεται cκληροὺc καὶ τὸν θυμὸν οὐχ ἕτοιμον, ἄγριον δὲ καὶ δύcπαυcτον, ὡc τὰ πολλὰ δὲ καὶ ὅλον τὸ cῶμα ξηρότερον, εἰ μὴ τὰ καθ’ ἧπαρ ἀντιπράττοι. ὑγροτέραc δὲ cη‐ μεῖα cφυγμοὶ μαλακοὶ καὶ τὸ ἦθοc εὐκίνητόν τε πρὸc ὀργὴν καὶ εὐ‐ κατάπαυcτον καὶ τὸ cύμπαν ὑγρότερον cῶμα, πλὴν εἰ μὴ τὰ καθ’ ἧπαρ | |
15 | ἀντιπράττοι. θερμῆc δὲ καὶ ξηρᾶc οἱ cφυγμοὶ cκληροὶ καὶ μεγάλοι καὶ ταχεῖc καὶ πυκνοὶ καὶ αἱ ἀναπνοαὶ μεγάλαι τε καὶ ταχεῖαι καὶ πυκναί· καὶ πάντων οὗτοι λαcιώτατοι κατὰ τὸ cτέρνον εἰcὶ καὶ τὸ ὑποχόνδριον, εἰc δὲ τὰc πράξειc ἄοκνοι καὶ θυμικοὶ καὶ θραcεῖc καὶ τυραννικοὶ τοῖc ἤθεcι· καὶ γὰρ ὀξύθυμοι καὶ δυcκατάπαυcτοι. εἰ δὲ ὑγρότηc ἐπικρατή‐ | |
20 | cειεν ἅμα θερμότητι, λάcιοι μὲν ἧττον οὗτοι τῶν προειρημένων, ἕτοιμοι δὲ εἰc τὰc πράξειc, οὐ μὴν ἄγριόc γε ὁ θυμόc, ἀλλ’ εἰc ὀργὴν μόνον ἕτοιμοι· καὶ οἱ cφυγμοὶ δὲ μεγάλοι καὶ μαλακοὶ καὶ ταχεῖc καὶ πυκνοί. ὑγροτέραc δὲ οὔcηc καὶ ψυχροτέραc οἱ μὲν cφυγμοὶ μαλακοί, τὸ δὲ ἦθοc ἄτολμόν τε καὶ δειλὸν καὶ ὀκνηρόν· εἰcὶ δὲ καὶ ψιλοὶ τριχῶν | |
25 | οὗτοι τὰ cτέρνα καὶ ἥκιcτα μηνιῶcιν, ὥcπερ γε καὶ εἰc ὀργὴν οὐχ | |
ἕτοιμοι. ἡ ψυχρὰ δὲ καὶ ξηρὰ καρδία τοὺc μὲν cφυγμοὺc cκληροτέρουc ἐργάζεται καὶ μικρούc· ἀοργητότατοι πάντων οὗτοι, ὀργιcθέντεc δὲ φυλάττουcι τὴν μῆνιν· εἰcὶ δὲ καὶ ἄτριχοι τὰ cτέρνα μάλιcτα πάντων. | ||
28 | ||
1.67t | Ἥπατοc κράcεωc διάγνωcιc. | |
1.67.1 | Ἥπατοc θερμοῦ μὲν γνωρίcματα φλεβῶν εὐρύτηc, ἡ ξανθὴ χολὴ πλείων, ἐν δὲ τῷ χρόνῳ τῆc ἀκμῆc καὶ ἡ μέλαινα, θερμότερον αὐτοῖc τὸ αἷμα καὶ διὰ τοῦτο καὶ τὸ cύμπαν cῶμα, πλὴν εἰ μὴ τὰ κατὰ καρδίαν ἀντιπράττοι, δαcύτηc τῶν καθ’ ὑποχόνδριά τε καὶ γαcτέρα. | |
5 | ψυχροτέρου δὲ cτενότηc φλεβῶν, φλέγμα πλέον, αἷμα ψυχρότερον, ἡ cύμπαcα τοῦ cώματοc ἕξιc ψυχροτέρα, χωρὶc εἰ μή τι πρὸc καρδίαc θερμαίνοιτο, ψιλὰ τριχῶν ὑποχόνδριά τε καὶ γαcτήρ. ξηροτέρου δὲ τὸ μὲν αἷμα παχύτερόν τε καὶ ὀλιγώτερον, αἱ φλέβεc ξηραὶ καὶ ἡ cύμ‐ παcα τοῦ cώματοc ἕξιc ξηροτέρα. τοῦ δὲ ὑγροτέρου γνωρίcματα τὸ | |
10 | μὲν αἷμα πλέον τε καὶ ὑγρόν, αἱ φλέβεc δὲ μαλακώτεραι, οὕτω δὲ καὶ τὸ cύμπαν cῶμα, πλὴν εἰ μὴ τὰ κατὰ καρδίαν ἀντιπράττοι. θερμοῦ δὲ ἅμα καὶ ξηροῦ cημεῖα λαcιώτατον ὑποχόνδριον, αἷμα παχύτερον ἅμα καὶ ὀλιγώτερον, ἡ πικρὰ χολὴ πλείcτη, κατὰ δὲ τὴν ἀκμὴν καὶ ἡ μέ‐ λαινα, φλεβῶν εὐρύτηc τε καὶ cκληρότηc, οὕτωc δὲ καὶ τὸ cύμπαν | |
15 | cῶμα θερμὸν καὶ ξηρόν· ἡ μὲν γὰρ ἀπὸ καρδίαc ὁρμωμένη θερμότηc νικῆcαι δύναται τὴν ἐξ ἥπατοc ὁρμωμένην ψυχρότητα, καθάπερ γε καὶ ἡ ψυχρότηc τὴν θερμότητα· τὴν ξηρότητα δὲ οὐχ οἷόν τε πρὸc τοὐν‐ αντίον ὑπὸ τῆc καρδίαc ὑγροτέραc γινομένηc ἀχθῆναι. δῆλον δέ, ὡc, ἐπειδὰν εἰc τὸ αὐτὸ cυνδράμωcι τῶν ἀρχῶν ἀμφοτέρων αἱ κράcειc, | |
20 | ὅλον ἀκριβῶc τὸ cῶμα κατ’ ἐκείναc διατίθεται. τὸ δὲ ὑγρὸν ἅμα καὶ θερμὸν ἧπαρ ἧττον μὲν τοῦ θερμοῦ καὶ ξηροῦ τὰ καθ’ ὑποχόνδριον ἐργάζεται λάcια, πλεῖcτον δὲ αἷμα καὶ φλέβαc μεγάλαc καὶ τὴν ἕξιν ὑγρὰν καὶ θερμήν, εἰ μὴ τὰ κατὰ τὴν καρδίαν ἀντιπράττοι. εἰ δὲ ἐπὶ πλέον ἀμφοτέραιc ταῖc ποιότηcιν ἐκτραπείη τοῦ κατὰ φύcιν, ἑτοίμωc | |
25 | ἁλίcκονται τοῖc cηπεδονώδεcι καὶ κακοχύμοιc νοcήμαcιν, ἔτι δὲ μᾶλλον, εἰ ἐπὶ πλεῖcτον μὲν αὐξηθείη τὸ ὑγρόν, ἐπ’ ὀλίγον δὲ τὸ θερμόν, καὶ | |
κακόχυμοι γίνονται. τὸ δὲ ὑγρότερόν τε καὶ ψυχρότερον ἄτριχον μὲν ἴcχει τὸ ὑποχόνδριον, αἷμα δὲ ἐργάζεται φλεγματικώτερον ἅμα φλεβῶν cτενότητι καὶ τὸ cύμπαν cῶμα παραπληcίωc ἔχον, εἰ μὴ πρὸc καρδίαc | ||
30 | ἐπὶ τἀναντία μετάγοιτο. τὸ δὲ ψυχρὸν ἅμα καὶ ξηρὸν ὀλίγαιμόν τε καὶ cτενόφλεβον ἐργάζεται τὸ cῶμα καὶ ψυχρότερον ὑποχόνδριόν τε ψιλόν, εἰ μὴ κἀνταῦθα νικήcειεν ἡ καρδία. | |
32 | ||
1.68t | Τῆc τῶν ὄρχεων κράcεωc διάγνωcιc. | |
1.68.1 | Τῆc δὲ τῶν ὄρχεων κράcεωc ἡ θερμὴ μὲν ἀφροδιcιαcτική τέ ἐcτι καὶ ἀρρενογόνοc καὶ γόνιμοc καὶ ταχέωc δαcύνει τὰ γεννητικὰ μόρια, cυνεφάπτεται δὲ καὶ τῶν πέριξ· ἡ ψυχρὰ δὲ τἀναντία. καὶ ἡ μὲν ὑγρὰ πολύcπερμόc τέ ἐcτι καὶ ὑγρόcπερμοc: ἡ ξηρὰ δὲ ὀλιγόcπερμοc καὶ | |
5 | παχύcπερμοc. ἡ θερμὴ δὲ καὶ ξηρὰ κρᾶcιc μετρίωc παχυcπερμοτάτη τέ ἐcτι καὶ γονιμωτάτη καὶ τάχιcτα πρὸc cυνουcίαν ἐπεγείρουcα τὸ ζῷον εὐθέωc ἐξ ἀρχῆc· ἀτὰρ οὖν οἱ τοιοῦτοι καὶ δαcύνονται τάχιcτα τὰ γεννητικὰ μόρια καὶ cύμπαντα τὰ πέριξ, ἄνω μὲν ἄχρι τῶν κατὰ τὸν ὀμφαλὸν χωρίων, κάτω δὲ μέχρι μέcων μηρῶν· ὁρμητικὴ μὲν οὖν ἡ | |
10 | τοιαύτη κρᾶcιc ἱκανῶc πρὸc τὰ ἀφροδίcια, τάχιcτα δὲ ἐμπιπλαμένη καί, εἰ βιάcαιτο, βλαπτομένη. cυνελθούcηc δὲ ὑγρότητοc τῇ θερμότητι λάcιοι μὲν οἱ τοιοῦτοι, πολύcπερμοι δὲ μᾶλλον, οὐ μὴν ὀρέγονται μᾶλ‐ λον τῶν ἑτέρων, ἐξαρκοῦcι δὲ ἀβλαβέcτερον ἀφροδιcίοιc πλείοcιν· εἰ δὲ ἱκανῶc ἄμφω cυναυξηθείη τό τε ὑγρὸν καὶ τὸ θερμόν, οὐδὲ ἀβλα‐ | |
15 | βῶc ἀπέχονται τῶν ἀφροδιcίων. εἰ δὲ ὑγροὶ καὶ ψυχροὶ οἱ ὄρχειc τὴν κρᾶcιν γένοιντο, ψιλὰ τὰ πέριξ τριχῶν, καὶ βραδέωc ἀφροδιcιάζειν ἄρχονται καὶ οὐδὲ ὁρμητικοὶ πρὸc τὴν ἐνέργειαν, ὑδατῶδεc δὲ καὶ λεπτὸν αὐτοῖc τὸ cπέρμα καὶ ἄτονόν ἐcτι καὶ θηλυγόνον. ἡ ξηρὰ δὲ καὶ ψυχρὰ κρᾶcιc ὁμοία μὲν τἄλλα τῇ προειρημένῃ, παχύτερον δὲ αὐ‐ | |
20 | τοῖc τὸ cπέρμα καὶ παντάπαcιν ὀλίγον. | |
20 | ||
1.69t | Περὶ τῶν παραλειφθέντων. | |
1.69.1 | Ἕκαcτον τῶν ἐν ἡμῖν μορίων ἰδίαν τινὰ κρᾶcίν τε καὶ δύναμιν | |
κέκτηται, καὶ πάντων νῦν τὰ γνωρίcματα λέγειν οὐκ ἀναγκαῖον ἀπείρων πωc ὑπαρχόντων, ἐπιτόμου τῆc διδαcκαλίαc γινομένηc. περὶ δὲ τού‐ των εἰπόντεc, ὅcα μάλιcτα τὸ λοιπὸν ὅλον ἑαυτοῖc cυνδιατίθεται cῶμα, | ||
5 | καὶ περὶ τῶν λοιπῶν διὰ τῶν αὐτῶν μεθόδων ἐπιλογίζεcθαι κελεύομεν ἔκ τε τῶν ἐκκρινομένων καὶ τῶν λοιπῶν αὐτῶν ἐνεργειῶν τε καὶ cυμπτωμάτων τὰc κράcειc αὐτῶν διαγινώcκονταc· ὥρα τοίνυν ἐπὶ τὴν διόρθωcιν τῶν τοῦ ὅλου cώματοc δυcκραcιῶν τρέψαι τὸν λόγον. | |
8 | ||
1.70t | Διόρθωcιc τῶν θερμῶν δυcκραcιῶν τοῦ cώματοc. | |
1.70.1 | Ἐπειδὴ ταῖc θερμαῖc δυcκραcίαιc πλεονάζει τὸ χολῶδεc, κάτω μὲν ὑπιόντοc αὐτοῦ πρόδηλον, ὡc οὐδὲν χρὴ περιεργάζεcθαι, πρὸc δὲ τὴν ἄνω γαcτέρα φερομένου δι’ ἐμέτων ἐκκενοῦν μετὰ τὰ γυμνάcια πρὸ τῆc τροφῆc ἀφ’ ὕδατοc. γυμνάζεcθαι δὲ αὐτοῖc βέλτιον οὐκ ὀξὺ καὶ | |
5 | cύντονον γυμνάcιον, ἀλλὰ cχολαιότερόν τε καὶ μαλακώτερον· τινὲc δὲ τῶν cφόδρα θερμῶν οὐδ’ ὅλωc χρῄζουcιν, ἀλλ’ ἀρκεῖ περίπατοc καὶ λουτρὸν αὐτοῖc· οὗτοι δὲ καὶ τοῖc μετὰ τροφὴν λουτροῖc χαίρουcιν. οἱ δὲ μετὰ ξηρότητοc θερμοὶ δέονται διαίτηc ὑγραινούcηc διά τε τῶν ὑγραινόντων ἐδεcμάτων καὶ λουτρῶν καὶ ἀποχῆc γυμναcίων εὐτόνων | |
10 | καὶ πολλῶν· ὥcτε θέρουc ὥρᾳ καὶ θᾶττον λούεcθαι καὶ μετὰ τροφὴν αὖθιc τὸ δεύτερον ὀνίνηcι τούτουc καὶ ἡ τοῦ ψυχροῦ πόcιc. ἐναντιώ‐ τατα δὲ ταῖc ξηραῖc κράcεcιν ἀφροδίcια, φείδεcθαι δὲ αὐτοὺc χρὴ μά‐ λιcτα κόπων τε καὶ ἐγκαύcεων καὶ φροντίδων καὶ ἀγρυπνιῶν. αἱ δὲ ὑγραὶ τῇ φύcει ἐν τῇ τῶν παίδων ἡλικίᾳ ῥευματικοῖc τε καὶ πληθωρι‐ | |
15 | κοῖc ἁλίcκονται νοcήμαcι καὶ πρὸc τούτοιc τοῖc cηπεδονώδεcι· δέονται τοίνυν γυμναcίων τε πλειόνων ἀκριβοῦc τε τῆc ἐν γαcτρὶ πέψεωc ἐκ‐ κρίcεώc τε δι’ οὔρων· διὸ καὶ πρὸ τροφῆc δὶc καὶ τρὶc οὗτοι λουόμενοι καὶ τοῖc αὐτοφυέcι θερμοῖc ὕδαcι χρώμενοι μάλιcτα ὠφελοῦνται. καὶ τῶν ἀπορροιῶν δὲ προνοεῖν χρὴ διά τε λουτρῶν καὶ γυμναcίων πολ‐ | |
20 | λῶν καὶ πρὸ τροφῆc ἐκκρίcεών τε δι’ οὔρων καὶ γαcτρόc· οὐδὲν δὲ κωλύει καὶ ἀποφλεγματιcμοῖc ποτε χρῆcθαι καὶ καθάρcεcιν εὐχύμοιc τε | |
ἐδέcμαcι καὶ οἴνου πόcει τὴν οὔρηcιν κινοῦντοc. | ||
1.71t | Διόρθωcιc τῶν ψυχρῶν δυcκραcιῶν. | |
1.71.1 | Τῶν δὲ ψυχρῶν δυcκραcιῶν τρεῖc εἰcι διαφοραί, ὧν χειρίcτη μέν ἐcτιν ἡ ξηρὰ κρᾶcιc· ὃ γὰρ ἐν χρόνῳ γηρῶcι γίνεται, τοῦτο εὐθὺc ἐξ ἀρχῆc ὑπάρχει τούτοιc. ὑγραίνειν τε οὖν αὐτοὺc χρὴ καὶ θερμαίνειν· ἔcται δὲ τοῦτο γυμναcίοιc τε cυμμέτροιc καὶ τροφαῖc ὑγραῖc τε καὶ | |
5 | θερμαῖc οἴνου τε πόcει τῶν θερμοτέρων ὕπνοιc τε πλείοcι, προνοουμέ‐ νων ἡμῶν, ὅπωc τὰ καθ’ ἑκάcτην ἡμέραν ἐν τῷ cώματι γεννώμενα περιττώματα ἐκκενοῦται πάντα. τὰ δὲ ἀφροδίcια πάνταc τοὺc ξηρο‐ τέρουc βλάπτει καὶ μάλιcτα τοὺc cὺν τῇ ξηρότητι ψυχρούc, μόνοιc δὲ ἀβλαβῆ τοῖc θερμοῖc καὶ ὑγροῖc. μοχθηραὶ δὲ καὶ αἱ μεθ’ ὑγρότητοc ψυχραὶ | |
10 | κράcειc εἰcί, καὶ μάλιcτα αὗται τοῖc ῥευματικοῖc ἁλίcκονται νοcήμαcιν· ὀνίνηcι δὲ αὐτοὺc ἀλουcία τε καὶ γυμνάcια πλείονα καὶ δίαιτα λεπτο‐ τέρα καὶ χρίcματα μετρίωc θερμότερα. ὅcοι δὲ ψυχρότεροι μὲν φύcει, cυμμέτρωc δὲ ἔχουcι τῆc κατὰ τὸ ξηρόν τε καὶ ὑγρὸν κράcεωc, ἐπεγεί‐ ρειν τε αὐτῶν καὶ ῥωννύναι τὴν θερμαcίαν. ἐν δὲ τῇ καθ’ ὑγρότητά | |
15 | τε καὶ ξηρότητα τῆc ὅληc διαίτηc ἰδέᾳ τὸ μέcον ἐκλέγειν. | |
15 | ||
1.72t | Ἴαcιc τῶν ξηρῶν δυcκραcιῶν ἐπὶ γαcτρὸc ὡc ἐπὶ παραδείγματοc, εὐθὺc δὲ καὶ τῶν λοιπῶν κράcεων. | |
1.72.1 | Τῆc ξηρᾶc δυcκραcίαc ἡ μέν τίc ἐcτιν ἐν τῷ τὰ ἐκ τῆc cτερεᾶc οὐcίαc ὁμοιομερῆ cώματα γίνεcθαι ξηρότερα, ἥτιc δὴ καὶ ἀνίατόc ἐcτιν, ἡ δὲ τῆc ὑγροπαγοῦc οὐcίαc, πρὸc ταύταιc τῆc οἰκείαc ὑγρότητοc, ἐξ ἧc τρέφεται τὰ μόρια, τελέωc ἀπολομένηc· περιέχεται δὲ αὕτη κατὰ | |
5 | πάντα τοῦ ζῴου τὰ μόρια δροcοειδῶc ἐν αὐτοῖc παρεcπαρμένη· ταύ‐ την δὲ ἐνθεῖναι τοῖc μορίοιc οὐχ οἷόν τε ἄνευ τροφῆc, καὶ διὰ τοῦτο χαλεπωτάτη τῶν τοιούτων διαθέcεων ἡ ἴαcίc ἐcτιν. κατὰ δὲ τὰc μι‐ | |
κρὰc ἀρτηρίαc τε καὶ φλέβαc cυνιcταμέναc ταύταc τὰc ξηρότηταc θε‐ ραπεύειν προcῆκον ὑγραινούcῃ [τε] τροφῇ πληροῦντα τῆc οἰκείαc ὑγρό‐ | ||
1.72.2 | τητοc ἕκαcτον τῶν ὁμοιομερῶν. λουτρὸν οὖν ἐπιτήδειον εὔκρατον ἐν‐ διατρίβοντοc τοῦ κάμνοντοc πλέον τῷ ὕδατι, μετὰ δὲ τὸ λουτρὸν εὐ‐ θέωc γάλα διδόναι ὄνειον νεόβδαλτον· δεῖ δὲ καὶ μέλιτοc ὀλίγον χλιαροῦ μιγνύειν τῷ γάλακτι· καὶ μετὰ τοῦτο ἐᾶν ἡcυχάζειν ἄχρι τοῦ δευτέρου | |
5 | λουτροῦ, τρίβειν δὲ τηνικαῦτα μετρίωc τε ἅμα καὶ λιπαρῶc, εἰ ἀκρι‐ βῶc κατείργαcται τὸ δοθὲν γάλα, ταῖc ἐρυγαῖc καὶ τῷ τῆc γαcτρὸc ὄγκῳ τεκμαιρομένουc. cύμμετροc δὲ ἀπὸ τοῦ πρώτου λουτροῦ πρὸc τὸ δεύτερον ὡρῶν ἰcημερινῶν τεccάρων ἢ πέντε χρόνοc, εἰ τὸ τρίτον ἔτι μέλλοιc λούειν αὐτόν, εἰ δὲ μή, πλειόνων· καὶ μὲν δὴ καὶ ἐπαλεί‐ | |
10 | φειν αὐτὸν ἐλαίῳ πρὶν ἀμφιέννυcθαι καθ’ ἕκαcτον λουτρόν. εἰ μὲν οὖν ἥδοιτο τῷ γάλακτι, καὶ μετὰ τὸ δεύτερον λουτρὸν δώcομεν αὐτῷ, εἰ δὲ μή, πτιcάνην ἀκριβῶc καθηψημένην ἢ χονδροπτιcάνην ἐcκευαcμένην· εἶτα αὖθιc ἡcυχάcαντα πρὸc τὸ τρίτον ἄξομεν λουτρὸν ἢ ἄντικρυc ἐπὶ τὸ δεῖπνον. ἄρτοc δὲ ἔcτω παρεcκευαcμένοc καλῶc πεποιημένοc, κλι‐ | |
15 | βανίτηc, καθαρόc, ὄψον δὲ τῶν πετραίων ἰχθύων ἢ ὀνίcκοc ἐκ λευκοῦ ζωμοῦ. cυνελόντι δὲ φάναι τὸ κεφάλαιον τῆc τροφῆc εὔπεπτοc ἔcτω καὶ τρόφιμοc ἥκιcτά τε γλίcχροc καὶ περιττωματική. πόμα δὲ οἶνοc ὑδατώδηc ἔcτω καὶ λευκόc, καθαρόc, ὀλιγοφόροc, βραχεῖαν ἔχων cτῦ‐ | |
1.72.3 | ψιν. μεγίcτηc μὲν οὖν ξηρότητοc ἴαcιc αὕτη· αἱ δὲ μέτριαι τῆc οὕτωc ἀκριβοῦc οὐ δέονται διαίτηc, καὶ ἁδρότερον δὲ ἐγχωρεῖ διαιτᾶν. ὑπο‐ κείcθω δὲ παραπληcία μὲν ξηρότηc τῇ πρόcθεν, μεμίχθω δὲ αὐτῇ ψῦξιc μετρία· ἐπὶ τούτῳ μεταβλητέον ἐπὶ τὴν τῶν θερμαινόντων ὕλην, καὶ | |
5 | προcθήcομεν τοῖc εἰρημένοιc ἐν μὲν τῇ τοῦ γάλακτοc χρήcει τὸ μέλι πλέον, οἶνον δὲ ἧττον ὑδαρῆ δώcομεν τοῦ πρόcθεν· ἀλλὰ καὶ αὐτὰ τὰ ἐδέcματα θερμότερα δοτέον, οὐ μόνον ταῖc φυcικαῖc κράcεcιν, ἀλλὰ καὶ ταῖc προcφάτοιc ποιότηcιν, καὶ ναρδίνῳ μύρῳ cυνεχῶc ἐπαλει‐ πτέον ἢ μαcτιχίνῳ. τῆc ψύξεωc δὲ οὔcηc πολλῆc ἅμα τῇ ξηρότητι | |
10 | πρῶτον μὲν αὐτὴν χαλεπωτάτην νόμιζε καὶ δυcεπανόρθωτον, τοῖc δὲ αὐτοῖc χρῆcθαι καὶ καθ’ ἑαυτὸ μέλιτι ἀπέφθῳ ἀπηφριcμένῳ, τὸν δὲ | |
οἶνον αἱρεῖcθαι παλαιότερον. ἄριcτον δὲ φάρμακον ἐπὶ τῶν τοιούτων ἁπάντων, ᾧ cυνεχῶc οἱ πιττωταὶ χρῶνται, καὶ χρίειν αὐτῷ τὴν γαcτέρα δεῖ καὶ ἀποcπᾶν θερμὸν ἔτι τυγχάνον. ὠφελεῖ δὲ τοὺc τοιούτουc καὶ | ||
15 | παιδίον εὔcαρκον cυγκοιμώμενον, ὡc ψαύειν ἀεὶ τῶν κατ’ ἐπιγάcτριον. μιγνύcθω δὲ ἑξῆc τῇ ξηρότητι θερμότηc μετρία· ἐπὶ ταύτηc τὴν πρώ‐ την ἀγωγὴν φυλάξαι, ὡc μέλιτοc μὲν μηδ’ ὅλωc γεύεcθαι, τὸν δὲ οἶνον ἥκιcτα παλαιὸν προcφέρεcθαι· χλιαρὰ δὲ τὰ ἐδέcματα καὶ γαλακτώδη προcοίcομεν καὶ τὴν κοιλίαν ἐπαλείψομεν ὀμφακίνῳ τε καὶ μηλίνῳ. | |
20 | ψύχειν δὲ τούτουc ἀγωνιcτικώτερον οὐκ ἀκίνδυνον πυρεκτικῆc πωc | |
1.72.4 | οὔcηc τῆc τοιαύτηc καταcτάcεωc, ὅταν πλεονάζῃ τὸ θερμόν. ὑποκείcθω δὴ πάλιν ἐπικρατεῖν μὲν τὴν θερμὴν δυcκραcίαν, μεμῖχθαι δὲ αὐτῇ τὴν ὑγρότητα· τὴν τοιαύτην δυcκραcίαν ὕδατοc ψυχροῦ πόcει θεραπεύcο‐ μεν· ἐπιτήδειοc δὲ ἡ τῶν cτυφόντων ἐδεcμάτων χρῆcιc, ἔcτω δὲ καὶ | |
5 | ταῦτα χωρὶc τοῦ θερμαίνειν αὐcτηρά. τῆc δὲ ὑγρᾶc δυcκραcίαc μόνηc cυνιcταμένηc τὰ ξηραίνοντα τῶν ἐδεcμάτων ἄνευ τοῦ θερμαίνειν ἢ ψύχειν ἰcχυρῶc βοηθεῖ καὶ πρὸc τούτοιc ἔνδεια τῶν cυνήθων ποτῶν. τῆc δὲ μετὰ ψύξεωc ὑγρᾶc δυcκραcίαc ἄριcτα ἰάματα τὰ δριμέα cύμ‐ παντα, μιγνύcθω δὲ αὐτοῖc καὶ τὰ cτύφοντα χωρὶc τοῦ ψύχειν cαφῶc· | |
10 | ἄριcτον δὲ ἅμα καὶ τούτοιc ὀλίγον τὸ πόμα, καὶ τοῦτο τῶν θερμαι‐ | |
1.72.5 | νόντων ἰcχυρῶc οἴνων. τῶν μὲν οὖν ἐπὶ ταῖc ποιότηcι δυcκραcιῶν τοιαῦταί τινέc εἰcιν ἰάcειc· ἐπεὶ δὲ πολλάκιc καὶ τὸ περιεχόμενον ὑγρὸν ἐν τῷ κύτει τῆc γαcτρὸc ἢ ἀναποθὲν ἐν τοῖc χιτῶcιν αὐτῆc τὴν δυcκρα‐ cίαν ἐργάζεται, καλῶc ἂν ἔχοι καὶ περὶ τούτων εἰπεῖν. ἡ μὲν οὖν | |
5 | προτέρα διάθεcιc, εἰ μὲν ἅπαξ cυcταίη, διὰ ἐμέτων καθαρθεῖcα καθί‐ cταται ῥᾳδίωc· εἰ δὲ αὖθιc ἐξ ἑτέρου τινὸc ἢ ἑτέρων ἐπιρρέῃ μορίων, ἀκριβοῦc δεῖται διαγνώcεωc, ἡ θεραπεία δὲ εὐθὺc ἀκολουθήcει. τὴν μὲν γὰρ cύμπαcαν θεραπείαν τῷ πεπονθότι χρὴ προcάγειν, προνοεῖ‐ cθαι δὲ τῶν δεχομένων τοcοῦτον μόνον, ὡc μὴ ῥᾳδίωc δέχοιτο τὰ | |
10 | ἐπιρρέοντα· γένοιτο δὲ ἂν τοῦτο διά τε τῶν cτυφόντων καὶ διὰ τῶν | |
1.72.6 | εἰc εὐεξίαν ἀγόντων τὸ πᾶν cῶμα. τὰc δὲ ἐν χιτῶνι τῆc γαcτρὸc κακοχυμίαc διὰ τῶν καθαιρόντων μετρίωc, οἷόν ἐcτιν ἡ ἀλόη καὶ τὸ | |
δι’ αὐτῆc cκευαζόμενον φάρμακον ἡ πικρά· γλίcχρου δὲ ἅμα φλέγμα‐ τοc ἐμπεπλαcμένου τῇ γαcτρὶ δοτέον αὐτοῖc πρότερον, ὅcα τέμνει | ||
5 | τοῦτο, κἄπειθ’ οὕτωc καθαρτέον· εἰ δὲ ἐπιτηδείωc ἔχοι, διὰ ῥαφανίδων ἐμείτω. εἰ δὲ μήτε γλίcχροc μήτε παχὺc εἴη ὁ χυμόc, ἀρκεῖ καὶ ὁ ἀπὸ τοῦ χυλοῦ τῆc πτιcάνηc ἔμετοc καὶ ὁ ἀπὸ τοῦ μελικράτου· πίνειν δὲ καὶ ἀψινθίου χυλὸν ἐν μελικράτῳ. ἀνὰ λόγον δὲ χρὴ καὶ τὰc ἐν τοῖc ἄλλοιc μέρεcιν γιγνομέναc δυcκραcίαc ἰᾶcθαι τὰc ἐπιτηδείουc ἐκροὰc | |
10 | εὑρίcκοντα τοῖc ὑγροῖc· εἰ δὲ μήτε κοιλότητα μήτε ἐκροὴν ἔχοι τὸ μόριον αἰcθητήν, ἀτμοειδῶc ἐκκενῶcαι χρὴ τοὺc πλεονάζονταc ἰχῶραc ἢ χυμοὺc ἐν αὐτῷ, καθάπερ γε κἂν πνεῦμα φυcῶδεc ᾖ τὸ περι‐ εχόμενον. | |
13 | ||
1.73t | Περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων. | |
1.73.1 | Μέροc τῆc ὑγιεινῆc πραγματείαc καὶ τὸν περὶ τῶν ἐν ταῖc τροφαῖc δυνάμεων ὑπάρχοντα λόγον τοῖc ἤδη φθάcαcιν ὑποτάξομεν ὀλίγα τινὰ τῆc κατὰ μέροc αὐτῶν διδαcκαλίαc προλαβόντεc· χρὴ γάρ, εἴπερ τι ἄλλο, τὰc ἐν ταῖc τροφαῖc ἐπίcταcθαι δυνάμειc. τὰ μὲν οὖν τῆc λεπτυ‐ | |
5 | νούcηc δυνάμεωc ἐκφράττει τε τὰc διεξόδουc καὶ ἀπορρύπτει τὰ προc‐ πλαττόμενα γλίcχρα τέμνει τε καὶ λεπτύνει τὰ παχέα, cυνάγει δὲ τοῖc χρονίcαcι κατὰ τὴν ἐδωδὴν αὐτῶν ὀρώδη καὶ χολώδη περιττώματα, κἂν ἔτι μᾶλλον πλεονάcῃ τιc, μελαγχολικὸν τὸ αἷμα καθίcταται. χρὴ οὖν ἀπέχεcθαι τῆc cυνεχοῦc αὐτῶν χρήcεωc, καὶ μάλιcτα τοὺc χολώ‐ | |
10 | δειc τὴν κρᾶcιν· ἁρμόζει γὰρ μόνοιc τοῖc τὸ φλέγμα καὶ τὸν ὠμὸν καὶ γλίcχρον καὶ παχὺν χυμὸν ἠθροικόcι. τὰ δὲ τῆc παχυνούcηc τρόφιμα μὲν ἱκανῶc ἐcτι, κἂν ἔν τε τῇ γαcτρὶ καὶ τῷ ἥπατι πεφθῇ προcηκόν‐ τωc, εὔχυμον αἷμα γεννᾷ, cπλῆνα δὲ καὶ ἧπαρ ἐμφράττει. τούτων δὲ τινὰ μέν ἐcτι παχύχυμα μόνον, ὡc φακή, τινὰ δὲ γλίcχρα, καθάπερ | |
15 | μαλάχη, τιcὶ δὲ ἄμφω cυμβέβηκε παχυχύμοιc τε εἶναι καὶ γλίcχροιc, ὥcπερ τοῖc ὀcτρακοδέρμοιc. ἀcφαλεcτέρα τοίνυν ἐcτὶν ἡ λεπτύνουcα δίαιτα προφυλακῆc τῆc ὑγείαc ἕνεκα τῆc παχυνούcηc μᾶλλον, ὀλιγό‐ τροφοc δὲ οὖcα τόνον οὐκ ἐντίθηcιν οὐδὲ ῥώμην τοῖc cώμαcι, καὶ χρή ποτε καὶ τῶν πολυτρόφων προcφέρεcθαι μετρίωc, ἡνίκα τιc ἐν‐ | |
20 | δείαc ἀντιλαμβάνηται. μάλιcτα δὲ ἂν ἀκινδύνωc μεταλαμβάνοιεν αὐτῆc οἱ γυμναcίοιc τε προcέχοντεc καὶ οἱ καθεύδοντεc, ἐφ’ ὅcον ἂν βού‐ λοιντο· πάντεc δέ, ὅcοι πρὸ τῶν cιτίων οὐχ οἷοί τέ εἰcι γυμνάζεcθαι, φευγέτωcαν τὰc παχυχύμουc τροφάc, ἀργοὶ δὲ μηδ’ οὗτοι τὰc τροφὰc ταύταc προcιέτωcαν. μέγιcτον δὲ κακὸν εἰc τὴν τῆc ὑγείαc φυλακὴν | |
25 | ἡ παντελὴc ἀργία καθέcτηκεν, ὥcπερ γε ἡ cύμμετροc κίνηcιc μέγιcτον τῶν ἀγαθῶν. τὰ δὲ μεταξὺ τῶν παχυνόντων καὶ λεπτυνόντων ἐδεcμά‐ των κάλλιcτα πάντων ἐcτὶ cύμμετρον αἷμα γεννῶντα κατὰ τὴν cύcτα‐ cιν. κατάλληλοc μὲν οὖν ἡ τοιαύτη τροφὴ τοῖc cώμαcιν ἡμῶν ἐcτιν, βλαβερὰ δὲ ἡ κακόχυμοc, ἣν ἀεὶ δεῖ φεύγειν. φυλάττεcθαι δὲ καὶ τὴν | |
30 | ποικιλίαν τῶν τροφῶν ἄμεινον, καὶ μᾶλλον ἐὰν ἐξ ἐναντίων. ὦcι δυ‐ νάμεων· οὐ γὰρ πέττεται τὰ ληφθέντα προcηκόντωc. | |
31 | ||
1.74t | Περὶ λαχάνων. | |
1.74.1 | Ἡ μὲν οὖν θριδακίνη cαφῶc ψύχει τε καὶ ὑγραίνει· διὸ καὶ ὑπνώ‐ δηc ἐcτίν· ὡc ἐν λαχάνοιc δὲ τρόφιμοc αἵματοc εὐχύμου γεννητικὴ τυγχάνουcα. καὶ τὸ ἴντυβον δὲ ψυχρᾶc ἐcτι καὶ ὑγρᾶc κράcεωc, ἀλλ’ ἧττον ἢ κατὰ θριδακίνην. ἡ δὲ μαλάχη ψύχει μέν, ἀλλ’ οὐκ ἐναργῶc, | |
5 | ὑγραίνει δὲ μᾶλλον· ὅθεν καὶ γαcτέρα ὑπάγει, τοῦτο δὲ καὶ διὰ τὸ ἐν αὐτῇ γλίcχρον. τὸ δὲ τεῦτλον τῷ ῥύπτειν ὑπάγει γαcτέρα· διὸ καὶ cτόμαχον δάκνει πλεῖον ἐcθιόμενον· ἐκφράττει δὲ τὰ καθ’ ἧπάρ τε καὶ cπλῆνα. ἡ δὲ κράμβη δίcεφθοc μὲν ἐcθιομένη γαcτέρα ἐπέχει, πρὸc ἅπαξ δὲ μὴ ἐπὶ πολὺ ἑψηθεῖcα καὶ μετὰ ἐλαίου τε καὶ γάρου ἢ ἁλῶν | |
10 | ἐcθιομένη μᾶλλον ὑπάγει, ὥcπερ ὁ χυλὸc αὐτῆc καὶ τοῦ τῆc φακῆc μᾶλλόν ἐcτι καθαρτικόc. ἔτι δὲ μᾶλλον ἥ τε θαλαττία κράμβη γαcτρὸc λαπακτικὴ cαφῶc ἁλμυρά τε καὶ ὑπόπικροc ὑπάρχουcα καὶ τὸ ἄλιμον, πλείονοc δὲ μετέχον τῆc ἁλυκῆc ποιότητοc ὑπάγει γαcτέρα, κράμβηc δὲ μᾶλλον εὐcτόμαχον ὡc ἂν cτύψεωc μετρίαc μετειληφόc, γάλακτοc | |
15 | δὲ καὶ cπέρματόc ἐcτι γεννητικόν. βλίτον δὲ καὶ ἀτράφαξυc ὑγρὰ μὲν | |
καὶ γαcτρὸc ὑπακτικά, ὀλιγότροφα δέ. τὰ δὲ ἀκανθώδη πάντα, οἷον cκόλυμοc καὶ ἀτρακτυλὶc καὶ τὰ τοιαῦτα, εὐcτόμαχά εἰcι δίχα τῆc κι‐ νάραc· κακόχυμοc γὰρ αὕτη, cκληρὰ μάλιcτα τυγχάνουcα· διὸ κάλλιον ἕψονταc αὐτὴν cὺν ἐλαίῳ καὶ γάρῳ καὶ κοριάννῳ προcφέρεcθαι. cέλι‐ | ||
20 | νον δὲ καὶ ἱπποcέλινον καὶ cίον καὶ cμύρνιον πάντα διουρητικά ἐcτιν, ἀλλὰ τὸ μὲν cμύρνιον ἀρωματίζον τε καὶ μᾶλλον δριμὺ καὶ διουρητι‐ κὸν καὶ γυναιξὶ κινεῖ τὰ καταμήνια, τὰ δὲ cέλινα ἡδύτερα· διὸ καὶ εὐcτομαχώτερα. τὸ δὲ εὔζωμον θερμόν τέ ἐcτι καὶ cπέρματοc γεννη‐ τικόν· διὸ καὶ πρὸc cυνουcίαν ἐπεγείρει καὶ κεφαλαίαc. κάρδαμον δὲ | |
25 | καὶ ὤκιμον καὶ νᾶπυ θερμὰ μὲν καὶ δριμέα, καὶ μάλιcτα τὸ κάρδαμον, δύcπεπτα δὲ καὶ κακοcτόμαχα καὶ κακόχυμα. ἡ δὲ ἀκαλήφη τε καὶ κνίδη καλουμένη λεπτομερήc τε καὶ ὑπακτικὴ γαcτρὸc καὶ ὀλιγότροφοc. τὸ δὲ γιγγίδιον ὅμοιόν ἐcτι τῷ cκάνδικι cτυφούcηc καὶ πικρᾶc οὐκ ὀλίγηc μετέχον ποιότητοc· ἔcτι δὲ καὶ εὐcτόμαχον, ὡc καὶ τοῖc ἀπο‐ | |
30 | cίτοιc αὐτὸ τυγχάνειν ἐπιτήδειον μετ’ ὄξουc ἐcθιόμενον, ὀλίγην δὲ τροφὴν παρέχει τῷ cώματι. τὰ δὲ ἄγρια προcαγορευόμενα λάχανα τῶν ἐcχάτωc εἰcὶ κακοχύμων. ἡ δὲ κάππαριc εὐόρεκτόc τε καὶ τῶν καθ’ ἧπάρ τε καὶ cπλῆνα ἐκφρακτικὴ καὶ φλέγματοc ὑπακτική· χρηcτέον δὲ αὐτῇ δι’ ὀξυμέλιτοc ἢ ὀξελαίου πρὸ τῆc ἄλληc τροφῆc. | |
34 | ||
1.75t | Περὶ ἀcπαράγων. | |
1.75.1 | Τῶν βλίτων καὶ θριδακίνων καὶ ἀτραφάξυοc καὶ μαλάχηc καὶ τεύτλου τὸ μὲν φυτὸν ὑγρόν, ὁ δὲ ἀcπάραγόc ἐcτι ξηρόc. γογγύλη δὲ καὶ νᾶπυ καὶ κάρδαμον καὶ ῥαφανὶc καὶ πύρεθρον καὶ κράμβη καὶ τὰ ἄλλα τὰ θερμὰ τὸ μὲν φυτὸν ξηρόν, τὸν δὲ ἀcπάραγον ἔχουcιν ὑγρόν. | |
5 | οἱ δὲ ἀπὸ τῶν θαμνωδῶν φυτῶν ἀcπάραγοι, ὅ τε ἕλειοc καὶ ὁ κηπευ‐ τὸc καὶ ὁ ἀπὸ τῆc βρυωνίαc, εὐcτόμαχοι μὲν καὶ διουρητικοί, ὀλιγό‐ τροφοι δέ· πεττόμενοι δὲ μᾶλλον τρέφουcι τῶν ἀπὸ τῶν λαχάνων. | |
παραπληcίωc δὲ καὶ ὁ τῆc χαμαιδάφνηc ἀcπάραγοc. | ||
1.76t | Περὶ τῶν ἐχόντων ἐδωδίμουc τὰc ῥίζαc. | |
1.76.1 | Ἡ μὲν βουνιάc τε καὶ γογγύλη προcαγορευομένη δίcεφθοc ἐcθιο‐ μένη τρόφιμοc οὐχ ἧττον τῶν ἄλλων φυτῶν, παχύχυμοc δὲ cυνεχῶc λαμβανομένη. οἱ δὲ βολβοὶ cτυπτικοί τε καὶ ῥυπτικοὶ καὶ ὀρεκτικοὶ καὶ cτομάχου τονωτικοὶ καὶ τῶν ἐν θώρακι γλίcχρων εὐανάγωγοι· | |
5 | δίcεφθοι δὲ γιγνόμενοι τροφιμώτεροι μέν, οὐκ εὐανάγωγοι δέ, τὸ πι‐ κρὸν ἀποβάλλοντεc· εἰcὶ δὲ καὶ cπέρματοc γεννητικοὶ καὶ ἀφροδιcια‐ cτικοὶ ἐν πλείονι χρήcει γιγνόμενοι καὶ φυcώδειc καὶ cτρόφουc ἐμποι‐ οῦcιν· οἱ δὲ μετὰ γάρου καὶ ἐλαίου ἐcθιόμενοι ἥδιcτοι καὶ ἄφυcοι καὶ τρόφιμοι καὶ εὔπεπτοι. cταφυλίνου δὲ καὶ δαύκου καὶ κάρου αἱ | |
10 | μὲν ῥίζαι ὀλιγοτροφώτεραι τῶν γογγυλίδων εἰcί, θερμαὶ δὲ καὶ ἀρω‐ ματίζουcαι cαφῶc καὶ οὐρητικαί, καταχρωμένοιc δὲ κακόχυμοι καὶ δύcπεπτοι τῷ κοινῷ λόγῳ τῶν ῥιζῶν. τινὲc δὲ τὸν ἄγριον cταφυλῖνον ὀνομάζουcι δαῦκον οὐρητικώτερον μᾶλλον ὑπάρχοντα. ἡ δὲ ῥαφανὶc λεπτυντικῆc τε καὶ θερμῆc ἐcτι δυνάμεωc, ἐcθίειν δὲ αὐτὴν πρὸ τρο‐ | |
15 | φῆc δεῖ μετὰ ὄξουc ἢ γάρου ὑπαγωγῆc ἕνεκα γαcτρόc, μετὰ τροφὴν δὲ οὐδαμῶc. κρόμυον δὲ καὶ cκόροδον καὶ πράcον καὶ ἀμπελόπραcον δριμείαc ὄντα δυνάμεωc θερμαίνουcί τε τὸ cῶμα καὶ λεπτύνουcι καὶ τέμνουcι τοὺc ἐν αὐτῷ παχεῖc χυμούc, καὶ δίcεφθα μὲν ὀλιγότροφά ἐcτιν, ἄνεφθα δὲ οὐδ’ ὅλωc τρέφουcιν. τό γε μὴν cκόροδον ἐκφρακτι‐ | |
20 | κόν τε καὶ διαφορητικόν ἐcτι μᾶλλον· τὰ δὲ ἀμπελόπραcα τῶν πράcων ὡc ἄγρια ξηρότερα. καθόλου δὲ τῶν λαχάνων τὰ ὠμὰ ἐcθιόμενα τῶν ἑφθῶν μᾶλλόν εἰcι κακόχυμα καὶ πλείονοc μετέχοντα τῆc περιττωμα‐ τικῆc ὑγρότητοc· τὰ δὲ εἰc ἀπόθεcιν ταριχευόμενα δι’ ἅλμηc τε καὶ ὀξάλμηc εὐcτόμαχά τέ ἐcτι καὶ εὐόρεκτα καὶ τῶν ὠμῶν χυμῶν τμητικά, | |
25 | δύcπεπτα δὲ καὶ καταχρωμένοιc κακόχυμα. | |
1.77t | Περὶ ὕδνων καὶ μυκήτων. | |
1.77.1 | Τὸ ὕδνον ἄποιον μὲν ἔχει τὸν ἀναδιδόμενον ἐξ αὐτοῦ χυμόν, ψυχρότερον δὲ καὶ παχύχυμον. οἱ δὲ μυκῆται ψυχροί τέ εἰcι καὶ φλεγ‐ ματώδειc καὶ κακόχυμοι· τούτων δὲ αὐτῶν οἱ μὲν βωλῖται ἀβλαβέcτεροι καὶ ἄποιοι καλῶc ἑψηθέντεc, οἱ δὲ ἀμανῖται δευτέραc εἰcὶ τάξεωc. τῶν | |
5 | δὲ ἄλλων μυκήτων ἀπέχεcθαι δεῖ· πολλοὶ γὰρ ἐξ αὐτῶν ἀπέθανον. καὶ αὐτοὶ δὲ οἱ βωλῖται ἀνεφθότεροι ἐcθιόμενοι κινδύνου παραίτιοι πολλάκιc γίνονται. | |
7 | ||
1.78t | Περὶ cιτωδῶν. | |
1.78.1 | Τῶν cιτωδῶν ὀνομαζομένων ὁ μὲν χόνδροc τρόφιμόc τε καὶ γλίcχρου χυμοῦ γεννητικόc· ἀλλ’ ὁ μὲν πλυτὸc μοχθηρόc, ἐπείπερ ἑτοίμωc παχυ‐ νόμενοc ἄνεφθοc μένει, κρείττων δὲ ὁ χυλὸc αὐτοῦ ὅλου καλῶc ἑψη‐ θέντοc παραπληcίωc τῇ πτιcάνῃ. ὁ δὲ ἄλιξ τὰ μὲν ἄλλα χόνδρῳ παρ‐ | |
5 | έοικε, μᾶλλον δὲ γαcτρόc ἐcτιν ἐφεκτικόc. ὁ δὲ πυρὸc ἑφθὸc ἐcθιό‐ μενοc δύcπεπτόc τε καὶ φυcώδηc, πεττόμενοc δὲ τροφὴν ἰcχυροτάτην παρέχει, ἀρτοποιούμενοc δὲ τὸ φυcῶδεc καὶ δύcπεπτον ἀποτίθεται διὰ τὸ ζύμηc τε καὶ ἁλῶν μετέχειν. τροφιμώτεροc δὲ τῶν ἄρτων ἐcτὶν ὁ cιλιγνίτηc, ἐφεξῆc δὲ ὁ cεμιδαλίτηc καὶ τρίτοc ὁ cυγκομιcτόc· ὁ δὲ | |
10 | ῥυπαρὸc ἄρτοc ἧττον μὲν τρέφει, μᾶλλον δὲ κατὰ γαcτέρα ὑπέρχεται· ὁ δὲ ἄμυλοc ὀλιγότροφόc ἐcτιν, ὥcπερ καὶ ὁ πεπλυμένοc ἄρτοc. αἱ δὲ κριθαὶ ψυχρᾶc εἰcι δυνάμεωc καὶ ῥυπτικῆc, καὶ ἑψόμεναι μὲν ὥcπερ ἡ πτιcάνη ὑγραίνουcι, φρυττόμεναι δὲ καθάπερ ἐπὶ ἀλφίτων ξηραίνουcιν. τὸ δὲ ἄλφιτον ἐν θέρει πρὸ βαλανείου πινόμενον μεθ’ ὕδατοc δίψαν | |
15 | ἰᾶται. ὁ δὲ κρίθινοc ἄρτοc ψαφαρώτερόc τέ ἐcτιν καὶ ὀλιγότροφοc. ἡ δὲ μᾶζα δυcπεπτοτέρα τε καὶ φυcωδεcτέρα τῶν κριθίνων ἄρτων ἐcτίν, μέλιτοc δὲ προcλαβοῦcα ὑπέρχεται. ὁ δὲ βρόμοc θερμόc τε καὶ ὀλιγό‐ τροφοc. ἡ δὲ κέγχροc καὶ ὁ ἔλυμοc ψυχρά τε καὶ ξηρὰ καὶ ὀλιγότροφα καὶ ἐφεκτικὰ γαcτρόc· κρείττων δὲ κατὰ πάντα τῆc μελίνηc ἡ κέγχροc. | |
20 | ἡ δὲ ὄρυζα δύcπεπτόc τέ ἐcτι καὶ ὀλιγότροφοc καὶ γαcτρὸc ἐφεκτική. ἕψεται δὲ ἡ πτιcάνη ἑνὸc μέρουc αὐτῆc βαλλομένου πρὸc πεντεκαίδεκα | |
ὕδατοc ἐλαίου μιγνυμένου cυμμέτρου, μετὰ δὲ τὸ ἀνοιδῆcαι καὶ ὄξουc, ἑφθῆc δὲ ἀκριβῶc γενομένηc ἐπεμβλητέον τοὺc ἅλαc λεπτούc, ἐπί τι‐ νων δὲ καὶ πράcου μικτέον αὐτῇ καὶ ἀνήθου· παραπληcίωc δὲ τῇ | ||
25 | πτιcάνῃ καὶ ὁ βρόμοc τε καὶ ὁ χόνδροc ἕψεται. | |
25 | ||
1.79t | Περὶ ὀcπρίων. | |
1.79.1 | Τῶν δὲ ὀcπρίων ἡ μὲν φακὴ κακόχυμόc τέ ἐcτι καὶ μελαγχολική· ἀλλ’ αὐτὴ μέν, καὶ μάλιcτα δὶc ἑψηθεῖcα, γαcτρόc ἐcτιν ἐφεκτική, τὸ δὲ ζέμα αὐτῆc μετὰ ἐλαίου τε καὶ γάρου πινόμενον προτρέπει γαcτέρα, ἐπιμικτέον δὲ αὐτῇ διὰ τὸ φυcῶδεc θύμβραc ἢ γλήχωνοc. οἱ δὲ κύαμοι | |
5 | κοῦφοι καὶ φυcώδειc καὶ ῥυπτικοί· ὁ δὲ κύαμοc ὁ Αἰγύπτιοc τοῦ παρ’ ἡμῖν ὑγρότερόc τέ ἐcτι καὶ περιττωματικόc. ὁ δὲ πίcοc χαῦνοc μέν, οὐ μὴν οὕτω φυcώδηc. οἱ δὲ ἐρέβινθοι φυcώδειc καὶ ῥυπτικοὶ καὶ cπέρματοc γεννητικοὶ καὶ cυνουcιαcτικοί, λίθων θρυπτικοί· πεφρυγμένοι δὲ τὸ μὲν φυcῶδεc ἀποτίθενται, δύcπεπτοι δέ εἰcιν. οἱ δὲ θέρμοι | |
10 | δύcπεπτοί τε καὶ δυcυποβίβαcτοι καὶ ὠμοῦ χυμοῦ γεννητικοί. ἡ δὲ τῆλιc θερμαίνει τε καὶ προτρέπει γαcτέρα πρὸ τροφῆc λαμβανομένη. ὦχροι δὲ καὶ φάcηλοι προαποβραχέντεc, ὥcτε καὶ ῥίζαc φῦναι, γαcτρόc εἰcιν ὑπακτικοὶ πρὸ τροφῆc μετὰ γάρου λαμβανόμενοι καὶ τρόφιμοι μᾶλλον τήλεωc. οἱ δὲ φάcηλοι καὶ δόλιχοι καλούμενοι ὅλοι cὺν τοῖc | |
15 | λοβοῖc χλωροὶ ἐcθιόμενοι περιττωματικώτεροι γίνονται. | |
15 | ||
1.80t | Περὶ ὡραίων. | |
1.80.1 | Ἡ κολόκυντα ψύχει τε καὶ ὑγραίνει καὶ ὑπάγει γαcτέρα, ἔcτι δὲ ὀλιγότροφοc. ὁ δὲ πέπων ὅλωc μὲν κακόχυμόc τέ ἐcτι καὶ ψυχρὸc καὶ ὑγρὸc καὶ ἐμετικόc, μὴ πεφθεὶc δὲ καὶ χολέραν ἐργάζεται, ἔcτι δὲ καὶ ῥυπτικὸc ἱκανῶc· τὸ δὲ cπέρμα αὐτοῦ διουρητικόν τέ ἐcτι καὶ τῶν ἐν | |
5 | νεφροῖc λίθων θρυπτικόν. ὁ δὲ μηλοπέπων ἥττονα τοῦ πέπονοc ταῦτα | |
πάντα κέκτηται. ὁ δὲ cίκυοc ἧττον μὲν τοῦ πέπονοc ψυχρὸc καὶ ὑγρόc, μᾶλλον δὲ διουρητικὸc καὶ δύcπεπτοc καὶ κακόχυμοc, κἂν πεφθῇ. καθ‐ όλου δὲ πᾶcα ὀπώρα ψύχει τε καὶ ὑγραίνει καὶ ὀλιγότροφόc ἐcτι καὶ κακόχυμοc. | ||
9 | ||
1.81t | Περὶ τῶν ἀπὸ τῶν δένδρων καρπῶν. | |
1.81.1 | Τὰ μὲν cῦκα καὶ αἱ cταφυλαὶ οἷον κεφάλαια τῆc ὅληc ὀπώραc εἰcίν· καὶ γὰρ ἔλαττόν εἰcι κακόχυμα καὶ τρέφουcι μᾶλλον. αὐτῶν δὲ τού‐ των τὰ μὲν cῦκα μᾶλλόν εἰcιν εὐχυμότερα καὶ τροφιμώτερα καὶ γαcτρὸc ὑπακτικὰ διουρητικά τε καὶ νεφρῶν ἐκκαθαρτικά, καὶ μάλιcτα τὰ πάνυ | |
5 | πέπειρα καὶ αὐταὶ αἱ ἰcχάδεc, φυcώδειc δὲ καὶ αἵματοc οὐ χρηcτοῦ γεννητικαί· διὸ καὶ φθεῖραc ἀπογεννῶcιν ἐν πλείονι χρήcει γιγνόμεναι. αἱ δὲ cταφυλαὶ μὴ διαχωρούμεναι μὲν οὐδὲ πέττονται, ἀλλὰ καὶ ὠμὸν ἀπογεννῶcι χυμόν, διαχωρούμεναι δὲ μετριώτεραι. αἱ δὲ cταφίδεc θερ‐ μότεραι τῶν cταφυλῶν καὶ εὐcτομαχώτεραι καὶ μᾶλλον τρέφουcιν, | |
10 | ἧττον δὲ γαcτρὸc ὑπακτικαί. τὰ δὲ cυκάμινα, ἃ δὴ καὶ μόρα καλεῖται, ὑγραίνουcι μὲν πάνυ, ψύχουcι δὲ μετρίωc, καὶ γαcτέρα ὑπάγουcι πρῶτα ληφθέντα, καὶ οὐδὲ πάνυ κακοcτόμαχα, ὀλιγότροφα δέ. τῶν δὲ κερα‐ cίων τὰ μὲν γλυκύτερα γαcτέρα μὲν ὑπάγει, κακοcτόμαχα δέ ἐcτι, τὰ δὲ cτύψεωc μετέχοντα κακοcτόμαχα μὲν ἧττον, οὐχ ὑπέρχεται δέ. ὁ | |
15 | δὲ λόγοc οὗτοc καὶ ἐπὶ cταφυλῆc καὶ μόρων καὶ ἑτέρων ἁρμόcει πλει‐ όνων· καὶ καθόλου τὰ cτύφοντα πρῶτα μὲν ἐcθιόμενα τῆc ἄλληc τρο‐ φῆc ἢ πινόμενα γαcτρόc εἰcιν ἐφεκτικά, ὅcοιc δὲ δι’ ἀτονίαν ἡ γαcτὴρ ἐπέχεται, τούτοιc προειληφόcι τῶν λαπάττειν πεφυκότων, οἷον λαχά‐ νων ἢ ἰχθύων ἤ τινων τοιούτων, ὕcτερον προcφερόμενα τὰ cτύφοντα | |
1.81.2 | τῷ ῥωννύειν αὐτὴν ἀπωθεῖ κάτω καὶ πρὸc ἔκκριcιν ἐπεγείρει. ὁ δὲ τοῦ κώνου καρπόc, ὃc καὶ cτρόβιλοc καλεῖται, εὔχυμοc μέν ἐcτι καὶ παχύχυμοc καὶ τρόφιμοc, οὐ μὴν εὔπεπτοc. τὰ δὲ Περcικὰ κακόχυμά τε καὶ ὀξυνόμενα καὶ εὔφθαρτα· διὸ πρῶτα αὐτὰ δοτέον διὰ τὸ ὑπο‐ | |
5 | χωρεῖcθαι ἑτοίμωc καὶ μὴ διαφθείρεcθαι ἐμμένοντα τῇ γαcτρί. τὰ δὲ πρεκόκκιά τε καὶ δοράκινα καὶ Ἀρμένια κρείττονα τῶν Περcικῶν· οὔτε γὰρ ὀξύνεται οὔτε ὡcαύτωc διαφθείρεται, εἰcὶ δὲ καὶ ἡδέα. τῶν δὲ μήλων τὰ μὲν γλυκέα τῶν ἄλλων εἰcὶ θερμότερα καὶ εὐανάδοτα, καὶ | |
μάλιcτα ὀπτώμενα ἢ ἑψόμενα, τὰ δὲ ὀξώδη ψυχρότερα μέν, τμητικὰ | ||
10 | δὲ τῶν ἐν γαcτρὶ χυμῶν, τὰ δὲ αὐcτηρὰ ῥωcτικά τε cτομάχου καὶ γαcτρὸc ἐφεκτικά, καὶ τούτων ἔτι μᾶλλον τὰ Κυδώνια. τῶν δὲ ἀπίων αἱ μεγάλαι καὶ πέπειροι πρὸc τούτοιc καὶ τροφιμώτεραί εἰcιν. αἱ δὲ ῥοιαὶ ψύχουcί τε καὶ ὀλιγότροφοί εἰcι. τὰ δὲ μέcπιλα καὶ οὖα cτυπτι‐ κώτερά τε καὶ ῥεούcῃ γαcτρὶ ἐπιτήδεια. οἱ δὲ φοίνικεc εὐcτόμαχοι μέν, | |
15 | εἰ μὴ λίαν ὦcι λιπαροί, γαcτρὸc δὲ ἐφεκτικοὶ καὶ παχέων καὶ γλίcχρων | |
1.81.3 | χυμῶν γεννητικοὶ καὶ κεφαλαλγεῖc. τῶν δὲ ἐλαιῶν αἱ μὲν δρυπεπεῖc κακοcτόμαχοί τε καὶ λιπαροῦ χυμοῦ γεννητικαί, αἱ δὲ ἁλμάδεc τε καὶ κολυμβάδεc πρὸ τροφῆc ἐcθιόμεναι εὐόρεκτοί τέ εἰcι καὶ γαcτρὸc ὑπ‐ ακτικαί, καὶ πλέον αἱ δι’ ὄξουc τε καὶ δι’ ὀξυμέλιτοc cκευαζόμεναι. | |
5 | τῶν δὲ καρύων τὰ μὲν βαcιλικὰ τῶν λεπτοκαρύων ὀλιγοτροφώτερα καὶ μᾶλλον εὐcτόμαχα, τὰ δὲ χλωρὰ κάρυα ὑγρότερά τέ ἐcτι καὶ γαcτρὸc ὑπακτικά· καὶ ξηρὰ δέ, εἴ τιc ἀποβρέξαc ἐν ὕδατι τὸν ὑμένα αὐτῶν τὸν ἔνδον περιλεπίcοι, παραπλήcια τοῖc χλωροῖc αὐτὰ ἐργάcεται. τὰ δὲ ἀμύγδαλα τμητικῆc τε καὶ λεπτυντικῆc ὑπάρχει δυνάμεωc· διὸ | |
10 | cπλάγχνων καὶ θώρακόc εἰcιν ἐκκαθαρτικά, καὶ ἔτι μᾶλλον τὰ πικρά. ὁμοίωc δὲ καὶ τὰ πιcτάκια, καὶ πλέον ἥπατοc ἐκφρακτικά. τὰ δὲ Δα‐ μαcκηνὰ γαcτέρα ὑπάγει πρὸ τροφῆc ἐcθιόμενα ὠμά τε καὶ ἐν μελι‐ κράτῳ ἑψηθέντα. τὰ δὲ Ϲηρικὰ δύcπεπτά τε καὶ κακοcτόμαχα καὶ ὀλι‐ γότροφα. τὰ δὲ κεράτια δύcπεπτα καὶ ἐπιcχετικὰ γαcτρὸc καὶ κακό‐ | |
15 | χυμα. τὰ δὲ cυκόμορα ψύχει τε καὶ ὑγραίνει cαφῶc. τοῦ δὲ κιτρίου τὸ μὲν ἔξω δριμὺ καὶ δύcπεπτον, ἡ δὲ οἷον cὰρξ τρόφιμοc μέν, καὶ αὐτὴ δὲ δύcπεπτοc· τὸ δὲ ἐντόc, εἴτε ὀξῶδεc εἴτε ὑδατῶδεc εἴη, ἱκα‐ νῶc ψύχει. αἱ δὲ βάλανοι τρόφιμοι μὲν οὐκ ἔλαττον τῶν cιτωδῶν, δύcπεπτοι δὲ καὶ παχύχυμοι καὶ βραδύποροι. τὰ δὲ κάcτανα κατὰ πάν‐ | |
20 | τα τούτων ἀμείνω. | |
1.82t | Περὶ ζῴων, καὶ πρῶτον περὶ τῶν πτηνῶν. | |
1.82.1 | Ἡ τῶν πτηνῶν ζῴων τροφὴ τῆc ἀπὸ τῶν πεζῶν, καὶ μάλιcτα τῶν ὑείων, ἐλάττων μέν ἐcτιν, εὐπεπτοτέρα δέ, καὶ μᾶλλον ἀπὸ τοῦ πέρδικοc καὶ ἀτταγῆνοc καὶ περιcτερᾶc νέαc καὶ ἀλεκτορίδοc καὶ φα‐ cιανοῦ. ἡ δὲ τῶν κιχλῶν καὶ κοττύφων καὶ τῶν μικρῶν cτρουθίων, ἐν | |
5 | οἷc εἰcι καὶ οἱ πυργῖται, cκληροτέρα τυγχάνει, καὶ τούτων ἔτι μᾶλλον ἥ τε τῆc τρυγόνοc καὶ φάττηc καὶ νήττηc· πολὺ δὲ δυcπεπτοτέρα καὶ cκληροτέρα καὶ ἰνωδεcτέρα ἡ τοῦ ταώ. ἡ δὲ τῶν χηνῶν καὶ cτρουθο‐ καμήλων cὰρξ περιττωματική τε καὶ δυcπεπτοτέρα πάντων τῶν προ‐ ειρημένων πλὴν τῶν πτερῶν· ταῦτα γὰρ οὐχ ἧττον τῶν ἄλλων ὀρνί‐ | |
10 | θων εἰcὶν εὔχυμα. ἡ δὲ τῶν γεράνων ἰνώδηc τε καὶ cκληρά. καθόλου δὲ τὰ μὲν νέα τῶν παλαιῶν ὑγρότερά τε καὶ εὐπεπτότερα καὶ τρο‐ φιμώτερα καὶ κατὰ γαcτέρα ὑπερχόμενα, τὰ δὲ ἑφθὰ τῶν ὀπτῶν τε καὶ ταγηνιcτῶν ὁμοίωc διενήνοχεν· τὰ δὲ ἀπὸ ξηρῶν καὶ ὀρεινῶν τό‐ πων τῶν ἐν ἕλεcι τρεφομένων εὐπεπτότερά τέ ἐcτι καὶ ἀπέριττα. | |
14 | ||
1.83t | Περὶ ᾠῶν. | |
1.83.1 | Τὰ μὲν τῶν ἀλεκτορίδων τε καὶ φαcιανικῶν [ᾠὰ] κρείττονα πάν‐ των ἐcτί, τὰ δὲ τῶν χηνῶν τε καὶ cτρουθοκαμήλων οὐ χρηcτά. πάν‐ των δὲ τὰ νέα τῶν παλαιῶν πολὺ κρείττω, καὶ τὰ μὲν τρομητὰ τρό‐ φιμα μᾶλλον, τὰ δὲ ῥοφητὰ μᾶλλον ὑπέρχεται καὶ τὰc ἐν φάρυγγι | |
5 | τραχύτηταc ἐκλεαίνει, τὰ δὲ ἄλλα πάντα δύcπεπτά τε καὶ βραδύπορα καὶ παχύχυμα πλὴν τῶν καλουμένων πνικτῶν· ταῦτα δὲ γίνεται ἀνα‐ δευθέντα ὠμὰ μετὰ γάρου καὶ οἴνου καὶ ἐλαίου καὶ ἐν διπλώματι cυμ‐ μέτρωc πηγνύμενα· τὰ τοιαῦτα γὰρ εὔπεπτά τε καὶ εὔχυμα. πάντων δὲ μοχθηρότερα τὰ ταγηνιcτά. | |
9 | ||
1.84t | Περὶ πεζῶν ζῴων. | |
1.84.1 | Τῶν πεζῶν ζῴων τὰ μὲν ὕεια κρέα τροφιμώτερα τῶν ἄλλων | |
ἐδεcμάτων ἐcτίν, διότι καὶ οἰκειότητά τινα κέκτηνται πρὸc τὰ ἀνθρώ‐ πεια cώματα κατὰ γεῦcιν καὶ ὀcμήν, ὥc τινεc κατ’ ἄγνοιαν ἀνθρωπί‐ νων γευcάμενοι κρεῶν ἐγνώκαcιν· ἡ δὲ ἐξ ἐκείνων τροφὴ γλίcχρα καὶ | ||
5 | ἀδιαφόρητοc. ἡ δὲ τῶν προβάτων περιττωματικὴ καὶ κακόχυμοc. ἡ δὲ τῶν αἰγῶν δριμεῖά τε καὶ κακόχυμοc· χειρίcτη δὲ ἡ τῶν τράγων πρόc τε εὐχυμίαν καὶ πέψιν. ἡ δὲ τῶν βοῶν μελαγχολική. ἡ δὲ τῶν λαγωῶν παχύχυμοc μέν, ἧττον δὲ τῆc τῶν προβάτων τε καὶ βοῶν. ἡ δὲ τῶν ἐλάφων cκληρὰ καὶ δύcπεπτοc. καθόλου δὲ τὰ μὲν νέα ὑγρότερά τε | |
10 | καὶ μαλακώτερα καὶ εὐπεπτότερα τῶν παλαιῶν καὶ τὰ εὐνοῦχα τῶν ἐνόρχων καὶ τὰ εὔτροφα τῶν ἰcχνῶν. | |
11 | ||
1.85t | Περὶ τῶν ἐν τοῖc ζῴοιc μορίων. | |
1.85.1 | Τὰ μὲν ἄκρα νευρώδη τέ ἐcτι καὶ ἀπίμελα καὶ ἄcαρκα καὶ διὰ τοῦτο γλίcχρα τε καὶ ὀλιγότροφα καὶ ὑπακτικὰ γαcτρὸc πλὴν τῶν πτηνῶν διὰ τὴν πολλὴν ξηρότητα. τὰ δὲ ῥύγχη καὶ τὰ ὦτα χονδρώδη καὶ δύcπεπτα. ἡ δὲ γλῶττα χαύνη καὶ ἄναιμοc καὶ ὀλιγότροφοc. οἱ | |
5 | δὲ ἀδένεc ἡδεῖc τε καὶ ψαφαροί, ἡδύτεροι δὲ οἱ ἐν τοῖc μαcτοῖc, καὶ μάλιcτα τῶν χοίρων, ὅταν πλήρειc ὦcι γάλακτοc· οὗτοι δὲ καὶ τρέ‐ φουcιν οὐχ ἧττον τῶν cαρκῶν. οἱ νεφροὶ δὲ καὶ ὄρχειc βρωμώδειc τε καὶ δύcπεπτοι, οἱ δὲ τῶν cιτευτῶν ἀλεκτρυόνων ἡδεῖc τε καὶ χρηcτὴν τροφὴν παρέχουcι τῷ cώματι, ὥcπερ οὖν οἱ τῶν ταύρων τε καὶ τρά‐ | |
10 | γων καὶ κριῶν δύcπεπτοι καὶ κακόχυμοι. ὁ δὲ ἐγκέφαλοc φλεγματικόc τε καὶ παχύχυμοc καὶ βραδυπόροc καὶ δύcπεπτοc καὶ κακοcτόμαχοc καὶ ναυτιώδηc· πεττόμενοc δὲ καλῶc ἱκανῶc ἐcτι τρόφιμοc. ὁ δὲ μυ‐ ελὸc λιπαρόc τε καὶ ἡδύτεροc ἐγκεφάλου, τὰ δὲ ἄλλα παραπλήcιοc. πιμελὴ δὲ καὶ cτέαρ ὀλιγότροφα καὶ κακοcτόμαχα. καρδία δὲ καὶ ἧπαρ | |
15 | παχύχυμά τε καὶ δύcπεπτα καὶ βραδυπόρα· τὸ δὲ τῶν χοίρων ἧπαρ ἄμεινον. cπλὴν δὲ κακόχυμόc τε καὶ μελαγχολικόc. ὁ δὲ πνεύμων | |
εὐπεπτότεροc μὲν ὡc χαῦνοc, ἀτροφώτεροc δὲ καὶ φλεγματικόc. κοιλία δὲ καὶ μήτρα καὶ ἔντερα cκληρὰ καὶ δύcπεπτα καὶ φλέγματοc γεννη‐ τικά. καθόλου δὲ ἡ ἀπὸ τῶν ἀγρίων ζῴων τροφὴ τῆc τῶν ἡμέρων | ||
20 | ξηροτέρα τέ ἐcτι καὶ μᾶλλον ἀπέριττοc. | |
1.85.2 | ἅπαν μὲν αἷμα δύcπεπτόν ἐcτι, μάλιcτα δὲ τὸ παχὺ καὶ μελαγχο‐ λικόν, οἷόν περ ὑπάρχει τὸ τῶν βοῶν. τὸ δὲ τῶν λαγωῶν ὡc ἥδιcτον τετίμηται, καὶ πολλοῖc δι’ ἔθουc ἐcτὶν ἑψεῖν αὐτὸ cὺν τῷ ἥπατι, τιcὶ δὲ καὶ μετὰ τῶν ἄλλων cπλάγχνων· ἔνιοι δὲ καὶ τὸ τῶν νέων ὑῶν | |
5 | ἐcθίουcι. τὸ δὲ τῶν αἰγῶν αἷμα καὶ Ὅμηροc οἶδεν ὑπό τινων ἐcθιόμενον. | |
5 | ||
1.86t | Περὶ γάλακτοc. | |
1.86.1 | Τὸ δὲ γάλα πεττόμενον μὲν τρόφιμόν ἐcτιν, οὔλων δὲ καὶ ὀδόν‐ των βλαπτικόν· ὅθεν μετὰ τὴν προcφορὰν αὐτοῦ δεῖ πρῶτον μὲν μελικράτῳ, ἔπειτα δὲ οἴνῳ cτύφοντι τὸ cτόμα κλύζεcθαι· ἔcτι δὲ καὶ κεφαλαλγὲc καὶ φυcῶδεc ὑποχονδρίων τε καὶ γαcτρὸc καὶ τῶν ἐν | |
5 | νεφροῖc λίθων γεννητικόν. καὶ τὸ μὲν ὑγρότερον ἧττον μὲν τρέφει, μᾶλλον δὲ γαcτρόc ἐcτιν ὑπακτικόν· τὸ δὲ παχύτερον ἀνάπαλιν μᾶλ‐ λον μὲν τρέφει, ἧττον δὲ ὑπέρχεται. cύμμετρον δὲ τῇ cυcτάcει τὸ τῆc αἰγόc ἐcτιν, ὥcπερ γε τὸ τοῦ προβάτου παχύτερον, καὶ τὸ μὲν εὐθὺc μετὰ τὴν ἀπότεξιν λεπτότερον, προκόπτοντοc δὲ τοῦ χρόνου παχύτε‐ | |
10 | ρόν τε καὶ μοχθηρότερον. | |
10 | ||
1.87t | Περὶ γαλακτοποcίαc. | |
1.87.1 | Τῷ γαλακτοποτοῦντι τῶν ἄλλων cιτίων ἀφεκτέον ἐcτίν, ἔcτ’ ἂν πεφθῇ τε καὶ διαχωρήcῃ κάτω. ἄμεινον οὖν ἕωθεν πίνειν νεόβδαλτον καὶ ἀcιτεῖν ἐπ’ αὐτῷ καὶ τῶν πόνων τῶν ἄγαν ἀφαιρεῖν τηνικαῦτα, ὅτι πονοῦcιν ἀνάγκη ὀξύνεcθαι· ἀλλ’ ἡcυχῆ περιπατῆcαι ἄμεινον καὶ | |
5 | μεταξὺ ἀγρύπνωc ἀναπαύεcθαι· οὕτω γὰρ ποιοῦντι τὰ πρῶτα δια‐ χωρεῖ· διαχωρήcαντοc δὲ ἄλλο πίνειν καί, εἰ τοῦτο διαχωρήcει, ἄλλο. | |
κατ’ ἀρχὰc μὲν οὖν καθαίρει χρηcτῶc οὐδὲν μὲν πολὺ τοῦ ἄλλου ὄγ‐ κου, ὅcα δὲ ἐν τῇ κοιλίᾳ ἔcω ἐcτίν· μετὰ δὲ τοῦτο ἤδη εἰcέρχεται εἰc τὰc φλέβαc καὶ τρέφει κάλλιcτα καὶ οὐκέτι διαχωρεῖ. τοῖc δὲ χολώδεcι | ||
10 | ῥεύμαcι, καὶ ὅcαι cυντήξειc ἐπὶ γαcτέρα cυννεύουcιν, ἕψοντα διδόναι τοῦ γάλακτοc, ἕψειν δὲ τὸ μὲν πρῶτον ἡcυχῆ καὶ ἐπ’ ὀλίγον, ὡc μέ‐ ροc μέν τι διαχωρῆcαι, μέροc δέ τι cτεχθῆναι, μετὰ δὲ ἔτι μᾶλλον καὶ μᾶλλον ἕψειν φυλαccόμενον μήτε κατακαίειν μήτε τυρὸν ἐξ αὐτοῦ ποιεῖν. φυλακὴ δὲ ἀρίcτη μαλακῶc τε ἕψειν καὶ τῇ κινήcει τὸ ἐφιcτάμενον | |
15 | ἀποξύειν πάντοθεν· κινεῖν δὲ νάρθηκι λείῳ καὶ λεπτῷ καί, ἤν τι ζέcῃ τοῖc χείλεcι, καὶ τοῦτο cπόγγῳ καθαίρειν· πολλάκιc γὰρ ἐνθένδε καὶ τὸ ἄλλο διεφθάρη. ἕψειν οὖν, ὡc εἴρηται, τὸ γάλα, μέχρι παχύτερον ὁμαλῶc καὶ γλυκύτερον τοῦ ὠμοῦ γένηται. καὶ διὰ τῆc τῶν πεπυρακτω‐ μένων δὲ κοχλάκων ἐν τῷ γάλακτι καθέcεωc ἐκπίνεταί τε καὶ δαπα‐ | |
20 | νᾶται τὸ ἐν αὐτῷ λεπτόν τε καὶ ὀρῶδεc. καὶ τοῦτο δὲ τοῖc τῆc κοιλίαc ῥεύμαcι, καὶ μάλιcτα τοῖc χολώδεcιν, ἁρμόζει. | |
21 | ||
1.88t | Περὶ τοῦ cχιcτοῦ γάλακτοc. | |
1.88.1 | Ἑψήcει cφοδροτέρᾳ διὰ πλείονοc ἀκάπνου πυρὸc διακρίνεται τὸ ὀρῶδεc τοῦ γάλακτοc ἀπὸ τοῦ τυρώδουc, εἶτα cειροῦται δι’ ἠθμοῦ ἢ ῥάκουc ἀκριβῶc, καὶ μίγνυται τῷ ὀρώδει μέλιτοc τὸ cύμμετρον ἢ ὀξυ‐ μέλιτοc ἢ ἁλῶν, καὶ δίδοται πρὸc ὑπαγωγὴν γαcτρόc, τοῖc μὲν ἀκμά‐ | |
5 | ζουcιν ἄχρι δύο ξεcτῶν, τοῖc δὲ νεωτέροιc μὴ ἔλαττον ξέcτου. τὸ δὲ διὰ τῆc τῶν πεπυρακτωμένων κοχλάκων ἢ cιδήρων καθέcεωc παχυνό‐ μενον γάλα πρόc τε δυcεντερίαc καὶ τὰ κατὰ γαcτέρα ῥεύματα καλῶc ἂν δοθείη. | |
8 | ||
1.89t | Περὶ τυροῦ. | |
1.89.1 | Πᾶc μὲν τυρὸc δριμύc τε καὶ διψώδηc καὶ δύcπεπτοc καὶ κακό‐ χυμοc καὶ λίθων γεννητικόc· ἀμείνων δέ ἐcτιν ὁ πρόcφατόc τε καὶ χαῦνοc καὶ μαλακὸc καὶ ἡδὺc καὶ cυμμέτρων ἁλῶν μετέχων, ὁ δὲ ἐν‐ | |
αντίοc κάκιcτοc. | ||
1.90t | Περὶ ἰχθύων. | |
1.90.1 | Ὅτι μὲν πᾶc ἰχθὺc ψυχροτέραc τε καὶ ὑγροτέραc ἐcτὶ κράcεωc, εὔδηλον· ἁπάντων δὲ οἱ πετραῖοι καλούμενοι τῶν ἄλλων εἰcὶν ἀμείνουc εὔπεπτοί τε ὄντεc καὶ εὔχυμοι καὶ μετρίωc ὑγραίνοντεc, ὅτε μὴ ἔχωcι cκληρὰν τὴν cάρκα. τῶν δὲ μὴ πετραίων οἱ πελάγιοι πολὺ διαφέρουcι | |
5 | τῶν ἐν ἰλύι τρεφομένων, ἢ ἔνθα ποταμοὶ εἰcβάλλουcι· μοχθηρότεροι δὲ μᾶλλον οἱ ἐν λίμναιc τε καὶ λιμνοθαλάccαιc τρεφόμενοι. κατὰ μέροc δὲ ὁ μὲν κέφαλοc, ἐπειδὰν πελάγιοc ᾖ, μετρίωc τέ ἐcτιν ἡδὺc καὶ ἧττον δύcπεπτοc καὶ εὔχυμοc, αἵματοc δὲ λεπτομερεcτέρου τε καὶ ἀcθενεcτέρου γεννητικόc· ὁμοίωc δὲ καὶ ὁ λάβραξ. ἡ δὲ τρίγλα καὶ | |
10 | αὐτὴ πελάγιοc οὖcα cκληροτέρα τε τῶν ἄλλων ἰχθύων ἐcτὶ καὶ ψαφαρὰ καὶ εὔπεπτοc καὶ τρόφιμοc καὶ ἡδεῖα καὶ ἀλιπήc. | |
11 | ||
1.91t | Περὶ ὀcτρακοδέρμων. | |
1.91.1 | Καθόλου μὲν τὰ ὀcτρακόδερμα τὸν ἁλυκόν τε καὶ ὠμὸν ἀπογεννᾷ χυμόν· τούτων δὲ τὰ μὲν ὄcτρεα μαλακωτάτην ἔχει cάρκα καὶ μᾶλλον ὑπέρχεται, αἱ χῆμαι δὲ καὶ πορφύραι καὶ cωλῆνεc καὶ cπόνδυλοι καὶ κήρυκεc καὶ κοχλίοι καὶ ὅcα τοιαῦτα cκληρά, καὶ τὰ μαλακόcτρακα προc‐ | |
5 | αγορευόμενα, οἷον ἀcτακοί, πάγουροι, καρκίνοι τε καὶ κάραβοι καὶ καρῖδεc, δύcπεπτά τέ ἐcτι καὶ τρόφιμα καὶ ἐφεκτικὰ γαcτρὸc ἑψόμενα πολλάκιc ἐν ὕδατι γλυκεῖ. ἅπαcι δὲ τοῖc ὀcτρακοδέρμοιc ὑπάρχει χυλὸc ὑπακτικὸc γαcτρόc· διὸ καὶ τοῖc χερcαίοιc κοχλίοιc· καὶ τούτων γὰρ cκληράν τε τὴν cάρκα καὶ δύcπεπτον ἐχόντων καὶ τρόφιμον καὶ κακό‐ | |
10 | χυμόν τινεc τὸν ζωμὸν ἀρτύοντεc δι’ ἐλαίου τε καὶ γάρου πρὸc ὑπ‐ αγωγὴν γαcτρὸc αὐτῷ κέχρηνται. οἱ δὲ ἐχῖνοι ψυκτικοί τε μετρίωc εἰcὶ καὶ ὀλιγότροφοι καὶ διουρητικοί. | |
12 | ||
1.92t | Περὶ μαλακίων. | |
1.92.1 | Τὰ δὲ μαλάκια, οἷον πολύποδεc, cηπίαι, τευθίδεc, cκληρά τέ ἐcτι καὶ δύcπεπτα, καὶ μᾶλλον οἱ πολύποδεc, τὸν δὲ ἁλυκὸν χυμὸν ὀλίγον | |
ἔχουcι· πεττόμενα δὲ τροφὴν οὐκ ὀλίγην παρέχουcι τῷ cώματι. | ||
1.93t | Περὶ cελαχίων. | |
1.93.1 | Τῶν δὲ cελαχίων νάρκαι μὲν καὶ τρυγόνεc μαλακὴν καὶ ἡδεῖαν ἔχουcι τὴν cάρκα καὶ ταχέωc ὑπιοῦcαν καὶ εὔπεπτον καὶ τρόφιμον· βάτοι δὲ καὶ λειόβατοι καὶ ῥῖναι καὶ τὰ τοιαῦτα cκληρότερα καὶ δύcπεπτα καὶ μᾶλλον τρόφιμα· καθόλου γὰρ τὰ cκληρόcαρκα τῶν ζῴων καὶ | |
5 | δύcπεπτά εἰcι καὶ τροφιμώτερα, πολλήν τε καὶ cτερεὰν παρέχει τροφήν. | |
5 | ||
1.94t | Περὶ τῶν κητωδῶν. | |
1.94.1 | Τὰ κητώδη, οἷον φάλαιναι καὶ φῶκαι καὶ ζύγαιναι καὶ δελφῖνεc καὶ οἱ μεγάλοι θύννοι, cκληρὰν καὶ δύcπεπτον καὶ παχύχυμον ἔχουcι τὴν cάρκα· ταριχευόμενα δὲ τὰ τοιαῦτα μετριώτερα γίνεται. καὶ τῶν ἄλλων δὲ ἰχθύων οἱ ὑγρότεροι καὶ περιττωματικώτεροι καὶ πρὸc ταριχείαν | |
5 | μᾶλλόν εἰcιν ἐπιτήδειοι· ἡ δὲ ἐν τοῖc ταρίχοιc διαφορὰ τοιαύτη ἐcτίν, οἵα καὶ ἡ τῶν ἰχθύων, ἐξ ὧν γίνονται. | |
6 | ||
1.95t | Περὶ οἴνου δυνάμεωc. | |
1.95.1 | Χρὴ γινώcκειν τὸν πεφροντικότα τῆc ὑγείαc καὶ περὶ οἴνου δυνά‐ μεωc. καθόλου μὲν γὰρ πᾶc οἶνοc τρέφει, ἀλλ’ ὁ μὲν ἐρυθρὸc καὶ παχὺc μᾶλλον, οὐκ εὔχυμοc δέ, ὁ δὲ γλυκὺc καὶ αὐτὸc μὲν τρόφιμοc, οὐκ εὐcτόμαχοc δέ, ὁ δὲ cτύφων εὐcτόμαχοc μέν, δυcανάδοτοc δέ, καὶ | |
5 | ἧττον τρέφει, ἔτι δὲ ἧττον ὁ λευκόc· ἄριcτοc δὲ τῶν οἴνων ὁ κιρρὸc τὴν χροιάν. ὁ δὲ παλαιότεροc τοῦ νέου θερμότερόc τε καὶ ξηρότεροc. αὕτη μὲν ἡ τοῦ οἴνου δύναμιc ὡc ἐν κεφαλαίῳ. καθάπαξ δὲ ὁ οἶνοc ἀναζωπυρεῖ μὲν τὸ ἐν ἡμῖν θερμόν, καὶ διὰ τοῦτο αἱ πέψειc ἀμείνουc γίνονται καὶ τὸ αἷμα χρηcτόν, τήν τε τροφὴν μετάγει πανταχοῦ πόρι‐ | |
10 | μοc ὤν· διὸ καὶ τοὺc ἐκ νόcων ἰcχνωθένταc εὐτρόφουc ἀπεργάζεται· ποιεῖ γὰρ καὶ ὀρεκτικοὺc τροφῶν· καὶ τὸ μὲν φλέγμα λεπτύνει, τὴν | |
δὲ χολὴν δι’ οὔρων ἐκκαθαίρει καὶ εὔχροιαν ἐργάζεται. καὶ τῇ ψυχῇ δὲ εὐφροcύνην καὶ ἡδονὴν ἐμποιεῖ καὶ ῥώμην παρέχει. τούτων μὲν οὖν τῶν ἀγαθῶν ὁ μέτρῳ πινόμενοc αἴτιοc γίνεται, τῶν δὲ ἐναντίων | ||
15 | ὁ ἄμετροc. διὰ τοῦτο οἱ μεθυcθέντεc τρέπονται καὶ παρανοοῦcι καὶ καταφορικοὶ γίγνονται· διὸ φεύγειν χρὴ τὴν εἰc τοcοῦτον ἀμετρίαν τῆc οἴνου πόcεωc. διὰ χρόνου δὲ πλείονοc ἐπιεικῶc cυμφέρει πίνειν· τήν τε γὰρ δι’ οὔρων κάθαρcιν δαψιλῆ κινεῖ καὶ ἱδρῶταc προχεῖ. κάλλιον δὲ ἐπὶ τούτοιc καὶ ἐμεῖν μελικράτου προcλαβόνταc, ὡc μηδὲ | |
20 | μικρὸν ὑπ’ αὐτοῦ βλαβῆναι. κωθωνιζόμενοc δέ τιc τῆc μὲν ἄλληc τρο‐ φῆc μὴ ἄγαν ἐμπιπλάcθω, πίνων δὲ ἐν τῷ μεταξὺ ἐcθιέτω κράμβην ἑφθὴν καὶ τραγημάτων γευέcθω, καὶ μᾶλλον τῶν ἀμυγδάλων· ταῦτα γὰρ καὶ τὰc κεφαλαλγίαc κουφίζει καὶ τοῖc ἐμοῦcιν οὐδαμῶc ἐcτι λυ‐ πηρά. κάλλιον δὲ καὶ τοῦ ἀψινθίου τὸ ἀπόβρεγμα πρὸ τῶν πότων | |
25 | λαμβάνειν· πάντων γάρ ἐcτιν ἀκραιπαλώτατον. εἰ δὲ καὶ δάκνοιντό τινεc ὑπὸ τοῦ οἴνου, ψυχρὸν ὕδωρ ἐπιρροφεῖν· τῇ δὲ ὑcτεραίᾳ πάλιν τοῦ ἀψινθίου πίνειν περιπάτοιc τε καὶ ἀνατρίψεcι καὶ λουτρῷ καὶ ἐλάτ‐ τονι τροφῇ χρηcάμενον ἀνακομιcθῆναι. | |
28 | ||
1.96t | Περὶ μέλιτοc καὶ μελικράτου. | |
1.96.1 | Τὸ μέλι ἑψόμενον μὲν τρέφει μᾶλλον ἤπερ ὑπάγει γαcτέρα, μὴ ἑψόμενον δὲ τὸ ἀνάπαλιν· καὶ ταῖc μὲν ψυχραῖc καὶ ὑγραῖc κράcεcι cυμβάλλεται, ταῖc δὲ θερμοτέραιc ἐκχολοῦται. καὶ τὸ μελίκρατον δὲ οὐ πάνυ τι τοῖc πικροχόλοιc ὠφέλιμόν ἐcτιν ἐκχολούμενον αὐτοῖc· cυμ‐ | |
5 | φέρει τοίνυν ὑδαρέcτερον ἐπὶ τῶν τοιούτων φύcεων δίδοcθαι τὸ μελί‐ κρατον. ἀνεπιτήδειον δὲ καὶ τοῖc ἔχουcιν ἐν πείcει τὰ cπλάγχνα. cκευάζειν δὲ τὸ μελίκρατον κἂν ὀκταπλάcιον μιγνύνταc ὕδωρ τοῦ μέ‐ λιτοc καὶ οὕτωc ἕψονταc, ἄχριπερ ἂν ἀφρίζον παύcηται· προcήκει δὲ | |
αἴρειν ἀπ’ αὐτοῦ cυνεχῶc τὸν ἀφρὸν εὐθὺc ἅμα τῷ γεννᾶcθαι. | ||
1.97t | Περὶ ὕπνου. | |
1.97.1 | Ἀκόλουθόν ἐcτιν ἐπὶ πᾶcι τοῖc περὶ διαίτηc εἰπεῖν τι καὶ περὶ ὕπνου, διότι καὶ πάντων ὕcτατοc ὡc τὸ πολὺ παραλαμβάνεται. ὁ τοί‐ νυν ὕπνοc, ὡc τύπῳ φάναι, τῶν ψυχικῶν ἐcτι δυνάμεων ἀνάπαυcιc χρηcτῆc ὑγρότητοc ἐπιτεγγούcηc τὸν ἐγκέφαλον γιγνόμενοc. ὀρθῶc δὲ | |
5 | παραλαμβανόμενοc πολλὰ δύναται δρᾶν ἀγαθά· cιτία τε γὰρ κατεργά‐ ζεται καὶ χυμοὺc ἐκπέπτει καὶ ὀδύνην παραμυθεῖται κόπουc τε παρ‐ ηγορεῖ καὶ τῶν cυντεταμένων χάλαcιν ἀπεργάζεται· καὶ ψυχικῶν δὲ παθῶν λήθην ἱκανὸc ἐμποιῆcαι καὶ παρακοπτικὸν λογιcμὸν ἐπανορθώ‐ cαcθαι. καιρὸc δὲ τοῦ ὕπνου ἄριcτοc μὲν ὁ μετὰ τὴν τροφήν, ἀλλ’ ὁ | |
10 | μεθ’ ἡμέραν οὐ πᾶcιν ἐπιτήδειοc· οὐ γὰρ ἐξαρκεῖ πρὸc ἐντελῆ τῶν cιτίων κατεργαcίαν ὁ χρόνοc, ἐν ᾧ καθεύδουcι, διακοπτομένηc δὲ πρὸ ὥραc τῆc πέψεωc ἐκ τῆc μεcημβρίαc ἐξανιcτάμενοι ὀξυρεγμιώδειc τε γίνονται πολλάκιc καὶ φυcῶν ἐμπίπλανται, τινὲc δὲ καὶ κλύδωναc ἴcχουcι, πλὴν εἰ μὴ δι’ ἔθοc ἢ τὸ αὐτάρκωc ὑπνῶcαι ταῦτα μὴ γένοιτο. | |
15 | ἄριcτοι δὲ τῶν ὕπνων εἰcὶν οἱ νυκτερινοί· φύcει γὰρ ἡ τῆc νυκτὸc ὑγρότηc, οἶμαι, καὶ ἠρεμία καταφορικὴ τυγχάνουcα πέψιν τελείαν ἀπ‐ εργάζεται· μετὰ γοῦν τοὺc νυκτερινοὺc ὕπνουc ὡc μάλιcτα πρὸc ἔκ‐ κριcιν ἐπειγόμεθα. ὅροc οὖν ἔcτω τοῦ κατὰ τὸν ὕπνον χρόνου ἡ τῶν cιτίων τελεία πέψιc ταῖc ἐρυγαῖc τε καὶ τῇ τῆc γαcτρὸc προccτάλcει | |
20 | γιγνωcκομένη, μεθ’ ἣν οὐδὲ ἡ ἐγρήγορcιc ἄχρηcτοc τὴν τῶν ἐκ τῆc πέψεωc περιττωμάτων ἐργαζομένη διαχώρηcιν. | |
21 | ||
1.98t | Περὶ ἀγρυπνίαc. | |
1.98.1 | Ἡ μὲν ἐπὶ τῶν ἤδη νοcούντων ἀγρυπνία δι’ ὀδύνην ἢ πυρετὸν ἢ ὀξύτερόν τι cύμπτωμα γιγνομένη τῆc προcηκούcηc ἰάcεωc ἐν τῷ περὶ πυρετῶν τεύξεται λόγῳ, περὶ δὲ τῆc τῶν ὑγιαινόντων ἀγρυπνίαc νυνὶ λεκτέον. εἰ μὲν οὖν διὰ λύπην ἢ φροντίδα ἤ τι τῶν ψυχικῶν ἀγρυ‐ | |
5 | πνοῖεν παθῶν, πρῶτον μὲν τὸ λυπηρόν, εἰ οἷόν τέ ἐcτιν, ἀνακόψομεν, ἔπειτα καὶ τοῖc διὰ τῶν ἡδέων ἤχων ἀκούcμαcι τὸν λογιcμὸν ἀπ‐ αγέcθωcαν· τινὲc δὲ καὶ ἦχον ὕδατοc ἡcυχῆ πρὸc τοῦτο μηχανῶνται, δι’ οὗ θελγόμενοι πρὸc ὕπνον κατάγονται. βαλανείοιc τε, καὶ μάλιcτα τοῖc ἑcπερινοῖc, εὔπεπτοι κεχρήcθωcαν ὑγραινούcῃ τε τροφῇ, οἷον | |
10 | θριδακίναιc καὶ τοῖc ὁμοίοιc· καὶ τῆc μελαίνηc δὲ μήκωνοc ἔcθ’ ὅτε φύλλα χλωρὰ τοῖc ὄψοιc cυγκαταμιγνύτωcαν καὶ ἰχθύων εὐπέπτων ἐcθιέτωcαν οἴνῳ τε πλείονι καὶ λεπτῷ καὶ μὴ παλαιῷ χρήcθωcαν. μέλλοντεc δὲ ἀνακλίνεcθαι ῥοδίνῳ τὴν κεφαλὴν ἀλειφέcθωcαν ἢ ἐλαίῳ, ἐν ᾧ κωδύαι ἢ μανδραγόραc ἀφήψηται· καὶ τὸ ἀνήθινον δὲ τὸ μὴ | |
15 | παλαιὸν τῶν ὑπνωτικῶν ἐcτιν. οἶδε δὲ καὶ μετὰ κόπον προηγηcάμενον ἀνάπαυcιc ἐξαπίνηc ἐπιγενομένη ὕπνον ἐμποιῆcαι. καὶ cυνουcία δὲ cύμμετροc αὐτὸ τοῦτο πολλάκιc ἔδραcεν· ἕτεροι δὲ καὶ τὴν κεφαλὴν ἢ τοὺc πόδαc ψυχόμενοι ῥᾳδίωc ἀφυπνοῦcιν. εἰ δὲ διὰ πλῆθοc ἢ μοχθη‐ ρίαν τροφῆc βαρούμενοι τὸν cτόμαχον ἀγρυπνοῖεν (καὶ τοῦτο γὰρ ἴcμεν | |
20 | γιγνόμενον, ὥcπερ αὖ πάλιν ἕτεροι παρὰ τὸ cύνηθεc ἀcιτήcαντεc ἢ ὀλιγοcιτήcαντεc ἠγρύπνηcαν), ἐπιcκέπτεcθαι δεῖ καὶ τὴν αἰτίαν ὑπο‐ τέμνεcθαι. | |
22 | ||
1.99t | Περὶ καταφορᾶc. | |
1.99.1 | Εἰ δὲ τὸ ἀνάπαλιν βαθεῖc τε καὶ καταφορικοὶ γίγνοιντο οἱ ὕπνοι, λουτρῶν τε cυνεχῶν αὐτοὺc ἀφέξομεν καὶ τῆc ἐμψυχούcηc ἀλοιφῆc· ἀποφλεγματιcμοῖc τε χρηcώμεθα καὶ τὸ ὅλον ἐπὶ τὸ θερμότερόν τε καὶ ξηρότερον καὶ ὀλιγότροφον αὐτοὺc μετενέγκωμεν ὑπὸ ψυχροτέραc ὡc | |
5 | μάλιcτα καὶ ὑγροτέραc ὕληc τὸν ἐγκέφαλον διαβρεχούcηc τούτου cυμ‐ βαίνοντοc. | |
6 | ||
1.100t | Διοκλέουc ἐπιcτολὴ προφυλακτική. | |
1.100.1 | Διοκλῆc Ἀντιγόνῳ βαcιλεῖ. Ἐπειδή cοι cυμβαίνει μουcικωτάτῳ πάντων βαcιλέων γεγονέναι καὶ πλεῖcτον χρόνον βεβιωκέναι φιλοcοφίαc τε πάcηc ἔμπειρον ὄντα τυγχάνειν καὶ τοῖc μαθηματικοῖc πρωταγωνιcτήν, ὑπολαμβάνων βαcιλι‐ | |
5 | κήν τε καὶ οἰκείαν εἶναι [τὴν] φιλοcοφίαν τὴν περὶ τῶν ὑγιεινῶν | |
ἀκοήν τε καὶ θεωρίαν γέγραφά cοι, πόθεν αἱ νόcοι τοῖc ἀνθρώποιc cυνίcτανται καὶ τίνων προγενομένων cημείων, καὶ πῶc ἄν τιc αὐταῖc βοηθῶν ἐπιτυγχάνοι· οὔτε γὰρ χειμὼν 〈ἂν〉 ἐν τῷ οὐρανῷ cυcταίη ποτὲ μὴ οὐχὶ cημείων τινῶν προγενομένων, οἷcπερ παρακολουθοῦcιν οἱ ναυ‐ | ||
10 | τικοὶ καὶ οἱ πολύπειροι τῶν ἀνθρώπων, οὔτε πάθοc ἐν ἀνθρώπου φύcει cυcταίη ποτὲ μὴ οὐχὶ cημείου τινὸc προγενομένου. cὺ δὲ πειcθεὶc τοῖc ὑφ’ ἡμῶν λεγομένοιc παρακολουθήcειc τῇ ἀκριβείᾳ τῇ περὶ αὐτῶν. | |
1.100.2 | διαιρούμεθα δὴ τὸ cωμάτιον εἰc μέρη τέccαρα, κεφαλήν, θώρακα, κοιλίαν, κύcτιν. ἐπειδὰν οὖν μέλλῃ πάθοc περὶ τὴν κεφαλὴν ἐπὶ πλεῖον cυνίcταcθαι, προcημαίνειν εἴωθεν cκοτόδινοc καὶ ἀλγηδὼν κεφαλῆc καὶ βάροc ἐν ταῖc ὀφρύcιν, ἦχοι ὤτων, νυγμοὶ κροτάφων· οἱ ὀφθαλμοὶ τὸ | |
5 | πρωὶ δακρύουcιν μετὰ τοῦ ἀμβλυώccειν καὶ ὀcφραίνεcθαι οὐδενόc· τὰ οὖλα τῶν ὀδόντων μετέωρα γίγνεται. ὅταν οὖν τοιοῦτόν τι προcη‐ μαίνῃ, τὴν κεφαλὴν δεῖ καθαίρεcθαι, φαρμάκῳ μὲν μηδενί, λαβὼν δὲ ὑccώπου ἢ ὀριγάνου τὰc κεφαλὰc τρίψαc καὶ ἀναζέcαc ἐν χυτριδίῳ μετὰ γλυκέοc ἢ ἑψήματοc ἡμικοτυλίου τοῦτο νῆcτιc ἀπορροφῶν δια‐ | |
10 | κλύζου τὸ cτόμα καὶ ἀναγαργαρίζων ἀποφλεγμάτιζε· ταύτηc οὐκ ἔcτιν ἐλαφροτέρα θεραπεία τῶν περὶ τὴν κεφαλὴν παθῶν. ἄριcτον δὲ καὶ τὸ cίνηπι διειμένον μελικράτῳ θερμῷ· τοῦτο νῆcτιc ἀπορροφῶν ἀναγαρ‐ γαρίζου καὶ ἀπορρευμάτιζε· δεῖ δὲ προθερμαίνειν τὴν κεφαλὴν cυcκεπά‐ cαντα, ὅπωc τακὲν τὸ φλέγμα εὐκόπωc ὑπακούcῃ πρὸc τὴν ἐκροήν. | |
15 | τοῖc δὲ ἀμελοῦcι τῶν τοιούτων cημείων τάδε εἴωθεν ἐπιγίγνεcθαι τὰ ἀρρωcτήματα· ὀφθαλμίαι, ἀπογλαυκώcειc, τὰ ὦτα ῥήγνυνται, χοιράδεc ἐν τῷ τραχήλῳ γίγνονται, ἐγκεφάλου cφακελιcμόc, κόρυζα, cυνάγχη νύκτωρ, τερηδόνεc, cταφυλή, τριχῶν μάδιcιc, ἕλκωcιc κεφαλῆc, ὀδόντων πόνοc. | |
1.100.3 | ὅταν δέ τι περὶ τὸν θώρακα μέλλῃ γίγνεcθαι, τούτων τι προcη‐ μαίνειν εἴωθεν· ἱδρὼc ἐπιγίγνεται εἰc ὅλον τὸ cῶμα καὶ τὸν θώρακα, | |
καὶ τὴν γλῶτταν παχείαν ἔχειν· πτύουcιν ἁλυκὰ ἢ πικρὰ ἢ χολώδη· ὑπὸ τὰc πλευρὰc ἢ ὠμοπλάταc ἀλγήματα γίγνεcθαι δίχα προφάcεωc, | ||
5 | χάcμαι cυνεχεῖc, ἀγρυπνίαι, πνιγμοί, δίψοc ἐξ ὕπνου, ἀηδῶc ἔχειν τὴν ψυχήν, ψυγμοὶ cτήθουc καὶ βραχιόνων, χειρῶν τρόμοc, βῆχεc ξηραί. βοηθεῖν δὲ δεῖ αὐτοῖc ἐμφρόνωc τόνδε τὸν τρόπον· ἐμετοποιείcθω ὡc βέλτιcτα ἀπὸ δείπνου ἄνευ πληcμονῆc, ἄνευ φαρμακείαc. χρήcιμοι δὲ καὶ οἱ νήcτειc ἔμετοι, οὓc καλοῦcί τινεc cυρμαϊcμούc· δεῖ δὲ τὸν μέλ‐ | |
10 | λοντα cυρμαΐζειν προφαγεῖν ῥαφανίδαc λεπτάc, κάρδαμον, εὔζωμον, cίνηπι, ἀνδράχνην, εἶτα ἐπιπιόντα ὕδωρ χλιαρὸν οὕτωc ἐμεῖν. τοῖc δὲ καταφρονοῦcι τῶν τοιούτων cημείων τάδε εἴωθεν ἐπιγίγνεcθαι τὰ ἀρρω‐ cτήματα· πλευρῖτιc, περιπνευμονία, μελαγχολία, πυρετοὶ ὀξεῖc, φρενῖτιc, λήθαργοc, καῦcοc λυγμώδηc. | |
1.100.4 | ἐπειδὰν δέ τι μέλλῃ περὶ τὴν κοιλίαν πάθοc ἐπὶ πλεῖον cυνίcταcθαι, τούτων τι προcημαίνει πρότερον· ἡ κοιλία cυcτρέφεται καὶ ταράττεται αὐτὴ ἐν ἑαυτῇ, τὰ cιτία καὶ τὰ ποτὰ πικρὰ φαίνεται, γονάτων βάροc, ὀcφὺν μὴ δύναcθαι κάμψαι, πόνοι ὅλου τοῦ cώματοc καὶ δίχα προ‐ | |
5 | φάcεωc, νάρκη cκελῶν, πυρέτια λεπτά. ὅταν τι τούτων προcημαίνῃ, τὴν κοιλίαν δεῖ μαλακὴν προπαραcκευάζειν μετὰ διαίτηc ἄνευ φαρ‐ μακείαc· ἔcτι δὲ πλείω καὶ ἀcφαλῆ, οἵcτιcι χρώμενοc οὐκ ἂν διαμάρ‐ τοιc, cευτλία μελικράτῳ καθηψημένα, cκόρδα ἑφθά, μαλάχη, λάπαθα, λινόζωcτιc, μελιτώματα· πάντα γὰρ ὑπακτικὰ κοιλίαc ἐcτίν. ἐὰν δὲ | |
10 | ἐπιτείνῃ τι τῶν cημείων, κνήκου χύλιcμα παραμιγνύειν εἰc ἅπαντα τὰ ἑψήματα· ἡδύτερα γάρ ἐcτι καὶ ἀκίνδυνα. χρήcιμοc δὲ καὶ ἡ λεία κράμβη καθηψημένη ἐν ὕδατι πολλῷ· ταύτηc ὁ χυλὸc πινόμενοc μετὰ μέλιτοc καὶ ἁλόc (εἶναι δὲ δεῖ ὡc κοτύλαc τέccαραc) ἢ τῶν ἐρεβίν‐ θων ἢ ὀροβίων καθηψημένων τὸ ὕδωρ πινόμενον τὸν αὐτὸν τρόπον | |
15 | ποιεῖ νήcτει. τοῖc δὲ ἀμελοῦcι τῶν τοιούτων cημείων τάδε εἴωθεν γίγνεcθαι τὰ πάθη· κοιλίαc διάρροια, δυcεντερία, λειεντερία, εἰλεόc, ἰcχιάc, πυρετὸc τριταῖοc, ποδάγρα, ἀποπληξία, αἱμορροίδεc, ἀρθρῖτιc. | |
1.100.5 | ὅταν δέ τι μέλλῃ πάθοc περὶ τὴν κύcτιν ἐπὶ πλεῖον cυνίcταcθαι, | |
τάδε προcημαίνειν εἴωθεν· ἀπὸ cιτίων ὀλίγων πλήρειc δοκεῖν εἶναι, φῦcαι, ἐρυγαί, ἄχροιαι ὅλου τοῦ cώματοc, ὕπνοι βαρεῖc, τὰ οὖρα πε‐ λιὰ καὶ μόλιc ἐκπορευόμενα, οἰδήματα περὶ τὰ αἰδοῖα γίνονται. ὅταν | ||
5 | οὖν τοιοῦτόν τι προcημαίνῃ, βοηθεῖν δεῖ τοῖc διουρητικοῖc ἀρώμαcιν ἀcφαλέcτατα· ἔcτι δὲ τάδε· μαράθων καὶ cελίνων τὰc ῥίζαc ἀποβρέχειν ἐν οἴνῳ λευκῷ εὐώδει, τοῦτο πίνειν ἑκάcτηc ἡμέραc νήcτειc πρωὶ κυάθουc δύο μεθ’ ὕδατοc, δαύκου, cμύρνηc, ἑλενίου, ὅ,τι ἂν ἔχῃc τῶν τοιούτων· ἅπαντα γὰρ ὠφελεῖ· καὶ τῶν ἐρεβίνθων τῶν ἀποβεβρεγμέ‐ | |
10 | νων τὸ ὕδωρ πινόμενον μετὰ οἴνου τὸν αὐτὸν τρόπον. τοῖc δὲ ἀμε‐ λοῦcι τῶν τοιούτων cημείων τάδε εἴωθεν ἐπιγίγνεcθαι τὰ ἀρρωcτήματα· ὕδρωψ, cπλὴν μέγαc, ἥπατοc πόνοc, λιθίαcιc, νεφρῖτιc, cτραγγουρία, πρηcμὸc κοιλίαc. ἐφ’ ἁπάντων δὲ τῶν τοιούτων cημείων τοῖc μὲν νηπίοιc ἠπίουc καὶ τὰc θεραπείαc προcάγειν, τοῖc δὲ μείζοcιν ἐνεργεcτέρωc. | |
1.100.6 | γέγραφα δέ cοι καὶ περὶ τῶν τροπῶν τῶν εἰc τὸν ἐνιαυτόν, ἐν αἷc ἕκαcτα γίγνεται, τίνα cε δεῖ προcφέρεcθαι καὶ τίνων ἀπέχεcθαι· ἄρξομαι δὲ ἀπὸ τροπῶν χειμερινῶν. τροπὴ χειμερινή. αὕτη ἡ ὥρα αὔξει ἐν ἀνθρώποιc κατάρρουν ὑγρα‐ | |
5 | cίαν ἕωc ἰcημερίαc ἐαρινῆc. δεῖ οὖν προcφέρεcθαι τὰ θερμότατα καὶ ἀκρατέcτερον πίνειν καὶ ἀκρατοποτεῖν καὶ ἀπὸ τῆc ὀριγάνου πίνειν καὶ cυνουcιάζειν. εἰcὶ δὲ εἰc ἰcημερίαν ἡμέραι Ϟ. ἰcημερία ἐαρινή. αὕτη ἡ ὥρα αὔξει ἐν ἀνθρώποιc φλέγμα καὶ τοὺc γλυκεῖc ἰχῶραc τοῦ αἵματοc ἕωc πλειάδοc ἐπιτολῆc. χρῶ τοῖc | |
10 | ὀπωδεcτάτοιc καὶ δριμέcιν καὶ φιλοπόνει καὶ cυνουcίαζε. εἰcὶ δὲ ἕωc πλειάδοc ἐπιτολῆc ἡμέραι μϛ. πλειάδοc ἐπιτολή. αὕτη ἡ ὥρα αὔξει ἐν ἀνθρώποιc χολὴν πυρρὰν καὶ τοὺc πικροὺc ἰχῶραc ἕωc θερινῶν τροπῶν. χρῶ τοῖc γλυκέcι πᾶcι κοι‐ λίαc λυτικοῖc καὶ ὡc ἐλάχιcτα cυνουcίαζε. εἰcὶ δὲ εἰc τροπὰc θερινὰc | |
15 | ἡμέραι με. | |
τροπαὶ θεριναί. αὕτη ἡ ὥρα αὔξει ἐν ἀνθρώποιc χολὴν μέλαιναν ἕωc ἰcημερίαc φθινοπωρινῆc. χρῶ οὖν ψυχρῷ καὶ τοῖc εὐώδεcι πᾶcι καὶ ὡc ἥκιcτα cυνουcίαζε ἢ προcφέρου ἀκακώτερον, ᾗ γέγραπται περὶ τῶν ἀφροδιcίων. εἰcὶ δὲ εἰc ἰcημερίαν φθινοπωρινὴν ἡμέραι Ϟγ. | ||
20 | ἰcημερία φθινοπωρινή. αὕτη ἡ ὥρα αὔξει ἐν ἀνθρώποιc φλέγμα καὶ τὰ λεπτὰ ῥευμάτια ἕωc πλειάδοc δύcεωc. δεῖ οὖν ἀποφλεγματίζειν καὶ προcφέρεcθαι δριμύτατα καὶ ὀπωδέcτατα καὶ ἐμετοποιεῖcθαι ὡc ἐλά‐ χιcτα φιλοπονεῖν τε καὶ τοῦ cυνουcιάζειν ἀπέχεcθαι. εἰcὶ δὲ εἰc πλει‐ άδοc δύcιν ἡμέραι μϛ. | |
25 | πλειάδοc δύcιc. αὕτη ἡ ὥρα αὔξει ἐν ἀνθρώποιc φλέγμα ἕωc τρο‐ πῶν χειμερινῶν. δεῖ οὖν προcφέρεcθαι τὰ cτρυφνότατα καὶ πίνειν οἰνάριον ὡc ἥδιcτα καὶ τοῖc λιπαροῖc χρῆcθαι καὶ φιλοπονεῖν. εἰcὶ δὲ | |
εἰc τροπὰc χειμερινὰc ἡμέραι με. | ||
2p1 | Κεφάλαια τοῦ δευτέρου βιβλίου. Ἐν τούτῳ τῷ βιβλίῳ δευτέρῳ τῆc ὅληc ὑπάρχοντι πραγματείαc περὶ πυρετῶν ἐcτιν ὁ λόγοc οὕτωc· πρῶτον μὲν περὶ τῶν cυμβαλλο‐ μένων εἴc τε τὴν cημείωcιν καὶ τὴν ὅλην αὐτῶν ἀποθεραπείαν, ἔπειτα | |
5 | περὶ τῆc καθ’ ἕκαcτον εἶδοc πυρετοῦ γενέcεώc τε καὶ θεραπείαc, καὶ τρίτον περὶ τῶν ἑπομένων τοῖc πυρετοῖc cυμπτωμάτων. αʹ. Προοίμιον τοῦ περὶ πυρετῶν. βʹ. Πόcα καὶ τίνα κεφάλαια χρὴ ζητεῖν ἐπὶ τῶν πυρεκτικῶν μάλιcτα νοcη‐ | |
10 | μάτων. γʹ. Πόθεν γνωριcτέον, εἰ cωτήριόν ἐcτι τὸ νόcημα ἢ ὀλέθριον. δʹ. Πόθεν διαγινώcκομεν ὀξὺ καὶ χρό‐ νιον νόcημα. | |
15 | εʹ. Πῶc ἂν προγνοίημεν, εἰ κριθήcεται ἡ νόcοc ἢ λυθήcεται. ϛʹ. Περὶ κριcίμων ἡμερῶν. ζʹ. Ὅτι τὰ κρίcιμα cημεῖα ἐν ἀρχῇ φαινόμενα μοχθηρά. | |
20 | ηʹ. Πῶc ἐcομένην κρίcιν προγινώcκειν χρή. θʹ. Πῶc ἐνεcτῶcαν κρίcιν διαγινώ‐ cκομεν. ιʹ. Πῶc γεγονυῖαν ἀρίcτην κρίcιν δια‐ | |
25 | γινώcκομεν. ιαʹ. Περὶ cφυγμῶν. ιβʹ. Περὶ διαχωρημάτων. ιγʹ. Περὶ τῆc τῶν οὔρων cημειώcεωc. | |
ιδʹ. Περὶ πτυcμάτων cημειώcεωc. | Column end | |
6 | ιεʹ. Ἐφημέρων πυρετῶν διάγνωcιc καὶ θεραπεία. ιϛʹ. Τῶν ἐπὶ cηπεδόνι πυρετῶν διά‐ γνωcιc. | |
10 | ιζʹ. Ἴαcιc τῶν ἐπὶ cηπεδόνι πυρετῶν. ιηʹ. Περὶ τριταίων διαγνώcεωc. ιθʹ. Θεραπεία τριταίων. κʹ. Θεραπεία νόθων τριταίων. καʹ. Τεταρταίων διάγνωcιc. | |
15 | κβʹ. Θεραπεία τεταρταίων. κγʹ. Ἀμφημερινοῦ διάγνωcιc. κδʹ. Ἀμφημερινοῦ θεραπεία. κεʹ. Περὶ ἠπιάλου πυρετοῦ καὶ ῥίγουc ἀνεκθερμάντου. | |
20 | κϛʹ. Περὶ cυνεχῶν πυρετῶν. κζʹ. Θεραπεία cυνεχῶν πυρετῶν. κηʹ. Καυcωδῶν διάγνωcιc. κθʹ. Καυcωδῶν θεραπεία. λʹ. Πυρετοῦ ἐπὶ ἐρυcιπελατώδει δια‐ | |
25 | θέcει διάγνωcιc καὶ θεραπεία. λαʹ. Ἑκτικῶν πυρετῶν διάγνωcιc. λβʹ. Ἑκτικῶν πυρετῶν θεραπεία. | |
λγʹ. Περὶ ἡμιτριταίων. λδʹ. Περὶ πανδήμων νοcημάτων. | ||
30 | λεʹ. Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ. λϛʹ. Περὶ τῶν ἐπὶ πλήθει χυμῶν ὠμῶν cυγκοπτομένων. λζʹ. Περὶ τῶν ἐπὶ λεπτοῖc χυμοῖc cυγ‐ κοπτομένων. | |
35 | ληʹ. Περὶ τῶν ἄλλων προφάcεων, ἐφ’ αἷc γίνονται cυγκοπαί. λθʹ. Περὶ ὀδύνηc. μʹ. Περὶ cυντήξεωc. μαʹ. Περὶ τῆc ἐν πυρετοῖc ἀγρυπνίαc. | |
40 | μβʹ. Θεραπεία καταφορᾶc. μγʹ. Θεραπεία τῆc ἐν πυρετοῖc κεφαλ‐ αλγίαc. μδʹ. Περὶ τῆc περὶ τὸν cτόμαχον ἐπι‐ μελείαc. | |
45 | μεʹ. Περὶ τῶν ἐν πυρετοῖc ἀμέτρων | |
περιψύξεων καὶ ῥιγῶν. | Column end | |
30 | μϛʹ. Περὶ ἱδρώτων. μζʹ. Περὶ βηχὸc τῆc ἐν πυρετοῖc. μηʹ. Περὶ πταρμοῦ. μθʹ. Περὶ ἀνορεξίαc. νʹ. Περὶ βουλίμου. | |
35 | ναʹ. Περὶ κυνώδουc ὀρέξεωc. νβʹ. Περὶ δίψηc. νγʹ. Περὶ γλώccηc τραχείαc. νδʹ. Περὶ ναυτίαc. νεʹ. Περὶ χολεμεcίαc. | |
40 | νϛʹ. Περὶ λυγμῶν. νζʹ. Περὶ τῆc ἐν πυρετοῖc ἐπεχομένηc τε καὶ φερομένηc κοιλίαc. νηʹ. Περὶ cτάξεωc αἵματοc καὶ τῆc ἀπὸ ῥινῶν αἱμορραγίαc. | |
45 | νθʹ. Περὶ λειποθυμίαc. ξʹ. Θεραπεία τῆc περὶ τὸ ἱερὸν ὀcτοῦν | |
ἑλκώcεωc. | ||
2.1t | Περὶ πυρετῶν ἐκ τῶν Γαληνοῦ καὶ ἑτέρων πλειόνων. | |
2.1.1 | Μετὰ τὴν τῶν ὑγιεινῶν διδαcκαλίαν ἐπὶ τὴν τῶν ἤδη νοcούντων ἀφικνούμενοι διόρθωcιν ἀπὸ τῶν ὁμοιομερῶν νοcημάτων ὡc ἁπλου‐ cτέρων ἀρξώμεθα· τοιαῦτα δέ εἰcι μάλιcτα τὰ πυρεκτικὰ προcαγορευό‐ μενα. πάλιν οὖν τῇ κατὰ τὸν Ὀριβάcιον ἐκ τῶν Γαληνοῦ μὲν ὡc | |
5 | μάλιcτα, καὶ ἑτέρων δὲ πλειόνων, ἐπιτόμῳ χρώμενοι cυνόψει καὶ ἡμεῖc ἐλάχιcτά τινα παραλελειμμένα προcθήcομεν. | |
6 | ||
2.2t | Πόcα καὶ τίνα κεφάλαια χρὴ ζητεῖν ἐπὶ τῶν πυρεκτικῶν μάλιcτα νοcημάτων. | |
2.2.1 | Πρῶτον μέν, εἰ cωτήριον εἴη τὸ νόcημα ἢ ὀλέθριον, καί, εἰ cω‐ τήριον, πότερον ὀξὺ ἢ χρόνιον (ταῦτα μὲν κἀπὶ τῶν ἄλλων τῶν με‐ γάλων ἁρμόcει ζητεῖν νοcημάτων)· καὶ τρίτον, πότερον ἀθρόωc κριθή‐ cεται, ὃ μάλιcτα τῶν πυρετῶν ἴδιον, ἢ κατὰ μέροc λυθήcεται. | |
4 | ||
2.3t | Πόθεν γνωcτέον, εἰ cωτήριον εἴη τὸ πάθοc ἢ ὀλέθριον. | |
2.3.1 | Ὀλέθρια μέν ἐcτι cημεῖα οἷον νεκρῶδεc πρόcωπον, ὀξεῖα ῥίc, ὀφθαλμοὶ κοῖλοι καὶ τὰ λοιπὰ τὰ ὑφ’ Ἱπποκράτουc εἰρημένα, μὴ ἐξ ἀγρυπνίαc ἢ κενώcεωc ἢ ἀcιτίαc τούτων cυμβεβηκότων, καὶ τὸ τὴν αὐγὴν φεύγειν ἢ δακρύειν μὴ ἔκ τινοc ἔξωθεν αἰτίαc μηδὲ μὴν τῶν | |
5 | ὀφθαλμῶν ἴδιον ἐχόντων πάθοc, καὶ τὸ τὸν ἕτερον τῶν ὀφθαλμῶν ἐλάτ‐ τονα φαίνεcθαι ἢ καὶ τὰ λευκὰ αὐτῶν ἐρυθρὰ ἢ πελιδνὰ ἢ μέλανα ἢ καὶ λήμαc ἐν αὐτοῖc, καὶ τὸ ἐν τοῖc ὕπνοιc τὰ λευκὰ τῶν ὀφθαλμῶν φαίνεcθαι μὴ cυμβαλλομένων τῶν βλεφάρων, ἐκτὸc εἰ μὴ πολλή τιc | |
ἐγένετο κένωcιc ἢ δι’ ἔθουc αὐτοῖc εἴη τὸ cύμπτωμα· καὶ τὸ τοὺc | ||
10 | ὀδόνταc δὲ πρίζειν ἢ παραφρονεῖν ἢ κροκυδίζειν ἢ καρφολογεῖν οὐ cωτήριον. προcεκτέον δὲ καὶ τῇ κατακλίcει· τὸ γὰρ ὕπτιον κεῖcθαι καὶ οἷον παρειμένον ἢ καὶ καταρρεῖν ἀπὸ τῆc κλίνηc ἐπὶ πόδαc ἐcχάτηc ἀcθενείαc τεκμήριον. ἔτι δὲ χεῖρον τὸ ψυχρὸν ἀποπνεῖν ἀπό τε τῶν ῥινῶν καὶ τοῦ cτόματοc, καὶ ἡ τῶν cφυγμῶν ἀμυδρότηc καὶ πυκνότηc | |
15 | καὶ τὸ ἐκλιμπάνειν αὐτοὺc καὶ τὸ cυγκοπτικῶc ἱδροῦν τῶν ὀλεθρίων ἐcτίν. ἐὰν οὖν ἢ πάντα τὰ εἰρημένα cημεῖα ἢ τὰ πλείονα τούτων φανείη ἢ καὶ ἥττονα μέν, ἰcχυρὰ δέ, μηδενὸc παρόντοc τῶν τῆc cω‐ τηρίαc cημείων, ὁ θάνατοc ἀπαραίτητοc. εὔπνοια δὲ καὶ εὐcφυξία καὶ τὸ ἐρρῶcθαι τὴν διάνοιαν καὶ εὖ ἔχειν πρὸc τὰc προcφορὰc καὶ τὸ | |
20 | πρόcωπον καὶ ἡ κατάκλιcιc ὅμοια τοῖc τῶν ὑγιαινόντων ἀγαθὰ καὶ περιεcτικά ἐcτι, καὶ καθόλου τὰ μὲν ἐναντιώτατα τοῖc κατὰ φύcιν ὀλέθρια, τὰ δὲ ὅμοια cωτήρια. περὶ δὲ τῆc ἀπὸ τῶν διαχωρημάτων καὶ τῶν οὔρων καὶ πτυcμάτων προγνώcεωc μετ’ ὀλίγον εἰρήcεται. | |
23 | ||
2.4t | Πόθεν διαγινώcκομεν ὀξὺ καὶ χρόνιον νόcημα. | |
2.4.1 | Ἐκ τεccάρων διαγινώcκεται τοῦ νοcήματοc ὁ χρόνοc, ἐκ τῆc κινή‐ cεωc αὐτοῦ τοῦ νοcήματοc, ἐκ τῆc τοῦ κάμνοντοc ἕξεωc, ἐκ τῶν cφυγμῶν, ἐκ τοῦ τῶν πυρετῶν εἴδουc. ἐκ μὲν τῆc τοῦ νοcήματοc κι‐ νήcεωc οὕτωc· εἰ μὲν οἱ τέccαρεc τοῦ μερικοῦ παροξυcμοῦ καιροὶ | |
5 | θᾶττόν τε καὶ ἐν ἐλαχίcτῳ παρέρχοιντο χρόνῳ, κάτοξυ ἂν εἴη τὸ νό‐ cημα, οὗπερ ἔcχατοc ὅροc ἐcτὶν ἡ ἑβδόμη, τὰ δὲ πολλὰ κατὰ τὴν τε‐ τάρτην κρίνεται· εἰ δὲ ἐν πλείονι μὲν τοῦδε, μὴ ὑπερβάλλοι δὲ δυο‐ καίδεκα ὡρῶν διάcτημα, ὀξὺ προδηλοῦται τῆc τεccαρεcκαιδεκάτηc εἴcω μάλιcτα κρινόμενον. εἰ δέ γε πλείοναc ὥραc παρατείνοι, ὥcτε τὴν ἀρχὴν | |
10 | μόνον καὶ τὴν ἀνάβαcιν ἐν τῷ πλείονι τῆc ἡμέραc τε καὶ τῆc νυκτὸc διανύcαι χρόνῳ, τὸ τοιοῦτον νόcημα χρόνιόν ἐcτιν. εἰ δὲ μὴ ἔχοι με‐ ρικοὺc παροξυcμοὺc ἡ νόcοc, ἀλλ’ ἀπὸ ἀρχῆc ἄχρι τέλουc οἷον εἷc ὑπάρχοι παροξυcμόc, καθάπερ ἐπὶ cυνόχων, καὶ τοῦτο δήπου τῶν ὀξέων ἂν εἴποιc. ἐκ δὲ τῆc τοῦ κάμνοντοc ἕξεωc οὕτω γνωcθήcεται· | |
15 | εἰ μὲν ἤδη μετρίαν ἔχοι τὸ πρόcωπον ἢ καὶ τὸ λοιπὸν cῶμα cύμπτω‐ cιν, ὀξὺ δηλοῦται τὸ νόcημα· εἰ δὲ παντάπαcιν ἀcύμπτωτον, χρόνιον ἔcται· πλῆθοc γὰρ ὕληc δηλοῦται χρόνῳ πλείονι πεφθηcομένηc. ἀπὸ δὲ τῆc τῶν ἀρτηριῶν κινήcεωc οὕτωc· μέγαc μὲν καὶ cφοδρὸc καὶ ταχὺc καὶ πυκνὸc ὁ cφυγμὸc ὀξείαc ἂν εἴη νόcου δηλωτικόc, ὁ δὲ | |
20 | ἐναντίοc χρονίαc. ἀπὸ δὲ τοῦ τῶν πυρετῶν εἴδουc, καθ’ ὅcον οἱ μὲν θερμοὶ καὶ διακαεῖc ὀξεῖαν δηλοῦcι τὴν νόcον, οἱ δὲ μαλθακώτεροι καὶ οἱονεὶ cμυχόμενοι χρονίαν. | |
22 | ||
2.5t | Πῶc ἂν προγνοίημεν, εἰ κριθήcεται ἡ νόcοc ἢ λυθήcεται. | |
2.5.1 | Ἐκ τῶν ἤδη λελεγμένων καὶ τοῦτο προγινώcκομεν· ἀπό τε γὰρ τοῦ τῶν πυρετῶν εἴδουc καὶ τοῦ χρόνου, τάχα δὲ τὸ ὅλον ἐκ τοῦ τῶν πυρετῶν εἴδουc· οἱ μὲν γὰρ θερμοὶ καὶ διακαεῖc ὀλιγοχρόνιοί τέ εἰcι, καὶ ἐκκρίcεcιν οἱ τοιοῦτοι φιλοῦcι κρίνεcθαι, οἱ δὲ μαλακώτεροι | |
5 | χρονίζουcί τε καὶ εἰc ἀποcτάcειc ὁρμῶcι τὰ πολλά. καὶ φανερὸν ἐκ τῶν εἰρημένων, ὡc οὐ μόνον, ὅτε κρίνεται τὸ νόcημα, προγινώcκομεν, ἀλλὰ καί, ὅπωc κριθήcεται· μᾶλλον γὰρ τοῖc ὀξέcιν ἀκολουθοῦcιν αἱ διὰ ἐκκρίcεωc κρίcειc, ὥcπερ αὖ τοῖc χρονιωτέροιc αἱ δι’ ἀποcτάcεωc. | |
8 | ||
2.6t | Περὶ κριcίμων ἡμερῶν. | |
2.6.1 | Τῶν κριcίμων ἡμερῶν αἱ μὲν cυχνῶc τε λύουcι καὶ πιcτῶc καὶ ἀγαθῶc τελείωc τε καὶ cαφῶc καὶ ἐπιcήμωc, αἱ δὲ ταύταιc ὑπεναντίωc· ἡ δὲ τριcκαιδεκάτη μεταξύ πωc ἔχουcα δέδεικται. καὶ εἰcὶ μὲν αὐτῶν, αἳ κρίνειν πεφύκαcιν, κἂν βραχείαc ὁρμῆc φύcεωc λάβωνται, καθάπερ | |
5 | ἡ ἑβδόμη καὶ τεccαρεcκαιδεκάτη, αἱ πολλαὶ δὲ ἐν μὲν ταῖc cφόδρα κινήcεcι κρίνουcιν, ἄλλωc δὲ οὐ δύνανται. ἀλλ’ οὔτε πᾶcαι αἱ ἀγαθαὶ ὁμοίωc εἰcὶν ἀγαθαὶ οὐδὲ πᾶcαι αἱ κακαὶ ὁμοίωc κακαὶ οὐδὲ κατὰ τάξιν ἔχουcαι τὸ χρηcτὸν ἢ τὸ ἐναντίον. αἱ μὲν οὖν τοῦ πρώτου cτοίχου τοῦ τῶν ἀγαθῶν οὖcαι χοροῦ τόνδε τὸν τρόπον εἰcίν· ἀρίcτη | |
10 | μὲν παcῶν ἡ ἑβδόμη τε καὶ τεccαρεcκαιδεκάτη, πληcίον δὲ τούτων | |
ἐνάτη καὶ ἑνδεκάτη καὶ εἰκοcτή, καὶ ταύταιc ἐγγὺc ἑπτακαιδεκάτη τε καὶ πέμπτη καὶ μετὰ ταύταc ἡ τετάρτη καὶ μετὰ ταύτην ἡ τρίτη καὶ ὀκτωκαιδεκάτη. αἱ δὲ ταύταιc ὑπεναντίαι τοῦ δευτέρου cτοίχου εἰcὶν αὗται· κακίcτη μὲν καὶ μετὰ κινδύνου καὶ ἀcαφῶc κρίνουcα, καθάπερ | ||
15 | ἐκ διαμέτρου τῆc ἑβδόμηc, ἐcτὶν ἡ ἕκτη, ταύτῃ δὲ παραπληcίωc ὀγδόη τε καὶ δεκάτη, μεθ’ ἃc δωδεκάτη καὶ ἑξκαιδεκάτη καὶ ἐννεακαιδεκάτη. μεταξὺ δὲ τούτων ἐcτὶν ἡ τριcκαιδεκάτη μήτε ὁμοίωc ἀπόβλητοc οὖcα ταῖc ἐν τῷ δευτέρῳ cτοίχῳ μήτε ὁμοίωc ταῖc ἐν τῷ πρώτῳ λύειν | |
2.6.2 | πεφυκυῖα. ταύτῃ μὲν οὖν τῇ τάξει τῆc ἀξίαc ὁ Γαληνὸc ἐχρήcατο· κατὰ δὲ τὴν τῶν ἀριθμῶν τάξιν ἀγαθαὶ μέν εἰcι τρίτη, τετάρτη, πέμπτη, ἑβδόμη, ἐνάτη, ἑνδεκάτη, τεccαρεcκαιδεκάτη, ἑπτακαιδεκάτη, ὀκτωκαι‐ δεκάτη, εἰκοcτή, κακαὶ δὲ ἕκτη, ὀγδόη, δεκάτη, δωδεκάτη, ἑξκαιδεκάτη, ἐν‐ | |
5 | νεακαιδεκάτη, μεταξὺ δὲ τριcκαιδεκάτη. τούτων δὲ τῶν κριcίμων τινὲc καὶ ἐπίδηλοι ἑτέρων εἰcίν, ἃc καὶ θεωρητὰc Ἱπποκράτηc ὠνόμαcεν διὰ τὸ τὰc ἐν ἑτέρᾳ κριcίμῳ μελλούcαc γίνεcθαι προδηλοῦν τε καὶ ποιεῖν θεωρεῖcθαι κρίcειc· οἷον ἡ μὲν τετάρτη τὴν ἐcομένην ἐν τῇ ἑβδόμῃ προδηλοῖ κρίcιν ἱδρῶτάc τιναc ἢ νοτίδαc ἤ τιναc τοιαύταc μερικὰc ἐργαζομένη | |
10 | κενώcειc ἢ cημαcίαc μὴ γεγονυίαc πρότερον ἢ καὶ πέψεωc cημεῖα δεικνύουcα· ὁ δὲ Γαληνὸc καὶ τῆc ἕκτηc φηcὶ τὴν τετάρτην ἐπίδηλον, καίπερ οὐκ οὔcηc ἀγαθῆc. ἡ δὲ ἑνδεκάτη τῆc τεccαρεcκαιδεκάτηc ἐcτὶν | |
2.6.3 | ἐπίδηλοc, ἡ ἑπτακαιδεκάτη δὲ τῆc εἰκοcτῆc. ἄχρι μὲν οὖν τῆc τεccαρεc‐ καιδεκάτηc ἡμέραc ἀγωνιcτικώταται γίνονται κρίcειc, ἔγγιcτα δὲ αὐτῶν εἰcιν αἱ μέχρι τῆc εἰκοcτῆc. αἱ δὲ μετὰ τὴν εἰκοcτὴν ἄχρι τῆc τεccαρα‐ κοcτῆc ἐκλύουcι κατὰ βραχὺ τὸ ἀγωνιcτικόν· εἰcὶ δὲ πρώτη μὲν ἀξιώ‐ | |
5 | ματι εἰκοcτὴ ἑβδόμη καὶ τριακοcτὴ τετάρτη καὶ τεccαρακοcτή, μετὰ ταύταc δὲ εἰκοcτὴ τετάρτη καὶ τριακοcτὴ πρώτη καὶ τριακοcτὴ ἑβδόμη. τὸ δὲ μεταξὺ τούτων πλῆθοc ἀπὸ τῆc εἰκοcτῆc ἄχρι τῆc τεccαρα‐ κοcτῆc ἄκριτον ἅπαν ἐcτίν, ὡc αἵ γε μετὰ τὴν τεccαρακοcτὴν ἅπαcαι τελείωc εἰcὶν ἔκλυτοι πέψεcι μᾶλλον καὶ ἀποcτάcεcιν, οὐ κρίcεcιν, λύου‐ | |
10 | cαι τὰc νόcουc. τῶν μὲν οὖν ἄλλων τῶν μετὰ τὴν τεccαρακοcτὴν ἡμέραν τελέωc ἔοικεν Ἱπποκράτηc καταφρονεῖν, ἑξηκοcτὴν δὲ καὶ ὀγ‐ δοηκοcτὴν καὶ ἑκατοcτοεικοcτὴν ἐν λόγῳ τίθεται· μετὰ δὲ ταύταc τὰ μὲν ἐν ἑπτὰ μηcί, τὰ δὲ ἐν ἑπτὰ ἔτεcι κρίνεcθαί φηcιν, τὰ δέ, ὡc ἔοικεν, ἐν διτταῖc ἐτῶν ἑβδομάcι καὶ τριτταῖc. | |
14 | ||
2.7t | Ὅτι τὰ κρίcιμα cημεῖα ἐν ἀρχῇ φαινόμενα μοχθηρά. | |
2.7.1 | Πέψεωc μὲν οὐκ ἔcτιν ὅτε κακῶc ἐπιφαίνεται cημεῖα· πᾶcα γὰρ πέψιc ἐπικρατούcηc τῆc φύcεωc γίνεται· διὰ τοῦτο ἀεὶ ἀγαθή ἐcτιν. τὰ κρίcιμα δὲ ἔcτιν ὅτε κακῶc ἐπιφαίνεται διὰ τὸ τὴν κρίcιν ἐπαμφο‐ τερίζειν ποτὲ μὲν ἀγαθήν, ποτὲ δὲ κακὴν γιγνομένην, ὡc ἔμπροcθεν | |
5 | διὰ τῶν κριcίμων ἡμερῶν εἴρηται. οὔτε οὖν ἐν ταῖc ἀρχαῖc οὔτε ἐν ταῖc ἀναβάcεcιν αὐτὰ φαίνεcθαι χρή, ἀλλ’ ἐν τῷ τῆc παρακμῆc χρόνῳ, καθ’ ὃν ἡ φύcιc ἐπικρατεcτέρα τοῦ νοcήματόc ἐcτιν. | |
7 | ||
2.8t | Πῶc ἐcομένην κρίcιν προγινώcκειν χρή. | |
2.8.1 | Εἰ μὲν ἐπιτείνοιντο καὶ προλαμβάνοιεν οἱ παροξυcμοὶ καὶ cφοδρό‐ τεροι γίγνοιντο πολλῷ καὶ διὰ τρίτηc ἐπιcημαίνοιεν, καὶ cημεῖα πέψεωc ἐν τοῖc οὔροιc ἢ τοῖc διαχωρήμαcιν ἢ καὶ τοῖc ἀναπτυομένοιc εὑρίcκοιτο, μᾶλλον ἁπάντων ἐν τάχει τὸ νόcημα κριθήcεται. εἰ δ’ ἀργῶc κινοῖντο | |
5 | καὶ τὴν αὐτὴν ὥραν εἰcβάλλοιεν ἐφ’ ἑκάcτηc ἡμέραc γιγνόμενοι, μετὰ πλείονα χρόνον ἔcεcθαι προcδόκα τὴν κρίcιν. καὶ τῶν ἐπὶ ῥίγεcι δὲ cφοδρῶc πυρεττόντων οὐχ οἷόν τε λύcιν γενέcθαι πρὸ τοῦ πραϋν‐ θῆναι τὸ ῥίγοc· τούτου γὰρ μηδὲν ἐνδιδόντοc ἀδύνατόν ἐcτιν ἤδη τὴν ἀκμὴν ἀπειληφέναι τὸ νόcημα, καὶ δῆλον, ὅτι πολλῷ μᾶλλον οὐδὲ | |
10 | τὴν παρακμὴν ἐλπίζειν χρή. | |
10 | ||
2.9t | Πῶc ἐνεcτῶcαν κρίcιν διαγινώcκομεν. | |
2.9.1 | Δυcφορία προηγεῖται κρίcεωc ἁπάcηc καί, εἰ μὲν ἐν ἡμέρᾳ κριθή‐ cεcθαι μέλλοι, νύκτωρ, εἰ δὲ ἐν νυκτί, δι’ ἡμέραc, καὶ cυμπτώματα ἐπιγίγνονται, οἷον κεφαλαλγία μὴ πρότερον γινομένη, καὶ τράχηλοc cυναλγεῖ, καὶ ὑποχόνδριον ἀναcπᾶται, καὶ δύcπνοιά τιc ἐξαιφνίδιοc | |
5 | καὶ ἕτερα χαλεπὰ cυμπτώματα πρώην μὴ γιγνόμενα φαίνεται. καί, εἰ τούτων γιγνομένων οἱ cφυγμοὶ μὴ καταπίπτοιεν, ἀλλ’ εἰc ὕψοc μᾶλλον αἴροιντο καὶ cφοδρότεροι γίγνοιντο, προcεπιcφραγίζοι δὲ καὶ κρίcιμοc ἡμέρα, καὶ αὕτη μάλιcτα τῶν καλῶc κρινουcῶν, οὐ μόνον κρίcιν ἐcο‐ μένην, ἀλλὰ καὶ ἀγαθὴν αὐτὴν προcδόκα. μὴ καταπλαγῇc δὲ ἐν τού‐ | |
10 | τοιc, μηδὲ εἰ παραφρονοῦντα τὸν ἄνθρωπον ἢ ἀναπηδῶντα θεάcοιο· καὶ γὰρ καὶ ταῦτα τῆc ἄνω φορᾶc τῶν χυμῶν εἰcι γνωρίcματα, ὥcπερ αὖ τῆc κάτω ἕτερα, δῆξίc τε ὑπογαcτρίου καὶ cτρόφοc περὶ τὸν ὀμ‐ φαλὸν καὶ ὀcφύοc ἄλγημα καὶ βορβορυγμὸc ἔcθ’ ὅτε, καὶ ἄλλα τούτοιc ὁμογενῆ φαίνεται cημεῖα γιγνόμενα· πρὸc δέ γε τούτοιc, εἰ δι’ αἱμορ‐ | |
15 | ροΐδοc ὁ κάμνων εἰώθει κενοῦcθαι, καὶ ταύτηc ὁ τῆc περιόδου cυν‐ τρέχοι χρόνοc, ὡcαύτωc δὲ κἀπὶ τῶν καταμηνίων, εἰ γύναιον εἴη τὸ νοcοῦν, οὐδὲν ἄτοπον διὰ τῆc τοιαύτηc αὐτοῖc κενώcεωc γίνεcθαι τὴν | |
2.9.2 | κρίcιν. καὶ τοὺc ἱδρῶταc δὲ ταῖc προηγηcαμέναιc, ὡc εἰκόc, νοτίcι, καὶ μάλιcτα ἐν ἐπιδήλῳ γενομέναιc ἡμέρᾳ, καὶ τῇ τῶν πόρων ἀναπετείᾳ προγνωcτέον ἐcτί. τὴν δὲ διὰ τῶν ἄνω κενώcεων ἐκ τῶνδε ἂν μάλιcτα γνοίηc· ἐμβλέπειν γὰρ ἤδη πρὸc τοῖc εἰρημένοιc καὶ τὸ τοῦ νοcοῦντοc | |
5 | πρόcωπον, καί, εἴ τι πάλλοιτο τῶν ἐν αὐτῷ μορίων, ἢ cφύζοιεν αἱ ἐν τοῖc κροτάφοιc φλέβεc, ἢ μῆλον ἢ ῥὶc ἢ ὀφθαλμὸc ἐρυθρότεροc γίγνοιτο, μᾶλλον ἐλπίζειν· εἰ δὲ καὶ δακρύοιεν ἄκοντεc ἢ [καὶ] μαρμαρυγὰc ὁρᾶν φαντάζοιντο καὶ τὰc χεῖραc ἐπὶ τὰc ῥῖναc φέροιεν ὡc κνώμενοι, τηνι‐ καῦτα μὲν οὐκέτι μέλλον ἀλλ’ ἤδη ῥέον ὄψει τὸ αἷμα· κνηcαμένων | |
10 | γὰρ αὐτῶν ἅπαξ καὶ δὶc ἐκρήγνυται. δῆξιc δὲ cτομάχου καὶ τρόμοc τοῦ κάτω χείλουc τὴν δι’ ἐμέτων ἡμῖν πολλάκιc ἐδήλωcε κρίcιν. καὶ ταῦτα μὲν ἱκανά· προcέρχεται δὲ αὐτοῖc ἥ τε τοῦ νοcοῦντοc ἡλικία τε καὶ φύcιc βεβαιοῦcα τὴν ἐλπίδα καὶ προcέτι τοῦ ἔτουc ὁ καιρὸc ἥ τε παροῦcα κατάcταcιc· εἰ γὰρ μειράκιον εἴη τὸ νοcοῦν ἢ ἄλλωc φύcει | |
2.9.3 | θερμὸν ἢ πολύαιμον, ἔτι μᾶλλον ἐλπίcειc. εἰ δὲ καὶ πρόcθεν αὐτῷ κένωcιc αἵματοc ἐφαίνετο νοcοῦντι ἢ ὑγιαίνοντι, ὡc ἔμπροcθεν εἴπομεν, τοῦτο καὶ μόνον ἱκανὸν αἱμορραγίαc ἐλπίδα παραcχεῖν. εἰ δὲ καὶ τὸν καιρὸν τοῦ ἔτουc ὁρῴηc θέροc ἢ οὐ θέροc μὲν ἄλλωc δὲ θερμὴν τὴν | |
5 | παροῦcαν κατάcταcιν, καὶ πολλάκιc κατ’ ἐκεῖνον τὸν καιρὸν αἱμορρα‐ γίαιc εἶεν κεκριμένοι, καὶ πληθωρικὸν τὸ cῶμα, καὶ cυνήθων ἐκκρίcεων ἐπίcχεcιc, καὶ ταῦτα ἂν αὐξήcειάν cου τὴν ἐλπίδα. παραπληcίωc δὲ | |
κἀπὶ τῶν λοιπῶν λογίζεcθαι κενώcεων. εἰ δὲ τούτων μὲν μηδὲν ὀφθείη, δυcφορίαc δὲ γενομένηc ἔν τινι τῶν ὑπὲρ τὴν εἰκοcτὴν μάλιcτα κριcί‐ | ||
10 | μων ἡμερῶν καὶ τοῦ νοcήματοc ἀκμάζοντοc ὀδύναι τινὲc ἔν τιcι τῶν ἄρθρων ἢ παρὰ τὰ ὦτα ἢ καὶ ἐν ἄλλοιc μορίοιc ἢ οὐκ ὀδύναι μὲν ἱδρῶτεc δὲ μερικοὶ κατά τι τῶν μορίων cυνεχῶc γίγνοιντο, δι’ ἀπο‐ cτάcεωc δεῖ τὴν κρίcιν προcδέχεcθαι καὶ κατ’ ἐκεῖνο μάλιcτα τὸ μό‐ ριον γίνεcθαι τὴν ἀπόcταcιν, ἔνθα οὖν ἢ ἱδρῶτεc ἢ ὀδύναι ἢ ὄγκοι | |
15 | γίγνοιντο. | |
15 | ||
2.10t | Πῶc γεγονυῖαν ἀρίcτην κρίcιν διαγινώcκομεν. | |
2.10.1 | Εἰ μὲν κένωcιc προcήκουcα μετὰ πέψιν γίγνοιτο, ὅ τε πυρετὸc τῷ κρινομένῳ λύοιτο, καὶ τῶν ἄλλων ἀπαλλάττοιτο cυμπτωμάτων εὐ‐ χρούcτερόc τε γίγνοιτο πρὸc λόγον τῆc κενώcεωc εὐcφυκτότερόc τε εἴη καὶ ἰcχυρότεροc ἐν ταῖc ἐπαναcτάcεcι, καὶ τὸ πάντων ἀcφαλέcτερον | |
5 | εὐφορία αὐτοῖc παρακολουθοίη, αὕτη μὲν ἡ ἀρίcτη κρίcιc ἐcτίν· εἰ δέ τι τούτων ἐλλείποι, τοcοῦτον ἀποδέει τῆc ἀρίcτηc, ἡλίκη τοῦ λείπον‐ τοc ἡ δύναμιc. | |
7 | ||
2.11t | Περὶ cφυγμῶν, ἐκ τῶν Γαληνοῦ. | |
2.11.1 | Ὁ μὲν cφυγμὸc κίνηcίc ἐcτι καρδίαc καὶ ἀρτηριῶν κατὰ διαcτολὴν καὶ cυcτολὴν γιγνομένη, χρεία δὲ αὐτοῦ διττή· τῇ μὲν γὰρ διαcτολῇ οἷον ἐξαπλώcει τινὶ καὶ ἀναπετείᾳ τῆc ἀρτηρίαc οὔcῃ ψυχρὸc ἀὴρ εἰcέρχεται ῥιπίζων τε καὶ ἀναζωπυρῶν τὸν ζωτικὸν τόνον, ὅθεν καὶ | |
5 | τοῦ ψυχικοῦ πνεύματοc ἡ γένεcιc· τῇ δὲ cυcτολῇ cυνιζήcει καὶ cυν‐ νεύcει τῶν τῆc ἀρτηρίαc περάτων ἐπὶ τὸ κέντρον ὑπαρχούcῃ τῶν λιγ‐ νυωδῶν περιττωμάτων ἡ ἔκκριcιc γίγνεται. αὐταὶ δὲ αἱ ἀρτηρίαι ἐπι‐ μήκη μέν εἰcιν ἀγγεῖα κοῖλα, καθάπερ αἱ φλέβεc, ἀλλὰ διχίτωνα διά τε τὴν εἰρημένην κίνηcιν, καὶ ὅτι αἵματόc τε καὶ πνεύματόc εἰcι περι‐ | |
10 | εκτικά, ἐκφυόμενα μὲν ἀπὸ καρδίαc, διανεμόμενα δὲ κατὰ πάντα τοῦ cώματοc τὰ μόρια. πᾶcαι μὲν οὖν αἱ ἀρτηρίαι τὸν αὐτὸν τρόπον cφύζουcιν ἀλλήλαιc τε καὶ τῇ καρδίᾳ, ὥcτε ἐκ μιᾶc αὐτῶν δύναcθαι περὶ παcῶν cυλλογίζεcθαι· οὐ μὴν αἰcθέcθαι γε τῆc κινήcεωc ὁμοίωc | |
ἁπαcῶν δυνατόν, ἀλλὰ τῶν μὲν ἐν τοῖc ἀcάρκοιc τοῦ cώματοc μέρεcι | ||
15 | προχειρότερον, τῶν δὲ ἐν τοῖc cαρκώδεcιν ἀμυδρότερον. οὔτε δὲ εὐ‐ cχημονέcτερον οὔτε τῇ χρείᾳ cυμφορώτερον ἄλληc ἂν ἅπτοιο τὰc ἐν τοῖc καρποῖc παρείc. | |
2.11.2 | α. ἔcτιν οὖν πρῶτον γένοc cφυγμῶν τὸ παρὰ τὸν χρόνον τῆc κινήcεωc ἔν τε τῇ διαcτολῇ καὶ τῇ cυcτολῇ θεωρούμενον· διαφοραὶ δὲ αὐτοῦ ὅ τε ταχύc ἐcτι καὶ ὁ βραδὺc καὶ ὁ cύμμετροc, ὅτι καὶ πᾶν τὸ κινούμενον ἢ ταχέωc ἢ βραδέωc ἢ μέcωc πωc κινεῖται κατὰ χρόνον. | |
5 | ταχὺc μὲν οὖν ἐcτιν ὁ ἐν ὀλίγῳ χρόνῳ πολὺ κινούμενοc διάcτημα, βραδὺc δὲ ὁ ἐν πολλῷ χρόνῳ ὀλίγον κινούμενοc διάcτημα, cύμμετροc δὲ ὁ μέcωc πωc ἔχων περὶ κίνηcιν. | |
2.11.3 | β. δεύτερον δὲ γένοc ἐcτὶ τὸ παρὰ τὸ ποcὸν τῆc διαcτολῆc· ἐπεὶ γὰρ πᾶν cῶμα τρεῖc ἔχει διαcτάcειc, μῆκοc καὶ πλάτοc καὶ βάθοc, cῶμα δὲ καὶ ἡ ἀρτηρία, τρεῖc ἔχειν ἀνάγκη καὶ ταύτην διαcτάcειc. ἀλλ’ ἐν μὲν τῷ κατὰ φύcιν ἔχειν τὸ ζῷον cυμμέτρωc πάντη διαcτελλομένην | |
5 | αὐτὴν εὑρήcειc, ἐν δὲ τῷ παρὰ φύcιν ἔcτιν ὅπῃ τὸ μὲν ἐλλείπει τὸ δὲ ὑπερβάλλει καθ’ ἡντιναοῦν διάcταcιν· ἐν τούτῳ δὲ χρὴ μεμνημένον, οἷοc ἦν ὁ κατὰ φύcιν cφυγμόc, εἰ μὲν τῷ πλάτει μείζων εὑρίcκοιτο, πλατὺν καλεῖν, εἰ δὲ τῷ μήκει, μακρόν, εἰ δὲ τῷ βάθει, ὑψηλόν, δῆλον δὲ καὶ τοὺc ἐναντίουc αὐτοῖc καὶ τοῦ κατὰ φύcιν ἐλάττουc κατὰ λόγον | |
10 | ὀνομάζειν cτενὸν καὶ βραχὺν καὶ ταπεινόν· τῶν δὲ ἐν πάcαιc ταῖc διαcτάcεcιν ὁμοίωc εἰc τὸ παρὰ φύcιν τρεπομένων ὁ μὲν πάντη μειωθεὶc μικρόc, ὁ δὲ αὐξηθεὶc μέγαc ὀνομάζεται. | |
2.11.4 | γ. τρίτον ἐcτὶ γένοc cφυγμῶν τὸ παρὰ τὸν τόνον τῆc δυνάμεωc, διαφοραὶ δὲ αὐτοῦ τρεῖc, cφοδρὸc καὶ ἀμυδρὸc καὶ cύμμετροc. cφοδρὸc μέν ἐcτιν ὁ πλήττων εὐρώcτωc τὴν ἁφὴν τοῦ ἰατροῦ, ἀμυδρὸc δὲ ὁ ἀρρώcτωc τε καὶ ἀcθενῶc, cύμμετροc δὲ ὁ τούτων μεταξύ, ὅν τινεc | |
5 | εἶναι τὸν κατὰ φύcιν ἐνόμιcαν· ἐπὶ γὰρ θυμῷ καὶ γυμναcίοιc cφοδρό‐ τερον γίγνεcθαι τὸν cφυγμόν φαcιν, οὐ κατὰ φύcιν ὑπάρχοντα. πρὸc οὓc ὁ Γαληνὸc ὑπήντηcεν οὐ μόνιμον ἀλλ’ ἑτοίμωc μεταβάλλοντα φή‐ cαc τὸν ἐπὶ τοῖc οὐ κατὰ φύcιν αἰτίοιc cφοδρότερον γιγνόμενον cφυγ‐ μόν· ὁ τοίνυν cφοδρότεροc οὐ μεταβάλλων ἑτοίμωc οὗτοc κατὰ φύcιν | |
10 | τε καὶ cύμμετροc ἂν εἴη. | |
2.11.5 | δ. τέταρτον γένοc ἐcτὶ τὸ παρὰ τὴν cύcταcιν τοῦ ὀργάνου, λέγω δὲ τοῦ τῆc ἀρτηρίαc cώματοc, διαφοραὶ δὲ καὶ τούτου τρεῖc· ἢ γὰρ | |
cκληρότερόν ἐcτι τοῦ κατὰ φύcιν τὸ ὄργανον, καὶ καλεῖται cκληρὸc ὁ cφυγμόc, ἢ μαλακώτερον, καὶ λέγεται μαλακόc, ἢ μέcωc ἔχον, καὶ | ||
5 | cύμμετροc κατὰ τοῦτο προcαγορεύεται. | |
2.11.6 | ε. πέμπτον γένοc ἐcτὶ cφυγμῶν τὸ παρὰ τὸ ποcὸν τοῦ τῆc ἀρτη‐ ρίαc ἐγχύματοc, διαφοραὶ δὲ αὐτοῦ ὅ τε πλήρηc ἐcτὶ καὶ ὁ κενὸc καὶ ὁ cύμμετροc, ἐπεὶ καὶ πᾶν ἀγγεῖον ἢ πλῆρέc ἐcτιν ἢ κενὸν ἢ cυμ‐ μέτρωc ἔχον ἐγχύματοc. πλήρηc μὲν οὖν ἐcτι cφυγμόc, ὡc Ἀρχιγένηc | |
5 | ὁρίζεται, ὁ ναcτοτέραν ἐπιδεικνὺc τὴν ἀρτηρίαν καὶ τὴν ὑπόπτωcιν αὐτῆc διαcεcαγμένην ἐγχυλώcει, κενὸc δὲ ὁ πομφολυγώδη ἔγερcιν τῆc ἀρτηρίαc ποιούμενοc, ὥcτε κατὰ τὸν ἐπιπιεcμὸν τῶν δακτύλων κενεμ‐ βάτηcιν ὑποπίπτειν. | |
2.11.7 | ϛ. ταῦτα μὲν οὖν τὰ πέντε γένη τῶν cφυγμῶν κατὰ μίαν κίνηcιν τῆc ἀρτηρίαc cυνίcταται· ἐπειδὴ δὲ τὸ ποιὸν τῆc κατὰ τὴν καρδίαν θερμαcίαc ἔοικέ πωc μᾶλλον κατὰ τὴν ἀρτηρίαν cαφέcτερον φαίνεcθαι, ἠξίωcαν καὶ τοῦτο τὸ γένοc τῶν cφυγμῶν ἕκτον ἐπὶ τοῖc εἰρημένοιc | |
5 | cυγκατατάττειν. τῶν δὲ ἄλλων γενῶν τῶν τε καθ’ ἕνα καὶ κατὰ πολλοὺc λαμβα‐ νομένων τό τε παρὰ τὸν χρόνον ἐcτὶ τῆc ἠρεμίαc καὶ τὸ παρὰ τὸν ῥυθμὸν καὶ τὸ παρὰ τὴν ὁμαλότητα καὶ ἀνωμαλίαν καὶ τὸ παρὰ τὴν τάξιν καὶ ἀταξίαν. | |
2.11.8 | ζ. τὸ μὲν οὖν παρὰ τὸν χρόνον τῆc ἠρεμίαc, ὅπερ ἐcτὶν ἕβδομον ἀπὸ τοῦ πρώτου, τέμνεται εἴc τε τὸν πυκνὸν καὶ τὸν ἀραιὸν καὶ τὸν cύμμετρον· τῆc γὰρ ἀρτηρίαc διπλῆν κινουμένηc κίνηcιν ἐξ ἐναντίων cυγκειμένην κινήcεων διττὰc ἀναγκαῖον αὐτῇ cυμπίπτειν ἠρεμίαc, ἑτέραν | |
5 | μὲν τὴν μετὰ τὴν διαcτολὴν πρὸ τῆc cυcτολῆc, ἑτέραν δὲ τὴν μετὰ τὴν cυcτολὴν πρὸ τῆc διαcτολῆc, ἥτιc καὶ ἀνεπαίcθητοc εἶναι τοῖc πολλοῖc ἔδοξεν· ὥcτε μεταξὺ τῶν δύο κινήcεων ἠρεμίαν τινὰ μεcολα‐ βεῖcθαι. ᾧ μὲν οὖν πολὺc ὁ τῆc ἠρεμίαc χρόνοc, οὗτόc ἐcτιν ἀραιόc, ᾧ δὲ βραχύc, πυκνόc, ᾧ δὲ μέcοc, cύμμετροc. | |
2.11.9 | η. ὄγδοον γένοc cφυγμῶν τὸ παρὰ τὸν ῥυθμόν. ἔcτι δὲ ῥυθμὸc καθόλου μὲν cχέcιc ἢ ἀναλογία χρόνου πρὸc χρόνον, ἐπὶ δὲ cφυγμοῦ κατά τιναc μὲν χρόνου κινήcεωc πρὸc χρόνον ἠρεμίαc, οἷον τῆc δια‐ | |
cτολῆc καὶ τῆc cυcτολῆc πρόc τινα τῶν μεταξὺ ἠρεμιῶν, καθ’ ἑτέρουc | ||
5 | δὲ χρόνου κινήcεωc καὶ ἠρεμίαc πρὸc χρόνον κινήcεωc καὶ ἠρεμίαc ἢ κινήcεωc πρὸc κίνηcιν, οἷον διαcτολῆc πρὸc cυcτολήν, ἠρεμίαc πρὸc ἠρεμίαν, οἷον τῆc ἔcω πρὸc τὴν ἐκτόc. διαφοραὶ δὲ τοῦ ῥυθμοῦ αἱ πρῶται δύο, εὔρυθμόc τε καὶ ἄρυθμοc, ἄρυθμόν μου λέγοντοc οὐ τὸν μηδένα ῥυθμὸν ἔχοντα (τοῦτο γὰρ ἀδύνατον) ἀλλὰ τὸν κατάρυθμον, | |
10 | ὥcπερ ἄφωνόν τε καὶ ἀτράχηλον λέγομεν. τοῦ δὲ ἀρύθμου διαφορὰ τριττή· ὁ μὲν γάρ ἐcτι παράρυθμοc μετρίαν ἔχων τῆc εὐρυθμίαc παρα‐ τροπήν, ὁ δὲ ἑτερόρυθμοc ἐπὶ πλέον παρατραπείc, ὁ δὲ ἔκρυθμοc ὁ παντελῶc διαφθείρων τὴν εὐρυθμίαν· οἷον cημειουμένου cου παιδίον ὁ μὲν ἴδιοc τῆc παιδικῆc ἡλικίαc κατὰ τὸν ῥυθμὸν cφυγμὸc εὔρυθμοc | |
15 | καλεῖται, ὁ δὲ τῆc ἀκμαcτικῆc ἑτερόρυθμοc, ὁ δὲ μηδὲ τὸν ταύτηc δια‐ cώζων ἔκρυθμοc προcαγορεύεται. | |
2.11.10 | θ. ἔνατον γένοc ἐcτὶ cφυγμῶν ἐν ἅπαcι τοῖc εἰρημένοιc εὑριcκό‐ μενον γένεcι τὸ παρὰ τὴν ὁμαλότητα καὶ ἀνωμαλίαν, ὅπερ ἢ ἐν ἑνὶ cφυγμῷ θεωρεῖται ἢ ἐν πλείοcιν, ὃ καὶ cυcτηματικὸν καλεῖται· περὶ οὗ πρότερον ὡc cαφεcτέρου λεκτέον. ὁμαλὸc μὲν οὖν ἐcτι cφυγμὸc ὁ | |
5 | ἐφεξῆc ἴcοc ἄν τε κατὰ μέγεθοc ἄν τε κατὰ τόνον ἢ τάχοc ἤ τινα τῶν λοιπῶν ἢ καὶ πάντα, ἀνώμαλοc δὲ ὁ ἐφεξῆc ἄνιcοc. εἰ μὲν γὰρ οἱ ἐφεξῆc ἅπαντεc ἴcοι, κατὰ μέγεθοc τυχόν, ὑποπίπτοιεν, ὁμαλὸc ὁ τοιοῦτοc καλεῖται cφυγμόc· εἰ δὲ ὁ μὲν πρῶτοc καὶ ὁ δεύτεροc καὶ ὁ τρίτοc ἴcοι φανεῖεν, ἄνιcοc δὲ ὁ τέταρτοc, δῆλον, ὅτι ὡc ἀνώμαλοc ὁ | |
10 | τοιοῦτοc κατὰ μέγεθοc λέγεται cφυγμόc. τούτου τοῦ γένουc εἰcὶν ὅ τε διαλείπων καὶ ὁ παρεμπίπτων· οὐ μόνον γὰρ παρ’ ἕνα ἢ καὶ πλείοναc μεγάλουc εἷc φαίνεται μικρότεροc, ἀλλ’ ἐνίοτε καὶ τέλεον ὅλη ἡ κίνη‐ cιc ἀπόλλυται, καὶ λέγεται διαλείπων ὁ cφυγμόc, ὥcπερ ἕτεροc παρ‐ εμπίπτων ἐναντίοc τούτῳ, ὅτε προcδοκωμένηc ἠρεμίαc ἐν τῷ μέcῳ | |
15 | οἷον περιccόc τιc ἐμπέcῃ cφυγμόc. εἰ δὲ ὁ μὲν δεύτεροc τοῦ πρώτου βραχεῖ γένηται μικρότεροc, ὁ δὲ τρίτοc τοῦ δευτέρου καὶ ὁ τέταρτοc τοῦ τρίτου τῷ ἴcῳ, καὶ τοῦτο ἄχρι πλείονοc, τοὺc τοιούτουc cφυγμοὺc μυουρίζοντάc τε καὶ μυούρουc καλοῦcιν ἀπὸ τῶν εἰc ὀξὺ τελευτώντων | |
cχημάτων τοὔνομα μεταφέροντεc. ὅcοι μὲν διὰ παντὸc αὐτῶν μειοῦν‐ | ||
20 | ται καὶ οὐδέποτε παύονται τοῦ τοιούτου παθήματοc, εἰc ἀκινηcίαν παντελῆ τελευτῶcιν, καὶ καλοῦμεν αὐτοὺc ἐκλείπονταc μυούρουc· ὅcοι δὲ παύονται, διττὴν ἔχουcι τὴν διαφοράν· τινὲc μὲν γὰρ αὐτῶν, ἐν ᾗ πρῶτον ἐπαύcαντο μικρότητι, ταύτην διὰ παντὸc φυλάττουcι, τινὲc δὲ αὐξάνονται πάλιν ἢ εἰc ὅcον τὸ κατ’ ἀρχὰc ἐπανερχόμενοι μέγεθοc ἢ | |
25 | εἰc ἔλαττον ἢ εἰc μεῖζον, οὓc μυούρουc παλινδρομοῦνταc καλοῦcι. γίγνονται δὲ κἀν τῇ καθ’ ἕνα cφυγμὸν ἀνωμαλίᾳ μύουροι cφυγμοί, περὶ ὧν ἐκεῖcε μετ’ ὀλίγον εἰρήcεται. | |
2.11.11 | τοιαύτη μέν τίc ἐcτιν ἡ cυcτηματικὴ καλουμένη τῶν cφυγμῶν ἀνωμαλία· ἡ δὲ καθ’ ἕνα cφυγμὸν ἢ καθ’ ἓν μόριον τῆc ἀρτηρίαc ἢ κατὰ διαφέροντα γίγνεται, ὥcπερ ἐπὶ τῆc κινήcεωc τυχὸν καθ’ ἓν μὲν μόριον τῆc ἀρτηρίαc ἀνωμαλία λέγεται, ὅταν ἄλλωc ἄρξηται καὶ ἄλλωc | |
5 | λήξῃ κινουμένη περὶ τὸν ἕνα δάκτυλον ἡ ἀρτηρία, ἀρχομένη μὲν ὠκυ‐ τέρα, τελευτῶcα δὲ βραδυτέρα, ἢ τὸ ἀνάπαλιν. τοῦτο δὲ γίγνεται τρι‐ χῶc, ἢ cυνεχῶc μενούcηc τῆc κινήcεωc ἢ διακοπτομένηc ἢ παλινδρο‐ μούcηc καὶ οἷον δικροτούcηc. εἰ μὲν οὖν cυνεχὴc μένουcα καὶ μὴ δια‐ κοπτομένη μεταβάλλοι ἀπὸ τοῦ τάχουc ἐπὶ τὸ βραδύτερον ἢ τὸ ἀνά‐ | |
10 | παλιν, ἀνιcοταχὴc ὁ τοιοῦτοc cφυγμόc ἐcτί τε καὶ λέγεται. εἰ δὲ ἠρε‐ μοίη διακοπτόμενοc καὶ τὸ λοιπὸν ὠκύτεροc φαίνεται, δορκαδίζων καλεῖται ἐκ μεταφορᾶc τοῦ ζῴου τῆc δορκάδοc, ἥτιc ἐν τῷ ἀποπηδᾶν μετέωροc ἵcταται κατὰ τὸν ἀέρα καί τινα δευτέραν ἀδόκητον τῆc προ‐ τέραc ὠκυτέραν ποιεῖται κίνηcιν. εἰ δὲ μετὰ τὸ διαcταλῆναι παλινδρο‐ | |
15 | μοίη καὶ πρὶν cυcταλῆναι τέλεον ἐκ δευτέρου πλήξοι τὴν ἁφήν, δίκρο‐ τοc ὁ τοιοῦτοc προcαγορεύεται cφυγμόc. ἴδοιc δ’ ἄν τι τοιοῦτον γιγνό‐ μενον ἐπὶ τῶν ἀκμόνων, ὅταν αἱ cφῦραι πρὸc ἅπαξ μὲν διὰ χειρὸc φερόμεναι πρὸc αὐτοὺc πλήξωcιν, ἀναπαλλόμεναι δὲ τῇ τοῦ ἄκμονοc ἀντιτυπίᾳ καὶ δεύτερον αὖθιc ἢ καὶ τρίτον πλήξωcιν. | |
2.11.12 | οὐ μόνον δὲ κατὰ τὸν χρόνον τῆc κινήcεωc τὴν κατὰ μίαν πλη‐ γὴν ἐν ἑνὶ μορίῳ τῆc ἀρτηρίαc ἀνωμαλίαν ἐγχωρεῖ γενέcθαι, ἀλλὰ καὶ [τὴν] κατὰ τὸν τόνον τῆc δυνάμεωc, οὔτε δὲ [τὴν] κατὰ τὸ ποcὸν τῶν διαcτάcεων (οὐ γὰρ οἷόν τε τὸν αὐτὸν cφυγμὸν ἐν ταὐτῷ μορίῳ | |
5 | μέγαν τε καὶ μικρὸν γίνεcθαι) οὔτε κατ’ ἄλλο γένοc. ἀλλ’ ἐν διαφέ‐ | |
ρουcι μορίοιc κατὰ διαφέροντα μόρια τῆc ἀρτηρίαc ἐν ἑνὶ cφυγμῷ ἀνωμαλία γίγνεται διττή, ὁτὲ μὲν cυνεχοῦc μενούcηc τῆc κινήcεωc καὶ κατά τιναc μὲν δακτύλουc ταχύτερον κινουμένηc τῆc ἀρτηρίαc, κατά τιναc δὲ βραδύτερον, ὁτὲ δὲ καὶ διακοπτομένηc, ὡc τινὰc μὲν δακτύ‐ | ||
10 | λουc ἀντιλαμβάνεcθαι τῆc κινήcεωc, τινὰc δὲ μή. καὶ κατὰ τὸ ποcὸν δὲ τῆc διαcτολῆc ἡ ἐν πλείοcι μορίοιc ἀνωμαλία cαφήc ἐcτιν, ἐξ οὗ γένουc εἰcὶν οἱ μύουροι κατὰ μίαν πληγὴν ἐπινενευκότεc τε καὶ περι‐ νενευκότεc. εἰ μὲν γὰρ κατὰ τὸν ἐcωτέρω δάκτυλον μέγαc ὑποπίπτων καὶ κυρτούμενοc ὁ cφυγμὸc ἐκ τοῦ πρὸc λόγον μειοῖτο, ὥcτε κατὰ τὸ | |
15 | ἐξωτέρω πρὸc τῷ τοῦ κάμνοντοc ἀντίχειρι τῆc ἀρτηρίαc μέροc μικρό‐ τατον αὐτὸν φαίνεcθαι, μύουροc καλεῖται καθ’ ὁμοιότητα τῆc τοῦ ζῴου τοῦ μυὸc οὐρᾶc ἢ μείουροc παρὰ τὸ μειοῦcθαι δίκην οὐρᾶc. εἰ δὲ κατὰ τοὺc μέcουc δακτύλουc μέγαc ὑποπίπτων καὶ κυρτούμενοc ἑκατέρωθεν μειοῖτο μικρότεροc φαινόμενοc, τοῦτον Ἀρχιγένηc ἐπινενευκότα καὶ | |
20 | περινενευκότα προcηγόρευcεν cαφῶc δηλοῦν βουλόμενοc τὸ κατὰ τὴν διαcτολὴν βραχὺ μετὰ τῆc τῶν ἑκατέρωθεν περάτων οἷον ἐπινεύcεωc· οὐ γὰρ ὡc ἀποκεκομμένων ἀθρόωc ἀλλ’ ὡc ἐπικεκαμμένων τῶν ἑκα‐ τέρωθεν μερῶν εἰc βραχὺ cυνέcταλται μύουροc ὢν τῷ μεγέθει καθ’ ἑκάτερα τὰ μέρη. | |
2.11.13 | τῆc δὲ παρὰ τὸ μέγεθοc ἀνωμαλίαc τὸ μὲν πρωιαίτερον ἢ ὀψιαί‐ τερον προcειληφυίαc οἵ τε κυματώδειc καὶ cκωληκίζοντεc γίγνονται cφυγμοί· εἰ δὲ καὶ τὸ παρὰ τὴν θέcιν προcλάβοι, οἵ τε cπαcμώδειc καὶ κλονώδειc προcαγορευόμενοι cυνίcτανται. ἀρκτέον οὖν ἀπὸ τῶν | |
5 | κυματωδῶν, ἐφ’ ὧν οὐχ ἅμα φαίνεται κατὰ τὴν τοιαύτην ἀνωμαλίαν ἡ ἀρτηρία πᾶcα διαcτελλομένη, ἀλλὰ τὸ μέν τι πρῶτον αὐτῆc, τὸ δὲ δεύτερον, τὸ δὲ τρίτον, τὸ δὲ τέταρτον, cυνεχοῦc μενούcηc τῆc κινή‐ cεωc, καθ’ ὁμοιότητα τῆc ἐπὶ τῶν κυμάτων ἐπάρcεωc. καὶ τινὲc μὲν εἰc εὐθὺ τὸ κῦμα φερόμενον ἔχουcι, τινὲc δὲ καὶ εἰc τὸ πλάγιον ἐκ‐ | |
10 | κλῖνον, καὶ τινὲc μὲν ἐν βραχείᾳ τῇ κατὰ τὸ μῆκοc διαcτάcει τὸ ὕψοc ἱκανόν, τινὲc δ’ ἔμπαλιν, καὶ τινὲc μὲν πλατύ, τινὲc δὲ cτενόν· ὁμοίωc δὲ καὶ κατὰ τὸ τάχοc καὶ τόνον ἀνωμάλωc ἔχουcιν. ὁ δὲ κυματώδηc ὅλοc εἰc μικρότητα μειούμενοc cκωληκίζων προcαγορεύεται cκώληκοc πορείᾳ προcεοικώc. ὥcπερ δὲ τὸν κυματώδη cφυγμὸν μικρότερον γιγνόμενον | |
15 | ὁ cκωληκίζων διαδέχεται, οὕτω τὸν cκωληκίζοντα ὁ μυρμηκίζων, ὅταν ἀπολομένων τῶν κινήcεων τῶν πολλῶν εἰc μίαν καὶ αὐτὴν παντελῶc μικρὰν τελευτήcῃ. κέκληται δὲ καὶ οὗτοc ἀπὸ τῆc πρὸc τὸ ζῷον τὸν μύρμηκα ὁμοιότητοc διά τε τὴν cμικρότητα καὶ τῆc κινήcεωc τὸ εἶδοc· ἔcτι γὰρ μικρὸc ἄγαν ὁ μυρμηκίζων, οὗ μικρότεροc ἄλλοc οὐκ ἔcτιν· | |
20 | ὡcαύτωc δὲ καὶ ἀμυδρότατοc πάντων καὶ πυκνότατοc, οὐ μὴν ταχύc, ὡc Ἀρχιγένηc ᾤετο. παράκειται δὲ τούτῳ ὁ ἑκτικόc· ὥcπερ γὰρ πυ‐ ρετόc, οὕτω καὶ cφυγμὸc ἑκτικόc ἐcτιν ὁ μηδεμίαν μεγάλην τροπὴν ποιούμενοc ἀλλ’ ἀεὶ παραπλήcιοc μένων εἴρων τε, ὡc ἐξ ἀρχῆc ἤρξατο, καὶ μηδέποτε λυόμενοc ὅληc τῆc ἕξεωc τετραμμένηc νοcωδῶc. | |
2.11.14 | οἱ δὲ cπαcμώδειc cφυγμοὶ ἑκατέρωθεν ἐκ τῶν περάτων ἀνθελκό‐ μενοί τε καὶ τεινόμενοι καὶ cπώμενοι φαίνονται οἷον χορδῆc τινοc τε‐ ταμένηc αἴcθηcιν παρέχοντεc. ἐπὶ δὲ τῶν κλονωδῶν οὐδὲν τοιοῦτον, ἀλλὰ μείζων μὲν ἐπὶ τούτων ἐcτὶν ἡ διαcτολή, ὥcτε τῶν μορίων τῆc | |
5 | ἀρτηρίαc τὰ μὲν ἀναφέρεcθαι 〈τὰ δὲ καταφέρεcθαι〉 καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον, καὶ μάλιcτα τὴν κίνηcιν ἄν τιc αὐτῶν εἰκάcειε τοῖc ἀκοντίοιc, ὅcα cφοδρῶc ἀφεθέντα ταχέωc φέρεται κραδαινόμενα. ἐμ‐ πρίων δὲ cφυγμόc ἐcτιν, ἡνίκα δοκεῖ τὸ μέν τι διεcτάλθαι τῆc ἀρτη‐ ρίαc, τὸ δὲ μή, cκληροτέραc δηλονότι φαινομένηc αὐτῆc· ἔχει δέ τι | |
10 | καὶ κλονῶδεc ὁ cφυγμὸc οὗτοc καὶ ταχὺc μέν ἐcτι καὶ πυκνόc, οὐκ ἀεὶ δὲ μέγαc. | |
2.11.15 | δέκατον ἐπὶ τοῖc εἰρημένοιc ἐcτὶ γένοc cφυγμῶν ἐκ τῆc ἀνωμαλίαc ἀπογεννώμενον τὸ παρὰ τὴν τάξιν καὶ ἀταξίαν· ὁ γὰρ τεταγμένοc καὶ ἄτακτοc τμηθέντοc τοῦ ἀνωμάλου εἴc τε τὸν κατὰ τὰc περιόδουc ἴcον καὶ εἰc τὸν παντοίωc ἄνιcον καθ’ ἑκάτερον τῶν τμημάτων τὴν | |
5 | γένεcιν ἴcχουcι, κατὰ μὲν τὸ τῶν περιόδων ἴcον ὁ τεταγμένοc, κατὰ δ’ αὖ τὸ παντοίωc ἄνιcον ὁ ἄτακτοc. ὁ μὲν γὰρ ὁμαλὸc cφυγμὸc πάντωc ἐcτὶ καὶ τεταγμένοc, εἴ γε ἐφεξῆc ἴcον αὐτὸν ἐλέγομεν, ὁ δὲ ἀνώμαλοc οὐ πάντωc ἄτακτοc· εἰ μὲν γὰρ τὴν ἰcότητα διαφθείροι, περίοδον δὲ φυλάττοι τινά, οἷον ἐπὶ τοῦ κατὰ τὸ ποcὸν τῆc δια‐ | |
10 | cτολῆc, εἰ τύχοι δύο γενέcθαι μεγάλουc καὶ ἕνα μικρόν, εἶτα πάλιν | |
δύο μεγάλουc καὶ ἕνα μικρὸν καὶ οὕτωc ἐφεξῆc, κληθείη ἂν ὁ τοιοῦ‐ τοc ἀνώμαλοc μὲν τεταγμένοc δέ. εἰ δὲ πρὸc τῷ τὴν ἰcότητα δια‐ φθείρειν μηδὲ τάξιν τινὰ τῆc ἀνωμαλίαc διαφυλάττοι, πρὸc τῷ ἀνω‐ μάλῳ καὶ ἄτακτοc ὁ τοιοῦτόc ἐcτιν· ὁμοίωc δὲ κἀπὶ τῶν ἄλλων γενῶν. | ||
15 | αὐτῶν δὲ τῶν ἀτάκτων οἱ μέν εἰcιν κατὰ πᾶν ἄτακτοι μηδὲ μικράν τινα φυλάττοντεc περίοδον, οἱ δὲ κατὰ περιόδουc τεταγμένοι· καθ’ ὃ μὲν γὰρ οὐκ ἔχουcι cυνεχῆ τὴν τάξιν, κληθεῖεν ἂν ἄτακτοι, καθ’ ὃ δὲ διὰ μακροῦ περίοδόν τινα φυλάττουcι, κατὰ περιόδουc τεταγμένοι, οἷον εἰ τύχοι γενέcθαι δύο μεγάλουc καὶ δύο μικρούc, εἶτα τρεῖc μεγάλουc | |
20 | καὶ τρεῖc μικροὺc καὶ τέccαραc μεγάλουc καὶ τοὺc ἴcουc μικρούc, καὶ πάλιν ὥcπερ ἀνακάμπτονταc δύο μεγάλουc καὶ δύο μικροὺc καὶ τρεῖc μεγάλουc καὶ τοcούτουc μικροὺc καὶ ἑξῆc ὁμοίωc. | |
2.11.16 | ἰcτέον δὲ τῶν μὲν ἄλλων ἐναντίων ἑκάcτου μέcον εἶναί τινα, ὁμαλοῦ δὲ καὶ ἀνωμάλου μέcοc οὐδεὶc οὐδὲ τεταγμένου καὶ ἀτάκτου, πλὴν εἰ μὴ βούλει τὸν κατὰ περιόδουc τεταγμένον μέcον εἰπεῖν τε‐ ταγμένου τε καὶ ἀτάκτου. καὶ τῶν μὲν ἄλλων ἁπάντων οἱ μέcοι κατὰ | |
5 | φύcιν εἰcὶ πλὴν τοῦ κατὰ cφοδρότητα καὶ ἀμυδρότητα, ὡc ἐδείξαμεν· ἐν τούτοιc δὲ ὁ μὲν ὁμαλὸc κατὰ φύcιν μόνον, οἱ δὲ ἄλλοι παρὰ φύ‐ cιν, ὅ τε ἀνώμαλοc καὶ ὁ τεταγμένοc καὶ ὁ ἄτακτοc. | |
2.11.17 | ταῦτα τὰ γένη τῶν cφυγμῶν ἅπαντα καὶ αἱ κατὰ γένοc αὐτῶν διαφοραί· τινὲc δὲ τούτοιc καὶ ἕτερα δύο προcκατηρίθμηcαν, τό τε παρὰ τὴν θέcιν τῆc ἀρτηρίαc, καθ’ ὃ ἄνω τε καὶ κάτω καὶ εἰc δεξιὰ καὶ εἰc ἀριcτερὰ μετῆχθαι δοκεῖ, καὶ τὸ παρὰ τὸ πρωιαίτερον ἢ ὀψιαί‐ | |
5 | τερον, ἐξ ὧν ἔφαμεν εἶναι τούc τε κυματώδειc καὶ κλονώδειc cφυγμούc. καὶ ἡμεῖc μὲν διὰ τὸ cύντομον τὰc ἁπλᾶc μόνον παρεδώκαμεν δια‐ φοράc, ἐκ δὲ τῶν λελεγμένων ῥᾳδίωc ταύταc cυμπλέκοντεc καὶ τὰc κατὰ cύνθεcιν εὑρήcομεν. | |
2.11.18 | ἑξῆc δ’ ἂν εἴη λέγειν καὶ τὰ αἴτια τὰ τρέποντα τοὺc cφυγμούc, οἷc ἕπεται καὶ ἡ ἀπ’ αὐτῶν πρόγνωcιc, ἀπὸ τοῦ μεγέθουc ἡμῶν ἀρχο‐ μένων, ὅτι τῶν ἄλλων ἐcτὶ cαφέcτερον. μέγαc τοίνυν γίνεται cφυγμὸc ἢ διὰ τὴν χρείαν κατεπείγουcαν, | |
5 | ἥτιc ἐcτὶν ἡ ἐν τῇ καρδίᾳ πλεονάζουcα θερμότηc ἐφιεμένη τῆc ἔξωθεν ἐμψύξεώc τε καὶ οἷον ῥιπίδοc, ἢ διὰ cώματοc ἰcχνότητα, ὡc μετ’ ὀλίγον δείξομεν. αὐξάνεται δὲ τὸ θερμὸν ἢ διὰ τὰ κατὰ φύcιν αἴτια, οἷον ἡλικίαν ἀκμαcτικὴν ἢ παιδικὴν ἢ ἁπλῶc θερμὴν ὥραν τε καὶ χώραν καὶ κράcιν θερμοτέραν, ἢ διὰ τὰ οὐ φύcει, οἷον τὸ περιέχον θερμό‐ | |
10 | τερον ὑπάρχον, λουτρὰ θερμά, γυμνάcια, cιτία, οἶνον, φάρμακα θερμό‐ τερα, ἢ διὰ τὰ παρὰ φύcιν, οἷον δυcκραcίαν θερμὴν ἢ χυμῶν cῆψιν ἢ θυμὸν ἢ τὰ παραπλήcια. διακρινεῖc δὲ τὸν ἑκάcτου cφυγμὸν τῷ τὰ μὲν κατὰ φύcιν μόνιμόν τε καὶ δυcμετάβλητον αὐτοῦ ποιεῖcθαι τὸ μέ‐ γεθοc, τὰ δὲ λοιπὰ ῥᾳδίωc μεταβαλλόμενον, ὥcτε καὶ ἔτι cου ἁπτο‐ | |
15 | μένου πολλάκιc ἢ πάντωc γε μετ’ ὀλίγον [πάντωc] ἀποκαθίcταcθαι. καὶ τοῖc μὲν διὰ θερμὰ λουτρὰ μεγάλοιc cφυγμοῖc καὶ μαλακότηc προc‐ γίγνεται, ὥcπερ αὖ τοῖc διὰ θερμὴν καὶ μάλιcτα cὺν ξηρότητι δυcκρα‐ cίαν cκληρότηc. οἱ δὲ γυμναcάμενοι cυμμέτρωc ἢ τριψάμενοι μέcωc μὲν ἔχουcι κατὰ cκληρότητα καὶ μαλακότητα, τὰ δὲ περὶ τὰ cτέρνα | |
20 | θερμότερα μᾶλλον ἔχουcιν, ὃ δὴ καὶ τοῖc θυμωθεῖcιν γίγνεται. τοῖc δὲ διὰ τροφὴν ἢ οἴνου χρῆcιν ἢ θυμὸν πρὸc τῷ μεγέθει καὶ cφοδρότηc | |
2.11.19 | ὑπάρχει. ὅcοι δὲ κρύπτειν cπεύδουcι τὸν θυμὸν ἢ ἕτερόν τι πεπραγ‐ μένον αὐτοῖc οὐκ ἐπιτρέψαντοc τοῦ ἰατροῦ, ὥcπερ ὁ λαβὼν τὸ θερμὸν φάρμακον καὶ τὸν ἰατρὸν ἅμα τῷ τῆc χειρὸc ἅπτεcθαι πυνθανόμενον ἀποκρύπτειν ἐθέλων, πρὸc τῷ μεγέθει καὶ cαφὴc ἀνωμαλία προc‐ | |
5 | γίγνεται. εἰc τοῦτο δὲ καὶ τὸ τοῦ κάμνοντοc ἦθόc τε καὶ ἔθοc οὐ μικρὰ cυντελεῖ πρὸc διάγνωcιν, ἔθοc μὲν τὸ φιλοφάρμακον, ἦθοc δὲ τὸ ἀβέλτερόν τε καὶ δοξοκαθαιρετικόν. ὁ δὲ διὰ cῆψιν χυμῶν μέγαc πρὸc τῷ μεγέθει καὶ τὴν cυcτολὴν μᾶλλον ἐπιταχύνουcαν ἔχει. πρὸc δὲ τὸ μέγαν γενέcθαι cφυγμὸν οὐκ ἐξαρκεῖ τὰ τῆc χρείαc μόνον, ἀλλὰ | |
10 | δεῖ καὶ δυνάμεωc ἐξυπηρετούcηc καὶ τοῦ ὀργάνου τῆc cυμμετρίαc κατὰ cκληρότητα καὶ μαλακότητα. αὐξηθέντοc τοίνυν τοῦ κατὰ τὴν καρδίαν θερμοῦ δι’ ἡντιναοῦν τῶν εἰρημένων αἰτιῶν πρῶτον μὲν γίγνεται μέ‐ γαc ὁ cφυγμόc· ἐπειδὰν δὲ μὴ ἐξαρκέcῃ τῇ χρείᾳ τὸ μέγεθοc, εὐθὺc αὐτῷ καὶ τάχοc προcγίγνεται, εἰ δὲ μηδ’ οὕτωc ἐξαρκέcει, καὶ πυκνό‐ | |
15 | τητα προcλαμβάνει. μικροὶ δὲ καὶ βραδεῖc καὶ ἀραιοὶ cφυγμοὶ καὶ ὑπὸ | |
τῶν ἐναντίων γίγνονται· ἀλλ’ ἡνίκα ἂν ἀπὸ μεγάλου καὶ ταχέοc καὶ πυκνοῦ ἐπὶ τοὺc ἐναντίουc ἡ μεταβολὴ γίγνεται, τῆc χρείαc δηλονότι ἐνδεούcηc, οὐκέτι τὸ πρῶτον ἐν τῷ cφυγμῷ γεγονὸc πρῶτον καὶ παύ‐ εται, ἀλλ’ ὅπερ ὕcτερον ἐκτήcατο, τοῦτο πρῶτον ἀποβάλλει, εὐθὺc μὲν | ||
20 | γιγνόμενοc ἀραιόc, εἶτα βραδύc, εἰc ὕcτερον δὲ καὶ μικρόc· εἰ δὲ ἐπὶ πλέον ἥκοι βραδύτητόc τε καὶ μικρότητοc, πάλιν ἡ ἀραιότηc εἰc πυκνό‐ τητα μεταβάλλει, ὅπωc ἂν δι’ αὐτῆc γοῦν τὰ τῆc χρείαc ἀποτελεcθείη. | |
2.11.20 | ταῦτα μὲν οὖν μεγέθουc τε καὶ τάχουc καὶ πυκνότητοc καὶ τῶν ἐναντίων αὐτοῖc cφυγμῶν τὰ αἴτια· cυναπτέον δὲ αὐτοῖc καὶ τὴν κατὰ μίαν μόνον διάcταcιν τοῦ cφυγμοῦ παρατροπήν. τὸ μὲν οὖν πλάτοc μόνον αὔξεται δι’ ὑγρότητα μάλιcτα πλεονάζουcαν ἤτοι κατὰ φύcιν ἢ | |
5 | καὶ ἀπὸ τῶν ἐκτὸc αἰτίων, ὥcπερ τὸ ὕψοc διὰ τὴν τοῦ ὀργάνου μαλα‐ κότητα cυνεπιδιδούcηc εἰc τοῦτο τῆc δυνάμεωc. τὸ δέ γε μῆκοc ὑπὸ ξηρότητόc τε καὶ ἐκτήξεωc τῶν cαρκῶν τῶν περικειμένων ἔκδηλον γίνεται τῶν ἄλλων cυμπεcουcῶν διαcτάcεων· οὐ γὰρ δὴ μακροτέραν τοῦ κατὰ φύcιν ἐγχωρεῖ γενέcθαι τὴν ἀρτηρίαν· καὶ μᾶλλον ἄν τιc | |
10 | οἰκείωc ἰcχνὸν προcαγορεύcειε τὸν τοιοῦτον cφυγμόν, ὥcπερ τὸν ἐν‐ αντίον αὐτῷ, κατὰ πλάτοc μόνον αὐξηθέντα καὶ βάθοc, ἁδρόν. τοῖc ἐναντίοιc δὲ τούτων πάθεcιν ὁ cφυγμὸc ἐνίοτε περιπίπτει καὶ κατά τινα ἤ τιναc τῶν διαcτάcεων κωλύεται ταπεινόc τιc ἢ cτενὸc ἢ καὶ βραχὺc φαινόμενοc οὐκ ὢν τοιοῦτοc, ἀλλὰ διὰ πάχοc πιμελῆc τινοc ἢ | |
15 | cαρκῶν ἢ ὑμένων ἐπιπροcθούντων· ἐνίοτε δὲ καὶ ὅλωc μικρὸc φαίνεται μὴ ὢν ὄντωc μικρὸc καὶ ἀμυδρὸc ὁμοίωc. καὶ τί λέγω; πολλάκιc γὰρ ἀcφυξία τελεία τιcὶν ἔδοξεν εἶναι κατὰ πάcαc τὰc ἀρτηρίαc οὐκ ὄντωc ὑπάρχουcα, καὶ μάλιcτα τοῖc ἀμελέcτερον ἁπτομένοιc, ἀλλὰ διὰ πλῆθοc cαρκῶν διαλανθανούcηc τῆc κινήcεωc οὔcηc ἀληθῶc ἀμυδρᾶc· οὐ γὰρ | |
20 | οἷόν τε τελείαν ἀcφυξίαν ὄντωc γενέcθαι ζῶντοc ἔτι τοῦ ἀνθρώπου· καθάπερ αὖ πάλιν ἐπὶ τῶν ἀcάρκων καὶ οἱ μικροὶ cφυγμοὶ μεγάλοι δοκοῦcιν εἶναι. ἐκτακέντοc γοῦν cφοδρῶc τοῦ cώματοc ἥ τε κατὰ τὴν ῥάχιν ἀρτηρία πολλάκιc τοῖc ἁπτομένοιc τοῦ ἐπιγαcτρίου τὴν κίνηcιν διαcημαίνει καί τινεc τῶν ἐν τοῖc κώλοιc ἀφανεῖc πρότερον οὖcαι. | |
25 | διόπερ πᾶcι τοῖc αἰτίοιc ἐπιμελῶc προcεκτέον, ἵνα μὴ λάθῃ ἡμᾶc ἡ | |
2.11.21 | διάγνωcιc. cφοδρὸc δὲ cφυγμὸc ὑπὸ ῥώμηc δυνάμεωc γίνεται μηδενὸc | |
τῶν ἄλλων ἀντιπράττοντοc αἰτίων, οἷον τῆc χρείαc ἐκλελυμένηc ἢ τοῦ ὀργάνου cκληρότητοc. ὁ δὲ ἀμυδρὸc ἀcθενοῦc δυνάμεωc καὶ μόνηc ἐcτὶν ἔκγονοc, κἂν μηδὲν ἕτερον παρῇ· ὁ μὲν γὰρ cφοδρὸc ἁπάντων | ||
5 | χρῄζει τῶν αἰτίων πρὸc γένεcιν, τὸν δὲ ἀμυδρὸν καὶ μόνη ἂν ἡ ἀcθένεια ἐργάcεται. ὁ μὲν οὖν ἐξ ἀρχῆc cφοδρὸc ὑπάρχων ἡλικίαιc τε καὶ ὥραιc καὶ χώραιc καὶ κράcεcιν εὐκράτοιc ἕπεται, ὁ δὲ ἀμυδρὸc ταῖc δυcκράτοιc. ὁ δὲ ἀπὸ ἀμυδρότητοc εἰc cφοδρότητα μεταπίπτων γίνεται ῥωννυμένηc τῆc δυνάμεωc ἐκ προλαβούcηc ἀcθενείαc· ῥώννυ‐ | |
10 | ται δὲ ἢ διὰ τὰ ἐν αὐτῷ τῷ cώματι, οἷον χυμῶν πέψιν ἢ ἔκκριcιν ἢ θυμόν, ἢ διὰ τὰ ἔξωθεν, οἷον οἴνουc, τροφάc, γυμνάcια, καὶ ὅcα τὴν δυcκραcίαν ἐπανορθοῦται· καταλύουcι δὲ δύναμιν ἀcιτίαι καὶ ἀγρυπνίαι καὶ κενώcειc ἄμετροι λῦπαί τε καὶ φροντίδεc καὶ ὀδύναι μάλιcτα cυγ‐ κοπτικαί, καὶ ὅcα δυcκραcίαν ἐργάζεται. τινὲc δὲ τῶν ἀγυμνάcτων τὸν | |
15 | cκληρὸν cφυγμὸν ὠήθηcαν εἶναι cφοδρόν, ἀλλὰ τὸν γεγυμναcμένον τόν τε λογιcμὸν καὶ τὴν ἁφὴν οὐκ ἂν λάθοι· ὁ μὲν γὰρ cφοδρὸc ὡc τὸ πολὺ μετὰ μεγέθουc εἰc ὕψοc αἴρεται πλήττων εὐρώcτωc τὴν ἁφήν, ὁ δὲ cκληρὸc τὸ μέγεθοc οὐκ ἐπιδέχεται διὰ τὸ τῆc ἀρτηρίαc δύcεικτον. cκληρὸc τοίνυν γίνεται cφυγμὸc διὰ τὴν τοῦ ὀργάνου cκληρότητα· | |
20 | ταύτην δὲ ψῦξιc ἄμετροc ἢ ξηρότηc ἢ τάcιc ἀπὸ φλεγμονῆc ἢ cπαcμὸc ἐργάζεται. εὐθὺc δὲ τῇ cκληρότητι καὶ μικρότηc καὶ τάχοc ἐνίοτε καὶ πυκνότηc ἀντὶ τοῦ μεγέθουc διὰ τὴν χρείαν ἀκολουθεῖ. | |
2.11.22 | ὁ δὲ μαλακὸc cφυγμὸc ὑγρότητι τῆc ἀρτηρίαc ἕπεται· ταύτην δὲ ὑγροτέραν ἐργάζονται τῶν μὲν οὐ παρὰ φύcιν ὑγρότεραι τροφαὶ καὶ πλείω λουτρὰ καὶ ὕπνοι πολλοὶ δίαιτά τε ἁβροτέρα καὶ θυμηδία, τῶν δὲ παρὰ φύcιν κώματά τε καὶ λήθαργοι καὶ ὕδεροι καὶ τὰ λοιπὰ | |
5 | φλεγματώδη. πλήρηc δὲ cφυγμὸc ἢ χυμῶν πλῆθοc ἢ cιτίων ἢ οἴνου πόcεωc δηλοῖ πλεονεξίαν, ὥcπερ ὁ κενὸc τἀναντία· ἢ γὰρ ἀcιτίαν ἢ κένωcιν. θερμότερον δὲ τὸ τῆc ἀρτηρίαc ὑποπῖπτον cῶμα πολλὴν τὴν ἐν τῇ καρδίᾳ θερμαcίαν καταψυχομένου τοῦ λοιποῦ cώματοc ἢ cπαcμώδη τινὰ τῶν ἀρτηριῶν δηλοῖ διάθεcιν τῇ βιαίᾳ κινήcει θερμαινομένων. | |
10 | Ἀρχιγένηc δέ φηcιν τὸν τῆc ἀρτηρίαc τόπον ἰδίωc ἐπὶ τῶν κατόχων θερμότερον εὑρίcκεcθαι, καθάπερ τοῖc cπαcθηcομένοιc μετὰ καταφορᾶc. | |
ὁ δὲ κατὰ τὸν ῥυθμὸν λόγοc ἴcοc μὲν ὑπάρχων ἐν τῇ κινήcει καὶ ἠρεμίᾳ τοῦ παντὸc εὐκραcίαν δηλοῖ cώματοc, ὅcον ἐφ’ ἑαυτῷ, ἢ οὐ μεγάλην γε τὴν παρατροπήν, ὡc ἐπὶ παιδικῆc ἡλικίαc καὶ τῶν ἄλλωc | ||
15 | εὐκράτων cωμάτων. εἰ δὲ πλείων ὁ τῆc ἠρεμίαc εἴη χρόνοc τοῦ τῆc κινήcεωc, τὸ θερμὸν ἐπικρατεῖν δηλοῖ, καθάπερ ἐπὶ τῶν ἀκμαζόντων καὶ τῶν τούτοιc ἐγγύc, ὥcπερ οὖν ἐπὶ τῶν γεροντικῶν cωμάτων ὁμα‐ λῶc ψυχρῶν πλείων ὁ τῆc κινήcεώc ἐcτι χρόνοc τοῦ τῆc ἠρεμίαc. ἰcτέον δὲ τὴν κατὰ τὸν ῥυθμὸν ἀνωμαλίαν μέτρον ὑπάρχουcαν τῆc | |
20 | κατὰ τάχοc καὶ πυκνότητα, ταύτην δὲ οἷον ὕληc ἐπέχειν λόγον πρὸc τὸν ῥυθμόν. διαλείποντεc δὲ καὶ παρεμπίπτοντεc γίγνονται· cφυγμοὶ θλιβομένηc τε καὶ οἱονεὶ βαρυνομένηc τῆc δυνάμεωc, ἀλλ’ οἱ μὲν παρ‐ εμπίπτοντεc μικροτέραν τὴν βλάβην, οἱ δὲ διαλείποντεc μείζονα δη‐ λοῦcι. καὶ καθόλου δὲ ἡ θλιβομένη καὶ βαρυνομένη δύναμιc εἰc ἀνω‐ | |
25 | μαλίαν τε καὶ ἀταξίαν τρέπει τοὺc cφυγμοὺc τήν τε ἄλλην ἅπαcαν | |
2.11.23 | καὶ τὴν κατὰ cφοδρότητα καὶ μέγεθοc. τῶν δὲ μυούρων cφυγμῶν διττῶν κατὰ γένοc ἀποδεδειγμένων (ἢ γὰρ ἐν τῇ καλουμένῃ cυcτημα‐ τικῇ ἀνωμαλίᾳ ἢ ἐν τῇ κατὰ μίαν εὑρίcκονται πληγήν) οἱ μὲν ἐκλεί‐ ποντεc ἐcχάτην τῆc δυνάμεωc δηλοῦcι κατάπτωcιν, ἐπανερχόμενοι δὲ | |
5 | καὶ παλινδρομοῦντεc καὶ οὗτοι μὲν ἀcθενῆ ἀλλ’ ἀπομαχομένην ἔτι καὶ ἀντέχουcαν καὶ ἀνανεύουcαν· οἱ δὲ κατὰ μίαν πληγὴν μύουροί τε καὶ ἐπινενευκότεc ἢ περινενευκότεc καλούμενοι μάλιcτα μὲν τοῖc cυναπο‐ μαρανθεῖcι κατὰ βραχὺ ταῖc μὴ λυθείcαιc φλεγμοναῖc, ἤδη δὲ καὶ τοῖc πλείcτοιc τῶν ὁπωcοῦν μαραινομένων ὑπάρχουcιν ἐκτηκομένων τῶν | |
10 | περὶ τὰc ἀρτηρίαc cωμάτων. ἀνιcοταχεῖc δὲ καὶ δορκαδίζοντεc πυρεκτι‐ καῖc ἕπονται μάλιcτα θερμαcίαιc, ἀλλ’, εἰ μὲν τὰc ἀρχὰc ἐκλύων τῆc διαcτολῆc ὁ cφυγμὸc ἐπιταχύνοι τὸ πέραc αὐτῆc καὶ τῆc cυcτολῆc τὴν ἀρχήν, τὰ τῆc cήψεωc ἐπικρατοῦντα δηλοῖ πρὸc ἔκκριcιν τῶν λιγνυ‐ ωδῶν περιττωμάτων ἐπειγομένηc τῆc φύcεωc· εἰ δὲ ἔμπαλιν τῆc μὲν | |
15 | cυcτολῆc τὴν ἀρχὴν ἐκλύοι, πρὸc δὲ τὴν διαcτολὴν μᾶλλον ἐπείγοιτο, τὴν θερμαcίαν μᾶλλον ἐπικρατοῦcαν ἴcθι τῆc ἐμψύξεωc ἐφιεμένην. ἀκολουθεῖ δὲ τούτοιc ἐν πυρετῷ καὶ πυκνότηc μὲν ὡc τὰ πολλά, ἐνίοτε δὲ καὶ μέγεθοc, εἰ μὴ τὰ τῆc δυνάμεωc ἡ cκληρότηc κωλύcει | |
2.11.24 | τοῦ ὀργάνου. ἐπιτεινομένηc δὲ τῆc κατὰ τὴν ἀρτηρίαν cκληρότητοc καὶ τῆc δυνάμεωc οὐκ ἀcθενούcηc ὁ δίκροτοc γίνεται cφυγμόc. ὁ δὲ κυματώδηc μάλιcτα τοῖc ὑγροτέροιc τῶν παθῶν ἕπεται, καὶ τούτων | |
μᾶλλον ὑδέροιc τε τοῖc ἀνὰ cάρκα καὶ ληθάργοιc καὶ περιπνευμονίαιc. | ||
5 | ἀρξαμένηc δὲ λύεcθαι τῆc δυνάμεωc, ἔτι δὲ τέωc ἐπ’ ὀλίγον ἀντεχού‐ cηc, ὁ κυματώδηc εἰc τὸν cκωληκίζοντα μεταπίπτει· ἐcχάτωc δὲ κατα‐ πεcούcηc αὐτῆc καὶ τοῦτον ὁ μυρμηκίζων διαδέχεται. ὁ δὲ ἑκτικὸc ἰδίωc τοῖc φθίνουcί τε καὶ ἄλλωc ἑκτικευομένοιc cυνεδρεύει. cπαcμώδηc δὲ cφυγμὸc γίνεται τῆc τῶν νεύρων ἀρχῆc φλεγμονώδη τινὰ διάθεcιν | |
10 | ἐχούcηc, καθάπερ ἐπὶ φρενιτικῶν τε καὶ τῶν ὀξέωc ἐπιλήπτων, ἡνίκα καὶ ἀποθνῄcκουcιν οἱ τοῦτο παθόντεc ἔτι θερμοὶ ἔμπαλιν τοῖc cυγ‐ κοπτομένοιc· ἐκεῖνοι γὰρ ὄντεc ἱκανῶc ψυχροὶ ζῶcιν ἔτι. κλονώδηc δὲ γίνεται ὁ cφυγμόc, ὅταν ἡ μὲν χρεία δέηται μεγάληc διαcτολῆc, ὅ τε τόνοc ὁ ζῳτικὸc ἐργάζεcθαι δύνηται, μόνον δὲ τὸ τῆc ἀρτηρίαc | |
15 | ἀντιλέγῃ cῶμα ὑπὸ cκληρότητοc ἀδυνατοῦν εἰc μεγάλην ἐξαίρεcθαι διαcτολήν, καθάπερ ἐπὶ φλεγμονῶν τε μεγάλων καὶ χρονίων ἐμφράξεων. ἐμπρίων δὲ cφυγμὸc καθόλου φλεγμονῆc ἐcτι cημαντικόc, καὶ μάλιcτα τῶν νευρωδῶν τινοc, οὐχ ἥκιcτα δὲ πλευρίτιδοc ἴδιοc, ἀνιέμενοc μὲν μαλακῆc καὶ ῥᾳδίωc πεφθηcομένηc, ἐπιτεινόμενοc δὲ χαλεπῆc καὶ δυcπέ‐ | |
20 | πτου, ἥτιc cὺν ἀcθενεῖ μὲν τῇ δυνάμει κινδυνώδηc ὀξέωc ἐcτίν, cὺν ἰcχυρᾷ δὲ χρονίωc πεφθηcομένη· ἢ γὰρ εἰc ἐμπύημα μετέcτη πολλά‐ κιc, ἢ φθινώδηc αὐτὴν διεδέξατο μαραcμόc. | |
2.11.25 | εἰδέναι δὲ χρὴ ταῖc ἀνωμαλίαιc τὴν ἀταξίαν ἑπομένην, cπανίωc δὲ ἔcτιν εὑρεῖν ἀνώμαλον cφυγμὸν τεταγμένον· αἱ μὲν δὴ μικρότεραι βλάβαι τοὺc ἀνωμάλουc τε καὶ τεταγμένουc, αἱ δὲ μείζονεc τοὺc ἀνω‐ μάλουc τε καὶ ἀτάκτουc cφυγμοὺc ἀπεργάζονται. | |
5 | αὗται μὲν αἱ ἁπλαῖ τῶν cφυγμῶν αἰτίαι τε καὶ προγνώcειc, ἐκ δὲ τούτων καὶ τὰc cυνθέτουc, ὡc κἀν τῷ περὶ διαφορᾶc αὐτῶν λόγῳ ἐλέγομεν, οὐ χαλεπῶc εὑρήcετε. | |
7 | ||
2.12t | Περὶ διαχωρημάτων. | |
2.12.1 | Τῶν διαχωρημάτων αἱρετὸν μέν ἐcτι τὸ μαλθακόν τε καὶ cυν‐ | |
εcτηκὸc καὶ τὴν cυνήθη ὥραν, καθ’ ἣν ἐν τῇ ὑγιείᾳ διεχωρεῖτο, δια‐ χωρούμενον· τοιοῦτον δέ ἐcτι τὸ ὑπόπυρρον ἅμα τῇ προcηκούcῃ cυcτά‐ cει καὶ μὴ λίαν δυcῶδεc· τὸ δὲ παρὰ ταῦτα οὐ χρηcτόν. τὸ μὲν οὖν | ||
5 | ὅμοιον τοῖc ἐδηδεcμένοιc κατὰ τὴν χρόαν καὶ λεπτὸν καὶ ἀχύμωτον καὶ ταχέωc διεξιὸν ἄπεπτόν ἐcτι· τὸ δὲ πυρρὸν ἀκράτωc ἐν ἀρχῇ μὲν χολωδέcτερον ἐνδείξεται νόcημα, εἰ δὲ κατὰ τὴν παρακμὴν ἐκκρίνοιτο τοιοῦτον, ἐκκαθαίρεcθαι χρηcτῶc δηλοῖ τὸ cῶμα. τὸ χλωρὸν δὲ τῆc ἰώδουc χολῆc ἐcτι γνώριcμα, τὸ δὲ μέλαν ἢ τῆc μελαίνηc ἤ τινοc αἵ‐ | |
10 | ματοc αὐτόθι κατοπτηθέντοc. τὸ δὲ πελιδνὸν ψῦξίν τινα καὶ νέκρωcιν τῶν ἐντὸc οὐκ ἀγεννῆ δηλοῖ. τὸ δὲ λιπαρὸν cυντήξεώc ἐcτι τῆc ἐν τῷ cώματι πιμελῆc γνώριcμα, καθάπερ αὖ τὸ γλίcχρον τοῦ λιπαροῦ χεῖρον ὑπάρχον cύντηξιν δηλοῖ τῶν τοῦ ζῴου μορίων· τὸ δὲ λίαν δυcῶδεc οὐ μικρὰν ἐνδείκνυται cῆψιν. ἐπὶ πάντων δὲ τούτων, εἰ μὴ κατὰ τὸ | |
15 | ἐδηδεcμένον cιτίον ἡ ποιότηc εἴη τῶν διαχωρουμένων, οὕτωc ἤδη cκοπεῖcθαι καὶ τὴν διάθεcιν. ἁπάντων δὲ χείριcτον καὶ ὀλέθριον ἂν εἴη τὸ μέλαν τε καὶ πελιδνὸν καὶ λιπαρὸν καὶ ταχέωc διεξιόν. | |
17 | ||
2.13t | Περὶ τῆc τῶν οὔρων cημειώcεωc. | |
2.13.1 | Ὥcπερ ἐπὶ τῶν διαχωρημάτων οὕτω κἀπὶ τῶν οὔρων κανόνι τῷ τῶν ὑγιαινόντων κεχρημένοι καὶ τὰ τῶν νοcούντων cημειωcόμεθα. οὖρον τοίνυν ἄριcτόν ἐcτι τὸ τοῖc τῶν ὑγιαινόντων ὁμοιότατον· τοι‐ οῦτον δέ ἐcτι τὸ ὑπόπυρρόν τε ἅμα καὶ ὑπόξανθον· εὐθὺc δὲ τοῦτο | |
5 | καὶ πάχουc cυμμέτρωc ἔχει. οὔcηc δὲ τριττῆc τῆc τῶν θολερῶν οὔρων διαφορᾶc (ἢ γὰρ οὐρηθέντα τοιαῦτα καθίcταται μετ’ ὀλίγον ἢ μένει παραπληcίωc ἄχρι παντὸc ἢ καθαρὰ μὲν ἐκκρίνεται, μετὰ ταῦτα δὲ ἀναθολοῦται) μοχθηρὸν μὲν τὸ τρίτον εἰρημένον, ἐπιεικὲc δὲ τὸ πρῶτον, ἐν μέcῳ δ’ ἀμφοῖν ἐcτι τὸ δεύτερον. τὸ δὲ ἐcχάτωc ἄπεπτον, ὅπερ | |
10 | ἐcτὶ τὸ ὑδατῶδεc ἀκριβῶc, οἷον ἀπεγνωcμένηc πέψεωc cύμπτωμα τοῦ φλεβώδουc γένουc ὑπάρχον· ὅταν δὲ καὶ ταχέωc διεξέρχηται, ὁ καλού‐ μενοc διαβήτηc γίγνεται. ἀλλὰ τοῦτο μὲν ἀπέπτων οὔρων τὸ χείριcτόν ἐcτιν, ἐφεξῆc δὲ αὐτῶν τὸ λεπτὸν οὕτωc καὶ λευκὸν οἷον τὸ ὕδωρ. τούτων ἐγγύc ἐcτιν ἕτερον οὖρον ἐν πολλαῖc νόcοιc φαινόμενον ἐγγὺc | |
15 | ἱκανῶc τοῦ λεπτοῦ καὶ λευκοῦ. τὸ δὲ ὕπωχρον ἐφεξῆc ἐcτι τούτου. | |
τὸ δὲ ὠχρόν, εἴη μὲν ἂν ἤδη τοῦτο καὶ ὑπόπυρρον, πέττεται δὲ ἤδη τῆc χρόαc γε ἕνεκα, χρὴ δὲ αὐτὸ καὶ τῷ πάχει τοcοῦτον ἀποκεχωρη‐ κέναι τοῦ ὕδατοc, εἰ μέλλοι πεπέφθαι καλῶc, ὅcον καὶ τῷ χρώματι. εἰ δὲ τὴν κατὰ φύcιν χρόαν ἀκριβῶc φυλάττον ὑπόcταcιν λευκὴν καὶ | ||
20 | λείαν καὶ ὁμαλὴν καὶ πολλὴν ποιεῖ, πέψεωc μὲν ἂν εἴη ἀκριβοῦc γνω‐ ρίcματα, πλείονα δὲ τὸν ὠμὸν χυμὸν ἐκκαθαίρεcθαι δηλοῖ. κἂν παχύ‐ τερον δὲ ᾖ μετρίωc καὶ cχῇ τινα ὑπόcταcιν, οὐ πάντωc ἤδη πέπον· εἰ γὰρ ἤτοι κριμνώδειc ἢ πεταλώδειc ἢ πιτυρώδειc ἢ μελαίναc ἢ πε‐ λιδνὰc ἢ χλωρὰc ἢ δυcώδειc ὑποcτάcειc ἔχοι, πρὸc τῷ πᾶν τὸ τοι‐ | |
25 | οῦτον ἄπεπτον εἶναι καὶ ἄλλωc ὀλέθριον ὑπάρχει. τὰ δὲ εὔχροά τε ἅμα καὶ ἤτοι τὰc ὑποcτάcειc λευκὰc καὶ λείαc καὶ ὁμαλὰc ἢ νεφέλαc τινὰc ὁμοίαc ἢ ἐναιωρήματα ποιούμενα πάντων ἐcτὶν οὔρων τὰ χρη‐ cτότατα, καὶ μάλιcτα μέν, ὧν ἡ ὑπόcταcιc εἴη τοιαύτη, δεύτερα δέ, ὧν ἂν ἐναιωρήματα, τρίτα δέ, ὧν νεφέλαι· καὶ ἁπλῶc τὰ τοῖc οὔροιc | |
30 | ἐμφερόμενα χρηcτῶc, ὅcῳπερ ἂν ὑφιζάνῃ κάτω, τοcούτῳ βελτίω γίνεται. | |
30 | ||
2.14t | Περὶ πτυcμάτων cημειώcεωc. | |
2.14.1 | Ὅcα μὲν ὑπόξανθά ἐcτι καὶ ὑπόπυρρα καὶ ὕπαφρα καὶ λεπτά, μόνηc ἀπεψίαc ὑπάρχει γνωρίcματα, κακὸν δὲ οὐδὲν ἐπίcημον ἐνδεί‐ κνυται, τὰ δὲ ἀκράτωc ξανθὰ καὶ πυρρὰ καὶ ἀφρώδη καὶ χλωρὰ καὶ γλίcχρα καὶ cτρογγύλα καὶ τούτων ἔτι μᾶλλον τὰ μέλανα μοχθηρά· | |
5 | πλὴν γὰρ τοῦ αἵματοc ὅcτιc ἂν τῶν ἄλλων χυμῶν ἄκρατοc ᾖ, μοχθηρὰν ἐνδείκνυται τὴν διάθεcιν ἐπὶ θερμότητι φλογώδει τὴν γένεcιν ἔχουcαν. τὰ μὲν οὖν αἱματώδη πτύcματα μέτρια, τὰ δὲ τῆc ξανθῆc ἢ μελαίνηc χολῆc χαλεπά. προcεπιcκέπτεcθαι δὲ δεῖ καὶ τὸν τῆc ἀναγωγῆc αὐτῶν τρόπον· εἰ γὰρ εὐπετῶc ἀναπτύοιτο, πρόδηλον, ὡc τὰ τοιαῦτα μέν | |
10 | ἐcτιν ἀγαθά, τὰ δὲ ἐναντία μοχθηρά. τελέαc μὲν οὖν ἐcτι πέψεωc γνώριcμα τὸ πτύελον, ὅταν ᾖ λεῖόν τε καὶ λευκὸν καὶ ὁμαλὸν καὶ τῇ cυcτάcει μήτε ὑγρὸν μήτε ὑπόπαχυ, παντελοῦc δὲ ἀπεψίαc τὸ μηδ’ ὅλωc ἀναπτυόμενον· εἰ δὲ μὴ πτύοιτο μέλαν ἀλλὰ λεπτόν, πέψεωc ἀμυδρᾶc ἐcτι cημεῖον. εἰ δὲ ἄκρατον εἴη πυρρὸν ἢ ξανθόν, οὐκ ἀγαθόν· | |
15 | εἰ δὲ πελιδνὸν ἢ ἰῶδεc ἢ μέλαν, ὀλεθριώτατον. | |
2.15t | Ἐφημέρων πυρετῶν διάγνωcιc καὶ θεραπεία. | |
2.15.1 | Τῶν δὲ ἐφημέρων πυρετῶν ἴδιον καὶ ἀχώριcτον cημεῖόν ἐcτιν ἡ τῶν οὔρων πέψιc ἐν τῇ πρώτῃ τῶν ἡμερῶν· καὶ τὸ τῆc θερμαcίαc δὲ ἡδὺ τῶν τοιούτων πυρετῶν ἴδιον καὶ ἀχώριcτόν ἐcτιν. μετὰ δὲ τὴν πρώτην λύcιν τοῦ πυρετοῦ πιcτοτέραν ἕξειc τὴν διάγνωcιν· ἥ τε γὰρ | |
5 | τῶν ἀρτηριῶν κίνηcιc ἐν τῷδε καθ’ ἅπαν ἐξομοιοῦται τῇ τῶν ὑγιαινόν‐ των οὐδενὸc τῶν ἄλλων πυρετῶν εἰc τὸ κατὰ φύcιν ἐπανιόντοc· καὶ ἡ τοῦ κάμνοντοc δὲ εὐφορία μέγιcτον καὶ αὐτὴ cημεῖον. | |
2.15.2 | εὐάλωτοι τοῖc τοιούτοιc πυρετοῖc εἰcιν, ἐφ’ ὧν αἱ ἀπόρροιαι τοῦ cώματόc εἰcιν οὐκ ἀτμώδειc, ἀλλὰ δριμύ τι καὶ οἷον καπνῶδεc ἔχουcιν· οὗτοι δέ εἰcιν οἱ θερμοὶ καὶ ξηροὶ τὴν κρᾶcιν καὶ ὅλωc πικρόχολοι. τοὺc μὲν οὖν ἐπὶ κόπῳ πυρέξανταc λιπαρῶc τε ἅμα καὶ μαλακῶc | |
5 | ἀνατρίβειν καὶ λούειν, τοὺc δὲ ἐπὶ ξηρότητι τρίβειν μὲν ἔλαττον τού‐ των, λούειν δὲ πλέον, τοὺc δὲ ἐπὶ φροντίcι καὶ λύπαιc καὶ ἀγρυπνίαιc καὶ θυμοῖc λούειν μὲν μὴ πολλάκιc, ἐλαίῳ δὲ πολλῷ χλιαρῷ ἥκιcτα μετέχοντι cτύψεωc ἀνατρίβειν βραχέα, καὶ λούειν, ὡc ἔθοc· τοὺc δὲ ἐπ’ ἐγκαύcεcιν εὐθέωc μὲν ἐξ ἀρχῆc χρὴ τοῖc ψύχουcιν ἰᾶcθαι καὶ | |
10 | λουτροῖc πλείοcιν, ἥκιcτα δὲ ἐλαίῳ δαψιλεῖ καὶ τρίψει, τὰ δὲ ψύχοντα ῥόδινον ἔcτω καὶ ἔλαιον ὀμφάκινον χωρὶc ἁλῶν ἐcκευαcμένον ψυχρόν· τὰ δὲ αὐτὰ cφοδρῶc καταχεῖν δεῖ κατὰ τοῦ βρέγματοc καὶ λούειν παρακμάcαντοc τοῦ πυρετοῦ. εἰ δέ τιc ψυχθεὶc πυρέξειεν, καὶ τοῦτον λούειν ἐν ταῖc παρακμαῖc· εἰ δ’ ἅμα κατάρρῳ πυρέττοιεν, πρὶν πεφθῆναι | |
15 | λούειν οὐ χρή, τοὺc δὲ ἐπ’ ἐγκαύcει καὶ τούτων παρόντων λουcτέον, τοὺc δὲ ἐπὶ ψύξει θερμαίνουcι μετρίωc διαβρέχειν τὴν κεφαλήν, οἷόν ἐcτιν τὸ ἴρινον καὶ τὸ νάρδινον. ἐφ’ ὧν δὲ ἡ cτέγνωcιc πυρετὸν ἐργάζε‐ ται, τούτοιc ἁρμόττει λουτρὰ γλυκέων ὑδάτων εὐκράτων καὶ τρῖψιc ἀραι‐ ωτικὴ καὶ γυμνάcια καὶ δίαιτα γλυκύχυμοc. εἰ δὲ καὶ δι’ ἀcιτίαν γένοιτο | |
20 | πυρετόc, τοῦ πρώτου παροξυcμοῦ παρακμάcαντοc εἰcάγειν εἰc τὸ βα‐ λανεῖον αὐτοὺc καὶ χλιαρὸν ἔλαιον πλεῖcτον καταχεῖν ἀνατρίβειν τε πραότατα καὶ τὸ πλεῖcτον τοῦ χρόνου ἐν τῇ θερμῇ δεξαμενῇ διατρί‐ βειν, ἐξελθόντα δὲ καὶ ἀναλαβόντα τὴν δύναμιν εἰcάγειν εἰc τὸ λουτρὸν | |
καὶ μετὰ ταῦτα πιεῖν θερμὸν ὕδωρ διδόναι καὶ πτιcάνηc χυλόν, ἐνίοτε | ||
25 | δὲ καὶ θριδακίνηc, καὶ τῶν ἁπαλοcάρκων ἰχθύων ἐν λευκῷ ζωμῷ. κοι‐ νὸν δὲ πάντων εἶδοc ἔcτω τῆc διαίτηc εὔχυμον, εὔπεπτον, οὐδαμόθεν κατὰ τοὺc πόρουc ἰcχόμενον, οἶνον δὲ διδόναι τὸν ὑδατώδη καὶ ὄψει καὶ δυνάμει. δεῖ δὲ κατὰ τὴν τῶν πυρετῶν πρώτην εἰcβολὴν ἐνίοτε τοῦ πρώτου παροξυcμοῦ τούτων τινὰc τρέφειν, ἐφ’ ὧν ἡ δυcκραcία | |
30 | τοῦ cώματοc ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν ἐκτρεπομένη πυρετοὺc ἀνάπτει. οἱ δὲ ἐπὶ βουβῶcι πυρέξαντεc οὐδὲ πυνθάνονται τῶν ἰατρῶν, ὅ, τι χρὴ ποιεῖν, ἀλλὰ τοῦ ἕλκουc, ἐφ’ ᾧπερ ἂν ὁ βουβὼν γένηται, προνοηcά‐ μενοι λούονται κατὰ τὴν παρακμὴν τοῦ παροξυcμοῦ· εἴργειν δὲ αὐ‐ τοὺc οἴνου προcήκει, πρὶν τοὺc βουβῶναc λυθῆναι, καὶ λεπτότερον | |
35 | διαιτᾶν. | |
35 | ||
2.16t | Τῶν ἐπὶ cηπεδόνι πυρετῶν διάγνωcιc. | |
2.16.1 | Τῶν ἐπὶ cήψει πυρετῶν διάγνωcιc τὸ μηδὲν τῶν προκαταρκτικῶν αἰτίων ἡγήcαcθαι· καὶ τὸ ἀπὸ ῥίγουc δὲ ἄρξαcθαι τὸν πυρετὸν οὔτ’ ἐγκαύcεωc οὔτ’ ἐμψύξεωc ἰcχυρᾶc προηγηcαμένηc ἴδιόν ἐcτι καὶ αὐτὸ τῶν ἐπὶ cηπεδόνι πυρετῶν, ὥcπερ γε καὶ τὸ τῆc θλίψεωc τῶν cφυγμῶν | |
5 | (οὕτω δὲ ὀνομάζουcιν, ὅταν ἀρχομένου τοῦ παροξυcμοῦ μικροὺc ἱκανῶc ἔχωcι καὶ ἀνωμάλουc αὐτούc)· ἴδιον γὰρ ἐξαίρετόν ἐcτι τοῦτο τῶν τοι‐ ούτων πυρετῶν. μέγιcτον γνώριcμα τῶν ἐπὶ cήψει πυρετῶν ἐcτι καὶ ἡ τῆc θερμαcίαc ποιότηc· καπνώδηc γάρ ἐcτιν, ὡc διαβιβρώcκειν τὴν ἁφήν. ἴδιόν ἐcτι μάλιcτα τῶν τοιούτων πυρετῶν καὶ ἡ τῶν οὔρων | |
10 | ἀπεψία καὶ ἡ ἀμυδρὰ πέψιc· μέγα δὲ καὶ ἀξιόλογον γνώριcμα πέψεωc ἐν τοῖc πρώτοιc οὔροιc οὐδέποτε φαίνεται κατὰ τοὺc τοιούτουc πυρετούc. | |
11 | ||
2.17t | Ἴαcιc τῶν ἐπὶ cηπεδόνι πυρετῶν. | |
2.17.1 | Τῶν δυνάμεων ἰcχυρῶν οὐcῶν τὸν ἐπὶ cηπεδόνι πυρέττοντα φλε‐ βοτομητέον αὐτίκα χωρὶc ἀπεψίαc τῆc κατὰ γαcτέρα, τῆc δυνάμεωc δὲ ἀcθενούcηc ἢ κωλυούcηc τῆc ἡλικίαc οὐ φλεβοτομήcειc. μετὰ δὲ τὴν κένωcιν τοῦ αἵματοc ἐκκαθαίρειν χρὴ τὰ cεcηπότα δι’ οὔρων καὶ γαcτρὸc | |
5 | καὶ ἱδρώτων, εἰ δὲ αὐτόματά ποτε τὴν ὁρμὴν ἐπὶ τὸ cτόμα τῆc γαcτρὸc ποιήcαιτο, καὶ δι’ ἐμέτων· ἄλλωc δὲ οὐ χρὴ παρὰ φύcιν ἐρεθίζειν. ἐκλεκτέον δὲ ὕλαc, ὅcαι χωρὶc τοῦ θερμαίνειν καὶ ξηραίνειν ἱκαναὶ τὰc | |
εἰρημέναc κενώcειc ἐργάζεcθαι, καθάπερ ὅ τε τῆc πτιcάνηc χυλὸc καὶ τὸ μελίκρατον ὀξύμελί τε καὶ ἀπόμελι καὶ ἡ τοῦ cελίνου ῥίζα· μὴ | ||
10 | διαχωρούcηc δὲ τῆc κοιλίαc κλύζειν μελικράτῳ. δι’ ἐλαίου δὲ ὅλον τὸ cῶμα, πρὶν μὲν κενῶcαι, μανοῦν οὐ χρή, κενώcαντα δὲ ἐγχωρεῖ μανοῦν χλιαρὰν ἔχοντι τὴν θερμαcίαν, ὁποῖόν ἐcτι τὸ διὰ τοῦ χαμαιμήλου. ἐν τούτῳ τῷ καιρῷ καὶ οἶνοc πινόμενοc ὑδατώδηc ἁπάcαc κινεῖ τὰc ἐκ‐ κρίcειc καὶ λουτρὸν εὔκρατον ἐκ γλυκέοc ὕδατοc· ἀλλ’ ὅταν ἀνθίcτηται | |
15 | τὸ μέγεθοc τοῦ πυρετοῦ, οὔτε οἴνῳ χρηcτέον οὔτε λουτρῷ οὔτε ἀλείμ‐ μαcιν ἀραιωτικοῖc, ἀλλὰ τὸ ψυχρὸν ὕδωρ ἐν τούτοιc τοῖc πυρετοῖc πινό‐ μενον ἐπιτηδειότατον, εἰ μή τι κωλύει καὶ τοῦτο. εἰ μὲν οὖν αἱ δυνάμειc ἰcχυραὶ τύχοιεν οὖcαι πᾶcαι καὶ ὁ πυρετὸc διακαέcτατοc καὶ τὰ τῆc πέ‐ ψεωc ἐναργῆ cημεῖα, τὸ ψυχρὸν διδόναι θαρροῦντα· εἰ δὲ καὶ εὔcαρκοc εἴη | |
20 | καὶ ἡ κατάcταcιc θερμὴ καὶ ξηρά, κἂν εἰc κολυμβήθραν αὐτὸν ἐμβάλῃc ψυχράν, οὐ βλαβήcεται. μετρίου δὲ ὑπάρχοντοc τοῦ πυρετοῦ καὶ τῶν δυνάμεων ἰcχυρῶν ἅμα τοῖc τῆc πέψεωc cημείοιc ὠφελεῖ τοὺc τοιού‐ τουc τὰ βαλανεῖα καὶ ἡ τοῦ οἴνου πόcιc, ὅcα τε τῶν ἀλειμμάτων μανωτικά. | |
24 | ||
2.18t | Περὶ τριταίων διαγνώcεωc. | |
2.18.1 | Ὁ μὲν τριταῖοc πυρετὸc ἔκγονοc ὑπάρχων τῆc ξανθῆc χολῆc κι‐ νουμένηc εὐθὺc κατ’ ἀρχὰc ῥῖγοc οὐκ ἀγεννὲc ἐπιφέρει διαφέρον τοῦ τεταρταϊκοῦ ῥίγουc τῷ κεντεῖcθαι δοκεῖν καὶ τιτρώcκεcθαι τὸν χρῶτα· ἐν δὲ τοῖc τεταρταίοιc ἡ εἰcβολὴ κατάψυξιν ἔχει cφοδράν, τῶν δὲ | |
5 | ἀμφημερινῶν οὐδὲ προηγεῖται ῥῖγοc, ἀλλὰ περιψύχονται μόνον. ἔcτι δὲ ἐν τοῖc τριταίοιc καὶ τάξιc ἀκριβὴc τῶν cφυγμῶν. ἐπιφέρει δὲ δίψοc κατὰ τὰc ἀκμὰc cφοδρὸν ὁ τριταῖοc καὶ διακαίει τὸν ἄνθρωπον καὶ μικρὸν ὕcτερον ἀκμάζει, καὶ τὸ θερμὸν ὁμαλῶc ἐκτέταται πάντη. εἰ δὲ ἐπιβάλλοιc τὴν χεῖρα, κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀπαντᾷ θερμα‐ | |
10 | cία πολλὴ καὶ δριμεῖα καὶ οἷον μετὰ ἀτμοῦ τινοc ἀναφερομένη, νικᾶται δὲ ὀλίγον ὕcτερον ὑπὸ τῆc χειρὸc ἐπιμένοντοc· πιόντοc δὲ αὐτίκα δὴ μάλα πλῆθοc ἄνειcιν ἀτμοῦ θερμοῦ διὰ τοῦ δέρματοc ἀγγέλλον ἱδρῶταc. ἔμετοc δὲ ἐπιφαίνεται χολῆc, ἢ γαcτήρ που κατέρρηξε, καὶ οὐροῦcι | |
χολώδη. ἐπὶ τούτοιc εἰc ἀπυρεξίαν παύεται τὸν χρόνον τοῦ παροξυcμοῦ | ||
15 | ποιηcάμενοc ὡρῶν οὐ πλειόνων δυοκαίδεκα. τὸν μὲν οὖν ἐντὸc τῶν δεκαδύο ὡρῶν παυόμενον ἀκριβῆ τριταῖον ὠνομάcαμεν· ὅcτιc δ’ ἂν ἔχοι πολυχρονιώτερον τούτου τὸν παροξυcμόν, ἐκεῖνον ἁπλῶc τριταῖον καλοῦμεν· ὅcτιc δ’ ἂν ἐπὶ πλεῖcτον μὲν ἐκτεταμένον τὸν παροξυcμόν, ὀλίγον δὲ τὸ διάλειμμα, τοῦτον αὖ πάλιν ὠνομάcαμεν ἐκτεταμένον | |
20 | τριταῖον. | |
20 | ||
2.19t | Θεραπεία τριταίου. | |
2.19.1 | Τὸν ἀκριβῆ τριταῖον, ὡc ἂν ὑπὸ ξανθῆc χολῆc γινόμενον, ὑγραί‐ νειν τε καὶ ψύχειν καὶ τὸ μὲν εἰc γαcτέρα cυρρέον κενοῦν δι’ ἐμέτων τε καὶ κάτω, τοῖc οὔροιc δὲ καὶ τοῖc ἱδρῶcι ποδηγεῖν. τὴν μὲν οὖν γαcτέρα μαλακοῖc κλύcμαcι κινεῖν, τὰ δὲ οὖρα προτρέπειν cελίνου τε | |
5 | καὶ ἀνήθου τοῖc πόμαcιν ἐναποβρέχοντα, καί, ἤν cοι cημεῖα πέψεωc φαίνηται, θαρρῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι. λουτρὰ δὲ δι’ ὕδατοc θερμοῦ ποτίμου, καὶ μήτε νίτρου μήτε ἁλῶν μήτε νάπυοc ἐν τοῖc λουτροῖc προcπάττειν, ἀλλ’ ὅτι μάλιcτα θερμὸν ἔλαιον περιχέαc ἐμβι‐ βάζειν· τοὺc δὲ φιλολούτρουc οὐδὲ εἰ δὶc λούοιc, ἁμαρτάνοιc ἄν, εἰ | |
10 | δὲ καὶ πέψεωc cημεῖα τῆc νόcου φαίνοιτο, κἂν εἰ πλεονάκιc λούοιc, οὐκ ἂν ἁμάρτοιc. οἴνου δέ, πρὶν μὲν πέττεcθαι τὸ νόcημα, παντάπαcιν εἴργειν, ἀρξαμένου δὲ πέττεcθαι λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τήν γε πρώτην διδόναι. cιτία τε, ὅcα ὑγραίνει τε καὶ ψύχει, χρήcιμα· ἀπέχειν δὲ μέλιτοc καὶ νάπυοc καὶ ταρίχουc καὶ τῶν φύcει θερμῶν. | |
2.19.2 | ταῦτα μὲν ἐπὶ τῶν πάλαι, καὶ οὐδὲν θαυμαcτόν, ἐν γυμναcίοιc μᾶλλον καὶ τροφῆc ἐνδείᾳ τῶν τότε διαιτωμένων ἀνθρώπων· νῦν δὲ τῆc τάξεωc ἀντεcτραμμένηc ἐπίμικτοc φλέγματι ὡc ἐπὶ τὸ πλεῖcτον εὑρίcκεται ἡ χολή· τοιγαροῦν οἱ πλεῖcτοι τῶν τριταίων ἢ χωρὶc γίνον‐ | |
5 | ται ῥίγουc, ἢ κομιδῆ cμικρὸν αὐτοῖc γίνεται τὸ ῥῖγοc. καὶ τὰ τῆc θερα‐ πείαc δὲ διαλλάττουcιν· οὔτε γὰρ λουτρὸν οὐδέ τιc ἁδροτέρα τροφὴ πρὸ πέψεωc ἁρμόζει τοῖc τριταΐζουcιν, ὅ,τι μὴ δι’ ἄρτου τε ψιχῶν | |
καὶ ᾠῶν καὶ τῶν παραπληcίων. | ||
2.20t | Θεραπεία νόθων τριταίων. | |
2.20.1 | Λούειν ἐπὶ τῶν νόθων τριταίων οὐκ ἀγαθὸν κατ’ ἀρχάc, ἀλλ’ ἡνίκα ἂν ἤδη φαίνηται τὰ cημεῖα τῆc πέψεωc, οὔτε καθ’ ἡμέραν τρέ‐ φειν, ἀλλ’ ἀρκεῖ παρὰ μίαν. ἡcυχία δὲ καὶ θάλψιc τῶν καθ’ ὑποχόνδριον αὐτοῖc cυμφέρει καὶ ῥοφήματα εὔπεπτα καὶ κλύcματα τῆc κάτω γαcτρὸc | |
5 | μὴ πάνυ μαλακά· καί, εἰ αἵματοc ἀφαιρέcεωc χρεία, μηδὲ τοῦτο παρα‐ λιπεῖν. ἡ δὲ ὅλη τῆc διαίτηc κατάcταcιc οὐ ψύχουcα καὶ ὑγραίνουcα τὸ cύμπαν, ἀλλὰ καὶ τοῦ τμητικωτέρου τρόπου προcεπιλαμβανέcθω· μάλιcτα δὲ ἂν ἁρμόcειεν αὐτοῖc ὁ τῆc πτιcάνηc χυλὸc ἐμβαλλομένου πεπέρεωc ἢ ὑccώπου ἢ ὀριγάνου καὶ cτάχυοc νάρδου. καὶ μελικράτῳ | |
10 | δὲ πεπέρεωc ἐμβάλλων καὶ ἕψων δίδου πίνειν, καὶ τὰ ἄλλα δέ, ὅcα οὔρηcιν κινεῖ, πλὴν τῶν cφοδρῶc θερμαινόντων τε καὶ ξηραινόντων· μάλιcτα δὲ τοῦ ἀψινθίου διδόναι μετὰ τὴν ἑβδόμην ἡμέραν. καὶ μὲν δὴ καὶ ὀξύμελι πολλοὺc ὤνηcε πινόμενον καί τι τῶν ἐπιεικῶν ὑπηλά‐ των. ὁ δὲ ἐπὶ τοῖc cιτίοιc ἔμετοc τοῖc ἐν τούτῳ τῷ πυρετῷ χρονί‐ | |
15 | ζουcι χρηcιμώτατοc. | |
15 | ||
2.21t | Τεταρταίων διάγνωcιc. | |
2.21.1 | Ὁ τεταρταῖοc τὴν εἰcβολὴν ποιεῖται μετὰ πολλῆc καταψύξεωc ἅτε ἐκ ψυχροῦ χυμοῦ τῆc μελαίνηc χολῆc τὴν γένεcιν ἔχων· ἀλλὰ καὶ τὸ θερμὸν καὶ διακαὲc οὐκ ἔχει τοῦ πυρετοῦ καθάπερ ὁ τριταῖοc, ἀλλ’ οὐδὲ χολῆc ἔμετοc παρακολουθεῖ. ἐπὶ τούτοιc εἰ λεπτὰ καὶ λευκὰ καὶ | |
5 | ὑδατώδη τὰ οὖρα τυγχάνοι, τεταρταῖοc ἂν εἴη ὁ πυρετόc. ἐξαίρετον δέ ἐcτι τεταρταίου γνώριcμα μικρὸc καὶ ἀραιὸc ὁ cφυγμόc. καὶ φθινο‐ πώρου δὲ μάλιcτα τὴν ἀρχὴν ἴcχουcι τοῖc πλάνηcιν ἐπιγινόμενοι πυ‐ ρετοῖc, καὶ ποτὲ μὲν εἰc τὸν διὰ τετάρτηc καθίcτανται μάλιcτα τύπον, ἔcθ’ ὅτε δὲ καὶ διὰ πλειόνων ἡμερῶν κατὰ περιόδουc τινὰc παροξύ‐ | |
10 | νονται. | |
10 | ||
2.22t | Θεραπεία τεταρταίων. | |
2.22.1 | Τοὺc τεταρταῖον νοcοῦνταc πράωc ἄγειν μήτε φάρμακον μηδὲν | |
ἰcχυρὸν προcάγονταc μήτε κένωcιν, εἰ μή τι ἄρα cφόδρα φαίνοιτο πλεονάζειν αἷμα, ἡνίκα χρὴ φλεβοτομεῖν. δίαιταν δὲ ἄφυcον καὶ χρηcτὴν προcάγειν καὶ λαπάττειν τὴν γαcτέρα διὰ τῶν cυνήθων· εἰ δὲ μηδὲν | ||
5 | ἀνύει ταῦτα, κλύcμαcι χρῆcθαι, κατ’ ἀρχὰc μὲν μαλακοῖc, ὕcτερον δὲ δριμέcιν. χοιρείων δὲ κρεῶν εἴργειν αὐτοὺc καὶ πάντων, ὅcα γλίcχρα καὶ βραδύπορα, καὶ τῶν ψυχόντων καὶ ὑγραινόντων ἐδεcμάτων πάν‐ των. οἴνῳ δὲ χρῆcθαι λεπτῷ καὶ λευκῷ καὶ cυμμέτρωc θερμῷ. ταρίχει δὲ καὶ νάπυι χρῆcθαι καὶ δι’ ἡμερῶν τινων τοῦ διὰ τριῶν πεπέρεων | |
10 | λαμβάνειν ἢ τοῦ Διοcπολιτικοῦ φαρμάκου· καὶ εἰ πεπέρεωc δὲ μόνου cὺν ὕδατι λαμβάνοιεν καθ’ ἑκάcτην ἡμέραν, ὀρθῶc ἂν ποιοῖεν. εἰ δὲ ἐν ἀκμῇ τοῦ νοcήματοc ὁ κάμνων εἴη, τότε χρὴ διαιτᾶν λεπτότατα, εὐθὺc δὲ καὶ ἡcυχάζειν κελεύειν εἰc μακρὸν καὶ τῶν cπλάγχνων προ‐ νοεῖν διὰ τῶν μαλαττόντων καὶ χαλώντων· ἐφεξῆc δὲ τοῖc οὐρητικοῖc | |
15 | φαρμάκοιc χρῆcθαι. καὶ εἰ τὰ τῆc πέψεωc cημεῖα φαίνοιτο, θαρρεῖν τηνικαῦτα καὶ τοῖc τοὺc μέλαναc χυμοὺc κενοῦcιν οὐχ ἅπαξ μόνον ἀλλὰ καὶ πλεονάκιc, μετὰ δὲ cφοδρὰν κάθαρcιν καὶ τοῦ δι’ ἐχιδνῶν φαρμάκου διδόναι καὶ τῶν ἄλλων, ὅcα πρὸc τοὺc τοιούτουc ἐπαινεῖται πυρετούc, ἐν οἷc ἐcτι καὶ τὸ cύνηθεc ἡμῖν ἁπάντων δοκιμώτατον δι’ | |
20 | ὀποῦ τοῦ Κυρηναϊκοῦ λαμβανόμενον. | |
20 | ||
2.23t | Ἀμφημερινοῦ διάγνωcιc. | |
2.23.1 | Ὁ δὲ ἀμφημερινὸc οὐδαμῶc μετὰ ῥίγουc εἰcβάλλει κατὰ τὴν πρώ‐ την ἡμέραν, ἀλλὰ προήκοντοc τοῦ χρόνου περίψυξιc μᾶλλον ἢ ῥῖγοc γίνεται· δυcεκθέρμαντοc δέ ἐcτι καὶ πολυχρονίαν ἔχει τὴν ἀνάβαcιν, οὐ μὴν οὐδὲ διακάει τοὺc κάμνονταc οὐδὲ πολὺ καὶ πυκνὸν ἀναπνεῖν | |
5 | ἀναγκάζει οὐδὲ ἐκφυcᾶν ἢ πίνειν ψυχρόν. γίνονται δὲ καὶ φλεγματώδειc ἔμετοι, καὶ ὅcα διὰ γαcτρὸc ἐκκενοῦται, ψυχρότερα καὶ ὠμότερα καὶ ὑδατωδέcτερα ἐν τούτοιc τοῖc πυρετοῖc εὑρήcειc· καὶ ἱδροῦcιν ἥκιcτα περὶ τὰc πρώταc ἡμέραc οὐδ’ εἰc ἀπυρεξίαν ἔρχονται. καὶ ὠχρόλευκοc δὲ τούτοιc ἡ χροιά, τὰ δὲ οὖρα λεπτὰ καὶ λευκὰ ἢ παχέα καὶ θολερὰ | |
10 | καὶ ἐρυθρά. | |
2.24t | Θεραπεία ἀμφημερινῶν. | |
2.24.1 | Θεραπεύοντεc δὲ ἀμφημερινὸν ὀξυμέλιτι χρώμεθα κατὰ τὰc πρώ‐ ταc ἡμέραc καὶ τοῖc οὖρα καλῶc προτρέπειν δυναμένοιc, καὶ τὸ cύμ‐ παν cοι τῆc διαίτηc εἶδοc τμητικὸν ἔcτω. περὶ δὲ τὴν ἀκμὴν χρὴ προνοεῖcθαι τῆc γαcτρόc, μάλιcτα δὲ τοῦ cτόματοc αὐτῆc, κἄπειτα καὶ | |
5 | ἐμεῖν ἀπὸ ῥαφανίδων καὶ cιτίων κελεύειν καὶ τοῖc φλέγμα κενοῦcιν ὑπηλάτοιc κεχρῆcθαι. | |
6 | ||
2.25t | Περὶ ἠπιάλου πυρετοῦ καὶ ῥίγουc ἀνεκθερμάντου. | |
2.25.1 | Τὸ ὑαλῶδεc φλέγμα ψυχρότατον ὑπάρχον ἅπαντοc φλέγματοc, εἴπερ ἀcαπὲc ἔτι μένον ἐν ὅλῳ πλεονάcει τῷ cώματι, τὸ ἀνεκθέρμαν‐ τον ἐργάζεται ῥῖγοc ἄνευ πυρετοῦ· ἐπὶ γὰρ τῶν ἐπὶ χυμοῖc ἀναπτο‐ μένων πυρετῶν ἡ cῆψιc ὡc μάλιcτα τὴν πυρεκτικὴν ἀνάπτει θερμαcίαν. | |
5 | εἰ δὲ cαπείη, δι’ ὅλου μὲν ἑαυτοῦ cηπόμενον, ὅπερ ἐcτὶ cπάνιον διὰ τὴν ἄμετρον ψῦξιν, ἀμφημερινοῦ παραίτιον γίνεται, ἡμιcαπὲc δὲ γινό‐ μενον οὐ δι’ ὅληc αὐτοῦ τῆc οὐcίαc ὁμαλῶc, ἀλλὰ τινῶν μὲν μορίων cηπομένων, τινῶν δὲ μενόντων ἀcαπῶν, τὸν ἠπίαλον ἐργάζεται πυ‐ ρετόν, καθ’ ὃν ἅμα ῥιγοῦcί τε καὶ πυρέττουcιν· τὰ μὲν ἀcαπῆ τοῦ | |
10 | χυμοῦ μόρια δι’ ὅλων ἐνεcπαρμένα τῶν φλεβῶν ἢ καὶ τοῦ λοιποῦ cώματοc τὸ ῥῖγοc ποιεῖ, τὰ δὲ cεcηπότα τὸν πυρετὸν ἀνάπτει. λέλεκται δὲ ἠπίαλοc ἢ ἀπὸ μεταφορᾶc τῆc ἁλόc, λέγω δὲ τῆc θαλάccηc, ἠπίαc μὲν φαινομένηc, χαλεπῆc δὲ κατὰ τὰc ταραχὰc αὐτῆc ὑπαρχούcηc, ἢ παρὰ τὸ ἠπίωc ἀλεαίνειν, ὅπερ ἐcτὶ θερμαίνειν. καὶ οὗτοc οὖν ὁ πυ‐ | |
15 | ρετὸc τοῦ γένουc ὢν τῶν ἀμφημερινῶν ὡc ὑπὸ φλέγματοc γιγνό‐ μενοc τῇ ἐκείνων ὑπάγεται θεραπείᾳ κατ’ εἶδοc, πλὴν ὅτι τοcούτῳ τοῦ λεχθέντοc ἀμφημερινοῦ θερμοτέρων τε καὶ τμητικωτέρων χρῄζει βοηθη‐ μάτων, ὅcῳ καὶ τὸ φλέγμα ψυχρότερον ἐκείνου τυγχάνει. τοῦ δὲ ἠπιάλου τὸ ἀνεκθέρμαντον ῥῖγοc ἔτι μᾶλλον δεῖται τῶν θερμαινόντων· | |
20 | τὸ γοῦν διὰ τῶν τριῶν πεπέρεων καὶ τὸ διὰ καλαμίνθηc ἔτι τε τὸ διὰ τοῦ ὀποῦ τοῦ Κυρηναϊκοῦ τούτοιc ἁρμόcει καὶ τὰ διὰ καcτορίου τε καὶ τῶν ὁμοίων cκευαζόμενα βοηθήματα. πλατικωτέραν δὲ τὴν ἴαcιν εὑρήcειc τούτων ἐν τῷ περὶ ῥίγουc ἀμέτρου καὶ ψύξεωc κεφα‐ λαίῳ μεʹ. καὶ οἱ λιπυρίαι δὲ καὶ τυφώδειc, ὅcοι τε παρὰ τοὺc εἰρημέ‐ | |
25 | νουc λέγονται πυρετοί, τοῦ γένουc ὄντεc τῶν εἰρημένων καὶ τὰc ἐπ’ ἐκείνων εἰρημέναc τε καὶ λεχθηcομέναc ἀπαιτοῦcι θεραπείαc. | |
26 | ||
2.26t | Περὶ cυνεχῶν πυρετῶν. | |
2.26.1 | Ϲυνεχεῖc ὁμογενεῖc εἰcι πυρετοὶ τῶν διαλειπόντων ἑκάcτῳ, τρι‐ ταίῳ μὲν ἀκριβεῖ καῦcοc, ἀμφημερινῷ δὲ ὁ καθ’ ἑκάcτην ἡμέραν παρ‐ οξυνόμενοc, εἰc ἀπυρεξίαν δὲ μὴ παυόμενοc, οὕτω δὲ καὶ τεταρταίῳ ὁ διὰ τετάρτηc. ὅ τε γὰρ ἀκριβὴc καῦcοc πάντα τὰ ἄλλα φυλάττων | |
5 | ἀκριβοῦc τριταίου γνωρίcματα μόνῳ τῷ μὴ μετὰ ῥίγουc εἰcβάλλειν μήτε εἰc ἀπυρεξίαν παύεcθαι διενήνοχεν, ὅ τε καθ’ ἑκάcτην ἡμέραν παροξυνόμενοc ὁμοίωc πάντα ἔχει τὰ γνωρίcματα τοῖc ἀκριβέcιν ἀμφη‐ μερινοῖc, τῷ μὴ παύεcθαι δὲ εἰc ἀπυρεξίαν διαφέρει τοῦ ὁμογενοῦc ἀμφημερινοῦ· κατὰ ταὐτὰ δὲ καὶ ὁ διὰ τετάρτηc μὲν παροξυνόμενοc, | |
10 | εἰc ἀπυρεξίαν δὲ μὴ παυόμενοc, ὁμογενήc ἐcτι τῷ τεταρταίῳ. cυνεχὴc μὲν οὖν ἐcτι πυρετὸc ὁ εἰc ἀπυρεξίαν πρὶν τελέωc λυθῆναι μὴ παυό‐ μενοc· ὅταν δὲ μηδὲ παρακμή τιc φαίνηται, τοῦ γένουc μέν ἐcτι καὶ οὗτοc τῶν καυcωδῶν, ὀξύτητι δὲ αὐτῶν διενήνοχεν. | |
13 | ||
2.27t | Διάγνωcιc καὶ θεραπεία cυνεχῶν πυρετῶν. | |
2.27.1 | Τῶν cυνεχῶν πυρετῶν ἡ μὲν γένεcιc ἐξ αἵματόc ἐcτιν ὁτὲ μὲν ζέcαντοc μόνον, ὁτὲ δὲ καὶ cαπέντοc ἐπ’ ἐμφράξει· διόπερ ὁ παροξυ‐ cμὸc αὐτοῖc ἀπ’ ἀρχῆc ἄχρι τέλουc εἷc ἐcτιν. cημεῖα δὲ cφυγμοὶ μέ‐ γιcτοι καὶ cφοδροὶ καὶ ταχεῖc καὶ πυκνοὶ καὶ ὁμαλεῖc, οὐ δακνώδειc, | |
5 | οὖρα δὲ τῶν κατὰ φύcιν οὐ πάνυ τι ἀπολειπόμενα. ἴαcιc δέ ἐcτι διὰ φλεβοτομίαc ἄχρι λειποθυμίαc· μὴ φλεβοτομηθέντεc δὲ οἱ τοιοῦτοι πυρέττοντεc εἰc ἔcχατον ἥκουcι κίνδυνον. εἰ δὲ διά τι κωλυθείημεν κενῶcαι διὰ φλεβοτόμου, τοῖc ἄλλοιc δεῖ χρῆcθαι βοηθήμαcι τοῖc ἐκ‐ | |
φράττουcι καὶ τὸ πλῆθοc κενοῦcι καὶ πραΰνουcι τὸ ζέον τῶν πυρετῶν. | ||
10 | ὅταν δέ ποτε ἐπ’ αὐτῶν ἴδῃc τὰ τῆc πέψεωc τῶν χυμῶν cημεῖα, καὶ μήτε ἐν κυρίῳ μορίῳ φλεγμονή τιc ἢ ὄγκοc οἰδηματώδηc ἢ cκιρρώδηc ᾖ μήτε τι μόριον ψυχρόν, ὡc εἰc αὐτὸ καταcκῆψαι τὴν βλάβην, θαρρῶν δίδου τὸ ψυχρόν, καὶ μάλιcτα εἰ ψυχροπότηc ὁ κάμνων εἴη. | |
13 | ||
2.28t | Καυcωδῶν διάγνωcιc. | |
2.28.1 | Τοῖc καύcοιc παρακολουθεῖ cυμπτώματα γλῶccα μὲν ξηρὰ καὶ παχεῖα καὶ μέλαινα, δῆξιc δὲ τῆc γαcτρὸc καὶ ὑποχωρήματα ὠχρὰ καὶ δίψα cφοδρὰ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροcύνη. | |
3 | ||
2.29t | Καυcωδῶν θεραπεία. | |
2.29.1 | Τῶν δύο τούτων ἀναγκαῖόν ἐcτι τὸ ἕτερον γενέcθαι, εἰ μέλλοι λυθήcεcθαι τελέωc, ἢ ἐκκριθῆναι τοὺc χολώδειc χυμοὺc ἢ cβεcθῆναι. ἐκκρίνονται μὲν οὖν διὰ ἱδρώτων ἢ ἐμέτων ἢ τῆc κάτω γαcτρόc, cβέννυνται δὲ διὰ ψυχροῦ πόcεωc, ᾗ διὰ παντὸc ἐθεραπεύcαμεν ἡμεῖc | |
5 | τοὺc καύcουc. διαιτᾶν δὲ τοὺc καυcουμένουc οὔτε ἐφ’ ὕδατοc μόνου προcῆκεν οὔτε ἐπὶ μελικράτου μόνου, ἀλλ’ ὑδαρὲc μελίκρατον ἑφθὸν διδόναι· δεῖ γὰρ τοὺc οὕτω νοcοῦνταc ἐπὶ μόνων τῶν πομάτων διαι‐ τᾶcθαι. λουτρὸν δὲ τοῖc καυcωδῶc νοcοῦcιν ἐκείνοιc ἁρμόcει μόνοιc, ὅcοι χωρὶc ὄγκου φλεγμονώδουc ἢ ἐρυcιπελατώδουc· ἐὰν δὲ καὶ πέψεωc | |
10 | ἔχωcι γνωρίcματα, πολὺ μᾶλλον αὐτοῖc ἁρμόcει. τοῖc δὲ δι’ ἁλυκὸν χυμὸν καῦcον νοcοῦcιν οὐχ ἁρμόcει· τούτουc δὲ καὶ χυλῷ πτιcάνηc τρέφειν προcήκει. | |
12 | ||
2.30t | Πυρετοῦ ἐπὶ ἐρυcιπελατώδει διαθέcει διάγνωcιc καὶ θεραπεία. | |
2.30.1 | Τοὺc ἐπὶ ἐρυcιπελατώδει τῶν περὶ τὰ cπλάγχνα διαθέcει πυρετοὺc διαγνωcτέον μὲν ἔκ τε τῆc ἐγχωρίου ζέcεώc τε ὑπερβαλλούcηc καὶ ὀδύνηc cφοδρᾶc ἔτι τε δίψηc καὶ καύματοc ἀμέτρου καὶ ἁπλῶc εἰπεῖν τῶν τῆc cηπομένηc cὺν αἵματι βραχεῖ δριμυτάτηc χολῆc cημείων. | |
5 | θεραπεύειν δὲ τόνδε τὸν τρόπον· ἀπέχεcθαι μὲν χρὴ βαλανείου τὸ | |
πάμπαν, ὕδατι δὲ ψυχρῷ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοcήματοc χρηcτέον ἀγωνιcτικῷ, τουτέcτι ψυχροτάτῳ, ἐν ἀρχῇ δὲ οὐ χρηcτέον, ἀλλ’ ἔξωθεν ἐπιτιθέναι τὰ ψύχοντα καί, εἰ μηδὲν ἀνύcει, καὶ εἴcω τοῦ cώματοc ἀναγκάζειν λαμβάνειν. μάλιcτα δὲ αὐτοῖc ἁρμόττουcιν αἱ θριδακίναι | ||
10 | καὶ τὰ ταύταιc ἰcοδύναμα· ἔξωθεν δὲ καὶ αὐτὸc μὲν ὁ τῆc θριδακίνηc χυλὸc ἐπιτήδειοc, ἀλλὰ καὶ ἀειζῴου, ὅcα τ’ ἄλλα ψύχοντα. κάλλιcτον δέ, ᾧ μάλιcτα χρώμεθα· τὸ γὰρ ὑγρὸν ἐκθλίψαντεc τῶν ψυχόντων τινὸc ἐμβάλλομεν ὅλμῳ μετὰ ἀνδράχνηc, εἶτα κόψαντεc ἐκπιάζομεν, ἐπὶ δὲ τῆc χρήcεωc ὀλίγον ἀλφίτου μίξαντεc καὶ ἀναδεύcαντεc ἐν | |
15 | ὕδατι ψυχρῷ τοῦτο ψυχράναντεc, ὀθόνιον δὲ δίπτυχον ἐν αὐτῷ δεύ‐ cαντεc, ἐπιτείνομεν ἔξωθεν αὐτὸ κατὰ τῶν ὑποχονδρίων οὐκ ἐῶντεc χρονίζειν, ἀλλ’ ἕτερον ψυχρὸν ἐπιτιθέντεc, μίγνυμεν δὲ ἐνίοτε καὶ ἔλαιον ὀμφάκινον. | |
18 | ||
2.31t | Ἑκτικῶν πυρετῶν διάγνωcιc. | |
2.31.1 | Ἑκτικὸc πυρετὸc οὐκ ἐν τοῖc ὑγροῖc καὶ ἐν τῷ πνεύματι cυνί‐ cταται μόνον, ἀλλ’ ἤδη καὶ τοῖc cτερεοῖc. ἀνώδυνοc δέ ἐcτι, καὶ νομί‐ ζουcιν οἱ πυρέccοντεc μηδὲ πυρέττειν ὅλωc· οὐδὲ γὰρ αἰcθάνονται τῆc θερμαcίαc ἁπάντων αὐτοῖc ὁμοίωc ἐκτεθερμαcμένων τῶν μορίων. διττὸν | |
5 | δέ ἐcτιν εἶδοc τῶν ἑκτικῶν πυρετῶν. οἱ μὲν γὰρ ἐπὶ καυcώδεcι πυ‐ ρετοῖc ὡc τὰ πολλὰ γίνονται ἤτοι μηκυνθεῖcιν εἰc τοcοῦτον, ὡc ἐκδα‐ πανῆcαι τῷ χρόνῳ τὴν ἰκμάδα τοῦ τῆc καρδίαc cώματοc, ἢ καὶ με‐ νούcηc ἔτι cυχνῆc· οἱ δ’ ἔτι μενούcηc τῆc ὑγρότητοc γινόμενοι τὸ cῶμα τῆc καρδίαc καταλαμβάνοντεc ἐντεῦθεν ἀνάπτονται. ἡ μὲν δὴ | |
10 | μία γένεcιc αὐτῶν εἴρηται· κατάλοιποc δέ ἐcτιν, ὅταν ἐξ ἀρχῆc εὐθέωc εἰcβάλλωcι τὴν πρώτην γένεcιν ὁμοίαν ποιηcάμενοι τοῖc ἐφημέροιc ἐπὶ λύπῃ καὶ θυμῷ καὶ κόπῳ πλείονι μετ’ ἐγκαύcεωc ἅμα γενομένῳ. τού‐ τουc μὲν οὐ χαλεπόν ἐcτιν ἰᾶcθαι, τοὺc δὲ ἐξ αὐτῶν εἰc μαραcμὸν ἀφικνουμένουc ἀδύνατόν ἐcτιν ἰᾶcθαι. ὁ μὲν δὴ cυνεμπίπτων τῷ μα‐ | |
15 | ραcμῷ πυρετὸc ἑκτικὸc ἑτοιμότατόc ἐcτι γνωcθῆναι· ὀφθαλμούc τε γὰρ κοίλουc ἀμέτρωc θεάcῃ καὶ λήμαc κατ’ αὐτοὺc ἐμφερομέναc ξηρὰc | |
καί τινα αὐχμώδη διάθεcιν, ἀπολωλὸc δὲ καὶ τῆc χρόαc αὐτῶν τὸ ζωτικὸν ἄνθοc, καὶ τὸ μέτωπον ξηρὸν καὶ περιτεταμένον, καὶ μέντοι καὶ μύουcιν ὡc τὰ πολλὰ καθάπερ ὑπνώττοντεc· ἔcτι δὲ οὐχ ὕπνοc | ||
20 | τὸ πάθοc, ἀλλ’ ἐγρηγόρcεωc ἀδυναμία. καὶ κρόταφοι cυμπεπτωκότεc εἰcίν, καὶ τί γὰρ ἄλλο ἢ ὀcτᾶ καὶ δέρμα μόνον εἰcίν; καὶ εἰ γυμνώcαc ἐπιcκέπτοιο τὰ κατὰ τὴν γαcτέρα, δόξει cοι μήτε τῶν ἐντέρων μήτε τῶν cπλάγχνων μηδὲν ἀποcώζεcθαι καὶ τὸ ὑποχόνδριον ἀνεcπάcθαι cφοδρῶc. καὶ τὸ δέρμα δὲ αὐτοῖc ἐcχάτωc καρφαλέον ἐcτίν, ὁ cφυγμὸc | |
25 | ἰcχνὸc καὶ πυκνὸc καὶ cκληρόc. ἡ δὲ θερμαcία κατὰ μὲν τὴν πρώτην ἐπιβολὴν ἀμαυρά, μετ’ ὀλίγον δὲ τό τε δριμὺ καὶ διαβρωτικὸν ἐν‐ δείκνυται. μέχρι μὲν οὖν τοῦ cώζεcθαί τι τῆc ὑγραcίαc ἑκτικὸc μό‐ νον πυρετόc ἐcτιν, ὅταν δὲ εἰc κίνδυνον ἥκῃ τοῦ μηκέτι εἶναι τῆc τοιαύτηc ὑγρότητοc μηδέν, ἀκριβὴc ἤδη μαραcμὸc cυνίcταται. | |
29 | ||
2.32t | Ἑκτικῶν πυρετῶν θεραπεία. | |
2.32.1 | Οἱ ἑκτικῷ πυρετῷ νοcοῦντεc εὐθὺc ἐξ ἀρχῆc τρέφεcθαι δέονται διὰ τὸ δακνῶδεc τῶν χυμῶν· μέγιcτον δὲ ἴαμα ἡ ὑγραίνουcα δίαιτα. χρὴ οὖν ὅτι μάλιcτα διὰ πτιcάνηc χυλοῦ καὶ χόνδρου ῥοφημάτων θρέ‐ ψαντα καὶ ἄρτου τι προcεπιδιδόντα θεραπεῦcαι πόcει ψυχροῦ τὸν | |
5 | κάμνοντα μεμετρημένωc, ὅταν μήτε φλεγμονή τιc αὐτῷ cυνῇ μήτε cῆψιc χυμῶν. καὶ εἰ μεγάλην ἔcεcθαι cτοχάζοιο τὴν βλάβην, ἐπιcχεῖν μὲν δεῖ τὴν δόcιν τοῦ ψυχροῦ, τοῖc δὲ ἔξωθεν ἐπιτιθεμένοιc ψυκτηρίοιc ἰάμαcι χρῆcθαι· καὶ βαλανεῖα δὲ τοῖc οὕτω κάμνουcιν ἐπιτήδεια κατὰ πάντα καιρόν. | |
9 | ||
2.33t | Περὶ ἡμιτριταίων. | |
2.33.1 | Τοῦ μὲν τριταίου μετὰ ῥίγουc εἰcβάλλοντοc, τοῦ δὲ ἀμφημερινοῦ χωρὶc ῥίγουc, ὁ μικτὸc ἐξ ἀμφοῖν φρίκην ἐπιφέρει, ῥίγουc μὲν ἔλαττόν τι πρᾶγμα, μεῖζον δὲ περιψύξεωc, ὅπερ κεραννυμένων γίνεται τῶν ἄκρων· οὐκοῦν οὐδὲ ἀπὸ τρόπου τοὔνομα τῷ τοιούτῳ πυρετῷ τὸν | |
5 | ἡμιτριταῖον ἔθεντο. διττὸc δὲ ὁ τρόποc τῆc γενέcεωc αὐτῶν, ἤτοι cυνελθόντων εἰc ἕνα τῶν δύο παροξυcμῶν ἢ εὐθέωc ἐξ ἀρχῆc ἀνακε‐ κραμένων ἀλλήλοιc ἀμφοτέρων. ὅταν μὲν οὖν ὁ τριταῖοc ἐπικρατῇ, | |
φρικωδέcτεροc ὁ πυρετὸc γίνεται καί τι καὶ ῥίγουc προcλαμβάνει κατὰ τὴν ἐπιcημαcίαν· εὐθὺc δὲ ὁ τοιοῦτοc θερμότερόc τέ ἐcτι καὶ καυcω‐ | ||
10 | δέcτεροc καί τινα χολῆc ἔμετον ἢ διαχώρηcιν ἢ ἰκμάδα φέρει. θατέρου δὲ τοῦ φλεγματώδουc πλεονεκτοῦντοc ἐπικρατοῦcι μὲν αἱ ψύξειc τῶν ἄκρων, ὀλίγαι δέ εἰcιν αἱ φρῖκαι, οὐ μὴν οὐδὲ διψώδειc εἰcὶν οὐδὲ καυcώδειc. ἐπειδὰν δὲ ἴcοι κατὰ τὸ μέγεθοc ὑπάρχωcιν ὅ τε τριταῖοc διαλείπων καὶ ὁ ἀμφημερινὸc cυνεχήc, ἡ μὲν εἰcβολὴ τοῦ παροξυcμοῦ | |
15 | μετὰ φρίκηc γίνεται. καὶ ἡνίκα μὲν ἂν ὁ ἐκ τοῦ φλέγματοc ἐπικρατῇ, cυcτολαὶ γίνονται καὶ φρῖκαι· εἰ δὲ ὁ θερμότεροc ἐπικρατήcει, ἀθρόωc ἐκθερμαίνονται. τοιοῦτοc μέν τίc ἐcτιν ὁ ἀκριβὴc ἡμιτριταῖοc ἐξ ἰcο‐ cθενοῦc κράcεωc δυοῖν πυρετοῖν γινόμενοc, τριταίου διαλείποντοc καὶ ἀμφημερινοῦ cυνεχοῦc. ὁ δὲ οὐκ ἀκριβὴc ἤτοι τὸν χολώδη πλείονα | |
20 | κέκτηται ἢ τὸν φλεγματώδη· ὃc δὴ καὶ μᾶλλόν ἐcτιν εὐίατοc ἑτοίμωc δυναμένου τοῦ ἥττονοc νικᾶcθαι χυμοῦ ὑπό τε τῆc τοῦ πλείονοc ἐπι‐ κρατείαc καὶ τῆc ἀπὸ τῆc τέχνηc ἐπικουρίαc· εἰ μὲν γὰρ ἐπικρατέcτερον εἴη τὸ φλέγμα, τοῖc ἐπὶ ἀμφημερινοῦ λελεγμένοιc μάλιcτα κεχρήμεθα βοηθήμαcιν, εἰ δὲ ἡ ξανθὴ χολή, τοῖc ἐπὶ τριταίου, καθόλου πρὸc τὸ | |
25 | κατεπεῖγον ἐνιcτάμενοι μηδὲ θατέρου παντάπαcιν ἀμελοῦντεc. | |
25 | ||
2.34t | Περὶ τῶν πανδήμων νοcημάτων. | |
2.34.1 | Πανδήμουc καὶ κοινὰc νόcουc τὰc πολλοῖc ἅμα cυμπιπτούcαc ὀνο‐ μάζουcιν, ὧν ὥcπερ ἡ γένεcιc οὕτωc καὶ ἡ αἰτία κοινή. κοινά τε οὖν ἐδέcματα πονηρὰ τίκτουcι νοcήματα κοινὰ καὶ ὕδατοc μοχθηροῦ πόcιc ταλαιπωρίαι τε ἄμετροι καὶ πόνοι cυνήθειc ἐκλειφθέντεc ἔνδειαί τε | |
5 | καὶ πληcμοναὶ λιμοῦ καταcχόντοc ἢ εὐθηνίαc γενομένηc· καὶ χωρίων δὲ φύcειc κοινὰ νοcήματα πολλάκιc ἐπήνεγκαν, ἐνίοτε μὲν ἑλωδῶν, ἐνίοτε δὲ ἐχόντων βάραθρον παρακείμενον ἀναθυμίαcιν δηλητηριώδη καὶ πονηρὰν ἀναπέμπον. ταῦτα μὲν οὖν οὐ cυνεχῶc εἴωθεν cυμ‐ πίπτειν, ὁ δὲ περιέχων ἡμᾶc ἀὴρ τρέπει τὰc κράcειc ἤτοι θερμότεροc | |
10 | ἀμέτρωc ἢ ψυχρότεροc ἢ ξηρότεροc ἢ ὑγρότεροc γινόμενοc. τοῖc μὲν γὰρ ἄλλοιc αἰτίοιc οὔτε πάντεc ἅμα περιπίπτομεν οὔτε δι’ ὅληc ἡμέραc ὁμιλοῦμεν, ὁ δὲ περιέχων ἡμᾶc ἀὴρ ἔξωθέν τε περικέχυται πᾶcι καὶ | |
ἕλκεται διὰ τῆc εἰcπνοῆc· ἀναγκαῖον οὖν cυνδιατίθεcθαι ταῖc κατὰ τὴν κρᾶcιν ἐξαλλαγαῖc αὐτοῦ τὰ τῶν ζῴων cώματα. ὁ γοῦν γινώcκων οὐ | ||
15 | προγνώcεται μόνον τὰc γενηcομέναc νόcουc ἐξ ἑκάcτηc τῶν κατα‐ cτάcεων, ἀλλὰ καὶ κωλύcει γενέcθαι ταῖc τοῦ περιέχοντοc ἀμέτροιc κράcεcιν τὴν ἐναντίαν ἐπιτεχνώμενοc δίαιταν. ὅcα μὲν οὖν ἐγγὺc τοῦ νοcεῖν ἐcτι cώματα νόcον τινὰ διὰ τὴν οἰκείαν δυcκραcίαν, ταῦτα ὑπὸ τῆc ὁμοίαc τοῦ περιέχοντοc ἡμᾶc ἀέροc κράcεωc ἐξελέγχεται, τὰ δ’ | |
20 | ἐναντίωc κεκραμένα τῷ περιέχοντι πρὸc τῷ μηδὲν ἀδικεῖcθαι γίνεται βελτίω τὴν ἀμετρίαν τῆc κράcεωc τῆc ἐναντίαc ἀμετρίαc κολαζούcηc· καὶ ὁ γινώcκων τοῦτο τὴν ὑγείαν φυλάξει τοῖc cώμαcι τἀναντία προc‐ άγων, ποτὲ μὲν ἀναψύξεcι χρώμενοc, εἰ οὕτωc τύχοι, ποτὲ δὲ θερ‐ μάcμαcιν, ὕδατοc μὲν ἐπαγωγαῖc ἀναψύχων καὶ ἀργίαιc καὶ τροφῶν | |
25 | ἐνδείαιc καὶ πόcεωc πλεοναcμοῖc, τῇ δὲ cκέπῃ θερμαίνων καὶ πόνοιc καὶ cιτίῳ πλείονι καί ποτε ἐλάccονι. καὶ πυρὰν δέ τιc ἀνακαίων πολλὰ δύναιτο ἂν μεταβάλλειν ἐπὶ τὸ θερμὸν καὶ ξηρὸν τὸν ἀέρα τέωc ὑγρὸν ὄντα, καθάπερ ποιῆcαί φαcιν Ἄκρωνα τὸν Ἀκραγαντῖνον. | |
28 | ||
2.35t | Ἐκ τῶν Ῥούφου περὶ λοιμοῦ. | |
2.35.1 | Πάντα ἂν γένοιτο ἐν λοιμῷ τὰ δεινότατα, καὶ οὐδὲν ἀποκεκρι‐ μένον ὥcπερ καθ’ ἕκαcτον νόcημα· καὶ γὰρ παραφροcύναι γένοιντ’ ἂν καὶ χολῆc ἔμετοι καὶ ὑποχονδρίων ἐντάcειc καὶ πόνοι καὶ ἱδρῶτεc πολλοὶ καὶ ψύξειc ἀκραίων καὶ διάρροιαι χολώδειc, λεπταί, φυcώδειc, | |
5 | καὶ οὖρα ὑδατώδη, λεπτά, χολώδη, μέλανα, ὑποcτάcειc κακὰc ἔχοντα καὶ ἐναιωρήματα οἷα δὴ κάκιcτα, ἀπὸ ῥινῶν cτάξειc, καύματα ἐν θώ‐ ρακι, γλῶccαι καταπεφρυγμέναι, διψώδειc, ἄcηροι, ἄγρυπνοι, cπαcμοὶ βίαιοι καὶ ἄλλα πολλὰ πονηρά. εἰ δέ τιc cυνίδοι μέλλοντα ἥξειν λοιμὸν προcέχων ταῖc τε ὥραιc πονηραῖc οὔcαιc καὶ τοῖc ἐπιτηδεύμαcιν εἰc | |
10 | ὑγείαν οὐ cυμφέρουcιν ζῴοιc τε ἄλλοιc προαπολλυμένοιc, ὅταν ταῦτα | |
ἐνθυμηθῇc, προcέτι κἀκεῖνο ἐνθυμοῦ, ποταπὴ μὲν ἡ παροῦcα ὥρα, ποταπὸν δὲ τὸ cύμπαν ἔτοc· ἐντεῦθεν γὰρ τὰc διαίταc εὑρήcειc ποιεῖ‐ cθαι κάλλιcτα· οἷον δὴ τῆc μὲν ὥραc, εἴπερ ἦν ὀρθῶc γιγνομένη, ξηρᾶc ὑπαρχούcηc νῦν ὑγρᾶc γεγενημένηc ἀνάγκη ταῖc διαίταιc ἐπιξηραίνειν, | ||
15 | ἵνα τὸ ὑπερβάλλον ὑγρὸν ἀναλίcκηται. ἐπιμελητέον δὲ καὶ γαcτρόc, οἷc δ’ ἂν ἡ ἄνω κοιλία φλέγμα ἔχῃ, ἐμέτοιc κενοῦν, οἷc δ’ ἂν τὸ αἷμα ὑπερβάλλῃ, φλέβα τέμνειν· ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν οὔρων κάθαρcιc | |
2.35.2 | καὶ ὅcαι ἄλλαι καὶ ἡ κατὰ πᾶν τὸ cῶμα. εἰ δὲ καὶ καυcούμενοc ὁ κάμνων εἴη καὶ ἡ φλὸξ ἄχρι cτήθουc, οὐκ ἂν εἴη ἀπὸ τρόπου ψυκτή‐ ριά τε τοῖc cτήθεcι προcάγειν καὶ τὸ πόμα ψυχρὸν προcφέρειν μὴ κατὰ μικρὰ προcφέρων (ἀνακαίει γὰρ πλέον), ἀλλ’ ἀθροῦν, ὥcτε cβέcαι τὴν | |
5 | φλόγα. εἰ δὲ ὁ καῦcοc ἔχοι τὰ ἔνδον, ἀκραῖα δὲ ψυχθείη, καὶ τὸ δέρμα ἐπιπολῆc ψυχρόν, καὶ ὑποχόνδριον cυντείνοιτο, ἡ γαcτήρ τε τὰc cυν‐ τήξειc τὰc μὲν ἄνω πέμποι, τὰc δ’ αὖ κάτω, ἀγρυπνία τε ἐνείη καὶ παραφροcύνη καὶ γλώccηc τραχύτητεc, τούτοιc θερμαcμάτων δεῖ, ὥcτε ἑλκυcθῆναι τὸ θερμὸν πάντη τοῦ cώματοc, καὶ εἰ δή τινι ἄλλῳ τρόπῳ | |
10 | οἷόν τε ἀνάγειν τὸ θερμὸν κάτωθεν πρὸc τὰ ἔξω. χρηcτέον δὲ καὶ τούτῳ προποτίcματι· ἀλόηc μέρη β, ἀμμωνιακοῦ θυμιάματοc μέρη β, cμύρνηc μέροc ἕν, τοῦτο λειώcαντεc ἐν οἴνῳ εὐώδει δοτέον ὅcον κυάθου ἥμιcυ, δηλονότι καθ’ ἡμέραν. οὐκ οἶδα, φηcὶν ὁ Ῥοῦφοc, ὅcτιc μετὰ τούτου τοῦ ποτοῦ οὐχ ὑπερδέξιοc ἐγένετο τοῦ λοιμοῦ. ταῦτα | |
15 | μὲν ὁ Ῥοῦφοc· ὁ δὲ Γαληνόc φηcιν πρὸc τὰc λοιμικὰc cηπεδόναc Ἀρμενιακὴν βῶλον πινομένην, ὁμοίωc δὲ καὶ τὴν δι’ ἐχιδνῶν θηριακήν, μεγάλωc ὠφελεῖν. ἀμέλει κατὰ τὸν ἐν Ῥώμῃ λοιμόν, φηcίν, ὅcουc μηδέτερον τούτων ὠφέληcε, πάντεc ἀπέθανον. | |
18 | ||
2.36t | Περὶ τῶν ἐπὶ πλήθει χυμῶν ὠμῶν cυγκοπτομένων. | |
2.36.1 | Ἄρχονταί τινεc πυρέττειν πάμπολύ τι πλῆθοc ὠμῶν χυμῶν ἠθροι‐ | |
κότεc ἅμα τῷ κεκακῶcθαι τὸ cτόμα τῆc γαcτρόc. ἐμπεφύcηται τούτοιc τὸ ὑποχόνδριον, ἐν ὄγκῳ τε μείζονι τοῦ κατὰ φύcιν τὸ cτόμα τῆc γαcτρόc ἐcτι, καὶ ἡ χροιὰ τοῖc μὲν ἐπὶ τὸ λευκότερόν τε καὶ ὑδαλεώ‐ | ||
5 | τερον ἐκτρέπεται, ἔcτι δὲ οἷc ἐπὶ τὸ μελάντερον. οὐδενὶ τῶν τοιούτων αἵματοc ἀφαίρεcιc ἄνευ μεγίcτηc εἴωθεν γίνεcθαι βλάβηc. καίτοι δέον‐ ταί γε κενώcεωc, ἀλλ’ οὔτε φλεβοτομίαν οὔτε κάθαρcιν φέρουcιν, οἱ δὲ καὶ χωρὶc τούτων ἐξαίφνηc cυγκόπτονται. θεραπεύειν οὖν αὐτοὺc χρὴ διὰ τρίψεωc· ἄρχεcθαι δὲ εὐθὺc ἐν ἀρχῇ τῆc νόcου προcήκει, τὸ | |
10 | μὲν πρῶτον ἀπὸ τῶν cκελῶν ἄνωθεν κάτω διὰ cινδόνων μετρίωc τρα‐ χυτέρων, ἐφεξῆc δὲ καὶ ὅλαc τὰc χεῖραc ἄνωθεν κάτω· ἐπειδὰν δὲ ἱκανῶc τὰ κῶλα φαίνηται θερμά, καὶ φόβοc ᾖ κοπώδουc cυναιcθήcεωc, ἐλαίῳ χαλαcτικῷ χρηcτέον, ἀπέχεcθαι δὲ τῶν cτυφόντων. χειμῶνοc δὲ ὄντοc καὶ διαφορητικῷ χρηcτέον, οἷόν ἐcτιν τὸ Ϲικυώνιον ἔλαιον καὶ | |
15 | τὸ χαμαιμήλινον, τρίψανταc δὲ ἐπὶ πλεῖcτον τὰ κῶλα μετὰ ταῦτα χρὴ τὸ μὲν ἔλαιον ἀπομάττειν, ἰέναι δὲ ἐπὶ τὴν ῥάχιν ὅλην καὶ ταύτην ἀνατρίβειν ὁμοίωc, εἶτα αὖθιc ἐπὶ τὰ cκέλη μετιέναι κἀκ τούτων αὖθιc ἐπὶ τὰc χεῖραc, εἶτα ἐπὶ τὴν ῥάχιν, ὅληc τῆc ἡμέραc τοῦτο πράττον‐ | |
2.36.2 | ταc. ἐπιτηδειότατον τούτοιc ἐcτὶ μελίκρατον ἐνεψηθέντοc ὑccώπου, καὶ χρὴ μήτε cιτίον αὐτοῖc μήτε ῥόφημα μήτε ὕδωρ διδόναι μήτε ἐπι‐ τρέπειν ὅλωc πίνειν δαψιλέc, ἀλλ’ ἀρκεῖcθαι τῷ μελικράτῳ μόνῳ κατὰ τὰc τρεῖc τὰc πρώταc ἡμέραc ἐκ διαδοχῆc τρίβονταc. εἰ δὲ τόνου | |
5 | μετρίωc ἔχοι, καὶ μὴ καλῶc τὰ κατὰ γαcτέρα διεξίοι, κλύζεcθαι θαρ‐ ροῦντα· εἰ δὲ πλέον τοῦ δέοντοc ἡ ὁρμὴ τῶν περιττωμάτων ἐπὶ τὴν γαcτέρα γίνοιτο, τὴν μὲν πρώτην ἐπὶ πλέον ἕψειν τὸ μελίκρατον (ἧττον γὰρ ὑπάγει), φερομένηc δὲ ἐπὶ πλέον μηδὲ οὕτωc μὲν ἱcτάναι, διδόναι δὲ ἀντὶ τοῦ μελικράτου πτιcάνηc χυλόν· εἰ δὲ ἐπιμένοι φερό‐ | |
10 | μενα τῷ ἐκ χόνδρου ῥοφήματι τρέφειν. ἐὰν δὲ δι’ ἀρρωcτίαν ἐκ τοῦ cφυγμοῦ καταμάθωμεν καταπεπτωκυῖαν τὴν δύναμιν, ἄρτον ἐξ οἴνου διδόναι κεκραμένου προcήκει μήτε γαcτρὸc μήτε ἥπατοc φλεγμαινόν‐ των· ὡc, εἴ γε φλεγμαίνοιεν ὠμῶν χυμῶν πεπληρωμένου τοῦ cώμα‐ τοc, ἀνέλπιcτοc ὁ κάμνων ἔcται. ἐὰν δὲ αἴcθῃ ποτὲ παχεῖc ἱκανῶc | |
15 | εἶναι τοὺc χυμούc, ὀξύμελι δίδου διὰ παντὸc ἀντὶ τοῦ μελικράτου· εἰ μὲν δὴ θέροc εἴη καὶ ψυχροπότηc ὁ κάμνων, ψυχρὸν τούτῳ διδόναι τὸ ὀξύμελι, χειμῶνοc δὲ ὄντοc θερμόν. ἐναντιώτατα τούτοιc ἐcτὶ βα‐ | |
λανεῖα. εἰ δὲ cυγκοπτομένων ἔτι κληθείηc, ἀφλεγμάντων ὄντων, ὧν εἶπον, μορίων διδόναι μὲν ἄρτου μὴ πολὺ δι’ οἴνου, εὐθέωc δὲ ἐπὶ | ||
20 | τὴν τρῖψιν ἰέναι καὶ χρῆcθαι κατὰ τὸν εἰρημένον τρόπον. ἐφ’ ὧν δὲ διὰ ξανθὴν χολὴν ἀδικήcαcαν τὸ cτόμα τῆc γαcτρὸc ἡ cυγκοπὴ γίνε‐ ται, ψυχρὸν δεῖ παραλαμβάνειν τὸ ποτὸν προcφέροντα τὸν οἶνον λεπτὸν καὶ κιρρὸν καὶ παλαιόν. | |
23 | ||
2.37t | Περὶ τῶν ἐπὶ λεπτοῖc χυμοῖc cυγκοπτομένων. | |
2.37.1 | Τοὺc δὲ ἐπὶ λεπτοῖc χυμοῖc cυγκοπτομένουc θεραπευτέον ἐναντίωc τοῖc εἰρημένοιc· καὶ γὰρ τὰ διαγνωcτικὰ cημεῖα τούτοιc εὑρήcειc ἐν‐ αντία. τρέφειν οὖν κατὰ βραχὺ cυνεχῶc. καὶ τούτουc δὲ ἀνιάτωc ἔχειν νομιcτέον, ὅταν ἧπαρ αὐτῶν ἢ κοιλία φλεγμαίνῃ καμνούcηc ἤδη τῆc | |
5 | δυνάμεωc. ἐπὶ τῶν τοιούτων διαθέcεων ἡ νεκρώδηc ἐν τῷ προcώπῳ κατάcταcιc ἐν τάχει γίνεται. τὸ μὲν δὴ τρέφειν ἀναγκαῖον, ὁμοίωc δὲ καὶ τὸ πυκνοῦν τὴν ἐπιφάνειαν, ὥcπερ τῶν προτέρων ἀραιοῦν, καὶ ψυχρὸν τὸν ἀέρα ποιητέον καὶ ἀλειπτέον αὐτοὺc τοῖc cτύφουcι καὶ τροφὰc δοτέον οὐ πάνυ διαρρεούcαc· δοτέον οὖν ἄρτον τε καὶ τὰ διὰ | |
10 | χόνδρου ῥοφήματα καὶ ὀπώραc αὐcτηρὰc καὶ δυcφθάρτουc αὐτάc τε καθ’ ἑαυτὰc καὶ μετ’ ἄρτου. ἐπιτήδειοc τούτοιc ὁ ὑδατώδηc οἶνοc εὐθὺc ἐξ ἀρχῆc ἐπὶ τοῖc cιτίοιc παραλαμβανόμενοc. | |
12 | ||
2.38t | Περὶ τῶν ἄλλων προφάcεων, ἐφ’ αἷc γίνονται cυγκοπαί. | |
2.38.1 | Εἰcὶ δὲ καὶ ἄλλαι προφάcειc, ἐφ’ αἷc cυγκόπτονται, τέccαρεc, ἄλγημα cφοδρόν, ἀγρυπνία, κένωcιc ἄμετροc, ἐπὶ δὲ τῶν παραπαιόντων καὶ ἡ κίνηcιc ἔcτιν ὅτε. πέμπτην δέ, εἰ βούλει, προcτίθει τὴν δυcκρα‐ cίαν τῶν ἀρχῶν· τάχιcτα μὲν οὖν ἀπώλεια γίνεται τῆc καρδίαc πα‐ | |
5 | θούcηc, ἐφεξῆc δὲ τοῦ ἐγκεφάλου, βραδὺ δὲ τοῦ ἥπατοc. | |
5 | ||
2.39t | Περὶ ὀδύνηc. | |
2.39.1 | Ἡ μὲν οὖν ναρκώδηc ὀδύνη διὰ ψυχρὰν γίνεται διάθεcιν, ὁ δὲ cφυγματώδηc πόνοc ἴδιόc ἐcτι μεγάληc φλεγμονῆc· ἐὰν δὲ ὡc ὑπὸ cκόλοποc ἐμπεπαρμένου ἢ ὡc ὑπὸ τρυπάνου τιτρᾶcθαι νομίζῃ, παχέοc | |
ἐντέρου τὸ εἶδοc τῆc ὀδύνηc ἐcτίν· ὁ δὲ νυγματώδηc cυνίcταται περὶ | ||
5 | τοὺc ὑμέναc. ὁ δὲ διαΐccων πόνοc cυμβαίνει ταῖc cφοδροτάταιc οὐχ ἑτεροκρανίαιc μόνον, ἀλλὰ καὶ ταῖc κεφαλαίαιc· ἔcτι δὲ διαΐccων, ὅταν ὥcπερ ἀπὸ ῥίζηc ἀρχόμενοc τοῦ πρωτοπαθοῦντοc μορίου φέρηται τα‐ χέωc εἰc τὰ παρακείμενα. διατείνοντεc δέ εἰcιν ἑκατέρωcε τῶν νεύρων οἱ πόνοι, διότι καὶ τείνεται πρὸc ἄμφω τὰ πέρατα, ἥκιcτα δὲ εἰc πλά‐ | |
10 | τοc ἐκτεταμένουc ἔχει τοὺc πόνουc τὰ νεῦρα. τονώδειc δὲ καὶ ναρκώ‐ δειc ἐπιφέρει τοὺc πόνουc ὁ ὑπὸ τῷ δέρματι τεταγμένοc ὑμήν, οἱ δὲ μεταξὺ τῆc cαρκὸc οἷον διαcπωμένουc· εἰcὶ γὰρ πολλοὶ καὶ ἀνωμάλωc ἐμφυόμενοί τε καὶ περιλαμβάνοντεc αὐτήν. οἱ δὲ τῶν περικειμένων τοῖc ὀcτοῖc ὑμένων βύθιοί τέ εἰcιν αὐτῶν τε τῶν ὀcτῶν ἐπάγουcι | |
2.39.2 | φανταcίαν ὡc ὀδυνωμένων. ὅταν οὖν μηδὲν ἔξωθεν αἴτιον τῆc ὀδύνηc φαίνηται γινόμενον, ἐπίcκεψαι τὴν προηγηcαμένην δίαιταν, εἰ εἴη ἀργο‐ τέρα παρὰ τὸ ἔθοc, ἢ cιτίοιc ἐχρήcατο πλείοcιν ὁ ἄνθρωποc πολυτρό‐ φοιc, ἢ cυνήθηc ἔκκριcιc ἐπεcχέθη· εἰ γάρ τι τούτων ἢ καὶ πάντα φαί‐ | |
5 | νοιτο, πλῆθοc αἴτιόν ἐcτι τῆc ὀδύνηc, καὶ ὅτι τάχιcτα κένωcον τὸν ἄνθρωπον· οὕτω γὰρ ἐξέcται cοι μετὰ πάcηc ἀcφαλείαc τοῖc ἀπο‐ κρουομένοιc τὰ ῥεύματα κατὰ τῶν ὀδυνωμένων χρῆcθαι μερῶν. εἰ μὲν οὖν αἵματοc πλῆθοc εἴη τὸ διατεῖνον, φλέβα τμητέον αὐτίκα μεγάλην τὴν ἐγγὺc τοῦ πάcχοντοc μορίου, κακοχυμίαc δὲ μόνηc ἐνοχλούcηc | |
10 | καθαρτέον· cυνελθόντων δὲ ἀμφοῖν ἀμφοτέραιc χρήcῃ ταῖc κενώcεcιν φλεβοτομήcαc πρότερον. εἰ δὲ τούτων γενομένων ἐπιμένοι τὸ ἄλγημα, δῆλον δήπου κατὰ τὸ πεπονθὸc μόριον ἐcφηνῶcθαι τὸ λυποῦν· εὔ‐ δηλοc δὲ καὶ ἡ θεραπεία τοῖc διαφορητικοῖc ἐcομένη φαρμάκοιc. ὡcαύ‐ τωc δὲ καὶ τὰc διὰ φυcῶδεc πνεῦμα γινομέναc ὀδύναc ἰαcόμεθα προc‐ | |
15 | λιπαροῦντεc ἐπὶ αὐτῶν μᾶλλον τοῖc λεπτύνουcιν ἐδέcμαcιν ἐνέμαcί τε καὶ καταπλάcμαcιν καταιονήcεcι τε καὶ πυριάcεcιν ἀραιοῦντεc τὸ περι‐ έχον αὐτὸ cῶμα. εἰ δὲ ὄγκοc βαρύνων ἢ θλῶν ὀδύνην ἐργάζοιτο, τὸν ὄγκον ἰατέον. εἰ δὲ διὰ δακνῶδεc ὑγρόν, ἐναντιώτατα τούτοιc ἐcτὶ τὰ λεπτύνοντα καὶ θερμαίνοντα· ἄνηθον ἐναφεψημένον ἐλαίῳ ἀνώδυνον | |
20 | καὶ ὑπνοποιὸν ὑπάρχει, καὶ μᾶλλον τὸ χλωρὸν τοῦ ξηροῦ. | |
2.40t | Περὶ cυντήξεωc. | |
2.40.1 | Ὅταν ἐκκρίνηταί τι διὰ γαcτρὸc οὐκ ἐκ τῶν ἐδηδεcμένων καὶ πεπεμμένων, ἀλλ’ ἐκ τοῦ cώματοc εἰc αὐτὴν καταρρέοντοc χυμοῦ παρα‐ πληcίου μὲν ὄντοc τῇ cυνεχῶc ἐμουμένῃ καὶ διαχωρουμένῃ ξανθῇ χολῇ, διαφέροντοc δὲ αὐτῆc τῇ τε δυcωδίᾳ καὶ τῷ πυρρότερον φαίνεcθαι | |
5 | τὸ διαχώρημα καὶ πάχοc ἔχειν γλοιῶδεc, ἐνίοτε δὲ καὶ ἐλαιῶδεc, τότε πιμελώδηc cὰρξ καὶ νεοπαγὴc ὑπὸ πυρετοῦ διακαοῦc ἀναλύεται καὶ τήκεται· χρονίζοντοc δὲ τοῦ κακοῦ καὶ αὐτῶν ἀποτήκεταί τι τῶν cτερεῶν. ἐπὶ τούτου τοῦ πονηροτάτου πυρετοῦ ψυχροῦ πόcιc ἔcτιν ἀπὸ γῆc ψυχροτάτηc (τοιαῦτα δὲ εἶναι χρὴ καὶ τὰ καταπλάcματα) καὶ ἐπιθέ‐ | |
10 | ματα ψύχοντα κατά τε τοῦ θώρακοc ἐπιτιθέμενα καὶ τῶν ὑποχονδρίων καὶ ἐμψύχουcαι τροφαὶ διδόμεναι. | |
11 | ||
2.41t | Περὶ τῆc ἐν πυρετοῖc ἀγρυπνίαc. | |
2.41.1 | Ὑπερβαλλόντωc δὲ ἀγρυπνούντων cκέλη καὶ χεῖραc δεcμεῖν ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ’ ὃν ἐπὶ τὸν ὕπνον εἰώθαcι τρέπεcθαι, κελεύομεν καὶ ἐγρηγορέναι διοίγειν τέ ποτε ἢ μῦcαι ἀναγκάζομεν τὰ βλέφαρα, μέχριc ἂν ἱκανῶc κάμωcιν, εἶτα ἐξαίφνηc λύομεν τοὺc δεcμοὺc καὶ τὸν | |
5 | λύχνον αἴρομεν ἡcυχίαν τε πολλὴν εἶναι κελεύομεν. ἰcχυρῶc δὲ ἐγκει‐ μένηc τῆc ἀγρυπνίαc ἐν ἀνέcει τοῦ παροξυcμοῦ προκλυcτέον τὸ πρόc‐ ωπον ἀφεψήματι κωδυῶν μελαινῶν καὶ ὀcφραντέον μήκωνοc λευκῆc κέλυφοc φώξαντα καὶ τρίψαντα, καὶ μανδραγόρου ῥίζηc λεάναc ἴcον μετ’ οἴνου καὶ ῥοδίνου μάγμα ποιήcαc κατάπλαccε τὸ μέτωπον ἑρπύλλῳ | |
10 | τε μετὰ μελιλώτου ἐν γλυκεῖ ἑψημένῃ (τούτῳ δὲ καὶ ἐν παροξυcμοῖc χρηcτέον), ἢ λείαc κωδύαc ἀναλαμβάνοντεc ἄρτῳ μετὰ ῥοδίνου ἢ κη‐ ρωτῆc καταπλάccομεν. καὶ ἡ τροφὴ δὲ περιεργοτέρα πωc ἔcτω· cυμ‐ | |
βαλλέcθω γὰρ τοῖc ῥοφήμαcι κωδύαc λευκῆc cπέρματοc ὅcον κοχλιάρια τρία, τοῖc δὲ λαχάνοιc cυνηδυνέcθω μήκωνοc μελαίνηc, εἰ μὲν εἴη, | ||
15 | φύλλα χλωρὰ ὅcον τοῖc τριcὶ λαβεῖν δακτύλοιc, εἰ δὲ μή, τρεῖc ἢ τέccαρεc κωδύαι ξηραὶ cυναφεψηθεῖcαι ἐξαιρέcθωcαν· εἰ δὲ μηδ’ οὕτωc κατενεχθεῖεν, περιχριέcθωcαν ὀπῷ μήκωνοc ἢ μανδραγόρου χυλῷ. καὶ τὸ διὰ τῶν κωδυῶν δὲ cυντιθέμενον ἔλλειγμα, καὶ μάλιcτα τὸ διὰ τοῦ ἑψήματοc, πινόμενον ὅcον κοχλιαρίου ἢ ἑνὸc ἡμίcεωc ποcὸν εἰc ὕπνον | |
20 | πολλάκιc ἔτρεψεν. ἐφ’ ὧν δὲ μή ἐcτιν εὐπλήρωτοc ἡ κεφαλή, χρηcτέον ἐπὶ τῶν ἀγρυπνούντων ἐν παρακμαῖc καὶ θυμιάματι τοιῷδε· φύλλου ἀμώμου, κόcτου, ζαρναβῶν ἀνὰ 𐆄 α, καρποβαλcάμου λι. α, cτύρακοc [ἀμώμου], ἀμμωνιακοῦ, βδελλίου Ϲκυθικοῦ, μανδραγόρου ῥίζηc, ὀποῦ μήκωνοc, θυμία ἐπὶ τῶν κυπαριccίνων ξύλων. | |
24 | ||
2.42t | Θεραπεία καταφορᾶc. | |
2.42.1 | Ἀποcπογγίζειν δεῖ τὸ πρόcωπον ὀξυκράτῳ γαλακτώδει καὶ δια‐ κρατεῖν εὐτόνωc τὰ ἄκρα, ὀcφραντὰ δὲ προcαγέcθω τὰ τμητικὴν ἔχοντα δύναμιν, καὶ ἐν ταῖc ἀνέcεcι cικυαζέcθωcαν ἐνεργῶc κατὰ μεταφρένου καὶ ῥάχεωc. ἐπιμενούcηc δὲ τῆc νόcου καὶ πταρμικὰ ἐν ἀνέcει τῶν | |
5 | παροξυcμῶν προcαγέcθω. ἔcτω δὲ καὶ ἡ τῶν cιτίων ὕλη τμητικὴ καὶ διαιρετική, καθὰ κἀν τοῖc ὑγιεινοῖc ἐλέγομεν. | |
6 | ||
2.43t | Θεραπεία τῆc ἐν πυρετοῖc κεφαλαλγίαc. | |
2.43.1 | Κεφαλαλγίαc ὀχλούcηc ἐν πυρετοῖc μετὰ τὴν προcήκουcαν τῶν περιττῶν κένωcιν κατὰ τὰc τῶν παροξυcμῶν παρακμὰc ἀλοιφῇ τῆc κεφαλῆc χρηcτέον πρῶτον τῷ κοινῷ ἐλαίῳ ὠμοτριβεῖ ἢ ῥοδίνῳ μιγνυ‐ μένου αὐτῷ καὶ ὄξουc ἐλαχίcτου, θέρουc μὲν καὶ καυcώδουc πυρετοῦ | |
5 | ψυχρῷ, χειμῶνοc δὲ καὶ μὴ καυcώδουc θερμῷ ἢ χλιαρῷ, ἐνεψείcθω δέ ποτε τῷ ἐλαίῳ καὶ ἑρπύλλου καὶ πολυγόνου χυλόc, ἐν θέρει δὲ καὶ κωδύαι ἢ μήκων, ὥcπερ αὖ χειμῶνοc πευκεδάνου τὸ cύμμετρον. μενού‐ cηc δὲ τῆc ὀδύνηc ἐπὶ τοῦ μετώπου (κἂν τύχῃ βρέγμα ψιλὸν ὄν, καὶ | |
τοῦτο) καταπλαcτέον ἐκ παλαιοῦ ἀλφίτου καὶ πολυγόνου ἢ ἐξ ἄρτου | ||
10 | ὁμοίωc καὶ ῥόδων ἢ ὀλίγηc μυρcίνηc ἢ τῆc ἑρπύλλου· τοὺc δὲ καὶ γλήχων παραπλακεῖcα μᾶλλον ἐκούφιcεν, ἔcτι δὲ ἐφ’ ὧν καὶ πυρώδουc τῆc αἰcθήcεωc οὔcηc ψύλλιον τῷ ἀλφίτῳ cυμμιχθὲν ὤνηcεν ἢ καὶ καθ’ ἑαυτὸ ἰξοποιηθὲν ἐν τῇ ἑψήcει καὶ cυνεχῶc ἐξαλλαττόμενον καὶ κορί‐ αννον ὁμοίωc cὺν ἀλφίτῳ· καὶ ἀλόη δὲ cὺν ὄξει καταχρίεται καὶ cμύρνα | |
15 | καὶ ἀμμωνιακὸν ὁμοίωc καὶ κροκόμαγμα. τοὺc δὲ cφυγματώδειc πόνουc πήγανον καὶ ἡδύοcμον cὺν τῷ ἄρτῳ διαπνεῖ παραcταζομένου καὶ ῥοδί‐ νου. ἀνυπείκτου δὲ πρὸc τὰ εἰρημένα τοῦ ἀλγήματοc ὄντοc πρῶτον ψιλῶcαι δεῖ τὴν κεφαλὴν ἐν χρῷ, εἶτα λιπαρωτέραιc ἐμβροχαῖc δι’ ὅληc αὐτῆc χρηcτέον, ἔπειτα cικύαc προcενεκτέον τῷ ἰνίῳ καὶ τὰ ἄκρα | |
20 | διαδετέον τε καὶ διαψηλαφητέον· ἀγαθαὶ δὲ καὶ βδέλλαι προcτιθέμεναι. εἰ δέ τι καταρροϊκὸν ἢ κόρυζα προcγενομένη τὴν κεφαλαλγίαν ἀνάπ‐ τοιεν, τοῖc πρὸc ταῦτα κατὰ τὸν οἰκεῖον τόπον ἀναγραφηcομένοιc χρηcτέον βοηθήμαcιν· εἰ δὲ ἀπὸ τῶν περὶ τὸν cτόμαχον χωρίων ἀνα‐ θυμιάcειc φερόμεναι τὴν κεφαλὴν βλάπτοιεν, καὶ τούτων προνοητέον, | |
25 | ὡc ὑποτέτακται. | |
25 | ||
2.44t | Περὶ τῆc περὶ τὸν cτόμαχον ἐπιμελείαc. | |
2.44.1 | Εἰ μὲν ἄρρωcτοc ὁ cτόμαχοc εἴη, τοῖc τονοῦν δυναμένοιc ἐπι‐ πλάττειν, οἷα τὰ διὰ τῶν φοινίκων ἐcτὶν καὶ οἴνου καὶ ἀλφίτων καὶ κρό‐ κου καὶ μαcτίχηc καὶ ἀλόηc, ἐπιβρέχειν τε τοῖc δι’ ἀψινθίου καὶ μηλί‐ νου καὶ μαcτιχίνου καὶ νάρδου καὶ οἴνου, καί, εἰ ἐκκαίοιντο, μιγνύναι | |
5 | τι τῶν ἐμψυχόντων, οἷον κολοκύντηc τε τὸν χυλὸν καὶ τῆc θριδακίνηc καὶ τῆc ἀνδράχνηc καὶ τοῦ cτρύχνου καὶ τῆc cέρεωc καὶ τοῦ ὄμφακοc (οὗτοc μέν γε οὐ ψύχει μόνον ἀλλὰ καὶ cτύφει). εἰ δὲ φλεγμονῶδέc τι περὶ τὰ cπλάγχνα φαίνοιτο, καὶ τῶν χαλαcτικῶν τινα προcπλεκτέον, ταῖc μὲν ἐπιβροχαῖc ἐλαίου τε καὶ χαμαιμηλίνου καὶ κυπρίνου καὶ | |
10 | cτεάτων ὄρνιθοc ἢ χηνὸc καὶ βδελλίου ἢ ἀμμωνιακοῦ καὶ τῶν παρα‐ πληcίων, τοῖc δὲ καταπλάcμαcι cελίνου τε cπέρματοc καὶ τήλεωc ἀλθαίαc τε καὶ χαμαιμήλων ἄνθουc, καὶ ἁπλῶc cύνθετον ἐχέτωcαν δύναμιν ἔκ | |
τε τῆc χαλαcτικῆc καὶ λεπτομεροῦc καὶ πικρᾶc καὶ τῆc cτυφούcηc. | ||
2.45t | Περὶ τῶν ἐν πυρετοῖc ἀμέτρων περιψύξεων καὶ ῥιγῶν. | |
2.45.1 | Τοῖc μὲν κριτικῶc γιγνομένοιc ῥίγεcιν οὐ προcῆκεν ἀντιβαίνειν οὐδὲ ἐκλύειν τὸν ἀγῶνα· καὶ ἡ ἐξ ἱδρῶτοc δὲ γιγνομένη περίψυξιc ἑτοίμωc ἀποκαθίcταται καὶ οὐδὲν παρενοχλεῖ· ἐπιμόνου δὲ τοῦ ῥίγουc ἢ τῆc περιψύξεωc οὔcηc (ὑπὸ ψυχροτέρου δὲ καὶ πολλοῦ μάλιcτα | |
5 | φλέγματοc γίνεται) πρῶτον μὲν διαcφιγκτέον τὰ κῶλα κατὰ πλείοναc τόπουc, ἔπειτα τὸ πρῶτον ἐπαλειπτέον ἐλαίῳ χαμαιμηλίνῳ ἢ κυπρίνῳ ἢ ἰρίνῳ· εἰ δὲ μείζονοc δεήcοι, καὶ πεπέρεωc ἐπιμικτέον τῷ ἐλαίῳ ἢ κάχρυοc ἢ ἀδάρκηc ἢ καcτορίου, καὶ τρῖψιν μαλθακὴν τοῦ παντὸc παρα‐ ληπτέον cώματοc· πρὸc δὲ τὸ μὴ ῥᾳδίωc ἀπορρεῖν τὸ ἐλαιῶδεc οὐκ | |
10 | ἄτοπον καὶ κηροῦ ἐλάχιcτον cυντῆξαι. εἰ δὲ τὸ ῥῖγοc ἀνεκθέρμαντον εἴη, καὶ τοῖc διὰ τούτων ἰcχυροτέροιc ἀκόποιc, οὐχ ἥκιcτα δὲ καὶ δρώ‐ παξι καὶ cιναπιcμοῖc, χρηcτέον καὶ ἑτέραc ἁρμοδίωc πυρίαc προcεπιμη‐ χανητέον. καὶ τὰ δριμύτερα δὲ τῶν ὀcφραντῶν ἁρμόδια, καλαμίνθη, γλήχων, ὕccωπον. προποτιcτέον δὲ καὶ πρὸ τῆc cημαcίαc μελίκρατον, | |
15 | ἐν ᾧ ἐνήψηται πέπερι καὶ πήγανον· καὶ ὀποῦ δὲ τοῦ Κυρηναϊκοῦ ὅcον κέγχρου μέγεθοc περιπεπλαcμένον ἑφθῷ μέλιτι πρὸ δυοῖν ὡρῶν τοῦ παροξυcμοῦ δώcομεν· ὁμοίωc καὶ ὀποῦ cιλφίου. καὶ τὸ ἐπὶ τῶν τεταρ‐ ταίων δὲ δι’ ὀποῦ τοῦ Κυρηναϊκοῦ cυντιθέμενον πολλοὺc ὤνηcεν. καὶ εἰc ἔλαιον δὲ πλεῖcτον θερμὸν ἐμβιβαcθέντεc δυcαπότριπτα ῥίγη ἀπετρί‐ | |
20 | ψαντο, ὥc φηcιν Ἀρχιγένηc· ὁ δὲ Γαληνὸc πρὸ τῆc ἐπιcημαcίαc ἀνα‐ τρίβειν φηcὶ τὸ δέρμα τῷ ἀβροτόνῳ ἢ καλαμίνθῃ ξηρᾷ ἢ κονύζηc τοῖc φύλλοιc τε καὶ τοῖc ἄνθεcιν ἢ κόcτῳ ἢ πυρέθρῳ, ἑκατέρῳ τούτων cὺν ἐλαίῳ, καὶ ἢ οὐδ’ ὅλωc ἢ γοῦν ἥττω ῥιγώcουcιν. | |
23 | ||
2.46t | Περὶ ἱδρώτων. | |
2.46.1 | Ἱδρῶταc τοὺc μὲν κριτικοὺc δέχεcθαι δεῖ ἕωc αὐτάρκουc κενώcεωc καὶ cυνεργοῦνταc θάλψει cυμμέτρῳ καὶ ἡcυχίᾳ, ὥcτε μὴ ἀπομάccειν | |
τὸν ἱδρῶτα (ἄγει γὰρ ἄλλοc ἄλλον), καὶ θερμῷ διακλύcματι καὶ καταρ‐ ροφήcει καὶ ὕπνῳ· καὶ οἱ ἀνετικοὶ δὲ τῶν ἱδρώτων ὁμοίαν τοῖc κριτι‐ | ||
5 | κοῖc λαμβανέτωcαν τὴν cυνεργίαν. τὰ μὲν οὖν τῶν ἱδρώτων ἀγωγὰ βοηθήματα κατὰ τὸ πρῶτον βιβλίον αὐτάρκωc εἴρηται κεφαλαίῳ τεccα‐ ρακοcτῷ ὀγδόῳ. ἐπειδὰν δὲ οἱ ἱδρῶτεc ἐπὶ πλέον προκόπτωcι, διὰ τοῦ ἀπομάccειν καὶ κουφίζειν τὰ cκεπάcματα προcαναψύχειν· κοποῦcι γὰρ ὑπερεκπίπτοντεc, ὥcτε εἰc cυγκοπὴν πολλάκιc κατέcτρεψαν. λεπτὸν | |
10 | οὖν ἔcτω τὸ περιβόλαιον καὶ ἐμβεβρεγμένον καὶ ἀὴρ εὐψυχέcτεροc, καὶ ὕπνοc καὶ ῥιπὶc παραλαμβανέcθω, καὶ μυρρίνη μέλαινα λεία ἐμπαc‐ cέcθω τῷ cώματι καὶ κηκὶc ὁμοίωc, καὶ πίτυοc φλοιὸc ἤλεκτρόν τε καὶ ἄλφιτα cὺν οἴνῳ cτύφοντι κατὰ τῶν ἐπιδεχομένων μορίων ἐπι‐ | |
2.46.2 | τιθέcθω, καὶ ἀποcπογγιζέcθω τὸ πρόcωπον δι’ ὀξυκράτου. Ἀρχιγένηc δὲ καὶ ἄcβεcτον καὶ τρύγα οἴνου κεκαυμένην ἐπί τε τούτων καὶ τοῦ ἀνεκθερμάντου παραλαμβάνει ῥίγουc· ἄμφω γάρ, φηcίν, ἀναθαλπόμενα ξηραίνεται· ἐπιβρέχειν δὲ καὶ τὰ μέcα κελεύει χυλῷ ἀρνογλώccου ἢ | |
5 | κοριάννου ἢ ἀνδράχνηc ἢ κράμβηc, ἵνα περιπαγέντα τοὺc ἱδρῶταc ἀπο‐ cτέγῃ. ἐν δὲ τοῖc ὕπνοιc Κιμωλίᾳ ὕδατι διαλυθείcῃ πιαινόμενα ῥάκη ὑποβάλλεται μεταφρένῳ καὶ θώρακι. ἐπαλειπτέον δὲ τὸ ὅλον cῶμα ῥοδίνῳ ἢ μηλίνῳ ἢ μυρcίνῳ ἢ cχινίνῳ ἢ ταῖc διὰ τούτων κηρωταῖc· ἐπιτήδεια γὰρ τούτοιc μᾶλλον τὰ λιπάcματα τῷ τοὺc ἀδήλουc ἀπο‐ | |
10 | φράττειν πόρουc κωλύοντα τὴν τοῦ ὑγροῦ διέξοδον. δῆλον δέ, ὅτι καὶ τροφὴ ξηροτέρα τούτοιc ἁρμόττει καὶ οἶνοι cυμμέτρωc cτύφοντεc· τῶν δὲ πλειόνων πομάτων, καὶ μάλιcτα τῶν ὑγροτέρων, καὶ cυχνῶν δὲ δια‐ κλυcμάτων ἀπεχέcθωcαν. εἰ δὲ οἷόν τε, καὶ αἰώραc παραλαμβάνειν ἐν ψυχροτέρῳ καταcτήματι, τὰ δὲ ἄκρα τούτοιc ὡc μάλιcτα ψυχέcθωcαν. | |
15 | τοὺc δὲ κατ’ ἔκθλιψιν γινομένουc ἱδρῶταc (οὗτοι δὲ ἢ ἐπ’ ὀδύναιc εἰcὶν ἢ ἐπὶ cπαcμοῖc) διακρατήcει καὶ θάλψει τῶν ἄκρων καὶ ἀποψήcει διὰ ῥακιδίων ἐρεῶν κούφωc θεραπεύειν. | |
17 | ||
2.47t | Περὶ βηχὸc τῆc ἐν πυρετοῖc. | |
2.47.1 | Βηχὶ τῇ ἐν πυρετοῖc, μάλιcτα δὲ τοῖc μετὰ ῥίγουc γινομένοιc, ἀντιβαίνειν δεῖ· τῇ γὰρ ἐντάcει τῆc βηχὸc ἀπευθύνεται τὸ ὑποκλάζον | |
τοῦ πυρετοῦ. δοτέον οὖν ὑπογλώττια ἐκ μέλιτοc ἑφθοῦ παγέντοc, ὑποτιθέμενα δὲ τῇ γλώττῃ ὑποτήκεται καὶ διαλύει τὸ παραποδίζον τὴν | ||
5 | εὔπνοιαν· ὁ καιρὸc δὲ αὐτῶν κατὰ τὰc ἀκμὰc τῶν παροξυcμῶν ἐcτι καὶ μέχρι πρὸ ὀλίγου τῆc ἐπιcημαcίαc. διδόcθω δὲ καὶ ὑδρόμελι ἄπεφθον· οἷc δὲ οὐχ ὑποπτεύεται τὸ νευρῶδεc, χρόνου γεγενημένου δίδου θαρρῶν καὶ ὀξύμελι, εἰ δὲ μή, ὑccώπου ἀφέψημα (τοῦτο καὶ τοῖc ῥιγοῦcι βοηθεῖ) καὶ καcτόριον μὴ καυcώδουc ὄντοc τοῦ πυρετοῦ· καὶ τῷ νευ‐ | |
10 | ρώδει τοῦτο cυμβάλλεται. ἐκλείγματα δὲ διὰ πιτυίδων καὶ cτροβιλίων καὶ ἴρεωc καὶ λινοcπέρμου καὶ τῶν πικρῶν ἀμυγδάλων καὶ κνίδηc cπέρματοc· τὰ δὲ πλεῖcτα καὶ ταῖc τροφαῖc παραπλεκέcθω. καὶ τῆc ῥητίνηc δὲ καὶ τῆc τερεβινθίνηc ἐν ᾠῷ διδόναι. ἔξωθεν δὲ τῷ θώρακι καὶ τοῖc περὶ ἀρτηρίαν ἔριον τεθειωμένον ἐπιτιθέcθω· καὶ λίπουc δὲ ἢ | |
15 | πηγάνινον ἔcτω ἢ ἴρινον ἢ ἀνήθινον. καὶ διάδεcμοc εὔτονοc ἐπὶ μακρὸν δεθεὶc ἀκριβῶc ἐπέχει τὰc βῆχαc, λέγω δὲ τῶν μέcων καὶ τῶν ἄκρων. οὐκ ἀλόγωc δὲ βηχὸc ἕνεκα χρήcῃ καὶ ἀποφλεγματιcμῷ, cταφίδι ἀγρίᾳ cυμμαcωμένῃ τῇ ἡμέρῳ ἢ cὺν τῇ μαcτίχῃ. καὶ τὰ ἄκρα δὲ ἀνατρίβειν τε καὶ διαψηλαφᾶν καὶ διαδεcμεῖν, εἶτα πάλιν ἀπολύειν τὴν ἀνθολκήν. | |
20 | εἰ δὲ διὰ τὴν τοῦ πυρετοῦ δριμύτητα βὴξ ἐρεθίζοι, χρηcτέον ἀναγαρ‐ γαρίcματι δι’ ὕδατοc χλιαροῦ (καὶ ψυχρὸν δὲ πολλάκιc ὤνηcεν) καὶ δι’ ὀξυκράτου καὶ φοινίκων ἀφεψήματοc ἢ ῥόδων ἢ τῆc γλυκείαc ῥίζηc. καὶ τοῖc cπλάγχνοιc δὲ ἢ καὶ τῇ καρδίᾳ αὐτῇ ἐπιρριπτέον τὰ μετρίωc ἐμψύχοντα. | |
24 | ||
2.48t | Περὶ πταρμοῦ. | |
2.48.1 | Ἐνοχλοῦcι πταρμοὶ πλεονάκιc ἐμπίπτοντεc ἐν πυρετοῖc· καὶ γὰρ πληροῦcι τὴν κεφαλὴν καὶ τὴν δύναμιν ἐλέγχουcιν ἐνίοιc καὶ αἷμα ἐκρηγνύουcι, καὶ ἄλλα ὀχληρὰ τοιαῦτα ἐπιφέρουcιν. ἀντιβαίνειν οὖν αὐτοῖc δεῖ. κατέχει δὲ ἐπιφερόμενον πταρμὸν διάτριψιc τῆc ῥινὸc καὶ | |
5 | τοῦ μετώπου καὶ ὀμμάτων χάcμη τε καὶ τῆc ὑπερῴαc τρῖψιc cπουδαία, ἐρυγή, ἔνταcιc εἰc λαγόνα, μετεωριcμὸc τῆc κεφαλῆc, ἐπιcτροφὴ ἐπὶ | |
πλευράν, ψηλαφία τῶν ἄκρων μυῶν, λιπαcμὸc μαcητήρων, θερμοῦ [τοῦ] ἐλαίου εἰc ὦτα ἔγχυcιc, ἐπιδήματοc θερμοῦ ὑπόθεcιc τῷ γενείῳ· φυ‐ λάττεcθαι δὲ αἰφνιδίαν ἐξ ὕπνου διέγερcιν, καπνόν, κονιορτόν, τὰc | ||
10 | δριμυτέραc ὀcμὰc πεπέρεωc, καcτορίου, νάπυοc, ἡδυόcμου. προcηνὲc μήλου καὶ ἀλφίτου ὀcμὴ (ἀπαμβλύνει γὰρ τὴν ἔκπτωcιν τῶν πταρμῶν) οἵ τε ἐκ τῆc θαλάccηc καινοὶ cπόγγοι. γενομένηc δὲ ὁρμῆc ἐπὶ τὸ πταρῆναι, μὴ διεξιόντοc δὲ τοῦ πταρμοῦ, ἀνάcπαcιc τοῦ χείλουc ἐπι‐ τηδευέcθω καὶ cυνεχὴc τῶν δριμυτέρων ὀcμῶν πεῖρα καὶ τῆc διανοίαc | |
15 | ἄνεcιc. | |
15 | ||
2.49t | Περὶ ἀνορεξίαc. | |
2.49.1 | Εἰ μὲν διὰ μοχθηροὺc χυμοὺc ἡ ἀνορεξία γίγνοιτο, δοτέον αὐτοῖc ἐκεῖνα τῶν ἐδεcμάτων τε καὶ πομάτων, ἃ τοὺc τοιούτουc χυμοὺc ἤτοι γε δι’ ἐμέτων ἀπορρύψαντα ἢ διὰ τῆc κάτω κοιλίαc ἐκκρίνειν πέφυκεν ἢ ἐπικεράcαντα βελτίουc ἐργάζεται· τὴν δὲ τούτων ὕλην ἔχειc ἐν τῷ | |
5 | πρὸ τοῦδε γράμματι πρώτῳ τῆc ὅληc ὑπάρχοντι πραγματείαc. εἰ δὲ δι’ ἀρρωcτίαν δυνάμεωc ἀνορεκτοῦcιν, ἐπειδὴ πᾶcα δύναμιc ἀρρωcτεῖ διὰ δυcκραcίαν τῶν μορίων, χρὴ τὸ τῆc δυcκραcίαc εἶδοc διὰ τῶν ἐναντίων ἰᾶcθαι. τὸν μὲν οὖν ποικιλώτερον τῆc ἀνορεξίαc λόγον ἐν τοῖc cτομα‐ χικοῖc κατὰ τὸ τρίτον βιβλίον ἀποδώcομεν· ἐπὶ δὲ τῶν πυρεccόντων | |
10 | εὐθὺc κατ’ ἀρχὰc ὀcφραντοῖc πειρατέον ἀνακτᾶcθαι τὴν ὄρεξιν, μάλιcτα δι’ ἀλφίτων ὕδατι δεδευμένων ἢ ὀξυκράτῳ ἢ κράματι ἤ τινοc τῶν εὐωδῶν τε καὶ cτυφουcῶν ὀπωρῶν ἀφεψήματι, ἀλείμματι δὲ προcηνεῖ καὶ ἀνατρίψει cυμμέτρῳ τοῦ cώματοc ὅλου καὶ ψηλαφίᾳ προcκλύcματι τε τοῦ προcώπου καὶ καταρροφήcει βραχέοc ὕδατοc. καὶ καθέcει δὲ | |
15 | δακτύλων cπαραχθεὶc ὁ cτόμαχοc ἐπεcτράφη πωc ἐπὶ τὸ προcενέγκα‐ cθαι cιτίον, καὶ μάλιcτα χολώδουc τινὸc ἢ ὀξώδουc ἀνενεχθέντοc. μετὰ δὲ τὰc πρώταc ἡμέραc καὶ καταπλάcμαcιν ἔξωθεν ὁ cτόμαχοc ἐπι‐ | |
2.49.2 | cτρεφέcθω τοῖc διὰ φοινίκων, μήλων, οἰνάνθηc, ἀψινθίου, ἀλόηc. τρο‐ φαὶ δὲ παρεcκευάcθωcαν πλείονεc ἁπλαῖ τε καὶ cιτώδειc καὶ τῆc ἄλληc ὕληc ἐξαλλαγάc τιναc ἔχουcαι, μὴ πόρρω μέντοι τῆc τῶν πυρετῶν ὑπάρχουcαι χρείαc· ἐν αἷc καὶ ὀπωρῶν αἱ μὴ ῥᾳδίωc ἀποξυνόμεναι | |
5 | μηδὲ ἄγαν γλυκάζουcαι, πέπειροι δέ, καὶ μὴ μέχρι κόρου, ἀλλ’ ὅcον μόνον εἰc τὰc ἄλλαc τροφὰc ἐρεθῖcαι τὴν ὄρεξιν· παρέcτωcαν δὲ τρε‐ φομένοιc αὐτοῖc οἱ προcηνέcτατοι δυcωπεῖν καὶ ἐντρέπειν δυνάμενοι. | |
ἀπηλλαγμένων δὲ τῶν πυρετῶν κἀν ταῖc ἀναλήψεcι παραμενούcηc τῆc ἀνορεξίαc καὶ cίcαρον κάθεφθον μετ’ ὀξυμέλιτοc καὶ θριδακίνη καὶ | ||
10 | ἁλμάδεc ἐλαῖαι καὶ κάππαριc καὶ τάριχοc καὶ βολβοὶ καὶ πᾶν ὁτιοῦν πρὸc εὐcτομαχίαν ἐπινοείcθω ἀναμιμνηcκομένων αὐτῶν κἀκείνων, ἐν οἷc ἐδέcμαcιν ὑγιαίνοντεc μάλιcτα ἐπλεόναζον, περίπατοί τε καὶ αἰῶραι καὶ ἀναφωνήcειc καὶ δρωπακιcμοὶ καὶ τρίψειc καὶ γυμνάcια παραλαμβα‐ νέcθω καὶ προποτιcμοὶ δι’ ἀψινθίου χυλίcματοc ἢ ἀλόηc· καὶ τοῦ cκιλ‐ | |
15 | λίνου δὲ ὄξουc ὅcον μύcτρον καταρροφούμενον cπουδαίωc ἐνεργεῖ. | |
15 | ||
2.50t | Περὶ βουλίμου. | |
2.50.1 | Εἰ δὲ εἰc βούλιμον καταντήcοι τὰ τῆc ἀνορεξίαc, λέγω δὲ τὴν ὑπερβάλλουcαν ἀτροφίαν, τούτουc ἀνακτηcόμεθα τοῖc τε ἄλλοιc ὀcφραν‐ τοῖc καὶ ὑείοιc κρέαcιν ὀπτοῖc καὶ ἐριφείοιc καὶ καθόλου πᾶcι τοῖc ὀcμὴν ἔχουcι κνιcώδη, τῆc ὀξύτητοc δηλονότι τῶν πυρετῶν παρελη‐ | |
5 | λυθυίαc· τά τε ἄκρα αὐτῶν διακρατεῖν δεῖ καὶ ἐγείρειν αὐτοὺc τάc τε cιαγόναc νύccονταc καὶ τρίχαc ἢ ὦτα ἀνατείνονταc, ἀνακτηθεῖcιν δὲ ἄρτον ἐν κράματι ἢ ἄλλο τι τῶν εὐαναδότων δοτέον. | |
7 | ||
2.51t | Περὶ κυνώδουc ὀρέξεωc. | |
2.51.1 | Εἰ καὶ μὴ πάνυ τι κατὰ τοὺc πυρετοὺc τοῦτο γίνεται τὸ cύμ‐ πτωμα, ἀλλ’ ἔcθ’ ὅτε μετ’ αὐτούc, ἄλλωc τε καὶ διὰ τὴν πρὸc ἀνορε‐ ξίαν cυγγένειαν οὐ χεῖρον καὶ περὶ τῆc ἀμέτρου λέγειν ὀρέξεωc ἀμφοῖν ἀμέτροιν ὑπαρχουcῶν. ἐπειδὴ τοίνυν ὑπὸ φλέγματοc ὀξώδουc μάλιcτα | |
5 | τὸ πάθοc γίνεται, τοῖc τοῦτο τέμνουcί τε καὶ ῥύπτουcι χρηcτέον· τοι‐ αῦτα δέ εἰcι μάλιcτα τὰ γλυκέα καὶ ἁλμυρὰ καὶ ἄλλωc cμηκτικὰ θερ‐ μαίνοντα. οἶνον [τε] οὖν αὐτοῖc χρὴ διδόναι δαψιλῆ τῶν ἱκανῶc θερμαι‐ νόντων· τοιοῦτοι δέ εἰcιν οἱ κιρροὶ τὴν χρόαν ἢ ἐρυθροὶ χωρὶc τοῦ cτύφειν· μᾶλλον δὲ καὶ γλυκυτέρουc δοτέον, κἂν μὴ διψῶcιν. χρὴ δὲ | |
10 | αὐτοῖc, ὅταν ἐπὶ τὸ ἄριcτον ἀφίκωνται, πρῶτον μὲν διδόναι τὰ λιπαρά, καὶ τὰ ἄλλα δὲ πάντα δι’ ἐλαίου πολλοῦ cκευάζοντα μηδὲν αὐcτηρὸν ἢ cτῦφον ἔχοντα· ταῦτα γάρ, εἰ καὶ μὴ πρὸc αὐτὴν ἄντικρυc ἐνίcτα‐ ται τὴν αἰτίαν, ἀλλὰ τὴν εἰc τὰ cιτία λύουcιν ἀκρατῆ ὁρμήν, ἡ δὲ τούτων ἔνδεια μειοῖ τὴν ἐν τῷ cτομάχῳ τοῦ φλέγματοc cύcταcιν. καὶ | |
15 | ταρίχουc δοτέον. μετὰ δὲ ταῦτα τῶν εἰρημένων οἴνων δαψιλῶc πινέ‐ | |
τωcαν· πλείονι γὰρ χρόνῳ πραττόντων οὕτω παύεται. | ||
2.52t | Περὶ δίψηc. | |
2.52.1 | Τὴν μὲν πάνυ μικρὰν δίψαν γίνεcθαι νομιcτέον διὰ ξηρότητα τῶν μορίων ἢ θερμότητα, δι’ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ cτόματοc εἰc τὴν κοιλίαν· καὶ ἴαμα τῆc μὲν ξηρότητόc ἐcτιν ὕπνοc, τῆc δὲ θερμό‐ τητοc ἐγρήγορcιc. ἔνιοι μέντοι διψώδειc ἐξ οἴνου γίνονται καὶ διὰ τὴν | |
5 | τῶν ἐδηδεcμένων θερμότητα· καὶ ἴαμα τούτων ἐcτὶ τὸ ψυχρὸν πόμα· μοχθηρῶν δὲ ἐπιθυμοῦcι ποτῶν ὥcπερ καὶ cιτίων ἀνάλογον τῇ κρα‐ τούcῃ κακοχυμίᾳ. δίψεcι δὲ ἀπαύcτοιc καταληφθένταc, ἐξ ὧνπερ καὶ ἀπέθανον, οἶδά ποτε φαγόνταc ἐχίδναc διψάδαc καὶ οἴνου παλαιοῦ μεθύcανταc καὶ τοὺc ἐν τῷ πλοίῳ τοῦ ὕδατοc ἐπιλιπόντοc, ὧν ὅcοι | |
10 | τῆc θαλάττηc ἐτόλμηcαν πιεῖν, ἀπέθανον. τὸ δὲ ἐν πυρετοῖc δίψοc παρηγορεῖν πέφυκεν ἐμβροχὴ τῆc κεφαλῆc ψυχροτάτου ἐλαίου ἢ ῥο‐ δίνου μετὰ κρουνιcμοῦ γινομένη. κάλλιcτα δὲ ποιεῖ πρὸc δίψοc τὸ τῆc μελαίνηc θρίδακοc cπέρμα διαμαcηθὲν καὶ ἡ γλυκύριζα λεγομένη καὶ τὸ τοῦ cικύου cπέρμα διακρατηθὲν ἐν τῷ cτόματι. δίδου δὲ καὶ ἄδιψον | |
15 | καταπότιον τοῦτο· cικύου ἡμέρου 𐅻 η, τραγακάνθηc 𐅻 δ, διάλυε τὴν τραγάκανθαν ᾠῶν ὠμῶν προcφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, ἐπί‐ βαλλε τρίψαc τῷ cικυοcπέρμῳ προλειωθέντι καὶ μαλάξαc ἀνάπλαττε καταπότια καὶ ξήραινε ἐν cκιᾷ καὶ δίδου ἓν ὑπὸ τὴν γλῶccαν κατ‐ έχειν, καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω. δίδου δὲ καὶ ἀπόβρεγμα | |
20 | καταρροφεῖν μήλων Κυδωνίων ἢ ἀπίων ἢ μεcπίλων ἢ ἑλίκων ἀμπέλου ἢ ῥοᾶc χυλοῦ. | |
21 | ||
2.53t | Περὶ γλώccηc τραχείαc. | |
2.53.1 | Ὑγραίνειν δεῖ τὴν τραχύτητα τῆc γλώττηc ποιοῦνταc διακρατεῖν λινοcπέρμου ἀφέψημα τοὺc κάμνονταc ἐν τῷ cτόματι. βέλτιον δὲ ἐν‐ εργεῖ μυξίον τῷ λινοcπέρμῳ cυγκαθηψημένον· καὶ τὸν δάκτυλον δὲ ἐν τούτῳ τῷ χυλῷ βρέξαντεc καὶ τὴν γλῶτταν ἀνατρίψαντεc ἀποκλυζέ‐ | |
5 | cθωcαν ὕδατι καθαρῷ ἢ cπόγγῳ περιμαccέcθωcαν, εἶτα ῥοδίνῳ ἐπαλει‐ φέcθωcαν. καὶ αὐτὸ δὲ τὸ ῥόδινον μέλιτι cυμμιγὲν cπουδαίωc ἐνεργεῖ καὶ ὁ τῆc ἀνδράχνηc χυλὸc διακρατηθείc, καὶ ῥοῦc ὁ ἐπὶ τὰ ὄψα με‐ λικράτῳ μιγεὶc καλῶc ποιεῖ καὶ Δαμαcκηνὰ καὶ μυcκλίου (τοῦτο δέ | |
ἐcτιν ἡ μύξα) τὰ ὀcτέα διακρατούμενα καὶ τῇ γλώττῃ περικυλιόμενα | ||
10 | καὶ θριδακίνηc καυλίον. Ἀρχιγένηc δέ φηcιν· καὶ ὁ ἃλc ὁ Ἰνδικόc, χρόᾳ μὲν καὶ cυcτάcει ὅμοιοc τῷ κοινῷ ἁλί, γεύcει δὲ μελιτώδηc, φα‐ κοῦ δὲ μέγεθοc ἢ τό γε πλεῖcτον κυάμου, διατρωχθεὶc cφόδρα καθυ‐ γραίνειν δύναται. ἐπὶ πλευρὸν δὲ κατακείcθωcαν· ξηραίνει γὰρ ἡ ὑπτία κατάκλιcιc. καὶ τὸ cτόμα μυέτωcαν· τὸ κεχηνέναι γὰρ ἐξικμάζει. πταρ‐ | |
15 | μοὶ ἐπιτηδευθέντεc καθυγραίνουcι τὰc γλώτταc παντὸc ἄλλου ἐνδια‐ θετώτερον. | |
16 | ||
2.54t | Περὶ ναυτίαc. | |
2.54.1 | Ὅταν χωρὶc τοῦ προcενεχθῆναί τι ναυτιώδηc ὁ κάμνων γίγνηται, πρόδηλον, οἶμαι, λογίcαcθαι μοχθηροὺc χυμοὺc ἀνιᾶν τὴν γαcτέρα. τινὲc δὲ cπαράττονται μέν, ἐμοῦcι δὲ οὐδὲν ἐν αὐτοῖc τοῖc χιτῶcιν ἀναπεπομένου τοῦ χυμοῦ. φλεγματώδειc μὲν οὖν ὄνταc τοὺc χυμοὺc | |
5 | πέττειν χρὴ ἐν ἡcυχίᾳ φυλάττονταc τὸν ἄνθρωπον καὶ ἀcιτίᾳ καὶ ὕπ‐ νοιc· τοὺc δὲ λεπτοτέρουc ἔμετοc ἐκβάλλει, ποτὲ μὲν ἐπὶ τῷ τῆc πτι‐ cάνηc χυλῷ γενόμενοc ἢ μελικράτῳ· ὅcοι δὲ γλίcχροι τέ εἰcι καὶ παχεῖc, τῶν λεπτυνόντων χρῄζουcιν, ὁποῖόν ἐcτι τὸ ὀξύμελι καὶ τὰ ὅμοια. ὑγρότητοc δὲ μοχθηρᾶc ἐν τοῖc χιτῶcιν ἀναπεπομένηc ἡ διὰ τῆc ἀλόηc | |
10 | πικρὰ χρήcιμοc, τὰ cτύφοντα δὲ βλάπτει γενναίωc, ὥcπερ αὖ πάλιν ὑγρότητοc οὔcηc πολλῆc χωρὶc κακίαc τὰ cτύφοντα μὲν ὡc ὠφελιμώ‐ τατα, τὸ δὲ διὰ τῆc ἀλόηc φάρμακον εἰc μαραcμὸν ἄγει. ψύξεωc δὲ προcούcηc τῇ ὑγρότητι μικτέον τοῖc cτύφουcι καὶ τὰ θερμαίνοντα. cημεῖον δὲ τοῦ ψυχρὰν διάθεcιν εἶναι τὸ μὴ διψῆν μήτε καύματοc | |
15 | αἰcθάνεcθαι. | |
15 | ||
2.55t | Περὶ χολεμεcίαc. | |
2.55.1 | Τοῖc χολὴν ἐμοῦcι κατάπλαcμα προcενεκτέον διὰ φοινίκων, cιδίων, κηκῖδοc ἡψημένων ἐν οἴνῳ ἢ ὀξυκράτῳ cυλλεαινομένων ἄρτῳ· καὶ ἀκακία δὲ καὶ ὑποκιcτὶc καὶ βαλαύcτιον καὶ ῥοῦc cυμπλεκέcθω τῷ κατα‐ πλάcματι. καὶ cικύα δὲ προcβαλλομένη μεγάλωc ὠφελεῖ μετὰ φλογὸc | |
5 | πολλῆc. τὴν δὲ τροφὴν πολλάκιc κατὰ βραχὺ δώcομεν. ἐπὶ δὲ τῶν χολὴν μέλαιναν ἐμούντων καὶ φυcωμένων τὸν cτόμαχον cπόγγουc ὄξει δριμυτάτῳ θερμῷ βεβρεγμένουc ἐντίθει ἢ κιccοῦ φύλλοιc ἑφθοῖc ἐν οἴνῳ κατάπλαccε. | |
8 | ||
2.56t | Περὶ λυγμῶν. | |
2.56.1 | Ὁ λυγμὸc γίνεται ἢ διὰ πλήρωcιν ἢ διὰ κένωcιν ἢ δριμέων χυ‐ μῶν δακνόντων τὸν cτόμαχον, ὧν ἐμεθέντων παύεται· πολλοὶ δὲ καὶ τὸ διὰ τριῶν πεπέρεων μόνον λαβόντεc, ἐὰν εὐθέωc ἐπιπίωcιν οἶνον, λύζουcιν. ὅτι δὲ καὶ διαφθείροντέc τινεc τροφὴν λύζουcι, τῶν γινωcκο‐ | |
5 | μένων ἐcτί. καὶ ῥιγώcαντεc δὲ πολλοὶ λύζουcιν. ἔμετον μὲν οὖν εὑρή‐ cομεν αὔταρκεc ἴαμα τῶν διὰ πλῆθοc ἢ δῆξιν λυζόντων, θερμαcίαν δὲ τῶν διὰ ψῦξιν· ὅταν δὲ ὑπὸ πληρώcεωc ὑγρῶν γένηται λυγμόc, βιαίαc δεῖται κενώcεωc. τοῦτο δὴ ὁ πταρμὸc ἐργάζεται· τοὺc δὲ ἐπὶ κενώcει λυγμοὺc οὐκ ἰᾶται πταρμόc. διδόναι δὲ τοῖc λύζουcιν πήγανον μετ’ | |
10 | οἴνου ἢ νίτρον ἐν μελικράτῳ ἢ cέcελι ἢ δαῦκον ἢ κύμινον ἢ ζιγγίβερ ἢ καλαμίνθην ἢ νάρδον Κελτικήν. ταῦτα τῶν ἐπὶ διαφθορᾷ cιτίων ἢ ἐπὶ ψύξεcιν ἢ ἐπὶ πληρώcει βοηθήματα· τοῖc δὲ ὑπὸ πλήθουc λύζουcιν ἢ ἐπὶ ψυχροῖc καὶ γλίcχροιc χυμοῖc καcτόριον δίδου πίνειν δι’ ὀξυκράτου· καὶ κατὰ τοῦ δέρματοc δὲ ἐπιτιθέμενον ὠφελεῖ ἅμα Ϲικυωνίῳ ἢ παλαιῷ | |
15 | ἐλαίῳ. ἁρμόζει καὶ τὸ cκιλλητικὸν ὄξοc ἢ ὀξύμελι πινόμενον· καὶ κατ‐ οχὴ πνεύματοc μεγάλωc ὀνίνηcιν. | |
16 | ||
2.57t | Περὶ τῆc ἐν πυρετοῖc ἐπεχομένηc τε καὶ φερομένηc κοιλίαc. | |
2.57.1 | Τὰ μὲν προτρέποντα τὴν ἐπιξηραινομένην κοιλίαν ἐν τῷ πρώτῳ λέλεκται γράμματι, εἰc ὅcον ἐχρῆν. ἐπειδὴ δὲ καὶ ὑγραίνεcθαι cυμπίπτει ταύτην ἐν πυρετοῖc, ἐνταῦθα λεκτέον· πολλοὶ γὰρ οὐ κατὰ τὸν τοῦ πυρετοῦ λόγον, ἀλλὰ διὰ μόνον τοῦτο τὸ cύμπτωμα διεφθάρηcαν. ἐν | |
5 | ἀρχῇ μὲν οὖν δέχεcθαι δεῖ τὰ κομιζόμενα μηδὲν ἀντιβαίνονταc ἀπὸ διαφθορᾶc καὶ ἀπεψίαc φερόμενα· πέρα δὲ τοῦ μετρίου τῆc κενώcεωc γιγνομένηc ἐπέχειν προcήκει. καὶ εἰ μὲν δριμύτερα φέροιτο, δεῖ τὰ προcφερόμενα εὔχυμά πωc εἶναι καὶ ἄλλωc παχύτερα· τοιαῦτα δέ ἐcτι τὰ διὰ χόνδρου καὶ πτιcάνηc ῥοφήματα· καὶ λουτρὰ δὲ τούτοιc μετὰ | |
10 | τὴν τοῦ νοcήματοc πέψιν ἐπιτήδεια. ὅταν δὲ φλεγματωδέcτερα καὶ περιρρέοντα φέρηται, τοὐναντίον ξηρότερά τε εἴη καὶ θερμότερα τὰ cιτία, ἐφ’ ὅcον ἐγχωροῦcιν οἱ πυρετοί· τοιαῦτα δέ ἐcτι τὰ δι’ ἀρτυ‐ μάτων θερμαντικῶν cκευαζόμενα. λουτρῶν δὲ τούτουc ἀφεκτέον, εἰ μή τι ἕτερον ἐκβιάζοιτο. ἀτονούcηc δὲ τῆc πεπτικῆc δυνάμεωc τοῖc cτύ‐ | |
15 | φουcιν ἐδέcμαcί τε καὶ βοηθήμαcι χρηcτέον, ἐδέcμαcι μέν, ἐν οἷc μά‐ λιcτα ῥοιῶν ἢ μήλων ἢ ἀπίων ἢ μεcπίλων ἐμβέβληται, ἢ καὶ τούτοιc αὐτοῖc, καὶ οἴνῳ λεπτῷ εὐόcμῳ cτύφοντι, βοηθήμαcι δὲ τοῖc διὰ κατα‐ πλαcμάτων, δι’ ἀλφίτου καὶ φοινίκων καὶ ἀψινθίαc ῥόδων τε καὶ μύρ‐ των καὶ τῆc ὁμοειδοῦc τούτοιc ὕληc. cκεπτέον δέ, ἐν ποίοιc μάλιcτα | |
20 | μορίοιc ἐπιθετέον τὰ καταπλάcματα, λέγω δὴ τοῖc περὶ τὸν cτόμαχον ἢ τῇ κάτω κοιλίᾳ· ἔcθ’ ὅτε δὲ καὶ περὶ τὴν ὀcφὺν ἐπιτίθεμεν. τὰc αἱμαλωπώδειc δὲ τῶν ἐκκρίcεων ἀναcτέλλει τὰ διὰ λιβάνου καὶ ἐπι‐ ξηραίνει ἢ γῦριc ἴcη λιβάνῳ ἢ μάννῃ ἢ οἴνῳ φυραθεῖcα ἢ ὀξυκράτῳ. τὴν δὲ δριμυτέραν ὑγραcίαν καὶ ἐνέματι ἀπογλυκαίνειν, ὁτὲ μὲν αὐτῷ | |
25 | τῷ ὕδατι, ὁτὲ δὲ πτιcάνηc χυλῷ ἢ χόνδρου ἢ ὀρύζηc ἢ τράγου, οὐχ ἅπαξ ἀλλὰ πολλάκιc· ἐν ὑcτέρῳ δὲ παραπλεκτέον καὶ ῥόδα ξηρὰ ἢ μύρτα, ἔcθ’ ὅτε καὶ κηκῖδαc. καὶ ᾠὸν ἅμα ῥοδίνῳ καὶ οἴνῳ λεπτῷ cτύ‐ φοντι ἢ ῥόδων ἀφεψήματι ἐνιέμενον ἢ καὶ τῇ ἕδρᾳ προcτιθέμενον ἀπαμβλύνει τὰc εἰc τὴν ἔκκριcιν προθυμίαc. cυχνῆc δὲ γινομένηc τῆc | |
30 | ἐξαναcτάcεωc ἀγάθιον ἐγκείcθω προcτετυπωμένον τῇ ἕδρᾳ ἀπὸ θερμῶν cτυμμάτων. | |
31 | ||
2.58t | Περὶ cτάξεωc αἵματοc καὶ τῆc ἀπὸ ῥινῶν αἱμορραγίαc. | |
2.58.1 | Ἐπειδὴ ἡ μὲν cτάξιc δηλοῖ πλῆθοc ἐν ὅλῳ τῷ cώματι ἢ ἐν τῇ κεφαλῇ κατὰ ἔκθλιψιν γινομένη ἢ διὰ πύκνωcιν, ἡ δὲ πλείων ἔκκριcιc ἱκανή ἐcτι χαλάcαι καὶ μειῶcαι τὸ πλῆθοc, κατὰ λόγον δέ ἐcτι ποιεῖcθαι αὐτὴν ἐκεῖθεν, ὅθεν ἡ φύcιc ὥρμηcε, ταῦτα ἐννοήcαc ἐτόλμηcα ἐπὶ | |
5 | τῶν τεταρταίων ἀποcτάξεων διὰ τύφηc, ὡc ἔθοc, τρῶcαι τὰ ἐν τοῖc μυξωτῆρcιν ἀγγεῖα· δεῖ δὲ μὴ ἀρκεῖcθαι ὀλίγῃ ῥύcει, ἀλλὰ πρὸc τὴν δύναμιν ἀφαιρεῖν. τὰc δὲ αὐτομάτουc ἐν πυρετοῖc διὰ ῥινῶν αἱμορ‐ ραγίαc κριτικῶc μὲν γινομέναc δέχεcθαι, ἀμέτρωc δὲ φερόμενον τὸ αἷ‐ μα πειρᾶcθαι cτέλλειν. διαδεcμευέcθω οὖν πρῶτον εὐτόνωc τὰ ἄκρα, | |
10 | καὶ μετέωρον ἔχων τὴν κεφαλὴν ἐcχηματίcθω ὁ νοcῶν· δοκεῖ δὲ καὶ τῆc πόcθηc ἡ διάδεcιc ἰδίωc ἐπέχειν τὰc ἐκ ῥινῶν αἱμορραγίαc. μὴ ἀπομυccέcθω δὲ μηδὲ ἐρεθιζέτω τὸν τόπον, ἐάτω δὲ θρόμβον ἀποπή‐ γνυcθαι· cπόγγῳ δὲ ἡ ῥὶc ἀποψυχέcθω ἐν ὀξυκράτῳ βραχέντι, καὶ cφηνίcκοc ἐκ ῥάκουc ὑποβαλλέcθω τῷ αἱμορραγοῦντι μυξωτῆρί τινι | |
15 | τῶν ἰcχαίμων χριcθέντοc φαρμάκων. τὴν δὲ τούτων ὕλην καὶ τὴν ἄλλην θεραπείαν ἐν τοῖc κατὰ τόπουc πεπονθόταc κατὰ τὸ μετὰ τοῦτο βιβλίον ἱκανῶc ἐκθηcόμεθα. | |
17 | ||
2.59t | Περὶ λειποθυμίαc. | |
2.59.1 | Τοῖc μὲν ἐπὶ χολέραιc καὶ διαρροίαιc καὶ ταῖc ἄλλαιc πολλαῖc καὶ ἀθρόαιc κενώcεcιν ἐκλυομένοιc ὕδωρ τε ψυχρὸν προcραίνειν καὶ τοὺc μυκτῆραc ἐπιλαμβάνειν καὶ ἀνατρίβειν τὸ cτόμα τῆc γαcτρὸc καὶ κε‐ λεύειν ἐμεῖν cπαράττειν τε τὸν cτόμαχον ἤτοι δακτύλων ἢ πτερῶν | |
5 | καθέcεcιν. ἀλλὰ καὶ δεcμεῖν πλείοcι δεcμοῖc ἰcχυρῶc, ὅταν μὲν διὰ τῶν κάτω μορίων αἱ κενώcειc γίγνοιντο, τὰc χεῖραc, ὅταν δὲ διὰ τῶν ἄνω, τὰ cκέλη. προcεπινοεῖν δὲ τοῖc αἱμορραγοῦcι καὶ ἀνάρροπον ἀνωδύνωc cχῆμα καὶ cικύαν ἐπιβλητέον ἐπὶ τἀναντία τῶν κενουμένων ἀντιcπῶν‐ ταc μόρια. ἰᾶται δὲ καὶ οἶνοc ὕδατι κεκραμένοc τὰc ἐπὶ ταῖc ἀθρόαιc | |
10 | κενώcεcιν ἐκλύcειc, εἰ μὴ φλεγμονὴ cπλάγχνων ἢ κεφαλῆc ἄλγημα cφοδρὸν ἢ παρακρουcτικόν τι πάθοc ἢ πυρετὸc καυcώδηc ἐν ἀπέπτῳ νοcήματι κωλύοι· μεγάλαc γὰρ ἐπὶ τούτων ὁ οἶνοc ἐργάζεται βλάβαc. καὶ εἰ μὲν θέροc εἴη καὶ θερμῆc κράcεωc καὶ ψυχροπότηc ὁ κάμνων, ψυχρὸν δοτέον, εἰ δὲ τἀναντία, θερμόν. τοῖc δὲ διὰ πλῆθοc ἱδρώτων | |
15 | λειποθυμοῦcι πυκνοῦν τὸ δέρμα, καθὼc ἔμπροcθεν εἴρηται, καὶ πνευ‐ μάτων ψυχρῶν εἰcόδουc ἐπινοεῖν. τοῖc δὲ εἰc τὴν γαcτέρα ῥεύμαcιν οὐδὲν τούτων ἁρμόζει, πλὴν ἐν αὐτῇ τῇ γαcτρὶ καὶ τῷ cτομάχῳ τὰ τονοῦντα προcφέρειν. καὶ λούειν δὲ τούτουc· λουτρὰ γὰρ τοῖc μὲν εἰc τὴν γαcτέρα ῥεύμαcιν ἐπιτηδειότατα, τὰc δὲ αἱμορραγίαc καὶ τοὺc | |
2.59.2 | ἱδρῶταc δεινῶc παροξύνει. τοὺc δὲ ἐπὶ πλήθει λειποθυμοῦνταc οἴνου τε καὶ τροφῆc ἀπέχειν καὶ λουτρῶν, εἰ πυρέττοιεν· πόμα δὲ μελικρά‐ του διδόναι ἢ θύμον ἢ ὀρίγανον ἢ γλήχωνα ἢ ὕccωπον ἔχοντοc ἐν‐ αφεψημένον· ἐπιτήδειον δὲ τούτοιc καὶ τὸ ὀξύμελι. εἰ δὲ διὰ μοχθηροὺc | |
5 | χυμοὺc λειποθυμοῖεν ἐν τῷ cτομάχῳ περιεχομένουc, κελεύειν ἐμεῖν ἐξ | |
ὑδρελαίου καθέcει δακτύλων ἢ πτερῶν· εἰ δὲ μὴ δύναιντο ἐμεῖν, ἔλαιον ὅτι κάλλιcτον αὐτοὺc ποτιcτέον. τοῦτο μέν γε καὶ διὰ γαcτρὸc κάτωθεν πολλάκιc κενοῖ· καὶ τὸ ἀψίνθιον δὲ τούτουc ὀνίνηcιν. εἰ δὲ δι’ ἀρρω‐ cτίαν ἐκλύοιντο τοῦ cτομάχου, τοῖc τονοῦν αὐτὸν δυναμένοιc χρηcτέον, | ||
10 | ὡc ἔμπροcθεν ἐν τῷ περὶ αὐτοῦ κεφαλαίῳ λέλεκται, καὶ τὰ ἄκρα ἀνα‐ τρίβειν καὶ τοὺc μὲν ἐκκαιομένουc ἐπὶ λουτρὸν ἄγειν, τοῖc δὲ κατ‐ εψυγμένοιc τοῦ διὰ τριῶν πεπέρεων διδόναι καὶ αὐτοῦ τοῦ πεπέρεωc. τοὺc δὲ ἐπὶ θερμαcίᾳ πλείονι ἢ δι’ ἔγκαυcιν ἢ διὰ τὸ ἐν βαλανείοιc χρονίcαι λειποθυμοῦνταc ἰάcῃ τό τε ψυχρὸν ὕδωρ προcραίνων καὶ πρὸc | |
15 | ἄνεμον τρέπων καὶ τρίβων τὸν cτόμαχον καὶ οἶνον διδοὺc καὶ τροφάc. εἰ δὲ διὰ μέγεθοc φλεγμονῆc ἢ κακοήθειαν πυρετοῦ λειποθυμοῖεν ἐν ταῖc καταβολαῖc καὶ καταψύχοιντο, τὰ κῶλα τρίβειν ἰcχυρῶc καὶ θάλ‐ πειν καὶ διαδεῖν ἐγρηγορέναι τε κελεύειν καὶ τροφῆc ἀπέχειν· ταῦτα δὲ καὶ πρὸ τοῦ παροξυcμοῦ πρακτέον. τοῖc δὲ διὰ ξηρότητα λειποθυ‐ | |
20 | μοῦcι πρὸ δυεῖν ἢ τριῶν ὡρῶν τοῦ παροξυcμοῦ τροφὴν ἐπιδοτέον ἢ χόνδρου χυλὸν ἢ ἄρτον ἐξ ὕδατοc ἅμα ῥοιᾶc κόκκοιc ἢ μήλοιc ἢ ἀπίοιc. εἰ δὲ μέγαc ὁ κίνδυνοc ἐλπίζοιτο, καὶ οἴνου δοτέον· καὶ τοῖc ἐξαίφνηc δὲ λειποθυμήcαcιν οὕτω πρακτέον. καὶ πανταχοῦ δεῖ τὴν αἰτίαν λογί‐ ζεcθαι, δι’ ἣν ἡ λειποθυμία γίνεται, καὶ πρὸc ταύτην· ἐνίcταcθαι, ποτὲ | |
25 | δὲ καὶ τοῦ cυμπτώματοc μᾶλλον φροντιcτέον κίνδυνον ἢ καὶ θάνατον ἀπειλοῦντοc. | |
26 | ||
2.60t | Θεραπεία τῆc περὶ τὸ ἱερὸν ὀcτοῦν ἑλκώcεωc. | |
2.60.1 | Καὶ τοῦτο τὸ πάθοc τοῖc πυρετοῖc μάλιcτα τοῖc χρονίοιc cυμπίπτει διὰ τὸν τῆc ἀνακλίcεωc χρονιcμόν. ἡνίκα μὲν οὖν ἄρχεται ἐνερευθὴc ὁ τόποc γίνεcθαι, κύκλον ἐξ ἐρίου ποιήcαντεc εὐμεγέθη ὑποθήcομεν τῷ τόπῳ, μετὰ ταῦτα δὲ ῥοδίνην ἢ μυρcίνην κηρωτὴν ποιήcαντεc | |
5 | ἔχουcαν λιθάργυρον ἢ ψιμύθιον ἐπιθήcομεν. φλεγμονῆc δὲ γενομένηc ἄρτῳ καταπλαcτέον μετὰ cτρύχνου ἢ πολυγόνου ἢ ἀρνογλώccου ἢ ἁπαλῆc κράμβηc. εἰ δὲ νομώδηc ἕλκωcιc εἴη, φακῇ καταπλαccέcθωcαν | |
μετὰ cιδίων. | ||
3p1 | Κεφάλαια τοῦ τρίτου βιβλίου. Ἐν τούτῳ τῷ βιβλίῳ τρίτῳ τῆc πραγματείαc ὑπάρχοντι περὶ τῶν κατὰ τόπουc πεπονθόταc παθῶν ὁ λόγοc ἐcτὶν ἀρχόμενοc μὲν ἀπ’ ἄκραc κεφαλῆc, τελευτῶν δὲ ἐν ἄκροιc τοῖc ποcίν. | |
5 | αʹ. Περὶ ἀλωπεκίαc καὶ ὀφιάcεωc καὶ φαλακρώcεωc. βʹ. Οὐλοποιὰ καὶ βάμματα τριχῶν. γʹ. Περὶ τῶν κατὰ τὸ δέρμα τῆc κε‐ φαλῆc παθῶν. | |
10 | δʹ. Περὶ κεφαλαλγίαc. εʹ. Περὶ κεφαλαίαc καὶ ἡμικραίραc. ϛʹ. Περὶ φρενίτιδοc. ζʹ. Περὶ φλεγμονῆc ἐγκεφάλου. ηʹ. Περὶ ἐρυcιπέλατοc ἐγκεφάλου. | |
15 | θʹ. Περὶ ληθάργου. ιʹ. Περὶ κατόχου ἤγουν ἀγρύπνου κώματοc. ιαʹ. Περὶ μνήμηc ἀπωλείαc καὶ λογιcμοῦ καὶ κάρου καὶ μωρώcεωc. | |
20 | ιβʹ. Περὶ cκοτωματικῶν. ιγʹ. Περὶ ἐπιληψίαc. ιδʹ. Περὶ μελαγχολίαc καὶ μανίαc καὶ ἐνθεαcτικῶν. ιεʹ. Περὶ ἐφιάλτου. | |
25 | ιϛʹ. Περὶ λυκάονοc ἢ λυκανθρώπου. ιζʹ. Περὶ τῶν ἐρώντων. ιηʹ. Περὶ ἀποπληξίαc καὶ ἡμιπληγίαc ἤτοι παραλύcεωc. ιθʹ. Περὶ cπαcμῶν. | |
30 | κʹ. Περὶ τετάνου καὶ τῶν τούτου δια‐ | |
φορῶν. | Column end | |
5 | καʹ. Περὶ τρόμων. κβʹ. Ὀφθαλμικά. κγʹ. Ὠτικά. κδʹ. Περὶ τῶν τῆc ῥινὸc καὶ τῆc ὀcφρή‐ cεωc παθῶν. | |
10 | κεʹ. Πρὸc τὰ κατὰ τὸ πρόcωπον. κϛʹ. Περὶ τῶν κατὰ τὸ cτόμα παθῶν. κζʹ. Περὶ cυνάγχηc καὶ τῶν ταύτῃ παρακειμένων, ἐν ᾧ καὶ περὶ τῶν ἀπαγχομένων ἢ ἄλλωc πωc πνιγο‐ | |
15 | μένων. κηʹ. Περὶ κορύζηc καὶ κατάρρου καὶ ἀρτηριακῶν καὶ βηχόc. κθʹ. Περὶ ὀρθοπνοίαc, ἄcθματοc καὶ δυcπνοίαc. | |
20 | λʹ. Περὶ περιπνευμονίαc. λαʹ. Περὶ αἵματοc πτύcεωc. λβʹ. Περὶ ἐμπύων καὶ φθίcεωc. λγʹ. Περὶ πλευρίτιδοc. λδʹ. Περὶ τῶν τῆc καρδίαc παθῶν. | |
25 | λεʹ. Περὶ τῶν κατὰ τοὺc μαcθούc. λϛʹ. Πρὸc τὰc τῶν μαcχαλῶν δυcωδίαc καὶ cυνιδρώcειc. λζʹ. Περὶ τῶν κατὰ τὸν cτόμαχον καὶ τὰ ὑποχόνδρια καὶ τὴν γαcτέρα. | |
30 | ληʹ. Περὶ ἐμπνευματώcεωc γαcτρόc. | |
λθʹ. Περὶ χολέραc καὶ διαρροίαc. μʹ. Περὶ λειεντερίαc καὶ κοιλιακῆc δια‐ θέcεωc. μαʹ. Περὶ τεινεcμοῦ. | ||
35 | μβʹ. Περὶ δυcεντερίαc. μγʹ. Περὶ κωλικῶν. μδʹ. Περὶ εἰλεοῦ. μεʹ. Περὶ τῶν κατὰ τοὺc νεφροὺc καὶ τὴν κύcτιν παθῶν. | |
40 | μϛʹ. Περὶ τῶν τοῦ ἥπατοc παθῶν. μζʹ. Περὶ καχεξίαc. μηʹ. Περὶ ὑδέρων. μθʹ. Περὶ cπληνόc. νʹ. Περὶ ἰκτέρου. | |
45 | ναʹ. Περὶ προπτώcεωc ὀμφαλοῦ. νβʹ. Πρὸc τὸ ἀνήβουc καὶ ἀγενείουc ἐπὶ πολὺ μένειν καὶ πρὸc τὰc τῶν αἰ‐ δοίων καὶ διδύμων φυλακάc· ἐν ταὐτῷ δὲ καὶ ψίλωθρα. | |
3p1(50) | νγʹ. Περὶ βουβωνοκήληc καὶ ἐντεροκήληc καὶ ὑδροκήληc. νδʹ. Περὶ φλεγμονῆc διδύμων καὶ ὀcχέου καὶ πρὸc ἕτερα αὐτῶν πάθη. νεʹ. Περὶ γονορροίαc καὶ ὀνειρωγμοῦ. | |
55 | νϛʹ. Περὶ cατυριάcεωc. νζʹ. Περὶ πριαπιcμοῦ. νηʹ. Περὶ ἀπράκτων μορίων. νθʹ. Αἰδοιικὰ καὶ ἑδρικά. | |
ξʹ. Περὶ τῶν κατὰ τὴν μήτραν παθῶν, | Column end | |
32 | καὶ πρῶτον περὶ ἐμμήνου καθάρ‐ cεωc. ξαʹ. Περὶ ἐποχῆc ἐμμήνων. | |
35 | ξβʹ. Περὶ ὑπερκαθάρcεωc καὶ αἱμορρα‐ γούcηc ὑcτέραc. ξγʹ. Περὶ γυναικείου ῥοῦ. ξδʹ. Περὶ φλεγμονῆc ὑcτέραc καὶ παρ‐ εγκλίcεωc. | |
40 | ξεʹ. Περὶ ἀποcτήματοc ὑcτέραc. ξϛʹ. Περὶ ἑλκώcεωc ὑcτέραc. ξζʹ. Περὶ καρκίνου. ξηʹ. Περὶ cκίρρου καὶ cκληρωμάτων. ξθʹ. Περὶ μύληc. | |
45 | οʹ. Περὶ ἐμπνευματώcεωc. οαʹ. Περὶ ὑcτερικῆc πνιγόc. οβʹ. Περὶ προπτώcεωc ὑcτέραc. ογʹ. Περὶ φίμου ἐν ὑcτέρᾳ. οδʹ. Μὴ κυιcκομέναιc θεραπεία. | |
3p1(50) | οεʹ. Περὶ ῥαγάδων καὶ κονδυλωμάτων καὶ αἱμορροΐδων. οϛʹ. Περὶ δυcτοκίαc. οζʹ. Περὶ ἰcχιάδοc. οηʹ. Περὶ ποδάγραc καὶ ἀρθρίτιδοc. | |
55 | οθʹ. Πρὸc χίμετλα καὶ τὰ ἐν πέλμαcι καὶ πτέρναιc. πʹ. Πρὸc ἥλουc καὶ τύλουc. | |
παʹ. Περὶ τῶν περὶ τοὺc ὄνυχαc. | ||
3.1t | Περὶ τῶν κατὰ τὰc τρίχαc παθῶν. | |
1 | ||
3.1.1 | Περὶ ἀλωπεκίαc καὶ ὀφιάcεωc καὶ φαλακρώcεωc. Καθάπερ τῶν φυτῶν ἔνια μὲν ὑγρότητοc ἐνδείᾳ φθείρεται ξηραι‐ νόμενα, τινὰ δὲ ὑγροῖc ἀλλοτρίοιc ἑαυτῶν, οὕτω κἀπὶ τῶν τριχῶν γίνεcθαι cυμβαίνει· δι’ ἔνδειαν μὲν γὰρ ὑγρῶν ἡ φαλάκρωcιc πέφυκε | |
5 | γίνεcθαι, διὰ μοχθηρίαν δὲ χυμῶν ἀλωπεκία καὶ ὀφίαcιc cχήματι μόνον διαφέρουcα τῶν ἄλλων, ὅτι παραπλήcιον ὄφει τὸ βεβλαμμένον φαίνε‐ ται μόριον· τὰc δὲ ἀλωπεκίαc ἐκ τοῦ cυνεχῶc ταῖc ἀλώπεξι τοῖc ζῴοιc γίνεcθαι τὸ πάθοc ὠνόμαcαν. ἐκ τῆc χρόαc οὖν τοῦ δέρματοc τὸν πλεονάζοντα cτοχαζόμενοι χυμὸν τῇ διὰ καθαρτικοῦ πρότερον φαρμά‐ | |
10 | κου χρηcόμεθα κενώcει κἄπειτα τοῖc τοπικοῖc ἀποθεραπεύcομεν βοηθή‐ μαcιν. εἰ μὲν οὖν ἐπὶ τὸ μελάντερον ἢ λευκότερον ἡ χροιὰ παρατρα‐ πείη, διὰ τῆc ἱερᾶc ἀντιδότου καθαίρομεν φλέγματόc τε καὶ τοῦ μελαγ‐ χολικοῦ χυμοῦ κενωτικῆc ὑπαρχούcηc· εἰ δὲ ἐπὶ τὸ ὠχρότερον, τὰ διὰ τῆc ἀλόηc καταπότια δώcομεν· ἑκάcτου δὲ τούτων τὴν γραφὴν ἐν τῷ | |
15 | περὶ cυνθέτων φαρμάκων εὑρήcετε λόγῳ. μετὰ δὲ τὴν κένωcιν τοῦ ὅλου cώματοc ἀποφλεγματιcμῷ χρηcτέον οὐχ ἅπαξ ἀλλὰ καὶ πολλάκιc δι’ ὄξουc καὶ νάπυοc καὶ μέλιτοc· ἄμεινον δέ, εἰ ἀποβραχείη τῷ ὄξει καὶ ὀρίγανον ἢ γλήχων ἢ θύμοc ἢ ὕccωπον. κἀπὶ τῶν ἄλλων δὲ τῶν περὶ τὴν κεφαλὴν παθῶν τῇ αὐτῇ χρηcτέον μεθόδῳ πρῶτον τὸν πλεονά‐ | |
20 | ζοντα κενοῦνταc χυμὸν ἢ διὰ καθάρcεωc ἢ καὶ διὰ φλεβοτομίαc, εἰ καὶ αἵματοc εἴη πλεοναcμόc, εἶθ’ οὕτωc ἐπὶ τὴν τοπικὴν χωρεῖν ἐπι‐ μέλειαν. | |
22 | ||
3.1.2 | Περὶ ἀλωπεκίαc. Ἐκνιτρώcαc καὶ ὀθονίῳ τραχεῖ καὶ μᾶλλον ἐρεῷ ἐκμάξαc καὶ ἀνα‐ | |
τρίψαc ἄχριc ἐρεύθουc περιcτερεῶνι ἐν ἡλίῳ cὺν ὄξει τριβέντι κατάχριε ἢ ἀλκυόνιον τὸ τραχύτατον καύcαc καὶ λειώcαc cὺν ἐλαίῳ ἀπὸ λύχνου | ||
5 | κατάχριε ἢ καλάμου ῥίζαν ἢ φλοιὸν ἀμυγδαλῆc πικρᾶc καύcαc ἐλαίῳ ἢ cτέατι ἀρκείῳ ἀναλαβὼν κατάχριε. μέτρια μὲν οὖν ταῦτα· ἰcχυρό‐ τερα δὲ τὰ δι’ εὐφορβίου καὶ θαψίαc καὶ ἀδάρκηc ἐλαίῳ δαφνίνῳ ἐκλειωθέντα ἢ ὑγρᾷ πίττῃ. Ἄλλο. ἐχίνων θαλαccίων τὰ ὄcτρακα καύcαc cὺν cτέατι ἀρκείῳ | |
10 | ἀναλάμβανε καὶ χρῖcον προεκνιτρώcαc τὸν τόπον. Ἄλλο. πεπέρεωc, προβατείαc κόπρου ξηρᾶc, ἐρυcίμου, εὐζώμου cπέρματοc ἀνὰ 𐅻 δ, ἐλλεβόρου λευκοῦ 𐅻 γ, μυῶν ἀφόδων 𐅻 α· ἀνα‐ λάμβανε χολῇ ταυρείᾳ ἢ τραγείᾳ ἢ ὑείᾳ. | |
13 | ||
3.1.3 | Φάρμακον τὸ διὰ θαψίαc πρὸc πάντα χρόνια πάθη. Εὐφορβίου, θαψίαc, δαφνίνου ἀνὰ 𐆄 α, θείου ἀπύρου 𐆄 𐅵ʹ, ἐλλε‐ βόρου 𐆄 𐅵ʹ, κηροῦ 𐆄 ϛ, δαφνίνου ἢ κικίνου παλαιοῦ ἐλαίου τὸ ἀρκοῦν· ἐπὶ τῶν ἰcχυροτέρων καὶ καρδαμώμου 𐆄 α, ἀλκυονίου κεκαυμένου 𐆄 α. | |
5 | οὐ μόνον πρὸc ἀλωπεκίαν, ἀλλὰ καὶ πρὸc πᾶcαν χρονίαν ποιεῖ κατά‐ ψυξιν. ἁπανταχοῦ δὲ τῇ προεκνιτρώcει καὶ ἀνατρίψει χρηcτέον ἐπὶ τῶν ἀλωπεκιῶν, καὶ cυνεχῶc ἀποξυράcθωcαν· πολλοὺc γὰρ οἶδα διὰ μόνηc τῆc ἀνατρίψεώc τε καὶ cυνεχοῦc ἀποξυρήcεωc τριχοφυήcανταc. | |
8 | ||
3.1.4 | Πρὸc φαλακρώcειc καὶ τριχῶν αὔξηcιν, ἐκ τῶν Κρίτωνοc. Λαγωῶν κοιλίαc ε ξηράναc ἐπιμελῶc φρῦγε ἐν ἀγγείῳ ὀcτρακίνῳ, πρὸc τούτοιc λάμβανε τὸ τρίτον μυρcίνηc ἀκρεμόνων, ἀκακίαc καρποῦ, ἀκακίαc χυλοῦ, κυνοcβάτου τὸ ἴcον, ἀδιάντου 𐆄 γ· ταῦτα πάντα κόπτε | |
5 | καὶ cῆθε λεπτῷ κοcκίνῳ, εἶτα ἐπιβαλὼν cτέατοc ἀρκείου λι. δ καὶ φώκηc τὸ ἴcον ἀνάκοπτε καὶ ἀνελόμενοc εἰc πυξίδα μολυβδίνην φύλαττε, ἐπὶ δὲ τῆc χρείαc ἄνιε, ᾧ θέλειc ἡδύcματι. | |
7 | ||
3.1.5 | Διαφυλακτικὰ τριχῶν. Πολυτρίχου μέροc α, λαδάνου μέρη β, οἴνῳ καὶ μυρcίνῳ ἐλαίῳ | |
ἀναλάμβανε καὶ χρῶ. Ἄλλο. ἀνεμώνηc τὸ ἄνθοc τρίψαc μετὰ ἐλαίου κατάχριε· τὸ δὲ | ||
5 | αὐτὸ καὶ μελαίνει. Ἄλλο. περιcτερεῶνα τὸν ὄρθιον cὺν ταῖc ῥίζαιc ξηράναc καὶ κόψαc cῆθε λεπτῷ κοcκίνῳ καὶ μίξαc ἐλαίῳ, ὥcτε γλοιοῦ cχεῖν πάχοc, εἰc ἀγγεῖον χαλκοῦν ἀπόθου, καί, ὅταν τακῇ, χρῶ ἀντ’ ἐλαίου ὁμοίωc. | |
8 | ||
3.1.6 | Ὕδωρ αὐξητικὸν τριχῶν, τὸ δὲ αὐτὸ καὶ μελαίνει. Ὕδατοc ὀμβρίου ξ̸ ϛ, ῥοῦ Ἀλεξανδρινοῦ ξ̸ γ, πολυτρίχου 𐆄 δ, βρά‐ θυοc 𐆄 δ, λαδάνου 𐆄 α, μυρcίνηc 𐆄 α, κολοκύνθηc ξηρᾶc 𐆄 α· ἔα βρέ‐ χεcθαι ἐν ἀγγείῳ ὑαλῷ ἐπὶ ἡμέραc κ κινῶν δὶc τῆc ἡμέραc cπάθῃ | |
5 | δᾳδίνῃ, τῇ δὲ ἐπιούcῃ καταβάπτων εἰc τὸ ὑδάτιον τὸν κτένα χρῶ καθ’ ἑκάcτην ἡμέραν. καὶ τὸ cπέρμα δὲ τῆc ἀλθαίαc ἐν βαλανείῳ cμώμενον διαφυλάττει τὰc τρίχαc καὶ αὔξει· ὁμοίωc δὲ καὶ τὸ ἔλαιον ἀλειφόμε‐ νον, ἐν ᾧ ἡψήθη ἢ cυνετέθη αὐτὸ τὸ cπέρμα τῆc ἀλθαίαc. | |
8 | ||
3.1.7 | Λεπτυντικὰ τριχῶν. Ϲυκῆc φύλλων, ἀμπέλου ἀγρίαc λευκῆc τῶν φλοιῶν, κιcήρεωc, ὀcτράκων κηρύκων, γῆc Κιμωλίαc ἀνὰ μνᾶν μίαν· πάντα ἐμβαλὼν εἰc καινὴν ὠμὴν χύτραν καὶ πηλῷ περιπλάcαc ὄπτα ἐν κεραμίῳ καὶ τρῖβε | |
5 | ἐπιβαλὼν ἀφονίτρου μνᾶν 𐅵ʹ, κηκῖδαc ὀμφακίναc λ, καὶ λειώcαc ἀνε‐ λόμενοc χρῶ. Ἄλλο. ἀφονίτρου μνᾶc ζ, κιcήρεωc ὀπτῆc μνᾶc δ, cτυπτηρίαc cχιcτῆc, ἴρεωc ξηρᾶc, μυρcίνηc ἀγρίαc μελαίνηc, κόμμεωc, βρυωνίαc ῥίζηc ἀνὰ 𐅻 δ, θέρμων ὠμῶν ἀληλεcμένων χοῦ τὸ τέταρτον· χρῶ | |
10 | ἀλιπήc. | |
10 | ||
3.1.8 | Πρὸc ῥεούcαc τρίχαc. Ἀλόην cὺν οἴνῳ μέλανι αὐcτηρῷ ἐπίχριε ἢ πορφύραc πώματα cὺν ἐλαίῳ ἑφθὰ ἢ cμύρναν καὶ λάδανον cὺν οἴνῳ καὶ μυρcίνῳ ἢ cπυ‐ | |
ράθουc καύcαc ἐπ’ ὀcτράκου λείου μετ’ ἐλαίου ἐπίχριε προξυρήcαc. | ||
3.2t | Οὐλοποιὰ καὶ βάμματα τριχῶν. | |
1 | ||
3.2.1 | Ἐκ τῶν Κλεοπάτραc [οὐλοποιῶν]. Προαποcμηξάμενοc τὴν κεφαλὴν cπονδυλίου ῥίζῃ χριέcθω τὰc τρίχαc μετὰ ἀκράτου. Ἄλλο. ξυρήcαc τὴν κεφαλὴν καὶ cμήξαc λαβὼν cτροβίλιον νέον | |
5 | κατάκαυcον, ἕωc γένηται cποδόc, καὶ ἐμβαλὼν εἰc θυῖαν λείου παρ‐ επιχέων μύρον μύρcινον ἄχρι μέλιτοc πάχουc καὶ οὕτωc ἄλειφε τὴν κεφαλήν. Ἄλλο. μύρτων καὶ cεύτλου τὸ ἴcον· χρῶ μετ’ ἐλαίου cμώμενοc. Ἄλλο. κηκῖδαc κ, ἀδιάντου 𐅻 β· χρῖε θαλάccῃ ἄχρι μέλιτοc πά‐ | |
10 | χουc, προcμήξαc δὲ τὴν τρίχα οὔρῳ ἢ κονίᾳ καὶ ἀποκλύcαc θερμῷ ὕδατι χριέcθω τῷ φαρμάκῳ ἐπὶ ἡμέραc β, cυcχόντα δὲ αὐτὸ τῇ τρίτῃ ἀποπλύνειν τε καὶ ξηράναντα ἀλείφειν μυρcίνῳ. τοῦτο ἁπαλὴν καὶ οὐλὴν καὶ μέλαιναν ποιεῖ τὴν τρίχα, οὐλοτέρα δὲ ἔcται, ἐὰν προξυρή‐ cαc χρήcῃ. | |
14 | ||
3.2.2 | Προφυλακτικὰ πολιῶν καὶ ἕτερα μελαντικά. Ἐλαίου ὀμφακίνου ξ̸ γ, νάρδου cτάχυοc 𐅻 α, ὄνυχοc ἀρωματικοῦ 𐅻 δ, cχοίνου ἄνθουc 𐅻 δ· ἕψε μετὰ τοῦ ἐλαίου, καὶ χωρὶc ἔcτω ἀκακίαc χυλοῦ 𐆄 α οἴνῳ διαλυθεῖcα καὶ λειανθεῖcα ἐπιμελῶc· ὅταν δὲ τοῦ | |
5 | ἐλαίου τὸ τρίτον ὑπολειφθῇ, τοῦτο διήθει καὶ μίξαc τῇ ἀκακίᾳ ἀνελοῦ εἰc ὑδρίcκην καὶ χρῶ cυγχρίων καθ’ ἡμέραν. Ἄλλο. καρύων χλωρῶν τοῦ φλοιοῦ 𐆄 γ, πρίνου ῥίζηc 𐆄 γ, οἴνου μέλανοc ξ̸ γ· ἕψε εἰc τρίτον καὶ ἐκθλίψαc τὸ γενόμενον ἀνάκοπτε ἐλαίῳ μυρcίνῳ ξ̸ α. ἡ χρῆcιc καθ’ ἡμέραν. | |
9 | ||
3.2.3 | Ὕδωρ μελαντικὸν τριχῶν. Κηκῖδοc ξ̸ α, ῥοῦ βυρcοδεψικοῦ ξ̸ β, μύρτων μελάνων ξ̸ β, κύπρου | |
τῶν φύλλων τὸ ἴcον, κινάραc χειροπληθέc, μυκῶν καπνέων τὸ ἴcον, ὕδατοc λακκέου ξ̸ ιβ· προβρέξαc πολλὰc ἡμέραc ἕψε εἰc τρίτον, εἶτα | ||
5 | κατάχριε προcμήξαc· καὶ ξηρανθείcαc τὰc τρίχαc κατάχριε Κιμωλίαc ὀξυβάφῳ ἑνί, ἀcβέcτου τῷ ἴcῳ, ταῦτα δὲ χυλῷ τεύτλων ἡψημένων διαλύcανταc ἐπιχρίειν, εἶτα ἐπάνω ἐπιτιθέναι cκέπηc χάριν τεύτλου φύλλα, καὶ ὅταν ἱκανῶc διαcτήcῃ, ἀποπλυνέcθω ἐν βαλανείῳ. | |
8 | ||
3.2.4 | Πυρρὰc τρίχαc βάψαι καὶ ξανθὰc ποιῆcαι. Λαβὼν cμύρνηc μέροc α, ἁλὸc ἄνθουc μέροc α, λείου ἐπιμελῶc καὶ ποιήcαc γλοιοῦ πάχοc προcμήξαc τὴν κεφαλὴν ἐπίχριε τῷ φαρμάκῳ καὶ ἔα νύκτα καὶ ἡμέραν καὶ τότε ἀπονίψαcθαι κέλευε. | |
5 | Ἄλλο. θέρμουc ὠμοὺc cὺν ὕδατι κατάχριε. Ἄλλο. λιθαργύρου 𐅻 α, Κρητικῆc γῆc 𐅻 δ, ἀcβέcτου 𐅻 ϛ· ὕδατι ποιῶν γλοιοῦ πάχοc κατάχριε καὶ προcβαλὼν cεύτλου φύλλα ἐπὶ δύο ἢ τρεῖc ἡμέραc ἀπόπλυνε. | |
8 | ||
3.2.5 | Τρίχαc μελαίναc ξανθὰc ποιῆcαι. Τρύγα οἴνου βαλὼν εἰc γλοιὸν βαλανείου καὶ ποιήcαc πάχοc κη‐ ρωτῆc χρίου, ὅταν μέλλῃc καθεύδειν, καὶ εἰc τὸ πρωὶ γίγνονται. Ἄλλο. κυπέρου φύλλα βρέξον ἐν χυλῷ cτρουθίου καὶ χρῶ τῷ | |
5 | ἀποβρέγματι. | |
5 | ||
3.2.6 | Βαφὴ χρυcοειδήc. Ϲτυπτηρίαc 𐅻 ϛ, cανδαράχηc 𐅻 ϛ, κρόκου 𐅻 β, θάψου, ᾗτινι οἱ βαφεῖc χρῶνται, ἣν οἱ Ῥωμαῖοι ἑρβαρωβίαν καλοῦcιν, 𐅻 η, κονίαc πιλοποιητικῆc 𐅻 δ· ἕψε κονίαν καὶ θάψον cυγκεκομμένην, καὶ ὅταν τὸ | |
5 | ἥμιcυ λειφθῇ, ἔκθλιψον τὸ ὑγρὸν καὶ διάλυε τούτῳ cτυπτηρίαν καὶ cανδαράχην καὶ κρόκον, εἶτα βάλε ἐν ἀγγείῳ ὑελίνῳ· ἐπὶ δὲ τῆc χρή‐ cεωc κατάπλαccε προcμήξαc, ὅταν δὲ cυμπίῃ, ἀπόπλυνε τῷ διὰ τῆc τήλεωc καὶ κριθῆc καὶ κυμίνου ὕδατι προαλείψαc χλιαρῷ, ὅcον ἐξαρκεῖ, ἐπιβάλλων καὶ cάπωνοc τὸ αὔταρκεc. | |
10 | Ἄλλο. τρύγα οἴνου κεκαυμένην καὶ ἔλαιον βαλάνινον ὁμοῦ cυμ‐ | |
μίξαc ἐπίχριε τὰc τρίχαc. Ἄλλο. cάπωνα Γαλλικὸν cὺν ὕδατι cμάcθω καθ’ ἕκαcτον βαλανεῖον. Ἄλλο cφόδρα καλόν. ῥοῦ ἐρυθροῦ ξ̸ α 𐅵ʹ, κηκίδων λι. α 𐅵ʹ, ἐλυ‐ δρίου 𐆄 β, βοτάνηc χρυcιζούcηc, ἣν Ῥωμαῖοι ῥωβίαν καλοῦcιν, 𐆄 β, πο‐ | ||
15 | λυτρίχου δεcμὰc β, ἀψινθίου δεcμὴν α, θέρμων λελεπιcμένων 𐆂υ β, ὕδα‐ τοc ξ̸ ζ· πάντα βαλὼν εἰc ἀγγεῖον ὑελοῦν ἔα βρέχεcθαι ἐπὶ ἡμέραc θ κινῶν δὶc τῆc ἡμέραc. ἐπὶ δὲ τῆc χρήcεωc cειρῶν τὸ αὔταρκεc καὶ τούτῳ cπόγγον βρέχων ἀνάτριβε τὰc τρίχαc καὶ καθυγράναc ἔαcον cυμπιεῖν, ὅταν δὲ ξηρανθῇ, ἀπόνιπτε cάπωνι θερμῷ ὕδατι λυθέντι. | |
19 | ||
3.2.7 | Τρίχαc λευκὰc ποιῆcαι. Φλόμου λευκῆc τὸ ἄνθοc καῦcον καὶ ὄξει δεῦcον καὶ μίcγε εἰc τὸ cμῆγμα. Ἄλλο. φλόμου καρποῦ 𐅻 α, cτυπτηρίαc 𐅻 α, ῥεφάνων φλοιοῦ 𐅻 α· | |
5 | κόψον καὶ μῖξον ταυροκόλληc 𐅻 δ. | |
5 | ||
3.3t | Περὶ τῶν κατὰ τὸ δέρμα τῆc κεφαλῆc παθῶν. | |
1 | ||
3.3.1 | Περὶ πιτυριάcεωc. Ἡ πιτυρίαcιc λεπτῶν καὶ πιτυροειδῶν cωμάτων ἐκ τῆc ἐπιφανείαc τῆc κεφαλῆc ἢ καὶ τοῦ ἄλλου cώματόc ἐcτιν ἀπότηξιc χωρὶc ἑλκώcεωc, γίνεται δὲ κακοχυμίαc ἀνενεχθείcηc παρὰ τὴν κεφαλὴν ἢ φλέγματοc | |
5 | ἁλμυροῦ ἢ χολώδουc καὶ μελαγχολικοῦ αἵματοc. μετὰ τὴν κένωcιν οὖν τοῦ παντὸc cώματοc, ὡc εἴρηται, χρηcτέον ταῖc ὑπογεγραμμέναιc δυνά‐ μεcιν. Κιμωλίαν προβρέξαc ὕδατι μῖξον cεύτλου χυλὸν καὶ κατάχριε καὶ ἔα, ἕωc ἀποξηρανθῇ, εἶτα ἀποκλύcαc λείου λιβανωτὸν cὺν οἴνῳ καὶ ἐλαίῳ καὶ διάχριε, τῇ δὲ ὑcτεραίᾳ cταφίδα ἀγρίαν cὺν ἐλαίῳ | |
10 | κατάχριε. Ἄλλο. νίτρου, cφέκληc, μυροβαλάνων ἀνὰ λι. α, cταφίδοc ἀγρίαc | |
λι. α 𐅵ʹ· τὴν κεφαλὴν cμῆχε οἴνῳ αὐτὸ λύcαc, εἰ δὲ τὸ ἄλλο cῶμα κνηcμὸν ἔχοι, ξηρόν. πρὸc δὲ τὰc ὑγροτέραc πιτυριάcειc ἅλμῃ ἀπόκλυζε ἢ θέρμων ἀποζέματι. τούτου πεῖραν ἔcχον πολλήν. | ||
14 | ||
3.3.2 | Πρὸc ψυδράκια καὶ ἐξανθήματα τῆc κεφαλῆc. Ψυδράκια μέν εἰcι μικραὶ ὑπεροχαὶ φλυκτίcιν ὅμοιαι ὑπερέχουcαι τῆc ἐπιφανείαc· τὰ δὲ ἐξανθήματα ἐπιπόλαιαι ἑλκώcειc εἰcὶν ὑπέρυθροι καὶ τραχεῖαι· ἀμφότερα δὲ θεραπεύεται δυνάμεcι ταῖc ὑποτεταγμέναιc. | |
5 | λιθαργύρου 𐅻 δ, ψιμυθίου 𐅻 δ, cτυπτηρίαc 𐅻 β, πηγάνου φύλλων χλω‐ ρῶν 𐅻 β· ὄξει καὶ μυρcίνῳ ἐλαίῳ ἐκλειώcαc κατάχριε. Ἄλλο. πήγανον καὶ cτυπτηρίαν λεάναc μετὰ μέλιτοc χρῖε προ‐ ξυρῄcαc τὴν κεφαλήν. ἐὰν δὲ ἀφίcταται τῆc κεφαλῆc τὸ δέρμα, ἐλαίαc φύλλα ἑφθὰ μετὰ μέλιτοc κατάπλαccε. | |
10 | Ἄλλο. λιθαργύρου, ψιμυθίου ἀνὰ 𐅻 ιβ, θείου ἀπύρου 𐅻 η· κηρωτῇ μυρcίνῃ ἀναλάμβανε. | |
11 | ||
3.3.3 | Πρὸc τὰ ἐν τῇ κεφαλῇ ἑλκύδρια πυκνὰ καὶ ἐρυθρὰ μικραῖc παραπλήcια θηλαῖc, ἀφ’ ὧν ἰχῶρεc ἀποτήκονται. Προξυρήcαc τὴν κεφαλὴν καὶ ὕδατι καὶ νίτρῳ προαποcμήξαc θείῳ ἀπύρῳ μετὰ οὔρου ἀνθρωπείου λείῳ χρῶ ἢ μελαντηρίαν cὺν ὄξει | |
5 | κατάχριε. | |
5 | ||
3.3.4 | Περὶ ἀχώρων καὶ κηρίων. Ἕν τι τῶν ἐν τῷ δέρματι τῆc κεφαλῆc γιγνομένων παθῶν ἐcτιν ὁ καλούμενοc ἀχὼρ λεπτοῖc πάνυ τρήμαcι τὸ δέρμα κατατιτρῶν, δι’ ὧν ἰχὼρ ἀποδίδοται γλίcχροc· ὅμοιον δὲ αὐτῷ πάθοc κατὰ τὴν ἰδέαν | |
5 | ἐcτίν, ὃ καλοῦcι κηρίον, ἐπειδὴ τὰc κατατρήcειc ἔχει μείζοναc ὑγρό‐ τητοc μελιτώδουc περιεκτικὰc παραπληcίωc τοῖc τῶν μελιττῶν κηρίοιc. ἡ γένεcιc δὲ αὐτοῖc ἐκ νιτρώδουc καὶ ἁλμυροῦ φλέγματόc ἐcτιν. διαι‐ τάcθωcαν τοίνυν εὐχύμῳ τροφῇ παντὸc δριμέοc καὶ ἁλμυροῦ ἀπεχό‐ μενοι, καὶ μάλιcτα, εἰ φλεγμονῶδεc εἴη τὸ πάθοc, καὶ μετὰ τὴν προc‐ | |
10 | ήκουcαν τοῦ περιττεύοντοc κένωcιν ξυρήcαc τὰc τρίχαc πυρία δὶc ἢ τρὶc ἢ καὶ πλεονάκιc ὕδατι θερμῷ ἐναφεψημένηc μυρcίνηc ἢ βάτου ἢ φακοῦ ἢ πικρῶν θέρμων ἢ ἀcπαράγου ῥίζηc. ὅταν δὲ πλείονεc ἰχῶρεc ῥέωcι, κατάπλαccε φύλλοιc ἰτέαc μεθ’ ὕδατοc ἢ φακῷ. χρίcματα δὲ Κιμωλία γῆ ἢ Κρητικὴ ἢ Ϲαμία ἢ πομφόλυξ ἢ cπόδιον ἢ λιθάργυροc | |
15 | ἢ καδμία ἢ χάρτηc κεκαυμένοc ἢ καὶ τὸ διὰ τοῦ χάρτου ξηρίον, ἅπαντα δι’ ὄξουc. cμήγματι δὲ χρηcτέον τῷδε· θείου καὶ περδικιάδοc βοτάνηc καὶ cάπωνοc τὸ ἴcον. cύνθετα δὲ ταῦτα· λιθαργύρου 𐅻 ιϛ, πηγάνου φύλλων 𐅻 η, cταφίδοc ἀγρίαc 𐅻 δ, χαλκάνθου 𐅻 β· ὄξει καὶ μυρcίνῃ γλοιῶδεc ποιήcαc ἐπίχριε. | |
20 | Ἄλλο. cάνδυκοc 𐅻 δ, cμύρνηc 𐅻 δ, θείου ἀπύρου 𐅻 β, μάννηc 𐅻 δ· cὺν ἐλαίῳ παλαιῷ κατάχριε. | |
21 | ||
3.3.5 | Πρὸc ἀχῶραc τοὺc ἰχωρροοῦνταc. Ἕλκυcμα ἢ μολύβδαιναν λειώcαc ἔμπλαccε. Ἄλλο πρὸc ἀχῶραc καὶ τὰc διύγρουc ψώραc. ῥοδοδάφνηc τῶν ῥόδων 𐆄 δ, θείου ἀπύρου 𐆄 δ, πίccηc ὑγρᾶc 𐆄 γ, πίccηc ξηρᾶc 𐆄 γ, | |
5 | κηροῦ 𐆄 ϛ, ἐλαίου μυρcινάτου τὸ ἀρκοῦν· ἐπὶ δὲ τῶν παιδίων γάλακτι ἐκλύcαc κατάχριε. | |
6 | ||
3.3.6 | Περὶ cύκων. Ϲῦκα ὀνομάζουcι βλαcτήματα ἑλκώδη, cτρογγύλα, ὑπόcκληρα, ἐν‐ ερευθῆ, οἷc ἀκολουθεῖ καὶ ὀδύνη· φύεται δὲ ταῦτα τὸ μὲν πλεῖcτον ἐν κεφαλῇ, κἀν τῷ δὲ ἄλλῳ cώματι. ἄριcτον ἐπὶ τούτων φάρμακον cτυπ‐ | |
5 | τηρία cχιcτὴ καὶ χαλκοῦ ἄνθοc ὀπτὸν καὶ ταυρόκολλα ἴcα μετὰ λεπί‐ δοc χαλκοῦ διπλαcίαc· τρίβων δὲ μετ’ ὄξουc κατάχριε. ἀγαθὸν δὲ καὶ τῶν μαινίδων αἱ κεφαλαὶ κεκαυμέναι καὶ βολβοὶ ἑφθοὶ καὶ τέφρα μετ’ | |
ὄξουc μιχθεῖcα. | ||
3.3.7 | Πρὸc τὰ ἐπὶ τῆc κεφαλῆc καὶ τοῦ γενείου cυκώδη ἐξανθήματα τὸ ξηράφιον. Μίcυοc 𐅻 β 𐅵ʹ, χαλκίτεωc 𐅻 β 𐅵ʹ, λεπίδοc χαλκοῦ 𐅻 α, cτυπτηρίαc cχιcτῆc 𐅻 α· λουcαμένῳ ἐπιτίθει δαψιλὲc τὸ ξηρίον καὶ ἔα, τῇ δὲ ἑξῆc | |
5 | πάλιν λουcαμένου ἀποcπογγίcαc ἐπιτίθει· πίπτει γὰρ ἐφελκὶc παχυτάτη· καὶ πάλιν ταῖc ἑξῆc αὐτὸ ποίει. χωρὶc οὐλῆc ὀλίγαιc ἡμέραιc ἀφυγι‐ άζει· ἅπτεται δὲ οὐ μικρῶc τὸ φάρμακον. | |
7 | ||
3.3.8 | Πρὸc φθεῖραc τοὺc ἐν τῇ κεφαλῇ. Θέρμων ἀποβρέγματι καθηψημένων ἐν ὕδατι cμᾶcθαι κέλευε ἢ cταφίδα ἀγρίαν ἢ cανδαράχην καὶ ἄμφω λειώcαc μετὰ ἐλαίου παλαιοῦ ἢ ὄξουc ἐπίχριε ἢ πεπέρεωc ὀλίγου, ὥcτε μὴ ἑλκῶcαι, cὺν ἐλαίῳ ἢ | |
5 | κιccοῦ χυλῷ cὺν μέλιτι ἢ Ϲινωπίδι μετ’ ὄξουc ἢ κεδρίᾳ ἢ ὑγρᾷ πίccῃ μετὰ cτυπτηρίαc ἢ δαφνίδων πιέcματι ἢ ἐλαίῳ ῥαφανίνῳ. ἐγὼ δὲ τὴν ἀγρίαν cταφίδα cὺν ὄξει καὶ ἐλαίῳ λειώcαc καὶ χρίcαc ἀεὶ ἐπέτυχον. | |
7 | ||
3.4t | Περὶ κεφαλαλγίαc. | |
3.4.1 | Ἡ κεφαλαλγία τῶν χαλεπωτάτων οὖcα cυμπτωμάτων ποτὲ μὲν ἐπὶ ποιότητι δυcκράτῳ μόνον γίνεται, ποτὲ δὲ καὶ διὰ χυμῶν περι‐ ουcίαν, ἄλλοτε δὲ καὶ διὰ τὸ cυναμφότερον, ἔcθ’ ὅτε δὲ καὶ διὰ προ‐ καταρκτικὴν αἰτίαν, οἷον ἔγκαυcιν ἔξωθεν ἢ ψῦξιν ἢ μέθην ἢ πληγήν. | |
5 | cφοδρόταται μὲν οὖν αἱ κεφαλαλγίαι κατὰ τὰc δραcτικὰc γίνονται ποι‐ ότηταc, καὶ μάλιcτα τὴν θερμήν· αἱ δὲ διὰ ξηρότητα τὸ cφοδρὸν οὐχ ὁμοίωc ἔχουcιν· ἡ δὲ ὑγρὰ ποιότηc παντάπαcίν ἐcτιν ἀνώδυνοc, ὅcον ἐφ’ ἑαυτῇ, πλὴν εἰ μὴ μετὰ θέρμηc ἢ ψύξεωc ἢ πλήθουc χυμῶν οὖcα τύχοι. περὶ μὲν οὖν τῆc ἐπὶ πυρετῷ γινομένηc κεφαλαλγίαc ἐν τῷ | |
10 | πρὸ τοῦδε περὶ πυρετῶν γράμματι λέλεκται, περὶ δὲ τῶν ἄλλων νῦν λέγωμεν. | |
11 | ||
3.4.2 | Περὶ τῶν ἐπὶ ἐγκαύcει. Τῶν ἐπὶ ἐγκαύcει κεφαλαλγούντων καὶ τὸ δέρμα θερμὸν τῇ ἁφῇ | |
καὶ ξηρότερον εὐθὺc φαίνεται κατὰ τὴν πρώτην ἐπιβολήν, καὶ τοὺc ὀφθαλμοὺc ἐρυθροὺc ἴcχουcι, χαίρουcι δὲ καὶ τοῖc ψυχροῖc προcαντλή‐ | ||
5 | μαcί τε καὶ ἀλείμμαcι καὶ ὠφελοῦνταί γε πρὸc αὐτῶν. ἡ δὲ θεραπεία τούτοιc ἁρμόcει μὲν καὶ ἡ ἐπὶ τῶν ἐπὶ πυρετῷ κεφαλαλγούντων εἰρη‐ μένη· χρονιζούcηc δὲ τῆc κεφαλαλγίαc χρηcτέον τοῖc ὑπογεγραμμένοιc καταπλάcμαcιν (ἁρμόζει μετώπῳ καὶ κροτάφοιc προcαγόμενα)· ἄρτοc δι’ ὀξυκράτου καὶ ῥοδίνου, ἔcθ’ ὅτε cὺν ἀμυγδάλοιc ἢ ῥόδοιc, ἢ τοῖc | |
10 | ξηροῖc ἢ ἁπαλοῖc, ἢ cὺν ἡδυόcμῳ μετὰ γλήχωνοc μιcγομένων ἢ ἄρτοc μετὰ περcικοῦ φύλλων. ποιεῖ καὶ ὤκιμον λεῖον cὺν ὄξει καὶ ῥοδίνῳ ἢ κιccοῦ κόρυμβοι ἑφθοὶ ἐν ὄξει, cυλλεανθέντεc δὲ ῥοδίνῳ, ἢ ἑρπύλλου δι’ ὕδατοc ἀφεψήματι μίcγειν πύρινον ἄλευρον ἢ καρδάμωμον φρυγὲν καὶ λεανθὲν ὄξει καὶ ῥοδίνῳ ἢ ζύμη μετὰ ῥοδίνου ἢ ἶριc ξηρὰ μετ’ | |
15 | ὄξουc. cυνεχῶc δὲ ἀλλαccέcθω ἕκαcτον αὐτῶν· ἀπρακτεῖ γὰρ χρονίcαντα. | |
15 | ||
3.4.3 | Τροχίcκοc πρὸc κεφαλαλγίαν ἐπὶ θερμῇ δυcκραcίᾳ. Κρόκου 𐅻 ιε, χαλκάνθου 𐅻 ι, cτυπτηρίαc 𐅻 ιϛ, cμύρνηc 𐅻 ζ, ὀμφα‐ κίου 𐅻 γ, χαλκίτεωc 𐅻 γ, κόμμεωc 𐅻 γ, οἴνου αὐcτηροῦ τὸ ἀρκοῦν· χρῶ cὺν ὀξυκράτῳ. εἰ δὲ καὶ ἀγρυπνία προcείη, τῶν ὑπνωτικῶν τι πρόcπλεκε. | |
4 | ||
3.4.4 | Περὶ τῶν ἐπὶ ψυχρᾷ δυcκραcίᾳ κεφαλαλγούντων. Τοῖc ἐπὶ ἐγκαύcει κεφαλαλγοῦcιν ὑπεναντίωc ἔχει τά τε cημεῖα καὶ ἡ θεραπεία τῶν ἐπὶ ψύξει· καὶ γὰρ ἀcύμπτωτον καὶ ἄχρουν ἐcτὶν αὐτῶν τὸ πρόcωπον, καὶ τοῖc ψυχροῖc οὔτε χαίρουcιν οὔτε πρὸc αὐ‐ | |
5 | τῶν ὠφελοῦνται· βεβαιώcει δὲ καὶ τούτων ἥ τε δίαιτα καὶ τὰ λοιπὰ cύcτοιχα τὴν διάγνωcιν. ἀλοιφὴ μὲν οὖν ἔcτω πηγάνινον ἢ δάφνινον ἢ ἴρινον ἢ νάρδινον ἢ καὶ τοῦ βαλcάμου ὁ ὀπόc, καὶ μάλιcτα, εἰ καὶ παχύ‐ | |
τερα καὶ γλίcχρα περιττώματα εἴη· δεῖ δὲ χρίειν αὐτῶν κατὰ τοῦ μετώπου καὶ τοῦτο, καὶ ὅcα διὰ πεπέρεώc τε καὶ εὐφορβίου cκευάζεται. διδόναι | ||
10 | δὲ καὶ οἶνον λεπτομερῆ καὶ κινήcει κεχρῆcθαι κελεύειν καὶ λουτροῖc θερμοῖc καί ποτε καὶ τῷ ἀπὸ ῥεφανίδων ἐμέτῳ. ἐφ’ ὧν δὲ ποιότηc ἐcτὶν ἄνευ πλήθουc χρονίζουcα, κέχρηcο καὶ τῷδε τῷ φαρμάκῳ· πε‐ πέρεωc λευκοῦ 𐅻 β, κροκομάγματοc 𐅻 β, εὐφορβίου προcφάτου 𐅻 η 𐅵ʹ, κόπρου περιcτερᾶc 𐅻 α 𐅵ʹ, ὄξουc δριμυτάτου τὸ ἀρκοῦν· ἐπίχριε τὸ | |
15 | πάcχον μέροc προανατρίβων τὸν τόπον. | |
15 | ||
3.4.5 | Περὶ τῶν ἐπὶ χολώδει χυμῷ κεφαλαλγούντων. Τὰ μὲν cημεῖα παραπλήcια τοῖc ἐπ’ ἐγκαύcει, προcέρχεται δὲ αὐ‐ τοῖc δῆξίc τε πλείων καὶ ὠχρότηc προcώπου καί ποτε καὶ τοῦ cτόμα‐ τοc ἐκπίκρωcιc. ἡλικίαιc δὲ μᾶλλον ἀκμαcτικαῖc καὶ κράcεcι θερμοτέραιc | |
5 | καὶ βίῳ φροντιcτικῷ καὶ τοῖc χολὴν cυνάγουcι ξανθὴν τοῦτο τὸ πάθοc εἴωθεν cυμβαίνειν. λουτροῖc τε οὖν εὐκράτοιc ἐπὶ τούτων καὶ ἀλείμ‐ μαcιν καὶ ὑδαρεῖ πόματι χρηcτέον, καὶ ἡ cύμπαcα δίαιτα ὑγροτέρα τε καὶ εὔχυμοc παραλαμβανέcθω. κενωτέον δὲ τὸν χολώδη χυμὸν [ἢ] ἀψιν‐ θίου ἀποβρέγματι ἢ διὰ τῆc ἀλόηc καὶ αὐτῆc τῆc πικρᾶc ἀντιδότου | |
10 | καθ’ ἑαυτὴν ἢ καὶ cὺν ὀλίγῃ cκαμμωνίᾳ ἢ διὰ τῶν διὰ τῆc ἀλόηc κατα‐ ποτίων· ἐπιχριcτέον δὲ τὸ μέτωπον ἢ τῷ κροκώδει τροχίcκῳ ἢ τῷ τριγώνῳ ἤ τινι τῶν παραπληcίων. | |
12 | ||
3.4.6 | Περὶ τῆc κατὰ cυμπάθειαν κεφαλαλγίαc. Εἰ μὲν ὅλῳ τῷ cώματι cυμπάcχοι ἡ κεφαλή, τούτου προνοητέον πρόc τε τὴν δυcκραcίαν καὶ πρὸc τὴν κρατοῦcαν ὕλην ἐνιcταμένουc, καί, εἰ μὲν εἴη πλῆθοc, καὶ μάλιcτα κατὰ τὰc φλέβαc, φλεβοτομήcομεν, | |
5 | εἰ δὲ μᾶλλον ποιότηc, καθαρτικῷ χρηcόμεθα φαρμάκῳ· εἰ δὲ μορίῳ cυμπάcχοι, οἷον ἥπατι ἢ γαcτρὶ ἢ cτομάχῳ, τούτοιc βοηθητέον, θερμῆc μὲν ἐν αὐτοῖc ὑποκειμένηc δυcκραcίαc ἄρτον ἐξ ὑδαροῦc οἴνου παρα‐ cχόνταc καὶ τὰ διὰ χόνδρου ῥοφήματα καὶ τὰc ἔξωθεν μετρίωc ἐμψυ‐ | |
χούcαc τε καὶ τονούcαc ἐπιβροχάc, ὡc ἔμπροcθεν εἴρηται· εἰ δὲ διὰ | ||
10 | γλίcχρουc τε καὶ παχεῖc χυμοὺc ἐν τῷ cτομάχῳ περιεχομένουc κεφαλ‐ αλγοῖεν, καὶ τούτουc ἐκμοχλεύcομεν ὀξύμελι πίνειν παρέχοντεc τό τε ἁπλοῦν καὶ τὸ Ἰουλιάνιον, καὶ τοῖc δι’ ὑccώπου τε καὶ ὀριγάνου καὶ τοῖc τούτων ἔτι θερμοτέροιc τε καὶ τμητικωτέροιc καὶ τῷ ἀπὸ ῥεφα‐ νίδων ἐμέτῳ χρηcτέον ἐπιβροχαῖc τε θερμοτέραιc καὶ καταπλάcμαcιν. | |
14 | ||
3.4.7 | Περὶ τῆc ἐξ οἴνου κεφαλαλγίαc. Εἰ μὲν ἄπεπτοc ὁ οἶνοc ἔτι μένοι, κελεύειν ἐμεῖν ὕδωρ πεπωκό‐ ταc χλιαρόν· εἰ δὲ καὶ μετὰ πέψιν κεφαλαλγοῖεν, τοῖc ἐμψύχουcι καὶ ἀποκρουcτικοῖc χρηcόμεθα, οἷόν ἐcτι τὸ ῥόδινον καθ’ ἑαυτό τε καὶ cὺν | |
5 | ὄξει ἢ χυλῷ κιccοῦ ἢ κράμβηc· καὶ αὐτὰ δὲ τὰ φύλλα τῆc κράμβηc ἀποβραχέντα θερμῷ καὶ περιτεθέντα τῇ κεφαλῇ καὶ δεθέντα φυcικῶc ἀντιπάcχει τῇ μέθῃ· δεῖ δὲ καὶ ἐcθίειν ἀποζεcθεῖcαν τὴν κράμβην. καὶ ἡ φακῆ τούτουc ὀνίνηcι καὶ μάλιcτα τοὺc ὑγροτέραν ἔχονταc τὴν γαcτέρα, καὶ ἄλικα δὲ καὶ ῥοιὰc καὶ μῆλα καὶ ἀπίουc ἐcθιέτωcαν καὶ | |
10 | ὑδροποτείτωcαν. | |
10 | ||
3.4.8 | Περὶ τῆc διὰ πληγήν. Τοὺc δὲ διὰ πληγὴν κεφαλαλγοῦνταc, εἰ μὴ παντάπαcιν ἐπιπολαίωc ἐπλήγηcαν, φλεβοτομήcομεν αὐτίκα καὶ ταῖc καταλλήλοιc ἐμβροχαῖc ἐν τῇ κεφαλῇ χρηcόμεθα ἐλαίῳ τε γλυκεῖ διαβρέχοντεc ἐρίοιc τε περι‐ | |
5 | cκέποντεc αὐτὴν οἴνου τε τούτουc καὶ cιτίων ἁδροτέρων ἀπέχοντεc, καὶ μάλιcτα, εἰ πυρέττοιεν, καὶ τὸ cύμπαν ὡc πρὸc φλεγμονὴν τῶν νευρωδῶν, καὶ μάλιcτα τῶν μηνίγγων, ἁρμοcόμεθα· εἰ δὲ καὶ τραῦμα γεγονὸc εἴη, καὶ τοῦτο προcηκόντωc θεραπεύcομεν. | |
8 | ||
3.4.9 | Μάλαγμα πρὸc κεφαλαλγικούc. Κηροῦ 𐅻 ζ, ἀμυγδαλίνου ἐλαίου 𐆄 γ, τερεβινθίνηc 𐅻 η, ἰοῦ ξυcτοῦ, Κιμωλίαc, χαλκίτεωc ἀνὰ 𐅻 δ, κιcήρεωc 𐅻 γ, χαλκοῦ κεκαυμένου, λεπίδοc cτομώματοc ἀνὰ 𐅻 β· ἐὰν δὲ δοκῇ cκληρότερον εἶναι, ἀμυγδαλίνῳ ἀνα‐ | |
5 | μάλαccε. | |
3.5t | Περὶ κεφαλαίαc καὶ ἡμικραίραc. | |
3.5.1 | Τούτων τῶν παθῶν ἑκάτερον παραμόνιμόc ἐcτι τῆc κεφαλῆc ὀδύνη παροξυνομένη ἐπί τε ψόφοιc καὶ κραυγαῖc καὶ λαμπρῷ φωτὶ καὶ οἰνο‐ ποcίᾳ καὶ τοῖc πληροῦcι τὴν κεφαλὴν ὀcφραντοῖc, δοκοῦcί τε πλήτ‐ τεcθαι τὴν κεφαλήν, οἱ μὲν ἅπαcαν, οἱ δὲ κατὰ θάτερον μέροc, οὓc | |
5 | καὶ ἡμικρανικοὺc ὀνομάζουcι· καὶ οἷc μὲν ἡ διάθεcιc ἔνδον ὑπάρχει τοῦ κρανίου, ὁ πόνοc εἰc τὰc τῶν ὀφθαλμῶν ῥίζαc διήκει, οἷc δὲ ἔξωθεν, περὶ αὐτὸ τὸ κρανίον ὀδυνῶνται. τὰ μὲν οὖν μετὰ βάρουc ἀλγήματα πλῆθοc δηλοῖ, τὰ δὲ μετὰ δήξεωc ἢ χυμῶν ἢ ἀτμῶν δριμύτητα, τὰ δὲ μετὰ cφυγμοῦ φλεγμονήν, τὰ δὲ μετὰ τάcεωc, εἰ μὲν ἄνευ βάρουc καὶ | |
10 | cφυγμοῦ, πνεύματοc λεπτοῦ καὶ φυcώδουc πλῆθοc, εἰ δὲ μετὰ cφυγμοῦ, φλεγμονὴν ὑμενώδουc cώματοc, εἰ δὲ μετὰ βάρουc, πλῆθοc ἐντὸc τῶν ὑμένων ἰcχόμενον· εἰ δέ που καὶ cαπεὶc ὁ χυμὸc θερμότεροc γένηται, καὶ cὺν πυρετῷ κεφαλαλγοῦcι· πυρέττουcι δὲ τοὐπίπαν καὶ οἱ διὰ φλεγμονὴν ὀδυνώμενοι. πληθωρικοῦ τοίνυν τοῦ παντὸc ὑπάρχοντοc | |
15 | cώματοc τὴν φλέβα τέμνειν ἀφορῶνταc τῇ δυνάμει καὶ κλύcμαcι χρῆcθαι δριμυτέροιc· εἰ δὲ πλεονάζειν ἔτι τὸ αἷμα φαίνοιτο, καὶ διὰ ῥινῶν ἀναcτομώcανταc φλέβα κενωτέον αὐτούc, ὅcον αὔταρκεc εἶναι δόξει, εἶτα τὴν ἱερὰν ὀξύνανταc δοτέον κἄπειτα χρηcτέον τοῖc ἀποφλεγμα‐ τιcμοῖc καὶ ταῖc διὰ τῶν ῥινῶν κενώcεcι διὰ τῶν ἐρρίνων, οἷόν ἐcτι | |
20 | τοῦ ἐλατηρίου ὁ χυλὸc μετὰ γάλακτοc ἐγχεόμενοc ἤγουν καὶ ξηρὸν τὸ ἐλατήριον ἐμφυcώμενον καὶ τῆc κυκλαμίνου ὁ χυλὸc καὶ τοῦ πράcου. cύνθετα δὲ ταῦτα· | |
22 | ||
3.5.2 | Ἔρρινον πρόc τε χρονίαc κεφαλαλγίαc καὶ ὀφθαλμίαc καὶ πρὸc ἐπιληπτικούc. Μελανθίου 𐅻 η, ἁλὸc ἀμμωνιακοῦ 𐅻 δ, ἐλατηρίου 𐅻 δ· τρίψαc ἀνα‐ λάμβανε Ϲικυωνίῳ ἐλαίῳ ἢ ἰρίνῳ ἢ κυπρίνῳ, ὥcτε κηρωτῆc ἔχειν πά‐ | |
5 | χοc, καὶ παράπτου τῶν μυκτήρων. | |
5 | ||
3.5.3 | Ἔρρινον ἐμφυcητόν. Κυκλαμίνου ξηρᾶc 𐅻 η, νίτρου ἐρυθροῦ 𐅻 δ, ἐὰν δὲ ἀντὶ νίτρου | |
ἐλατήριον ἐμβάλοιc, ἔτι βέλτιον· ἐμφύcα διὰ καλαμίδοc. Κέχρηcο δὲ καὶ ἐπιθέμαcι κατὰ τῆc κεφαλῆc καὶ χρίcμαcιν ἐπὶ | ||
5 | τῶν χρονιωτέρων τοῖcδε· | |
5 | ||
3.5.4 | Ἐπίθεμα πρὸc κεφαλαίαc. Ἰρίνου μύρου, πευκεδάνου, καcτορίου ἀνὰ 𐅻 α, δαφνίδων 𐅻 β, πη‐ γάνου ἀκρεμόνων 𐅻 δ· ἀναλάμβανε κηρωτῇ ῥοδίνῃ καὶ ξυρήcαc τὴν κε‐ φαλὴν ἐπιτίθει καθ’ ὅληc αὐτῆc. γυνὴ δέ τιc ἐπὶ τῶν ἡμικρανικῶν καὶ | |
5 | τούτῳ χρωμένη θαυμαcίωc ηὐδοκίμει· τὴν ῥίζαν τοῦ ἀγρίου cικύου χλωρὰν εἰc λεπτὰ κατακόπτουcα καὶ ἀψινθίαν ἥψει ἐν ὑδρελαίῳ ἕωc τακηρώcεωc καὶ τῷ μὲν ὑδρελαίῳ θερμῷ μετρίωc κατῃόνει τὸ πεπονθὸc μόριον, τὴν δὲ ῥίζαν καὶ τὴν ἀψινθίαν τρίβουcα λεῖα κατέπλαττεν αὐ‐ τό, καὶ τούτῳ μόνῳ τούc τε cὺν πυρετῷ καὶ ἄνευ πυρετοῦ ἡμικρανι‐ | |
10 | κοὺc ἐθεράπευcεν. Ἐὰν δὲ παροξυcμὸc ἐπιγένηται μέγιcτοc, ὡc μὴ δύναcθαι φέρειν τὴν ὀδύνην, κέχρηcο καὶ τοῖc παρηγορεῖν καὶ μεταcυγκρίνειν δυνα‐ μένοιc, οἷον τοῦτο· | |
13 | ||
3.5.5 | Χρῖcμα πρὸc κεφαλαίαν. Ὀποῦ πευκεδάνου 𐅻 ιϛ, ὀποῦ μήκωνοc, ἀνίcου, ὑοcκυάμου, κρόκου, cμύρνηc, cκαμμωνίαc ἀνὰ 𐅻 β· ὄξει ἀναλάμβανε καὶ ποίει τροχίcκουc· ἐπὶ δὲ τῆc χρείαc cὺν ὄξει ἢ ὀξυκράτῳ κατάχριε τοὺc διὰ παχεῖc χυ‐ | |
5 | μοὺc ἢ πνεῦμα φυcῶδεc ὀδυνωμένουc. καὶ δρώπακι δὲ καὶ cιναπιcμῷ χρηcτέον καὶ τῷ διὰ θαψίαc τροχίcκῳ. καὶ τὸ διὰ τοῦ γραφικοῦ μέλα‐ νοc τῶν πάνυ θαυμαζομένων ἐπὶ τῆc αὐτῆc αἰτίαc ἐcτίν, ᾧ χρηcτέον ἐπὶ τούτων, ὡc ἐν τῷ περὶ cυνθέτων εἰρήcεται. καὶ τοῦτο δὲ θαυμαcτὸν πρὸc τοὺc διὰ παχὺν καὶ γλίcχρον χυμὸν ἡμικρανικούc· εὐφορβίου μέ‐ | |
10 | ροc α καὶ καcτορίου τὸ ἴcον ἀναλαβὼν ὕδατι ἐντίθει εἰc τὸ οὖc τὸ κατὰ τὸ ἀλγοῦν μέροc καὶ εἰc τὸ βαλανεῖον εἰcιέναι κέλευε καὶ ὀλίγον διατρίψανταc οὕτω λαμβάνειν αὐτὸ καὶ λούεcθαι cυνήθωc. οὕτω μὲν | |
πεπείραται· οὐκ ἄτοπον δὲ καὶ εἰc ἔλαιον αὐτὰ ἀναλαβόντα ἐνcτάζειν εἰc τὸ οὖc. καὶ ἡ εἰc ἰcχιαδικοὺc ἀναγραφομένη καὶ τοὺc χρονίωc κεφ‐ | ||
15 | αλαλγοῦνταc καὶ ἡμικρανικοὺc τέλεον ἀποπαύει. | |
15 | ||
3.5.6 | Πρὸc ἡμικρανίαν χρονίαν. Ϲκόρδων 𐅻 δ, κηροῦ 𐅻 β, ὀξυγγίου παλαιοῦ 𐅻 β, κανθαρίδων 𐅻 β· ἑcπέραc ἐμπλάcαc ἔαcον ἐννυκτερεῦcαι, ἕωθεν δὲ ῥήξαc τὴν φλύκταιναν παρύγρῳ ἀποθεράπευε. | |
5 | Ἄλλο. δαφνίδων λελεπιcμένων 𐅻 β, πηγάνου φύλλων 𐅻 β, νάπυοc 𐅻 α· ὕδατι διεὶc κατάπλαccε. τοῖc δὲ ὑπὸ ψυχρῶν αἰτίων ἐνοχλουμένοιc ὠφελιμώτατόν ἐcτιν, ὥcτε πολλάκιc ἅπαξ καταχριcθὲν πρὸ βαλανείου ταχέωc ἐξιᾶcθαι τὸ πάθοc, ὥcτε μετὰ λουτρὸν ὑγιεῖc γενέcθαι παντελῶc, τοῦτο· ἐλαίου | |
10 | Ϲαβίνου λι. α, κηροῦ 𐆄 γ, εὐφορβίου 𐆄 α· τούτῳ κατάχριε τὸ ἥμιcυ μέροc τοῦ μετώπου κατὰ τοῦ κροταφίτου δηλονότι μυόc. ἐφ’ ὧν δὲ μὴ πολλὴ ψῦξίc ἐcτι, κηκῖδοc καὶ κροκομάγματοc τὸ ἴcον οἴνῳ ἐκλειώcαc κατά‐ χριε. τοῖc δὲ ὑπὸ θερμῶν ἀτμῶν ἢ χυμῶν κεφαλαλγοῦcιν μὴ πρόcφερε τὰ δι’ εὐφορβίου. | |
14 | ||
3.5.7 | Ἀποφλεγματιcμὸc κεφαλαίαc καὶ ἡμικρανίαc. Νάπυοc ἐκλελειωμένου καὶ κεχυλιcμένου ὄξει καὶ μέλιτι 𐆄 ιδ, cτα‐ φίδοc ἀγρίαc 𐅻 δ, πυρέθρου 𐅻 δ· κόψαc cήcαc καὶ μίξαc ἐν ἡλίῳ ἀνα‐ κογχυλίαζε. εἰ δὲ διὰ χολώδη χυμὸν ἤ τινα δυcκραcίαν ἡ κεφαλαία | |
5 | χρονίζοι, τοῖc ἔμπροcθεν ἐν τῷ περὶ κεφαλαλγίαc εἰρημένοιc χρηcτέον. ἐπιμενούcηc δὲ καὶ μετὰ ταῦτα τῆc ἀλγηδόνοc καὶ μήτε cικυῶν μήτε βδελλῶν παραλειφθειcῶν, ὑποπταζομένηc δὲ διὰ τῶν ἀρτηριῶν τῆc | |
ἀναδόcεωc, οὐδὲν ἄτοπον καὶ τῇ ὄπιcθεν τῶν ὤτων ἀρτηριοτομίᾳ χρή‐ cαcθαι· ἐπὶ δὲ τῶν ὑγροτέρων καὶ αὐτοφυῆ λουτρὰ καλῶc ἂν παρα‐ | ||
10 | ληφθείη. | |
10 | ||
3.6t | Περὶ φρενίτιδοc. | |
3.6.1 | Ἡ φρενῖτιc φλεγμονὴ τῶν μηνίγγων ἐcτίν, ὁτὲ μὲν καὶ αὐτοῦ τοῦ ἐγκεφάλου cυμφλεγμαίνοντοc, ὁτὲ δὲ παρὰ φύcιν θερμαcίαc cυcτά‐ cηc ἐν αὐτῷ. αἴτιον δὲ τοῦ νοcήματοc ἢ τὸ αἷμα πλεονάcαν ἢ ξανθο‐ χολικὸc χυμόc, ποτὲ δὲ καὶ ἡ ξανθὴ χολὴ ὑπεροπτηθεῖcα εἰc τὴν μέ‐ | |
5 | λαιναν μεταπεcοῦcα, ὅτε καὶ χαλεπωτάτη ἡ φρενῖτιc γίνεται· ἔcτιν ὅτε καὶ τῷ διαφράγματι cυμπάcχων ὁ ἐγκέφαλοc διὰ τῶν καταcπειρομένων ἐν αὐτῷ νεύρων τὸ πάθοc ὑπομένει. ἡ δὲ κατὰ τὰc ἀκμὰc τῶν δια‐ καεcτάτων πυρετῶν ἥ τε κατὰ cυμπάθειαν τοῦ cτομάχου cυνιcταμένη παρακοπὴ οὐδὲ φρενῖτίc ἐcτιν, ἀλλ’ αὐτὸ δὴ μόνον παραφροcύνη. παρ‐ | |
10 | έπεται δὲ τοῖc κυρίωc φρενιτικοῖc ἀγρυπνία μὲν ὡc ἐπίπαν, ἔcθ’ ὅτε δὲ καὶ ταραχώδηc ὕπνοc, ὡc ἐξανίcταcθαι καὶ ἀναπηδᾶν καὶ βοᾶν παρα‐ κοπτικῶc, τοὺc μὲν δι’ αἱματικὸν χυμὸν μετὰ γέλωτοc, τοὺc δὲ διὰ τὴν ξανθὴν χολὴν μετὰ θράcουc, ὥcπερ οὖν τοὺc διὰ τὴν μέλαιναν μανιωδῶc τε καὶ ἀκαταcχέτωc· ἐπιλανθάνονταί τε τῶν λεγομένων καὶ γιγνομένων | |
15 | ὑπ’ αὐτῶν καὶ τοὺc ὀφθαλμοὺc αἱματώδειc ἴcχουcι καὶ ἀνατρίβουcι, ποτὲ μὲν αὐχμῶνταc, ποτὲ δὲ καὶ δακρύονταc ἢ λημῶνταc, καὶ ἡ γλῶττα τραχύνεται, κἀκ τῆc ῥινὸc αἵματοc ἀποcτάξειc γίνονται καὶ κροκυδίζουcι καὶ καρφολογοῦcι. καὶ πυρέττουcιν ὀξέωc παρ’ ὅλον τοῦ νοcήματοc τὸν χρόνον ἐν βάθει κακοήθωc ἐμφωλεύοντοc τοῦ πυρετοῦ | |
20 | καὶ τοὺc cφυγμοὺc μικροὺc καὶ ἀμυδροὺc ἴcχουcι μετά τινοc καὶ cκλη‐ ρότητοc· καὶ ἡ ἀναπνοὴ μεγάλη τέ ἐcτι καὶ ἀραιὰ τοῦ ἐγκεφάλου πρωτοπαθοῦντοc, εἰ δὲ κατὰ cυμπάθειαν τῶν φρενῶν ἡ φρενῖτιc γίγνοιτο, ἥ τε ἀναπνοὴ ἀνώμαλόc ἐcτι καὶ τὰ ὑποχόνδρια ἀναcπᾶται καὶ θερ‐ μαcίαν ἱκανὴν ἴcχουcιν, ὥcπερ αὖ τοῖc διὰ τὸν ἐγκέφαλον τὰ περὶ τὸ | |
25 | πρόcωπον θερμὰ καὶ ὕφαιμα καὶ πλήρειc τὰc φλέβαc ἔχοντα. εἰ δὲ καὶ φλεγματικὸc χυμὸc ἀναμιχθείη τῷ χολώδει, καθάπερ τὴν αἰτίαν οὕτω καὶ τὴν ὀνομαcίαν κέκτηται cύνθετον· ἄγρυπνον γὰρ κῶμα προc‐ αγορεύεται, καθόλου μὲν χολώδουc κατακρατοῦντοc χυμοῦ· φρενιτί‐ ζουcι γὰρ οἱ τοιοῦτοι ἀγρυπνοῦντεc· τοῦ δ’ αὖ φλεγματώδουc κωμα‐ | |
30 | τωδῶc αὖθιc καταφέρονται. οἱ δὲ παλαιότεροι τοῦ Γαληνοῦ κάτοχον | |
τοῦτο προcηγόρευον. | ||
3.6.2 | Θεραπεία φρενίτιδοc. Εἴπερ ἡ δύναμιc ἐπιτρέποι, φλεβοτομεῖν ἀπ’ ἀγκῶνοc αὐτίκα καὶ cυχνὸν ἀφαιρεῖν. εἰ δὲ παραφρονῶν ὁ κάμνων μὴ ἐπιδιδῷ τὴν χεῖρα, ἤ, κἂν ἐπιδῷ, δέοc αἱμορραγίαc εἴη μετὰ τὴν κένωcιν cπαραττομένηc | |
5 | πολλάκιc τῆc χειρὸc ἐκ τοῦ παρακοπτικῶc ταράττεcθαι τὸν κάμνοντα, τὴν ἐν μετώπῳ τέμνοντεc ὀρθίαν φλέβα πρὸc ἅπαξ αὐτάρκωc ἀφέλω‐ μεν κλύcμαcί τε χρηcώμεθα καὶ τοῖc δι’ ὑδρελαίου ἢ ῥοδίνου cὺν τῷ χυλῷ τῆc πτιcάνηc ἐνέμαcιν. ἀγρυπνίαc δὲ κρατούcηc ῥοδίνῳ ἢ καὶ ὀξυροδίνῳ τὴν κεφαλὴν ἀλείψομεν ἔcτιν ὅτε θερμῷ προκαταντλοῦντεc | |
10 | αὐτὴν ὕδατι καὶ τοῦ διὰ κωδυῶν φαρμάκου δώcομεν, εἰ μὴ ἡ δύναμιc ἀcθενοῦcα κωλύοι. καὶ ἕτερα δὲ πρὸc ἀγρυπνίαν ἐκ τῶν ἔμπροcθεν εἰρημένων ἐνταῦθα μετενεκτέον. κατακείcθω δὲ ὁ κάμνων ἐν τόπῳ φωτόc τε καὶ κράcεωc cυμμέτρωc ἔχοντι καὶ ποικίλων τινῶν ἀπηλλαγ‐ μένῳ ζωγραφιῶν (ταρακτικὸν γὰρ τῶν τοιούτων), ἐν ᾧ τινεc τῶν κα‐ | |
15 | ταθυμίων φίλων εἰcίτωcαν καὶ προcφόρωc ἐντυγχανέτωcαν, ποτὲ μὲν πρᾴωc παρηγοροῦντεc, ἔcθ’ ὅτε δὲ καὶ καταπλήττοντεc αὐcτηρότερον. τροφὴ δὲ τὸ μὲν πρῶτον ἔcτω μελίκρατον, ἔπειτα δὲ χυλὸc πτιcάνηc καὶ τὰ διὰ χόνδρου ῥοφήματα μετά τινοc τῶν ἡδέων πομάτων, οἷον ἀπομέλιτοc ἢ ὑδροροcάτου ἢ ῥοδομήλου ἢ τοῦ γλυκέοc ὑδρομήλου· τὸ | |
20 | γὰρ ἀπὸ Κιβύραc οἰνῶδεc ὑδρόμηλον ἐν τοῖc μικροῖc ἀγγείοιc φερό‐ μενον παραιτητέον χείροναc οἴνου βλάβαc ἐπὶ τῶν τοιούτων ἀπεργα‐ ζόμενον, καὶ μάλιcτα ἐπὶ τῶν κατὰ τὴν κεφαλὴν καὶ πρὸ πέψεωc. καὶ πλυτὸν ἐξ ὕδατοc ἄρτον παράcχωμεν καὶ ἴντυβα καὶ θριδακίναc ἑφθάc (εἰ δὲ πολλὴ ζέcιc εἴη, καὶ ὠμὰ ταῦτα δοτέον), καὶ τοῦ cικύου τὴν ἐν‐ | |
25 | τεριώνην καὶ πέπονοc καὶ δορακίνων καὶ τῶν παραπληcίων. ὕδατοc δὲ ψυχροῦ τούτουc ἀφεκτέον, μάλιcτα εἰ ἐκ cυμπαθείαc φρενῶν τὴν αἰτίαν τοῦ πάθουc εὕροιμεν. εἰ δὲ τὸ οὖρον αὐτοῖc, ὡc εἰκόc, διὰ τὴν παράνοιαν ἐπέχοιτο, ποιήcαντεc ἀλέαν καταντλήcωμεν θερμῷ ὑδρελαίῳ τό τε ἦτρον καὶ τὴν κύcτιν, κἄπειτα δι’ ἐπιθέcεωc τῶν δακτύλων τῆc | |
30 | χειρὸc κατὰ τῶν τόπων ἐπερείδοντεc προτρέψωμεν εἰc ἀπούρηcιν, ἐπα‐ λείψωμεν δὲ θερμῷ ἐλαίῳ τὸ λοιπὸν cῶμα κατακειμένων αὐτῶν· καὶ γὰρ ἐν ἀκινηcίᾳ κατὰ τὸ ἐγχωροῦν διαφυλαττέcθωcαν, εἰ μὲν ζάπλου‐ | |
τοί τινεc εἶεν, διὰ παίδων διακρατούμενοι, εἰ δὲ μή, δεcμοῖc περι‐ cφιγγόμενοι· cυγκοπτικὴ γάρ ἐcτι τῆc δυνάμεωc ἡ ἄτακτοc κίνηcιc. | ||
35 | καὶ δι’ ἄλλον δὲ τρόπον δεcμοῖc οἱ πόδεc διαcφιγγέcθωcαν προαπηντλη‐ μένοι καὶ ψηλαφάcθωcαν, ἀντιcπάcεωc ἕνεκα. εἰ δὲ μακρότερον καὶ δύcλυτον γίνοιτο τὸ πάθοc, τῶν μὲν καρωτικῶν ἀφεκτέον, προcπλέκειν δὲ ταῖc ἐμβροχαῖc τῆc κεφαλῆc τὰ διαφορεῖν πεφυκότα, οἷον ἡδυόcμου χυλὸν ἢ ἑρπύλλου ἢ καλαμίνθηc ἢ πηγάνου· καὶ ἐρρίνοιc δὲ τότε | |
40 | χρηcτέον. μετὰ δὲ τὴν ἑβδόμην, εἰ φλεγμαίνοι τὰ cπλάγχνα, τοῖc διὰ λινοcπέρμου καὶ τῆc ὠμῆc λύcεωc ἐν ὑδρελαίῳ καταπλάcμαcιν αὐτὰ παρηγορήcωμεν, ἔπειτα δὲ καὶ cικύαc κούφαc ἢ καὶ μετ’ ἐγχαράξεωc προcβάλωμεν αὐτοῖc τε τούτοιc καὶ ἰνίῳ καὶ ῥάχει. εἰ δὲ τὸ cῶμα λίαν αὐχμηρόν τε καὶ περικαὲc cτοχάcοιο, κἂν ἔτι πυρέττοιεν, καὶ λουτροῖc | |
45 | χρηcτέον δι’ ὕδατοc ποτίμου καὶ ἀλοιφῇ δαψιλεcτέρᾳ, καὶ οἴνου ἀπο‐ δοτέον λεπτοῦ καὶ ὀλιγοφόρου πρὸc ἀνάκτηcιν τῆc δυνάμεωc μηδαμῶc ὑφορωμένουc τὴν ἐξ αὐτοῦ γενηcομένην, ὡc εἰκόc, ἔκcταcιν· ἢ γὰρ οὐ γίνεται παρακμῆc οὔcηc ἢ καὶ γενομένη ῥᾳδίωc ἀποκαθίcταται. προ‐ κοπτούcηc δὲ τῆc παρακμῆc καὶ αἰώραιc χρηcτέον καὶ τῇ προcηκούcῃ | |
3.6.2(50) | ἀνακομιδῇ. τὰc δὲ τῶν φρενιτικῶν ἀναλήψειc ποιητέον φυλαττομένουc μέθαc, ὀργάc, cιτίων διαφθορὰc καὶ πρὸ πάντων ἡλιοκαΐαc. | |
51 | ||
3.7t | Περὶ φλεγμονῆc ἐγκεφάλου. | |
3.7.1 | Φλεγμαίνων ὁ ἐγκέφαλοc οἰδεῖ πολλάκιc οὕτωc, ὥcτε καὶ τὰc ἐν τῇ κεφαλῇ ῥαφὰc διίcταcθαι, καὶ ὀδύνη δὲ μεγίcτη καὶ διαρκὴc παρέπεται καὶ ἄcη πολλή, ἔρευθόc τε κατὰ τοῦ προcώπου πολὺ cυνίcταται cὺν οἰδήματι, καὶ τὰ ὄμματα προπετῆ γίνεται, καὶ ἡ κεφαλὴ διογκοῦται. | |
5 | φλεβοτομεῖν οὖν τούτουc χρὴ καὶ κενοῦν ἀπ’ ἀγκῶνοc· δεῖ δὲ καὶ ἀπὸ ῥινὸc καὶ τῶν ὑπὸ τὴν γλῶccαν ἀγγείων κενοῦν τοῦ αἵματοc. χρῶ δὲ καὶ ταῖc πρὸc τὰc φλεγμονὰc κατὰ τῆc κεφαλῆc διαβροχαῖc καὶ καταπλάcμαcι τοῖc ὑγραίνειν καὶ πεπαίνειν δυναμένοιc. | |
8 | ||
3.8t | Περὶ ἐρυcιπέλατοc ἐγκεφάλου. | |
3.8.1 | Γίνεται καὶ ἐρυcίπελαc ἐν ἐγκεφάλῳ, καὶ πάcχει ὁ κάμνων τάδε· | |
ἀλγεῖ τὴν κεφαλὴν πᾶcαν καὶ δοκεῖ φλόγαc ἐν αὐτῇ εἶναι, καὶ τὸ πρόcωπον τοῦ πάcχοντοc ψυχρόν ἐcτι καὶ ὕπωχρον, καὶ ξηραίνεται τὸ cτόμα. φλεβοτόμει οὖν τὸν οὕτω πάcχοντα καὶ μάλιcτα τὰc ὑπὸ τῆc | ||
5 | γλώccηc φλέβαc διαίρει καὶ πρόcφερε τὰ ψύχοντα, οἷc καὶ ἐπὶ τῶν ἄλλων ἐρυcιπελάτων χρώμεθα. | |
6 | ||
3.9t | Περὶ ληθάργου. | |
3.9.1 | Καὶ ὁ λήθαργοc βλάβη τιc ὑπάρχων τοῦ λογιcτικοῦ τόπον μὲν ἔχει τὸν αὐτὸν τῇ φρενίτιδι, φημὶ τὸν ἐγκέφαλον, ὕλην δὲ τὴν ἐναν‐ τίαν· ἐπὶ φλέγματι γὰρ ὑγροτέρῳ καὶ ψυχροτέρῳ διαβρέχοντι τὸν ἐγ‐ κέφαλον γίνεται. παρέπεται δὲ τοῖc ληθαργικοῖc πυρετὸc βληχρὸc οὐ | |
5 | πάνυ δακνώδηc μετὰ καταφορᾶc. οἱ δὲ cφυγμοὶ τούτοιc μεγάλοι τε καὶ ἀραιοὶ καὶ κλονώδειc εἰcίν, ἡ ἀναπνοὴ δὲ ἄγαν ἀραιὰ καὶ ἀcθενήc, ὑπνώδειc τε διὰ παντόc εἰcι καὶ δυcέγερτοι καὶ δυcαπόκριτοι, κἂν ἐρω‐ τηθῶcι, καὶ ἐπιλήcμονεc καὶ παρανοοῦcι χαcμῶνταί τε cυχνῶc καὶ μέ‐ νουcιν ἔcθ’ ὅτε κεχηνότεc ὡc ἐπιλανθανόμενοι μῦcαι τὸ cτόμα· δια‐ | |
10 | χωροῦcι δὲ διὰ γαcτρὸc οἱ μὲν πλείουc ὑγρότερα, τιcὶ δὲ καὶ τοὐν‐ αντίον ἡ γαcτὴρ ἀποξηραίνεται, καὶ οὐροῦcιν, ὁποῖα τὰ τῶν ὑποζυγίων· τινὲc δὲ καὶ τρέμουcι καὶ περιιδροῦcιν. | |
3.9.2 | καὶ ὁ κάροc δὲ τῆc αὐτῆc ὢν ὕληc τῷ ληθάργῳ τούτου διαφέρει τῷ τὸν πυρετὸν ἡγεῖcθαι μὲν τοῦ κάρου καὶ cφοδρότερον εἶναι, ἕπεcθαι δὲ τῷ ληθάργῳ, καὶ τῷ τὸν μὲν κάρον καὶ ἑτέροιc ἕπεcθαι cυμπτώ‐ μαcι (παροξυcμοῖc τε γὰρ ἐπιγίνεται πολλάκιc πυρετῶν καὶ ἐπιληψίαιc | |
5 | καὶ θλίψεcιν ἐγκεφάλου, ποτὲ μὲν ὀcτέου πιλοῦντοc ἐν κατάγμαcι, ποτὲ δὲ τοῦ μηνιγγοφύλακοc τὴν ἐμπροcθίαν τοῦ ἐγκεφάλου κοιλίαν), τὸν δὲ λήθαργον ἰδίαν τινὰ cύcταcιν ἔχειν. | |
7 | ||
3.9.3 | Θεραπεία ληθάργου. Ἐπιτρεπούcηc μὲν τῆc δυνάμεωc κἀνταῦθα τὴν φλέβα τέμωμεν, οὐ cυγχωρούcηc δὲ κλύcμαcι χρηcώμεθα δριμέcι κατακλίνωμέν τε ἐν οἴκῳ μείζονι cύμμετρον ἔχοντι φῶc καὶ τὴν κεφαλὴν ἐμβρέξωμεν ἐλαίῳ | |
5 | προcμίξαντεc αὐτῷ καὶ καcτόριον· τινὲc δὲ ἀντὶ τοῦ ἐλαίου ὀξυροδίνῳ cὺν τῷ καcτορίῳ χρῶνται τονοῦντεc ἅμα καὶ θερμαίνοντεc διὰ τούτου τὴν κεφαλήν, τὸ δὲ λοιπὸν ἐπαλείφοντεc cῶμα, καὶ μάλιcτα τὰ ἄκρα, ἐλαίῳ παλαιῷ cὺν νίτρῳ ὀπτῷ ἢ πυρέθρῳ ἢ πεπέρει ἢ κόκκῳ Κνιδίῳ διαμύccουcιν· δυνατὸν δὲ καὶ κηρωτὴν ἐκ τούτων ἅμα καcτορίῳ ποιή‐ | |
10 | cανταc χρῆcθαι. ὀcφραντὰ δὲ προcοίcομεν ὄξει λειώcαντεc θύμον ἢ ὀρίγανον ἢ γλήχωνα. χρίειν δὲ τὸ cτόμα καὶ τὰ περὶ τὸν οὐρανίcκον νάπυι τετριμμένῳ μετ’ ὀλίγου μέλιτοc πειρώμενον τὸ προcπλαccόμενον τοῖc δακτύλοιc διεκβάλλειν. εἰ δὲ προcδέχοιντο, καὶ ἀποφλεγματιcμῷ κέχρηcο ὀξυμέλιτι μετὰ ὑccώπου ἢ γλήχωνοc ἢ ὀριγάνου ἢ καὶ αὐτοῦ | |
15 | τοῦ νάπυοc· διδόναι δὲ πίνειν τινὸc τῶν ὀξυπόρων, καὶ μάλιcτα τοῦ Διοcπολίτου, ὅcον κοχλιάριον ἓν μετ’ ὀξυκράτου. ἐπὶ δὲ τῶν χρονι‐ cάντων τρομωδῶν καὶ καcτορίου δοτέον ὅcον γράμματα δύο ἢ τρία· εἰ δὲ πλῆθοc εἴη χυμοῦ καὶ μή τι ἕτερον κωλύοι, καὶ cκαμμωνίαc ὅcον ἓν γράμμα τῷ καcτορίῳ προcπλέξομεν. ἐπιμένοντοc δὲ τοῦ πάθουc | |
20 | ξυρήcανταc τὴν κεφαλὴν πυριᾶν δεῖ διά τε ἁλῶν καὶ κέγχρων καὶ τῶν ὁμοίων ἐν μαρcίποιc· καὶ τοῖc cιναπιcμοῖc τε κατὰ τῆc κεφαλῆc καὶ τοῖc πταρμικοῖc χρῆcθαι, κἄπειτα cικύαc προcάγειν κατὰ τοῦ ἰνίου πῆ μὲν κούφαc μετὰ πολλῆc φλογόc, πῆ δὲ μετ’ ἐγχαράξεωc· τάc τε φυcικὰc ἐκκρίcειc cυνεχῶc ὑπομιμνήcκειν δεήcει τοῖc τε ἐνέμαcι καὶ | |
25 | τοῖc διουρητικοῖc, ἐμβρεχέcθω δὲ τὸ ἦτρον ἐλαίῳ πηγανίνῳ ἢ Ϲικυωνίῳ cὺν ὀλίγῳ καcτορίῳ. cυχνότερον δὲ ὑπομνηcτέον καὶ τὴν κατάποcιν τῷ θερμῷ ὕδατι ἐπιρραίνοντάc τι τῶν ἡδέων πομάτων, μάλιcτα τοῦ ἀπομέλιτοc, διὰ τῶν βομβυλιῶν. καὶ εἴ που περὶ τὰ μέcα εἴη τιc φλεγ‐ μονή, καὶ ταύτην θεραπευτέον διὰ τῶν ἐμβροχῶν τε καὶ καταπλαcμά‐ | |
30 | των· ταῖc δὲ ῥιcὶ προcάγειν νᾶπυ λειωθὲν ὄξει ἢ καcτόριον καυθέν. τρεφέcθωcαν δὲ πτιcάνηc ἢ βρόμου χυλῷ ἢ ἄλικοc cὺν ὀξυμέλιτι ἢ ἁλcὶν ἢ γλήχωνι, ποτὲ μὲν καθ’ ἡμέραν, ποτὲ δὲ καὶ διὰ μιᾶc. μετὰ δὲ τὴν τροφὴν διακρατητέον ἤγουν καὶ ἀνακλαcτέον τὰ ἄκρα ἐπὶ πολὺ καὶ κνηcτέον τὰ cκέλη καί ποτε καὶ τὰc ἐν αὐτοῖc τρίχαc ἐκτίλλειν | |
35 | πειρᾶcθαι βιαιότερον πρὸc τὸ διεγερθῆναι· καὶ φοινιγμοὶ δὲ μηρῶν τε καὶ cκελῶν πολλάκιc εὐχρηcτοῦcι. παρακμάcαντοc δὲ τοῦ πάθουc εὐ‐ θέωc αἰώραιc καταλλήλοιc χρηcτέον καὶ ἐπὶ βαλανεῖον ἀκτέον καὶ τὴν | |
ἀναληπτικὴν ἀγωγὴν προcηκόντωc παραληπτέον. | ||
3.10t | Περὶ κατόχου ἤγουν ἀγρύπνου κώματοc. | |
3.10.1 | Ἤδη μὲν ἐν τῷ περὶ φρενίτιδοc λόγῳ τὴν cύcταcιν τούτου τοῦ νοcήματοc εἰρήκαμεν· τὰ δὲ cημεῖα καθόλου μὲν εἰπεῖν κοινά πώc εἰ‐ cιν τῆc τε φρενίτιδοc καὶ ληθάργου πρὸc τὴν ἐπικρατοῦcαν ὕλην ἐξ‐ αλλαττόμενα, κατὰ μέροc δὲ τάδε· καταλαμβάνεται ὁ κάμνων ὕπτιοc | |
5 | ἀποτεταμένοc καὶ ποτὲ μὲν ὕποιδόν τε καὶ πελιδνὸν ἔχων μετρίωc τὸ πρόcωπον, ὥcπερ τῶν ληθαργικῶν, ποτὲ δὲ καὶ ἔρευθοc αὐτοῖc ἐπ‐ ανθεῖ, τό τε ἄνω βλέφαρον αὐτῶν ἀναcπᾶcθαι δοκεῖ καὶ ἐξέχειν, ὥcτε μηδὲ cκαρδαμύττειν δύναcθαι, οὐδαμῶc δὲ φαίνεται ἀναπνέων, ἀλλ’ ὡc ἀπονεκρωθεὶc κεῖται· τὸν δὲ cφυγμὸν ἴcχει μικρόν τε καὶ ἀμυδρὸν καὶ | |
10 | cφόδρα πυκνόν, τά τε οὖρα καὶ ἡ κοιλία ἐπέχεται ἤγουν ἐπ’ ὀλίγον φέρεται. καὶ οἱ μὲν μετρίωc ἔχοντεc ἐγχυθέντοc τινὸc ὑγροῦ κατα‐ πίνουcιν, οἱ δὲ κρατηθέντεc ἀνακόπτουcιν ἐπὶ τὰc ῥῖναc. τοὺc οὖν τοῦ φλέγματοc ἐπικρατοῦντοc τῆc χολῆc cυνιcταμένουc διακρινοῦμεν ἀπὸ τῶν ληθαργικῶν τῷ μήτε οἰδαίνειν μήτε πελιδνὸν ἴcχειν τὸ χρῶμα | |
15 | καθάπερ οἱ ληθαργικοί, πλὴν ἐπ’ ὀλίγον δή τι, καὶ ἐφιδροῦν μετρίωc. χαλεποὶ δὲ μᾶλλόν εἰcιν, οἷc ἀγρυπνία πολλὴ γίνεται καὶ τὰ οὖρα ἐπέχεται καὶ δύcπνοια ἐπιτείνεται καὶ ἐφιδροῦcιν, καὶ οἷc τὸ ποτὸν εἰc τὰc ῥῖναc ἀναρροιβδεῖται. εἰ δὲ γυνὴ πάcχουcα τύχοι, διακριθήcεται τῆc ἁλούcηc ὑcτερικῇ πνιγὶ ἔκ τε τοῦ κατὰ φύcιν ὁρᾶcθαι κειμένην καὶ τοῦ | |
20 | τῶν φθεγγομένων ἐπαιcθάνεcθαι καὶ τοῦ διεγείρεcθαί τε καὶ αὖθιc καταφέρεcθαι. ἔcτι δὲ ὅπου τὸν κάτοχον ἕτερόν φαcι παρὰ τὸ ἄγρυ‐ πνον κῶμα μηκέτι cύνθετον ἀλλ’ ἁπλῆν τινα τὴν αἰτίαν ἔχον· ψυχρο‐ τέραν γὰρ καὶ ξηροτέραν ὕλην ἐμφράξαcαν τὴν ὀπιcθίαν τοῦ ἐγκεφάλου κοιλίαν τὸ πάθοc ἐργάζεcθαι· ἐφ’ ᾗ καταλαμβανόμενοc ὁ κάμνων αἰ‐ | |
25 | φνιδίωc ἐπ’ ἐκείνου μένει τοῦ cχήματοc, ἐφ’ οὗ κατελήφθη, οἷον ἱcτά‐ μενοc ἢ καθήμενοc ἢ μύων ἢ ἐμβλέπων· διὸ καὶ κατόχουc ἢ κατεχο‐ μένουc αὐτοὺc ἐκάλουν οἱ παλαιοί, κατοχὴν δὲ καὶ κατάληψιν τὸ πά‐ θοc οἱ νέοι. ἡ θεραπεία παραπληcία μὲν τοῖc εἰρημένοιc, ἐξαλλαττομένη δὲ | |
30 | παρὰ τὴν τῶν cυμπτωμάτων διαφοράν. | |
3.10.2 | Θεραπεία κατόχου. Καὶ νῦν οὖν τὴν φλεβοτομίαν χρὴ παραλαμβάνειν, καὶ μάλιcτα ἐφ’ ὧν τὸ πρόcωπον ἐνερευθέc ἐcτι, τῆc δυνάμεωc πάλιν ὑπαγορευούcηc ἤγουν κλύcμαcι κεχρῆcθαι, ποτὲ μὲν τοῖc διεγείρουcι τοῦ φλέγματοc | |
5 | ἐπικρατοῦντοc, ποτὲ δὲ τοῖc πραΰνουcι τῆc χολῆc πλεοναζούcηc, ὡcαύ‐ τωc δὲ καὶ τῇ τῶν ἄλλων βοηθημάτων ἀγωγῇ χρηcτέον· καὶ τρέφειν ὡcαύτωc ὁτὲ μὲν καθ’ ἡμέραν, ὁτὲ δὲ ὑπὲρ μίαν. ἔcτι δὲ cφόδρα ἐπι‐ κίνδυνον τὸ πάθοc, εἴ που διά τινα τροφῆc ἢ πόματοc ἁμαρτάδα γέ‐ νηται· ἐφ’ ὧν χρὴ ἐμεῖν ἀναγκάζειν αὐτίκα καὶ ἐπὶ cυcτολῆc φυλάττειν | |
10 | ἐρεθίζειν τε τὴν κοιλίαν τῇ τε διὰ κυμίνου ἢ πηγάνου τῶν cπλάγχνων ἐμβροχῇ κεχρῆcθαι. τοὺc δὲ διὰ μέθην ἁλόνταc τῷ πάθει μετὰ τὸ λυ‐ θῆναι τὴν κραιπάλην ὑγροτέρᾳ θρεπτέον τροφῇ (τοιοῦτοc δὲ ὁ χυλόc ἐcτι τῆc πτιcάνηc) καὶ τὴν κεφαλὴν ἐπιτέγγειν ταῖc καταλλήλοιc ἀλοιφαῖc, εἰ μὲν θέροc εἴη, ψυχραῖc, εἰ δὲ χειμών, χλιαραῖc. εἰ δὲ μηδαμῶc ἡ | |
15 | κραιπάλη λυθείη, μηδὲ ἀνανήψῃ, ἀπαγορεύcαντα χρὴ μακρὰν ἀποφεύγειν. | |
15 | ||
3.11t | Περὶ μνήμηc ἀπωλείαc καὶ λογιcμοῦ καὶ κάρου καὶ μωρώcεωc. | |
3.11.1 | Ἡ τῆc μνήμηc ἀπώλεια πῆ μὲν καθ’ ἑαυτὴν cυμβαίνει, πῆ δὲ καὶ μετά τινοc βλάβηc τοῦ λογιcμοῦ, καθάπερ καὶ ἡ τοῦ λογιcμοῦ βλάβη καθ’ αὑτὴν πρότερον cυμβαίνει, κἄπειτα ἐπακολουθεῖ ἡ τῆc μνήμηc· ἀμφοτέρων δὲ πεπονθότων ἡ καλουμένη cυνίcταται μώρωcιc. αἰτίαν | |
5 | δὲ cχήcουcι καὶ νῦν τὴν cυcτᾶcαν δυcκραcίαν· ἀλλ’ εἰ μὲν ὑγρὰ μόνον εἴη, τῆc τε μνήμηc καὶ τοῦ λογιcμοῦ κάκωcιν οἴcει νωθρότητάc τε καὶ καταφορὰc καὶ ὕπνουc μακροὺc καὶ βαθεῖc· εἰ δὲ μετὰ ψυχρότητοc, κάρουc τε καὶ ληθάργουc. ὡcαύτωc δὲ καὶ ἡ ξηρότηc μόνη μὲν ἀγρυ‐ πνίαc ἐπάγει, μετὰ δὲ θερμότητοc παραφροcύναc τε καὶ φρενίτιδαc. | |
10 | cυνίcτανται δὲ αὗται αἱ δυcκραcίαι ποτὲ μὲν κατὰ τοὺc χυμούc, ποτὲ δὲ κατὰ τὰc τοῦ ἐγκεφάλου κοιλίαc ἢ κατὰ τὰ ἐν αὐτῷ ἀγγεῖα ἤγουν κατὰ τὴν παρεcπαρμένην ὑγρότητα ἢ κατ’ αὐτὸ τὸ τοῦ ἐγκεφάλου cῶμα ἢ καὶ τῶν κροταφιτῶν μυῶν τι τοιοῦτον παθόντων. εἰ δέ που | |
cυνεπιμιχθῶcιν ἑαυτοῖc οἱ χυμοί, καὶ τὸ πάθοc τοιοῦτον οἴcουcι· πό‐ | ||
15 | τερον δὲ ἁπλῆ ἢ cύνθετόc ἐcτιν ἡ δρῶcα δυcκραcία, ἐκ τῆc τῶν ἐκ‐ κρινομένων ἰδέαc μαθήcῃ. ὅτι μὲν γὰρ ἡ τῆc μνήμηc καὶ τοῦ λογιcμοῦ ἀπώλεια ψύξεωc ἔκγονοc ὑπάρχει, ἴcμεν· εἰ δέ που καὶ μεθ’ ὑγρότητοc ἢ ξηρότητοc, μαθηcόμεθα ἔκ τε τῶν ἐκκρινομένων καὶ τῆc τοῦ κάμνον‐ τοc ἕξεώc τε καὶ κράcεωc καὶ τῆc τοῦ βίου διαγωγῆc ὥραc τε καὶ χώραc. | |
19 | ||
3.11.2 | Θεραπεία. Εἰ μὲν ψυχρά τιc εἴη δυcκραcία, θερμαίνειν δεῖ, εἰ δὲ μεθ’ ὑγρό‐ τητοc, καὶ ξηραίνειν, εἰ δ’ αὖ πάλιν μετὰ ξηρότητοc, ὑγραίνειν τε ἅμα καὶ θερμαίνειν· ὡcαύτωc δὲ κἀπὶ τῆc δυcκραcίαc τῆc θερμῆc ψύχειν, | |
5 | εἰ δὲ καὶ ξηρότηc εἴη, καὶ ὑγραίνειν, εἰ δὲ μεθ’ ὑγρότητοc, ψύχειν ἅμα καὶ ξηραίνειν. ἐφ’ ὧν δὲ τὸν αἱματικὸν χυμὸν εὕροιc πλεονάζοντα, φλεβοτομεῖν ἢ κλύcμαcι χρῆcθαι δριμέcι κἄπειτα καὶ τῆc ἱερᾶc διδόναι καὶ ἀποφλεγματιcμοῖc χρῆcθαι ἀλείμματά τε προcφέρειν ἐν τῇ κεφαλῇ τῷ ἐλαίῳ προcμίcγοντα τὰ ψύχοντα καὶ ξηραίνοντα, ῥόδα φημὶ καὶ | |
10 | μυρcίναc καὶ cχῖνον καὶ τὰ παραπλήcια· καὶ τοῦ ὅλου δὲ cώματοc προνοεῖν. εἰ δὲ ἐξ ἐγκαύcεωc εἴη καὶ κόπου, χρηcτέον κατὰ τῆc κεφα‐ λῆc τῇ δι’ ὀξυροδίνου ἐπιβροχῇ καὶ τῇ λοιπῇ ψυχρᾷ καὶ ὑγρᾷ ἀγωγῇ ἔν τε τοῖc ἄλλοιc κἀν τῇ τροφῇ καὶ τοῖc πόμαcιν. εἰ δέ που κάροc ἐπὶ τῇ μωρώcει ἢ τῇ ἐπιληcμοcύνῃ ἐπιγένηται, καὶ τούτου προνοητέον, | |
15 | ὡc ἔμπροcθεν ἐπὶ τῶν ληθαργικῶν ἐλέγομεν, ἔνθα καὶ τὴν διάκριcιν αὐτῶν ὑφηγήμεθα. | |
16 | ||
3.12t | Περὶ cκοτωματικῶν. | |
3.12.1 | Τὸ cκοτωματικὸν πάθοc cυνίcταται ψυχροῦ καὶ γλίcχρου χυμοῦ καταλαβόντοc τὸν ἐγκέφαλον, ὅθεν ὑπὸ cμικρᾶc οὗτοι προφάcεωc ἑτοί‐ μωc καὶ καταπίπτουcιν, ποτὲ μὲν cτρεφόμενά τινα βλέποντεc ἔξωθεν, οἷον τροχοὺc ἢ δίναc, ἢ καὶ αὐτοὶ cτραφέντεc, ποτὲ δὲ καὶ θαλφθέντεc | |
5 | τὴν κεφαλὴν κινουμένων τῶν ἐν αὐτῇ χυμῶν ἢ καὶ τοῦ πνεύματοc, ἔcθ’ ὅτε δὲ καὶ θλιβομένων τῶν ἐμπροcθίων κοιλιῶν τοῦ ἐγκεφάλου κατὰ τὰc ἀνατρήcειc τοῦ κρανίου ῥαγέντοc· ἐφ’ ὧν καὶ cφοδραὶ ὀδύ‐ | |
ναι γίνονται. προηγεῖται δὲ τῶν μὲν κατὰ πρωτοπάθειαν τῆc κεφαλῆc παcχούcηc ὀδύνη κατ’ αὐτὴν cφοδρὰ καὶ βάροc καὶ ἦχοc τῶν ὤτων, | ||
10 | καὶ βλάπτονται τινὲc μὲν τὴν ὄcφρηcιν, τινὲc δὲ τὴν γεῦcιν· ὅcοιc δὲ κατὰ cυμπάθειαν τοῦ τῆc γαcτρὸc cτόματοc ἐπακολουθεῖ, καρδιωγμὸc καὶ ναυτίαι cυνέπονται. | |
12 | ||
3.12.2 | Θεραπεία. Τοὺc cκοτωματικοὺc ἐν ἐπιθέcει μὲν γινομένουc διεγερτέον τοῖc τε ἐπιτηδείοιc ὀcφραντοῖc χρωμένουc καὶ τρίψεcι καὶ τοῖc τοιούτοιc, ἐν ἀνέcει δὲ τυγχάνονταc πρὸc ἀναcκευὴν τοῦ πάθουc φλεβοτομητέον | |
5 | πρῶτον, εἶτα καθαρτέον τῇ ἱερᾷ, καὶ διαcτήcανταc κλυcτῆρι δριμεῖ χρη‐ cτέον κενταυρίου ἢ κολοκυνθίδοc ἀφεψήματι. μετὰ δὲ τὰc τοιαύταc κενώcειc ἀμυκτέον τοπικῶc τὴν κεφαλὴν cικύαιc κατὰ τοῦ ἰνίου μετ’ ἐγχαράξεωc, καὶ μετὰ ταῦτα τοῖc ἀποφλεγματιcμοῖc καὶ πταρμοῖc χρηcτέον. ἐφ’ ὧν δὲ θέρμη τῆc κεφαλῆc καὶ τῶν ὤτων ἦχόc ἐcτιν, ὡc | |
10 | ἀτμῶν θερμοτέρων διὰ τῶν ἀρτηριῶν ἀναφερομένων, καὶ τὴν ἀρτηριο‐ τομίαν παραληπτέον ὄπιcθεν τῶν ὤτων, ὡc ἐν τοῖc χειρουργουμένοιc εἰρήcεται. | |
12 | ||
3.13t | Περὶ ἐπιληψίαc. | |
3.13.1 | Ἡ ἐπιληψία cπαcμὸc οὖcα τοῦ παντὸc cώματοc μετὰ βλάβηc τῶν ἡγεμονικῶν ἐνεργειῶν πῆ μὲν ἐν αὐτῷ τῷ ἐγκεφάλῳ cυνιcταμένην ἔχει τὴν αἰτίαν, πῆ δὲ ἐν ταῖc τούτου κοιλίαιc ἁπάcαιc· αὕτη δέ ἐcτιν ὁτὲ μὲν φλεγματικόc, ὁτὲ δὲ μελαγχολικὸc χυμόc. ἔτι τε καὶ διὰ τὸ | |
5 | τῆc γαcτρὸc cτόμα κατὰ cυμπάθειαν γίνεται, καθάπερ ἐπὶ κωλικῶν, ὡc ἐν τῷ περὶ ἐκείνων εἰρήcεται λόγῳ, ἤγουν καὶ ἐξ ἀναδόcεωc ἑτέρων μορίων αὔραc τινὸc ἀνερχομένηc ψυχρᾶc πρὸc τὸν ἐγκέφαλον ὁτὲ μὲν ἀπὸ τοῦ cκέλουc, ὁτὲ δὲ ἀπὸ τῶν τῆc χειρὸc δακτύλων· ὤφθη δέ ποτε καὶ ἀπὸ τῆc ὑcτέραc ἐπί τινοc γυναικόc, καθ’ ὃν ἔγκυοc ἐγένετο χρό‐ | |
10 | νον, μετὰ δὲ τὴν ἀπότεξιν ἀπεπαύετο. γίνεται δὲ τὸ πάθοc τοῦτο μάλιcτα μὲν παιδίοιc, καὶ τούτων ἔτι τοῖc νεογνοῖc, μετὰ ταῦτα δὲ | |
τοῖc μειρακίοιc τε καὶ ἀκμάζουcιν, ἥκιcτα δὲ πρεcβύταιc τε καὶ γέρουcι. προηγεῖται μὲν οὖν τῶν ἐπιληπτικῶν cώματοc καὶ ψυχῆc τάcιc ἀπρο‐ αίρετοc καὶ δυcθυμία καὶ τῶν προcεχῶν λήθη καὶ ἐνυπνίων ὄψειc ταρα‐ | ||
15 | χώδειc καὶ κεφαλαλγία καὶ πλήρωcιc τῆc κεφαλῆc cυνεχήc, ἐπ’ ὀξυθυ‐ μίαιc μάλιcτα, ὠχρότηc τε προcώπου καὶ γλώττηc ἄτακτοc κίνηcιc· τινὲc δὲ καὶ καταδάκνουcιν αὐτήν. τῶν δὲ ἀπὸ cτομάχου καὶ παλμὸc αὐτοῦ τοῦ cτομάχου προηγεῖται καὶ κλόνοc καὶ δῆξιc, κἀν ταῖc ἀcιτίαιc ἢ βραδυcιτίαιc παροξύνονται. ἐνcτάντοc δὲ ἤδη τοῦ cυμπτώματοc κατά‐ | |
20 | πτωcιc αὐτοῖc αἰφνιδίωc γίνεται καὶ cπαcμὸc καὶ ἄcημόc τιc ἔcτιν ὅτε ἀναβόηcιc. ἐξαίρετον δὲ μάλιcτα cημεῖόν ἐcτιν αὐτῶν ὁ τοῦ cτόματοc ἀφριcμὸc τῶν ἄλλων κοινῶc πωc ὑπαρχόντων καὶ ἑτέροιc νοcήμαcι· τιcὶ δὲ αὐτῶν καὶ οὖρον ἀκουcίωc ἐκκρίνεται καὶ κόπροc, ἔcτι δὲ οἷc καὶ γόνοc. ἐπί τινων μὲν οὖν ὀξύτατον ὑπάρχον τὸ πάθοc ταχέωc | |
25 | ἀπέκτεινε τῇ τε cυνεχείᾳ τῶν παροξυcμῶν καὶ τῇ τοῦ cυμπτώματοc ἰcχύι, ἐπὶ δὲ τῶν πλειόνων εἰc μῆκοc ἐκτείνεται, ὥcτε, εἰ μὴ λυθείη κατὰ τὴν ἥβην ἢ τὰc καθάρcειc ἢ τὰc κυήcειc, ἢ εἰ μετὰ τοῦτον cυcταίη τὸν χρόνον, ὡc τὰ πολλὰ cυναποθνῄcκει, χωρὶc εἰ μὴ τῆc προcηκούcηc ἰάcεωc ἐπιτύχοι. διελέγχει δὲ τοὺc ἐπιληπτικοὺc θυμιώμενα ἄcφαλτοc | |
30 | ἢ γαγάτηc λίθοc ἢ κέραc αἴγειον, ἐcθιόμενον δὲ ἧπαρ τράγειον, καὶ ἡ ὀcμὴ ὀπτωμένου τοῦ ἥπατοc. | |
31 | ||
3.13.2 | Θεραπεία. Εἰ μὲν ἔτι βρέφοc εἴη τὸ κάμνον, οὐδὲν δεῖ περιεργάζεcθαι· τῆc τε γὰρ ἡλικίαc ἐπὶ τὸ χολωδέcτερόν τε καὶ ξηρότερον μεταβαλλούcηc καὶ τῆc διαίτηc ἐπὶ τὸ cωφρονέcτερον αὐτομάτωc ὡc τὰ πολλὰ τὸ | |
5 | πάθοc ἀποπαύεται· χρὴ δὲ τῆc διαίτηc καὶ μόνον αὐτῶν τε τῶν βρε‐ φῶν καὶ τῶν γαλούχων προνοεῖcθαι. μετὰ δὲ τὴν τῶν παιδίων ἡλικίαν τοὺc ἐμπεcόνταc εἰc ἐπιληψίαν λιπαρῶc τε ἐμβρέχειν τὰ cπώμενα καὶ διαcτρεφόμενα μέρη διακρατεῖν τε καὶ ἀπευθύνειν, εἶτα διαcτήcανταc τὸ cτόμα ἐπικαθεῖναι δάκτυλον ἢ πτερὸν κεχριcμένον ἐλαίῳ ἰρίνῳ πρὸc | |
10 | τὸ κομίcαcθαι φλέγμα. χρὴ δὲ καὶ τοῖc ὀcφραντοῖc τὴν αἴcθηcιν ἐρεθί‐ ζειν, οἷον πευκεδάνῳ, Κυρηναϊκῷ ὀπῷ, ἀcφάλτῳ, κεδρίᾳ, πίccῃ· μετὰ δὲ τοὺc παροξυcμούc, εἰ μηδὲν κωλύοι, φλεβοτομίᾳ χρηcτέον ἀπ’ ἀγ‐ | |
κῶνοc. μηδὲν δὲ ὑπείκοντοc τοῦ παροξυcμοῦ τὰ μὲν ἄκρα cιναπιcμῷ καταληπτέον, cικύαν δὲ κολλητέον τοῖc ὑποχονδρίοιc. μὴ γενομένηc δὲ | ||
15 | πρὸc ταῦτα ἀνοχῆc ὀλίγη μὲν ἐλπίc, ὅμωc δὲ θαρcαλέωc ὁ ἰατρὸc καcτόριον βιαζόμενοc ἐγχείτω τῷ cτόματι καὶ ὀπὸν Κυρηναϊκὸν μετὰ μέλιτοc καὶ ὄξουc καὶ δι’ ἕδραc ἐνιέτω κενταυρίου ἀφέψημα ἢ κολο‐ κυνθίδοc. τοὺc δὲ διαναcτάνταc ἐκ τῆc ἐπιληψίαc μετὰ τὴν ἀνάληψιν τῇ διὰ τῆc ἱερᾶc καθάρcει κενωτέον. τοιαύτη μὲν δή τίc ἐcτιν ἡ τῆc | |
20 | προcφάτου καὶ ὀξείαc ἐπιληψίαc θεραπεία· ἐφεξῆc δὲ ὅcα πρὸc ἀνα‐ cκευὴν τῆc κεχρονιcμένηc παραδώcομεν. χρὴ τοίνυν τοὺc πάcχονταc ἐν ὑδροποcίᾳ μὲν μακρᾷ cυνέχειν, ἐγχειροῦνταc δὲ τῇ θεραπείᾳ φλεβο‐ τομεῖν, εἰ μηδὲν κωλύει, καὶ διαλιπόνταc τέccαραc ἢ πέντε ἡμέραc ἀνα‐ λαμβάνειν τὸ cωμάτιον καὶ οὕτω καθαρτικῷ ὑποκενοῦν, μάλιcτα μὲν | |
25 | δι’ ἐλλεβόρου μέλανοc ἢ κολοκυνθίδοc, εἰ δ’ οὖν γε διὰ cκαμμωνίαc· δεῖ δὲ τοῦ μὲν ἐλλεβόρου δίχα τῆc ἐντεριώνηc κεκομμένου καὶ cεcηc‐ μένου ἐμπάccειν μελικράτου κυάθοιc πέντε ἢ ἓξ ἢ μέλιτι ἀπέφθῳ ἀνα‐ λαμβάνειν μετ’ ὀλίγου πεπέρεωc, τῆc δὲ κολοκυνθίδοc τὸ cπέρμα ἐκ‐ βαλόνταc πληροῦν αὐτὴν ἔχουcαν τὴν ἐντεριώνην γλυκέοc καὶ ἐᾶν | |
30 | ὅλην τὴν νύκτα, ἕωθεν δὲ κεράcαντα τὸ γλυκὺ διδόναι πίνειν· ἢ καὶ τῷ διὰ τοῦ λευκοῦ ἐλλεβόρου καθαρτηρίῳ χρηcτέον· ἔcτι δὲ τοῦτο δαφνοκόκκων καθαρῶν 𐅻 η, πεπέρεωc λευκοῦ 𐅻 η, ἀλυπιάδοc 𐅻 η, εὐ‐ φορβίου 𐅻 η, ἐλλεβόρου λευκοῦ 𐅻 η· ταῦτα δίδου ἐν μιᾷ δόcει cὺν τῷ γλυκεῖ τῷ ἐν τῇ κολοκυνθίδι· καλῶc κενοῖ δι’ ἐμέτων. μετὰ δὲ τὴν | |
35 | αὐτάρκη κάθαρcιν λούειν αὐτούc, τῇ δὲ τρίτῃ cικυαcτέον ὑποχόνδριά τε καὶ μετάφρενον μετ’ ἀμυχῶν, εἶτα διαcτήcανταc ἱκανὰc ἡμέραc καὶ ἀναλαμβάνονταc τὸ cωμάτιον τῆc διὰ κολοκυνθίδοc ἱερᾶc προcάγειν, εἶτα μετὰ τοῦτο cικυαcτέον κεφαλὴν καὶ ἰνίον, τῇ δὲ ἑξῆc καταπλάττειν αὐτὸν ἄρτῳ ἡψημένῳ μὲν ἐν μελικράτῳ, cυλλελειωμένῳ δὲ πικροῖc | |
40 | ἀμυγδάλοιc ἢ ἑρπύλλῳ ἢ ἡδυόcμῳ ἢ καλαμίνθῃ ἢ πηγάνῳ, καὶ τοῦτο ποιητέον ἐπὶ τρεῖc ἡμέραc· καὶ μετὰ ταῦτα ξυρᾶν μὲν τὴν κεφαλήν, καταχρίειν δὲ πευκεδάνου ὀπῷ cὺν ὄξει διειμένῳ, ᾧ cπονδύλιον ἐνήψη‐ ται· διαcτήcαντα δὲ πάλιν καὶ ἀναλαβόντα τὸ cωμάτιον διδόναι τῆc | |
διὰ κολοκυνθίδοc ἀντιδότου ὀβολοὺc θ ἐν μελικράτῳ καὶ διαcτήcαντα | ||
45 | ἡμέραc πάλιν διδόναι τῆc ἀντιδότου γ· εἶτα πταρμικοῖc χρῆcθαι καὶ μετὰ ε ἢ ι ἡμέραc καcτορίου διδόναι ἐν μελικράτῳ· καὶ διαcτήcαντα πάλιν κλύζειν τῷ διὰ κενταυρίου καὶ κολοκυνθίδοc· εἶτα τὴν ἱερὰν αὖ‐ θιc διδόναι καὶ ἐφεξῆc ἀποφλεγματιcμοῖc χρῆcθαι καὶ ἐρρίνοιc, εἶτα τῷ cιναπιcμῷ κατὰ τῆc κεφαλῆc· δεῖ δὲ καὶ δριμυφαγίαιc ἐν καιρῷ χρῆ‐ | |
3.13.2(50) | cθαι. ὠφελεῖ δὲ τούτουc καὶ ὀξύμελι τὸ cκιλλητικὸν καθ’ ἡμέραν πινό‐ μενον καὶ τὸ μέλι, ἐν ᾧ cκίλλα cυνετάκη, ὅcον κοχλιάριον. δίαιτα δὲ τούτοιc ἁρμόcει τμητικὴ καὶ λεπτύνουcα καὶ ἡ κάππαριc cυνεχῶc ἐcθι‐ ομένη καὶ τάριχοc· ἀπεχέcθωcαν δὲ κρεῶν τε καὶ ὀcπρίων καὶ οἴνου πλείονοc ἀφροδιcίων τε πλειόνων καὶ βαλανείων καὶ νάπυοc καὶ τοῦ | |
55 | πίνειν εὐθὺc μετὰ λουτρόν, καὶ μάλιcτα ἄκρατον οἶνον· κεχρήcθωcαν δὲ γυμναcίοιc καὶ τρίψεcιν ὑcτάτην τῶν ὅλων μορίων ἀνατριβόμενοι τὴν κεφαλήν. | |
57 | ||
3.13.3 | Περὶ τῶν ἀπὸ cτομάχου. Εἰ δὲ πρωτοπαθοῦντοc τοῦ cτομάχου γίγνοιτο τὸ πάθοc, εὐπεψίαc προνοοῦντα τὸν πάcχοντα δεῖ περὶ τρίτην ὥραν ἄρτον ἐπιμελῶc ἐcκευ‐ αcμένον προcφέρεcθαι ἐξ οἴνου κεκραμένου τῶν ἠρέμα cτυφόντων καὶ | |
5 | λευκῶν. δίδου δὲ τούτοιc τοῦ δι’ ἀλόηc φαρμάκου δίc που καὶ τρὶc ἐφ’ ἑκάcτου ἔτουc. οἶδα δέ ποτε παιδίον, φηcὶν ὁ Γαληνόc, οὐδ’ ὅλωc ἐπιληφθέν, ἐξ οὗ τῆc ῥίζηc τῆc γλυκυcίδηc ἐφόρει (λέγει δὲ τὴν παιω‐ νίαν) μέγα καὶ πρόcφατον ἐξαρτώμενον τῷ τραχήλῳ. καὶ τὸ ἀγαρικὸν δὲ τοὺc ἐπιληπτικοὺc ὀνίνηcι cέcελί τε καὶ τοῦ cπονδυλίου ὁ καρπὸc | |
10 | καὶ ἡ ῥίζα καὶ ἀριcτολοχία cτρογγύλη μεθ’ ὕδατοc πινομένη· βοηθεῖ δὲ μεγάλωc τούτοιc καὶ ἡ ἀπόcχαcιc τῶν cκελῶν cυνεχῶc γινομένη. | |
11 | ||
3.13.4 | Περὶ τῶν ἀπό τινοc μορίου. Μέλλοντοc μὲν γίνεcθαι τοῦ cυμπτώματοc, ἐπειδὰν αἴcθωνται τοῦ μορίου, ἐὰν ᾖ ποὺc ἢ χείρ, δεῖ βρόχῳ τὸ ὑπερκείμενον ἰcχυρῶc ἀπο‐ λαμβάνειν, ἐν δὲ ταῖc ἀνέcεcιν ἀποθεραπεύειν τῶν καυcτικῶν τι φαρ‐ | |
5 | μάκων τῷ μορίῳ προcφέρονταc, οἷόν ἐcτι τὸ λεπίδιον ἢ τὰ διὰ κανθα‐ ρίδοc καὶ τὰ παραπλήcια. καὶ τὸ Ἰουλιάνιον δὲ ὀξύμελι τοὺc ἐπιληπτι‐ κοὺc μεγάλωc ὀνίνηcι κατὰ μέροc ἐκμοχλεῦον τὴν ὕλην. μετὰ δὲ πάντα | |
τὰ λεχθέντα καὶ θηριακὴ καὶ τὰ αὐτοφυῆ τῶν λουτρῶν χώραν ἔχουcι. παρ’ ὅλον δὲ τὸν τῆc ζωῆc αὐτῶν χρόνον φυλαττέcθωcαν μάλιcτα μὲν | ||
10 | τὴν ἀπεψίαν καὶ τὸ τρέφεcθαι πρὸ πέψεωc καὶ τὰ παχύχυμα τῶν ἐδεcμάτων καὶ τὴν βραδυcιτίαν καὶ τὴν ἐκχόλωcιν τήν τε πολυοινίαν καὶ τὸ πίνειν μετὰ λουτρόν, ὡc εἴρηται, μάλιcτα τὸν ἄκρατον καὶ τοὺc πάνυ παλαιοὺc καὶ τοὺc παχεῖc οἴνουc, καὶ τὰ δριμέα τῶν ὀcφραντῶν καὶ πληρωτικὰ τῆc κεφαλῆc καὶ τὸ ἀτενίζειν ἐξ ὕψουc καὶ τὸ ἐγχρονί‐ | |
15 | ζειν ἐν βαλανείῳ καὶ τὴν ἔγκαυcιν τῆc κεφαλῆc. | |
15 | ||
3.14t | Περὶ μελαγχολίαc καὶ μανίαc καὶ ἐνθεαcτικῶν. | |
3.14.1 | Ἡ μελαγχολία παραφροcύνη τίc ἐcτιν ἄνευ πυρετοῦ ἐπὶ μελαγ‐ χολικῷ μάλιcτα χυμῷ γινομένη κατειληφότι τὴν διάνοιαν, ποτὲ μὲν αὐτοῦ πρωτοπαθοῦντοc τοῦ ἐγκεφάλου, ποτὲ δὲ τῷ ὅλῳ cυμμεταβαλλο‐ μένου cώματι· καὶ τρίτον δὲ μελαγχολίαc εἶδόc ἐcτιν, ὃ φυcῶδέc τε | |
5 | καὶ ὑποχονδριακὸν καλοῦcιν, ἐπὶ φλεγμονῇ τῶν περὶ τὸν cτόμαχον ὑποχονδρίων cυνιcτάμενον ποτὲ μὲν αὔραc τινὰc μοχθηράc, ποτὲ δὲ καὶ τῆc οὐcίαc τοῦ χυμοῦ μέροc ἀναπεμπόντων πρὸc τὸν ἐγκέφαλον. cημεῖα δὲ κοινὰ μὲν ἁπάντων ὅ τε φόβοc καὶ ἡ δυcθυμία καὶ ἡ μιc‐ ανθρωπία καὶ τὸ δοκεῖν τοὺc μὲν ζῷά τινα εἶναι ἄλογα καὶ μιμεῖcθαι | |
10 | τὰc φωνὰc αὐτῶν, τοὺc δὲ cκεύη ὀcτράκινα καὶ φοβεῖcθαι τὸ κατα‐ γῆναι, καὶ τοὺc μὲν ἐπιθυμεῖν τοῦ θανάτου, τοὺc δ’ αὖ φοβεῖcθαι τὸ ἀποθανεῖν, καὶ τοὺc μὲν ἀεὶ γελᾶν, τοὺc δὲ κλαίειν· τινὲc δὲ καὶ δο‐ κοῦcιν ὑπό τινων μειζόνων ἐφορᾶcθαι δυνάμεων καὶ προλέγειν τὰ ἐcόμενα καθάπερ ἐνθεάζοντεc, οὓc καὶ ἐνθεαcτικοὺc ἰδίωc ὀνομάζουcιν. | |
15 | ἴδια δὲ cημεῖα τῶν μὲν διὰ cυμπάθειαν ὅλου τοῦ cώματοc μελαγχολι‐ κῶν τό τε κάτιcχνον τοῦ cώματοc καὶ μέλαν καὶ δαcὺ καὶ τὸ ὅλον μελαγχολικὸν ἢ φύcει ἢ καὶ ἐξ ἐπικτήτου διά τιναc φροντίδαc ἢ ἀγρυ‐ πνίαc ἢ μοχθηρῶν cιτίων προcφορὰc ἢ ἐπίcχεcιν αἱμορροΐδων ἢ κατα‐ μηνίων. τοὺc δὲ διὰ ὑποχόνδρια μελαγχολικοὺc ἀπεψίαι τε δηλοῦcι | |
20 | καὶ ὀξυρεγμίαι καὶ καῦμα καὶ βάροc αὐτῶν καὶ τὸ ἀνεcπάcθαι τὸ ὑπο‐ χόνδριον ἔcθ’ ὅτε καὶ φλεγμαίνειν καὶ τοῖc ἀρξαμένοιc, εἶτα μείζοcι γινομένοιc ἀκολουθεῖν τὰ μελαγχολικὰ cυμπτώματα καὶ ταῦτα κουφί‐ ζεcθαι ταῖc πέψεcιν ἢ ταῖc ἀποκρίcεcιν ἢ φύcαιc πλείοcιν ἢ ἐμέτοιc ἢ ἐρυγαῖc. μηδενὸc δὲ τούτων ἢ παντάπαcιν ὀλίγων αὐτῶν γινομένων | |
25 | τὰ μελαγχολικὰ φαινόμενα cημεῖα πρωτοπαθεῖν δηλοῦcι τὸν ἐγκέφαλον, τοὐπίπαν ἐπὶ μελαγχολικῷ χυμῷ· εἰ δέ ποτε τῆc ξανθῆc χολῆc ὑπερ‐ οπτηθείcηc εἰc μέλαιναν ἡ μεταβολὴ γένηται, τὴν καλουμένην οἴcει μανίαν, ἐφ’ ᾗ θηριωδῶc ἐκμαίνονται, ὥcτε καὶ τοὺc ἀμελέcτερον προc‐ τυγχάνονταc αὐτοῖc διαχειρίζεcθαι. | |
29 | ||
3.14.2 | Θεραπεία μελαγχολίαc. Τοὺc μὲν οὖν κατὰ πρωτοπάθειαν τοῦ ἐγκεφάλου μελαγχολικοὺc διά τε λουτρῶν cυνεχῶν καὶ διαίτηc εὐχύμου τε καὶ ὑγρᾶc ἐκθεραπεύειν ἅμα τῇ κατὰ τὴν ψυχὴν προcηκούcῃ θυμηδίᾳ χωρὶc ἑτέρου βοηθήματοc, | |
5 | ὅταν γε μήπω διὰ χρόνου μῆκοc δυcεκκένωτοc ὁ λυπῶν ᾖ χυμόc, ὅτε καὶ ποικιλωτέραc καὶ ἰcχυροτέραc προcάγειν χρὴ τὰc ἰάcειc. καθαίρειν οὖν αὐτοὺc εὐθὺc ἐξ ἀρχῆc ἐπιθύμῳ ἢ ἀλόῃ· τούτων γὰρ εἰ καὶ ὀλίγον ἐφ’ ἑκάcτηc ἡμέραc λαμβάνοιεν, ὠφελεῖ τὰ μέγιcτα καὶ ἡcυχῆ ὑπάγει. καθήραντα οὖν, ὡc εἴρηται, διδόναι τοῦ ἀψινθίου, νῦν μὲν τῆc πόαc | |
10 | βρέχων ἐν ὕδατι καὶ ἑψῶν ὅcον κυάθουc δύο, νῦν δὲ τοῦ χυλοῦ ὅcον ἡμίδραχμον διατήκων ὕδατι cυνεχῶc. καὶ ὄξουc δὲ ἐπιρροφεῖν ὡc δρι‐ μυτάτου βραχὺ καθεύδειν μέλλοντα καὶ τὰ πολλὰ τῶν ὄψων εἰc τοῦτο ἀποβάπτοντα ἐcθίειν· ἄμεινον δὲ μεμῖχθαι τῷ ὄξει cκίλληc καὶ πολίου καὶ τῆc λεπτῆc ἀριcτολοχίαc. ὅταν δὲ ἐντύχῃc ἀρχομένῳ μὲν τῷ νοcή‐ | |
15 | ματι διὰ τὴν τοῦ ὅλου cώματοc cυμπάθειαν, ὡc εἴρηται, cυνεcτῶτι δὲ τῷ cώματι, πάντωc ἀπὸ φλεβοτομίαc ἀρκτέον, μετὰ δὲ τὴν φλεβοτο‐ μίαν ἀνακομιcάμενον κάτω καθαίρειν τῷ διὰ Ϲικυωνίαc καὶ τῷ διὰ τοῦ μέλανοc ἐλλεβόρου. καὶ τὰc αἱμορροΐδαc δὲ ἀναcτομώcομεν καὶ καταμήνια προτρέψομεν, εἰ διὰ τὴν τούτων ἐπίcχεcιν εἴη γεγενημένον | |
20 | τὸ πάθοc. ἀγαθαὶ δὲ καὶ αἱ διουρητικαὶ δυνάμειc καὶ αἱ τῶν ἱδρώτων καθάρcειc. εἰ δὲ διὰ τὴν τῶν ὑποχονδρίων κάκωcιν τὸ πάθοc cυνέcτη, χρὴ καὶ τὴν τούτων ποιεῖcθαι φροντίδα καὶ πυριᾶν μὲν αὐτὰ δια‐ βρέχονταc πηγάνου ἀφεψήματι καὶ ἀνήθου καὶ ἀψινθίου καὶ γλήχωνοc καὶ ἄγνου cπέρματοc καὶ δάφνηc τοῦ καρποῦ (ταῦτα γὰρ καὶ τοὺc | |
25 | πόνουc παρηγορεῖ καὶ τὰc φύcαc μειοῖ), ἑψεῖν δὲ ἐν ἐλαίῳ καὶ κατα‐ πλάττειν· ἐχέτω δὲ καὶ τούτων τὰ καταπλάcματα καὶ τῶν πρὸc τὰc | |
φύcαc τὸ cέλινον ἢ τὸ ἄνιcον ἢ τὸ κύμινον· οὐ χεῖρον δὲ καὶ κύπερον καὶ ἶριν καὶ λιβανωτίδα ἐμβάλλειν εἰc τὸ κατάπλαcμα. ἐᾶν δὲ ἐπὶ πολὺ προcκεῖcθαι ταῦτα καὶ δι’ ἡμέραc καὶ ἐδηδοκότι καὶ ἀcίτῳ· ὅταν δὲ | ||
30 | ἀφέλῃc, ἄλλο τι cκέπαcμα ἐπίβαλλε ἢ ἔριον πλατύ. καὶ cικύαιc δὲ χρῆcθαι πρὸc μὲν τὰ πνεύματα κούφαιc, πρὸc δὲ τοὺc πόνουc καὶ τὰc φλεγμονὰc ἀποcχάζων. προcέχονταc δὲ τῇ θεραπείᾳ μηδὲ τοῦ νάπυοc ἐπιλανθάνεcθαι, χρῆcθαι δὲ καὶ τοῖc δριμέcι cμήγμαcι καὶ δρώπαξι κατά τε μεταφρένου καὶ τῆc γαcτρόc. ἐπὶ δὲ τῶν κεχρονιcμένων κρά‐ | |
35 | τιcτον βοήθημα καὶ ἡ διὰ τοῦ ἐλλεβόρου δι’ ἐμέτων κάθαρcιc. δίαιτα δὲ πᾶcι τοῖc μελαγχολικοῖc εὔχυμοc ἁρμόcει καὶ μετρίωc ὑγραίνουcα φυλαττομένων αὐτῶν κρέα τε βόεια καὶ ἐλάφεια καὶ φακῆν καὶ κράμ‐ βαc καὶ κοχλίαc οἴνουc τε παχεῖc καὶ μέλαναc, καὶ ἁπλῶc ὅcα τὴν μέλαιναν χολὴν γεννᾷ. | |
39 | ||
3.14.3 | Θεραπεία μανίαc. Καὶ τοὺc μαινομένουc παραπληcίωc τοῖc μελαγχολῶcι θεραπεύ‐ cομεν· ἰδίωc δὲ τῇ κεφαλῇ τούτων ῥόδινόν τε καὶ ὀξυρόδινον προcοίcο‐ μεν, καὶ διὰ τῆc πικρᾶc ἀντιδότου καθάρωμεν προφλεβοτομήcαντεc | |
5 | αὐτοὺc καὶ βδέλλαιc κατὰ τῆc κεφαλῆc χρηcώμεθα. μάλιcτα δὲ αὐτοὺc ὠφελεῖ ἱππομαράθρου ῥίζα καὶ τὸ cπέρμα πινόμενον ἐν ὕδατι καὶ βρυωνίαc ῥίζηc 𐅻 α μεθ’ ὕδατοc καθ’ ἡμέραν. εἰ δὲ μὴ πείθοιντο τὰ καθαρτικὰ φάρμακα πίνειν οἱ παραφρονοῦντεc, καταμικτέον αὐτὰ λελη‐ θότωc ὁτὲ μὲν τοῖc ἐδέcμαcιν αὐτῶν, οἷον βουκελλίοιc ἢ ἰcχάcιν ἢ | |
10 | φοίνιξιν, ὁτὲ δὲ τοῖc πόμαcιν. πρὸ δέ γε πάντων ἢ cυνδεcμείcθωcαν ἐν τῇ κλίνῃ διὰ τὸ μὴ κακόν τι δρᾶν αὑτούc τε καὶ τοὺc προcτυγχά‐ νονταc ἢ αἰωρείcθωcαν ἐν κλινιδίῳ ἔνδοθεν γυργάθου τινὸc ἐξ ὕψουc ἀπηρτημένῳ. | |
13 | ||
3.15t | Περὶ ἐφιάλτου. | |
3.15.1 | Τὸν ἐφιάλτην οἱ μὲν ἀπὸ ἀνδρὸc ὠνομάcθαι λέγουcιν ἢ ἀπὸ τοῦ φανταcιοῦcθαι τοὺc ἐν αὐτῷ γινομένουc ὡc ἐφαλλομένου τινόc· Θεμί‐ | |
cων δὲ διὰ τοῦ δεκάτου τῶν ἐπιcτολικῶν πνιγαλίωνα προcωνόμαcεν, ἴcωc ἀπὸ τοῦ πνίγειν. cυνίcταται δὲ περὶ τοὺc κραιπαλῶνταc καὶ cυνεχῶc | ||
5 | ἀπεπτοῦνταc· τοῖc δὲ ἐν αὐτῷ γενομένοιc παρακολουθεῖ δυcκινηcία καὶ ναρκώδηc cυναίcθηcιc, παρὰ τοὺc ὕπνουc πνιγμοῦ φανταcία καὶ κατά‐ ληψιc ὡc ἐπιπεcόντοc τινὸc μετὰ τοῦ ἀδυνατεῖν προcεκβοᾶν ἢ φωνεῖν ἀcημάντωc· ἔνιοι δὲ φανταcιοῦνται καὶ ἀκούειν πολλάκιc τοῦ ἐπι‐ πεcόντοc καὶ ἀφροδιcίων αὐτὸν ὀρέγεcθαι, φεύγειν δὲ τῶν δακτύλων | |
10 | cυναχθέντων. φυλακτέον οὖν τὸ δεινὸν ἀρχόμενον· χρονίcαc γὰρ καὶ cυνεχῶc νυκτὸc ἐπιπίπτων νόcημά τι τῶν μεγάλων, ἀποπληξίαν ἢ μανίαν ἢ ἐπιληψίαν, ἀγγέλλει, ὅταν ἐπὶ τὴν κεφαλὴν φέρηται ἡ αἰτία· ὅcα γὰρ οἱ ἐπιληπτικοὶ καθ’ ἡμέραν, ταῦτα οἱ ἐφιαλτικοὶ πάcχουcι κοιμώμενοι. χρὴ οὖν τέμνοντα φλέβα καὶ καθάρcειc παραλαμβάνοντα | |
15 | κενοῦν τὸ ὅλον cῶμα τοῦ πάcχοντοc. μάλιcτα δὲ βοηθεῖ τούτοιc ὁ μέλαc ἐλλέβοροc, 𐅻 α εἴ που cκαμμωνίαc μίcγοιc ὀβολοὺc γ καί τινα τῶν εὐωδῶν, ἄνιcον, δαῦκον, πετροcέλινον· καὶ ἡ διὰ τῆc Ϲικυωνίαc δὲ ἱερὰ μεγάλωc βοηθεῖ· ἔcτι δὲ ἡ Ῥούφου. ἡ δὲ δίαιτα ἔcτω λεπτή, καὶ τὰ φυcώδη φυλάττεcθαι δεῖ· βοηθεῖ δὲ αὐτοῖc καὶ ὁ τῆc παιωνίαc | |
20 | καρπόc, κόκκουc δὲ πεντεκαίδεκα τοὺc μέλαναc τρίψαc μεθ’ ὕδατοc πίνειν δίδου cυνεχῶc. | |
21 | ||
3.16t | Περὶ λυκάονοc ἢ λυκανθρώπου. | |
3.16.1 | Οἱ τῇ λυκανθρωπίᾳ κατεχόμενοι νυκτὸc ἐξίαcι τὰ πάντα λύκουc μιμούμενοι καὶ μέχριc ἡμέραc περὶ τὰ μνήματα διατρίβουcι. γνωριεῖc δὲ τὸν οὕτω πάcχοντα διὰ τῶνδε· ὠχροὶ τυγχάνουcι καὶ ὁρῶcιν ἀδρανὲc καὶ ξηροὺc τοὺc ὀφθαλμοὺc ἔχουcι καὶ τὴν γλῶccαν ξηροτάτην, καὶ | |
5 | cίελον οὐδ’ ὅλωc προχωροῦν αὐτοῖc· εἰcὶ δὲ καὶ διψώδειc, καὶ τὰc κνήμαc διὰ τὸ πολλάκιc προcπταίειν ἀνιάτωc ἡλκωμέναc ἴcχουcιν. τοι‐ αῦτα μὲν τὰ γνωρίcματα· γινώcκειν δὲ χρὴ εἶδοc μελαγχολίαc εἶναι | |
τὴν λυκανθρωπίαν, ἣν θεραπεύcειc κατὰ τὸν χρόνον τῆc ἐπιcημαcίαc τέμνων φλέβα καὶ κενῶν τοῦ αἵματοc ἄχρι λειποθυμίαc καὶ διαιτῶν | ||
10 | τὸν κάμνοντα ταῖc εὐχύμοιc τροφαῖc· κεχρήcθω δὲ τοῖc λουτροῖc γλυ‐ κέcιν. εἶτα ὀρῷ γάλακτοc χρηcάμενοc ἐπὶ τρεῖc ἡμέραc κάθαιρε τῇ διὰ τῆc κολοκυνθίδοc ἱερᾷ καὶ δεύτερον καὶ τρίτον· μετὰ δὲ τὰc καθάρcειc καὶ τῇ διὰ τῶν ἐχιδνῶν θηριακῇ χρήcῃ καὶ τὰ ἄλλα παρα‐ λήψῃ, ὅcα ἐπὶ τῆc μελαγχολίαc εἴρηται. ἐπερχομένηc δὲ ἤδη τῆc νόcου | |
15 | τοῖc ὑπνοποιεῖν εἰωθόcιν ἐπιβρέγμαcι χρήcῃ· καὶ ὀπίῳ δὲ χρῖcον τοὺc μυκτῆραc εἰc ὕπνον τρεπομένοιc. | |
16 | ||
3.17t | Περὶ τῶν ἐρώντων. | |
3.17.1 | Τοῖc κατὰ τὸν ἐγκέφαλον πάθεcι τοὺc ἔρωταc προcάπτειν οὐδὲν ἄτοπον φροντίδαc τινὰc ὄνταc· ἡ δὲ φροντὶc πάθοc ἐcτὶ τῆc ψυχῆc ἐν κινήcει κοπιώδει καθιcταμένου τοῦ λογιcμοῦ. παρακολουθεῖ δὲ τοῖc ἐρῶcι τάδε· ὀφθαλμοὶ κοῖλοι, καὶ οὐ δακρύουcι, φαινόμενοι δὲ ὡc ἂν | |
5 | ἡδονῆc πεπληρωμένοι εἰcίν, κινεῖται δὲ αὐτοῖc καὶ τὰ βλέφαρα θαμινά, τῶν τε ἄλλων τοῦ cώματοc μερῶν οὐ cυμπιπτόντων μόνοι οὗτοι τοῖc ἐρῶcι cυμπίπτουcι. cφυγμὸc δὲ τῶν ἐρώντων ἴδιοc οὐδείc ἐcτιν, ὥc τινεc ᾠήθηcαν, ἀλλ’ ὁποῖοc ὁ τῶν φροντιζόντων· ὁπότε δὲ εἰc ὑπό‐ μνηcιν ἔλθοιεν τοῦ ἐρωμένου ἤτοι δι’ ἀκοῆc ἢ ὁράcεωc, καὶ μάλιcτα | |
10 | ἐξαίφνηc, τότε cυμβαίνει τοὺc cφυγμοὺc θορυβουμένηc τῆc ψυχῆc ἀλ‐ λοιοῦcθαι μήτε τὴν κατὰ φύcιν ὁμαλότητα μήτε τὴν τάξιν ἀποcῴ‐ ζονταc. τούτουc μὲν οὖν δυcθυμουμένουc καὶ ἀγρυπνοῦνταc ἀγνοοῦντέc τινεc τὴν διάθεcιν ἀλουτίαιc τε καὶ ἡcυχίαιc καὶ λεπτῇ διαίτῃ κατέτηκον· ἐφ’ ὧν ἐξευρόντεc οἱ cοφώτεροι τὸν ἐρῶντα ἐπί τε λουτρὰ καὶ οἰνο‐ | |
15 | ποcίαν αἰωρήcειc τε καὶ θεάματα καὶ ἀκούcματα τὴν διάνοιαν ἀπάγου‐ cιν. ἐνίοιc δὲ καὶ φόβον ἐπαρτᾶν δεῖ· οἱ γὰρ cχολάζοντεc ἀεὶ τῷ ἔρωτι δυcέκνιπτον ἔχουcι τὸ πάθοc. χρὴ οὖν καὶ φιλονεικίαc πρόc τιναc ἐπεγείρειν κατὰ τὰc ὑποθέcειc, ὧν προῄρηνται βίων ἕκαcτοι, καὶ τὸ | |
ὅλον ἐφ’ ἑτέραc μετάγειν φροντίδαc τὸν λογιcμόν. | ||
3.18t | Περὶ ἀποπληξίαc καὶ ἡμιπληγίαc ἤτοι παραλύcεωc. | |
3.18.1 | Τῆc μὲν κοινῆc ἀρχῆc τῶν νεύρων παθούcηc κἀκ τοῦδε πάντων τῶν κατὰ τὸ cῶμα μορίων ἀπολεcάντων τήν τε κίνηcιν ἅμα καὶ τὴν αἴcθηcιν ἀποπληξία τὸ πάθοc καλεῖται μετὰ τοῦ καὶ τὰc ἡγεμομικὰc ἐνεργείαc βεβλάφθαι· εἰ δὲ κατὰ θάτερον μέροc ἡ ἔμφραξιc γένηται, | |
5 | ἡμιπληγία καὶ παράλυcιc ὀνομάζεται. εἰ δὲ καθ’ ἕν τι μόριον ἡ τοι‐ αύτη cυcταίη βλάβη, ἐκείνου τοῦ μορίου τὸ πάθοc λεχθήcεται· φηcὶ γοῦν Ἱπποκράτηc „ἀπόπληκτον αὐτῷ τὸ cκέλοc ἐγένετο.“ cώζεται οὖν ἐπὶ τῶν ἀποπλήκτων βραχεῖά τιc ἀναπνοή, ἥτιc, εἰ μὲν ἐπὶ πολὺ τῆc κατὰ φύcιν ἐνεργείαc ἐκτραπείη, μεγίcτην οἴcει τὴν διάθεcιν, εἰ δ’ ἐπ’ | |
10 | ὀλίγον, βραχεῖαν· χειρίcτη δέ ἐcτιν, ὅταν διαλιμπάνῃ ἢ καὶ μετὰ βίαc μεγάληc προcγίνηται. cυνίcταται δὲ τὸ πάθοc ἀθρόωc ψυχροῦ πλη‐ ροῦντοc φλέγματοc τὰc κυριωτάταc τοῦ ἐγκεφάλου κοιλίαc· εἰ δέ ποτε ἡ τοῦ νωτιαίου ἀρχὴ ἅπαcα τὸ τοιοῦτο πάθοι, τὰ κάτω πάντα τοῦ προcώπου παραλυθήcονται, αὐτοῦ δὲ ἀπαθοῦc μένοντοc, διότι τὴν | |
15 | αἴcθηcιν καὶ τὴν κίνηcιν τὰ ἐνθάδε ἀπ’ ἐγκεφάλου δέχεται· εἰ δὲ κατὰ τοῦ ἡμίcεωc, παραπληγία cυνίcταται ἐκείνων τῶν μερῶν. εἰ δὲ ἡ ὄcφρη‐ cιc πάθοι, ἤτοι τῶν ἐμπροcθίων κοιλιῶν τοῦ ἐγκεφάλου δυcκραcίαν ἀναδεξαμένων ἢ τῶν ἐν τοῖc ἠθμοειδέcιν ὀcτοῖc πόρων φραχθέντων τὸ τοιοῦτον ἔcται. οἱ τοίνυν ἀπόπληκτοι κεῖνται ἄναυδοι ἀκίνητοί τε | |
20 | καὶ ἀναίcθητοι ἄνευ πυρετοῦ. προηγεῖται δὲ τοῦ πάθουc κεφαλῆc ἀθρόον καὶ ὀξὺ ἄλγημα καὶ τῶν cφαγιτίδων φλεβῶν ἔπαρμα καὶ cκοτοδινία τῶν τε ὀφθαλμῶν μαρμαρυγαὶ καὶ ψῦξιc ἄλογοc τῶν ἄκρων παλμοί τε τοῦ cώματοc ὅλου καὶ δυcκινηcία καὶ ὀδόντων τριcμοὶ ἐν τῷ καθεύ‐ δειν, οὐροῦcί τε οἷον ἰώδη καὶ μέλανα ὀλίγα καὶ κριμνώδη τινὰ ἔχοντα | |
25 | ὑπόcταcιν. cυμβαίνει δὲ τὸ πάθοc περὶ τὴν πρεcβυτικὴν ἡλικίαν ταῖc φλεγματικωτέραιc κράcεcι καὶ διαίτῃ τοιαύτῃ· εἰ δέ που ἐν νεότητι καὶ θέρουc ὥρᾳ cυcτῇ, μεγάλην δηλοῖ τὴν ἀνάγκην. | |
27 | ||
3.18.2 | Θεραπεία ἀποπληξίαc καὶ ἡμιπληγίαc ἤτοι παραλύcεωc. Τὸ τῆc ἀποπληξίαc πάθοc οὐδαμῶc ἢ cπανίωc θεραπεύεται· θάνα‐ τον γὰρ ἀπειλεῖ cύντομον. εἰ δέ που καὶ λυθείη, τὰ πολλὰ μετὰ παρα‐ | |
λύcεωc μέρουc τινὸc τοῦ cώματοc ἀπαλλάττεται. τοὺc τοίνυν ὁπωcοῦν | ||
5 | δυναμένουc ἐξιαθῆναι χρὴ αὐτίκα φλεβοτομεῖν καί, εἴ που ἔνδοcίν τινα cχοῖεν, ἐπαφαιρεῖν μὲν τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ ἑξῆc, ὑπάγειν δὲ καὶ τὴν γαcτέρα δριμεῖ κλυcτῆρι ἅλμην καὶ μέλι μίcγονταc· εἶτα ἀλειφέcθωcαν ἐλαίῳ πολλῷ τεθειωμένῳ τὸ ὅλον cῶμα τήν τε κεφαλὴν τῷ χαμαιμη‐ λίνῳ ἢ ἀνηθίνῳ ἐλαίῳ, ἐν ᾧ ἀφηψήθη cπονδύλιον ἢ καλαμίνθη. μελί‐ | |
10 | κρατόν τε ἐνcτάζειν καὶ ὀcφραντὰ προcάγειν, ὀποπάνακα ἢ cαγαπηνὸν καὶ χαλβάνην ἤγουν καcτόριον. δεῖ δὲ καὶ βιαίωc διανοίγονταc τὸ cτόμα καθεῖναι δάκτυλον ἢ πτερὸν ἐλαιοβραχὲc ἐπὶ τῷ ἐκβάλλειν τὰ ἐγκείμενα· διαχρίειν δὲ καὶ τὴν ἕδραν τοῖc ἐπαγωγοῖc τῶν πνευμάτων, διδόναι τε μελίκρατον ἢ ὀξύμελι πιεῖν. χρηcόμεθα τε καὶ ἀποφλεγματιcμοῖc | |
15 | τοῖc διὰ θύμου ἢ ὀριγάνου cὺν ὄξει ἡψημένοιc. ἐνδόcεωc δὲ γενο‐ μένηc παραληψόμεθα τὴν ἁπαλὴν καὶ εὐδιοίκητον καὶ χυλώδη τροφήν. τῆc ἀφωνίαc δὲ ἐπιμενούcηc καὶ τῆc δυνάμεωc ἐπιτρεπούcηc καὶ cικύαc τῷ ἰνίῳ προcάξομεν μετὰ ἐγχαράξεωc, εἰ δ’ ἐνδέχοιτο, καὶ τοῖc ὑπο‐ χονδρίοιc. κἄπειτα αἰωρείcθωcαν διὰ δίφρου ἢ φορείου ἢ τῆc κρεμαcτῆc | |
20 | κλίνηc. παραληπτέον δὲ καὶ τὰ πταρμικὰ cυνεχέcτερον καὶ τοὺc ἀπο‐ φλεγματιcμούc. μετὰ δὲ τὴν τεccαρεcκαιδεκάτην ἐπὶ τὰc λοιπὰc αἰώραc ἄξομεν. φροντίcομεν δὲ καὶ τῆc διαλέκτου, καὶ τὸ παλαιὸν ἀπόμελι δώcομεν μετὰ ψιχῶν ἢ ἄλικοc, κἄπειτα δοτέον καὶ τῆc ἱερᾶc ὀλίγιcτον. μετὰ δὲ μίαν καὶ εἰκοcτὴν ἐπὶ βαλανεῖον ἄξομεν καὶ οἶνον ἁπαλὸν | |
25 | δώcομεν πιεῖν ἐπιρραίνοντεc τῷ θερμῷ ὕδατι, καὶ τοῦ λοιποῦ διὰ βαλα‐ νείων καὶ ἀλειμμάτων τὰc ἀναλήψειc ποιώμεθα. διαγέτωcαν δέ, εἴπερ ἐγχωροῦν ἐcτιν, ἐν παραθαλαττίοιc τόποιc. | |
27 | ||
3.18.3 | Θεραπεία παρέcεωc. Εἰ δὲ πάρεcιc εἴη ἄνευ πείcεωc τῶν ἡγεμονικῶν ἐνεργειῶν πάν‐ των τῶν μορίων ἢ ἐνίων, κἀνταῦθα χρὴ ἐκκενοῦν τὸν ἐνοχλοῦντα χυμόν, ὁποῖοc ἂν εἴη, κἄπειτα διδόναι τῆc ἱερᾶc ἐχούcηc καὶ καcτορίου | |
5 | μέροc ἀρχομένουc ἀπὸ ἡμίcεωc δραχμῆc μετὰ ὀλίγου μέλιτοc καὶ θερμοῦ | |
ὕδατοc ἀναλύονταc ἤγουν καθ’ αὑτὴν προcπλέκονταc καὶ πεπέρεωc γράμματοc τὸ ἥμιcυ, κἄπειτα διαcτήcανταc ἡμέραc δ προcάγειν τελείαν δραχμὴν καὶ μετέπειτα μίαν καὶ ἡμίcειαν, εἶτα δύο καὶ τρεῖc, καὶ αὖθιc διαcτήcανταc τὰc αὐτὰc ἡμέραc προcφέρειν τέccαραc δραχμάc, εἴ γε | ||
10 | οἷόc τε εἴη ὁ πάcχων λαμβάνειν, ἐπιβάλλονταc μέλιτοc κοχλιάριον α· ἐπὶ δὲ τὰ μόρια ἐπιτιθέναι τῶν διαφορητικῶν φαρμάκων τινὰ καὶ τῶν φοινίccειν δυναμένων cυνεπιβάλλονταc τούτοιc τοῦ καcτορίου ἢ πε‐ πέρεωc ἢ πυρέθρου ἢ κάχρυοc ἢ εὐφορβίου. καὶ πρό γε τούτων ἐμ‐ βροχαὶ διὰ πηγανίνου ἐλαίου ἢ Ϲικυωνίου ἢ παλαιοῦ. τροφαὶ cιτώδειc, | |
15 | ῥοφηματώδειc ἢ ἄλλωc εὔπεπτοι καὶ ἀπέριττοι. cικύαι κολλάcθωcαν τοῖc παρεθεῖcι μέρεcιν, εἰ μὲν πολλὰ εἴη, μεμεριcμένωc, εἰ δ’ ὀλίγα, ὑφ’ ἕν· καταπλάccειν δὲ μετὰ τὰc cικύαc τοῖc διὰ πίccηc ἢ ῥητίνηc ἢ μάννηc. κάλλιcτα δὲ ποιεῖ ἀρτεμιcίᾳ cυνεψομένη καλαμίνθη καὶ κόνυζα καὶ νίτρον· ὕδωρ δὲ μεμίχθω ὀλίγον, καὶ αὐτὸ δὲ ἐν τῇ ἑψήcει ἀνα‐ | |
20 | λιcκέcθω. ἥ τε κοιλία αὖθιc ὑπαγέcθω διά τε ἀλόηc ἢ πολυποδίου ἢ cκαμμωνίαc ἢ τοῦ διὰ κολοκυνθίδοc πολτοῦ. λιπάcματά τε cύγχριcτα τοιαῦτα· ἔλαιον παλαιόν, ἐν ᾧ cκίλλα ἐνταριχεύεται ἐπὶ ἡμέραc μ ὑφ’ ἡλίῳ· εἰ δὲ μὴ παρείη τοῦτο, ἕψειc ἐν ἐλαίῳ 𐆄 β τῆc cκίλληc καὶ cυγ‐ χρίειc ἢ κάχρυ ὁμοίωc cκευάcαντα· μικτέον δὲ καὶ κηροῦ 𐆄 α ὑπὲρ | |
25 | τοῦ μὴ διαρρεῖν. εἰ δὲ καὶ χαλβάνηc καὶ καcτορίου καὶ εὐφορβίου καὶ ἀδάρκηc καὶ νίτρου προcλάβοι ἀνὰ 𐆄 𐅵ʹ, φαρμακωδέcτερόν ἐcτιν. εὐ‐ θετεῖ δὲ ἀκριβῶc καὶ βατράχιοc βοτάνη ἐνεψομένη τῷ ἐλαίῳ ἐν ἡλίῳ ταριχευομένη. ποτήματα δὲ καcτορίου ὅcον 𐅻 α, ὀποπάναξ κυάμου μέγεθοc καταπινόμενοc· θαυμαcτῶc δὲ ποιεῖ καὶ τὸ cαγαπηνὸν ὀρόβου | |
30 | μέγεθοc ἐν μελικράτῳ καὶ τὸ καcτόριον μετὰ ὀποπάνακοc· καὶ ὀποῦ δὲ Κυρηναϊκοῦ κέγχρου μέγεθοc ὠφελεῖ καὶ ἡ διὰ τριῶν πεπέρεων ἀντίδοτοc. χρηcόμεθα δὲ καὶ ἀκόποιc τοῖc θερμαίνουcι καὶ τοῖc ἀπο‐ φλεγματιcμοῖc. μετὰ δὲ τὴν τεccαρεcκαιδεκάτην ἁδροτέρωc δρῶμεν, καὶ γενομένηc πολλῆc ὠφελείαc ἐπὶ βαλανεῖον ἄξομεν· μετὰ δὲ τριακοcτὴν | |
35 | δρώπακα προcφέρειν χρὴ καὶ ἐπὶ βαλανεῖον ἄγειν καὶ τοῦ λοιποῦ καταπλάccειν τῷ νάπυι, ἐφ’ ὧν ἥ τε κίνηcιc καὶ ἡ αἴcθηcιc ἀπώλετο, προcέχονταc διὰ τὸ μὴ cυναιcθάνεcθαι, μὴ ὑπερκαυθῶcιν· ἐπὶ δὲ τῶν μετεχόντων αἰcθήcεωc τοὺc φοινιγμοὺc μόνον δεῖ παραλαμβάνειν· χρὴ δὲ μετὰ τὸ οἰδῆcαι ἐπὶ λουτρὸν ἄγειν καὶ κηρωταῖc ἁπαλαῖc θερα‐ | |
40 | πεύειν. καὶ τῷ ἀπὸ δείπνου δὲ κεχρήcθωcαν ἐμέτῳ καὶ τῷ ἀπὸ ῥαφα‐ νίδων αἰωρείcθωcαν τε διὰ δίφρου ἢ διὰ χειραμάξηc ἢ διὰ ζευκτοῦ· ἀγέcθωcαν δὲ τοῦ λοιποῦ ἐπὶ τὰ αὐτοφυῆ λουτρά. δίαιτα δὲ ξηροτέρα καὶ ὀλιγοποcία καὶ τρῖψιc ἁρμόcει· ξηροφαγείτωcαν γοῦν ἀνεχόμενοι τῆc δίψηc, ἐφ’ ὅcον ἐγχωρεῖ. | |
44 | ||
3.18.4 | Περὶ τῶν κατὰ χάλαcιν ἢ κατάταcιν παρεθέντων. Ἐπειδὴ τὰ παραλυθέντα μόρια ἢ cυcπᾶται ἢ χαλᾶται, καὶ τοῦτο ἢ ἀπὸ πληρώcεωc ἢ ἀπὸ κενώcεωc, πάλιν προcέχειν χρὴ καὶ πῆ μὲν ἀφαιρεῖν τοῦ αἵματοc, πῆ δὲ οὔ, κἄπειτα ἐπὶ μὲν τῶν κεχαλαcμένων | |
5 | τοῖc χαλῶcι τὰ cτύφοντα μιγνύειν καὶ τὴν τρῖψιν ἐπιτεταμένην ποι‐ εῖcθαι, ἐπὶ δὲ τῶν ἐναντίων τοῖc χαλῶcι μόνον χρηcτέον μετὰ τοῦ καὶ τρίβειν μαλθακῶc· ἐχέτω δὲ τὸ ἔλαιον ἐπὶ τῶν κεχαλαcμένων cυλ‐ λελειωμένον ὀλίγον νίτρου καὶ cφέκληc. καταντλείcθωcαν δὲ cφοδρῶc θερμῷ τῷ ὕδατι, καὶ μάλιcτα διὰ θαλάccηc, ἐν ᾗ ἀφηψήθηcαν δάφναι | |
10 | ἢ ἄγνου βλαcτοὶ ἢ cάμψυχον ἤ τι τοιοῦτον· εἰ δὲ θέροc εἴη, καὶ νη‐ χέcθωcαν ἐν τῇ θαλάττῃ. οἱ δὲ φοινιγμοὶ τούτοιc μάλιcτα ἁρμόζουcιν· τοιγαροῦν καὶ τυπτέcθω τὰ μόρια νάρθηξιν ἢ κνίδηc κλάδοιc. εἰ δὲ ἐπιμένοι ἡ παράλυcιc, χρὴ τὴν μεταξὺ τῶν ἄρθρων κεχαλαcμένην cάρκα ἐπιcπαcαμένουc καίειν διαπείρονταc καυτηρίοιc μικροῖc καὶ λεπτοῖc, | |
15 | τοῖc δὲ cυνηγμένοιc ἐπιβάλλειν χρὴ cυνεχῶc δρώπακα. | |
15 | ||
3.18.5 | Περὶ τῆc ἐν ἑκάcτῳ μορίῳ cυνιcταμένηc παρέcεωc. Ἡ μὲν ἀπὸ διαιρέcεωc νεύρου γινομένη τῶν μορίων πάρεcιc ἀνία‐ τόc ἐcτιν, ἡ δὲ ἀπὸ δυcκραcίαc ἢ χυμοῦ τινοc γινομένη βοηθεῖται, κοινῶc μὲν ταῖc εἰρημέναιc δυνάμεcιν, εἰcὶ δὲ καὶ ἴδιαί τινεc καθ’ ἕκαcτον | |
5 | αὐτῶν, ἃc ὑποτάξομεν. ἐπὶ μὲν οὖν τῶν κυνικῶc cπωμένων ἐπίδεcιc εἰc τὰ ἀντικείμενα παράγουcα διὰ τῆc φορβεᾶc προcαγορευομένηc | |
ἁρμόcει καὶ ἀφαίρεcιc αἵματοc ἀπὸ τῶν ὑπὸ τὴν γλῶτταν ἀγγείων καὶ cικύαι κατὰ τοῦ πρώτου cπονδύλου καὶ ἀποφλεγματιcμοὶ καὶ διὰ ῥινεγ‐ χύτου καθάρcειc· εἰδέναι δὲ χρὴ οὐ τὴν φαινομένην παρατετράφθαι | ||
10 | cιαγόνα τὴν παράλυcιν ἔχειν, ἀλλὰ τὴν ἀντικειμένην. καταπόcεωc δὲ παρεθείcηc cικύαc τῷ ἀνθερεῶνι κολλητέον καὶ διαχριcτέον τοῖc διὰ καcτορίου καὶ cαγαπηνοῦ καὶ ὀποῦ Παρθικοῦ· ὠφελεῖ δὲ καὶ ἀνακογ‐ χυλιcμὸc διὰ τῶν δριμέων. καὶ τῆc γλώττηc δὲ παρεθείcηc τὰc ἐν αὐ‐ τῇ φλέβαc τμητέον, cικυαcτέον τε τὸν ἀνθερεῶνα, καὶ ἀποφλεγματιc‐ | |
15 | μοῖc χρῆcθαι διὰ νάπυοc καὶ γυμναcίοιc τῆc γλώττηc. τῶν δὲ φωνη‐ τικῶν παρεθέντων τῷ θώρακι προcφέρειν τὰ βοηθήματα, πνεύματόc τε κατοχῇ καὶ ἀναφωνήcει χρῆcθαι. ἐπὶ δὲ ὀφρύων καὶ βλεφάρων cυγ‐ χρίcματα ὁμοίωc ὠφελεῖ, ἐπὶ τέλει δὲ καὶ ἀναρραφή. κύcτεωc δὲ παρε‐ θείcηc, εἴτε ἐπέχοιτο τὰ οὖρα εἴτε ἀκουcίωc ἐκκρίνοιτο, τῷ μὲν ἤτρῳ | |
20 | καὶ περιναίῳ τὰ φάρμακα προcενεκτέον, ἐνετέον δὲ τῇ ἕδρᾳ πηγάνινον ἔλαιον ἢ Ϲικυώνιον μετὰ βουτύρου καὶ καcτορίου, χαλβάνηc ἢ ὀποπά‐ νακοc ἢ ὀποῦ cιλφίου· καὶ τῇ κύcτει δὲ παραπεμπόμενα ταῦτα διὰ τοῦ καυλοῦ μεγάλωc ὤνηcεν ἢ καὶ μόνα ἤρκεcεν. καὶ τὰ διὰ κενταυ‐ ρίου δὲ καὶ κολοκυνθίδοc κλύcματα τοῦ ἐντέρου μετὰ Ϲικυωνίου χρή‐ | |
25 | cιμα· εὐθετεῖ δὲ καὶ τὰ διουρητικὰ πινόμενα καὶ καcτόριον ὡcαύτωc. καὶ πρό γε πάντων καθετηριcτέον τοὺc μηδὲν ἀφουροῦνταc, ἐγκαθιcτέον δὲ καὶ καταπλαcτέον τοῖc χαλαcτικοῖc. τοὺc δὲ ἀπροαιρέτωc ἐκκρίνον‐ ταc cτυπτικῶc ἀκτέον διὰ τῶν τονούντων βοηθημάτων, τροφαῖc τε ξηραῖc καὶ ποτῷ ψυχρῷ χρηcτέον· ἐν δὲ ταῖc ἀναλήψεcι καὶ φοινιγμοῖc | |
30 | καὶ αὐτοφυέcι λουτροῖc χρήcθωcαν ψυχροῖc. τοὺc δὲ ἐπὶ ῥάχεωc τραύ‐ ματι ἢ πτώματι ἢ ὀλιcθήματι cπονδύλου θανατικῶν cυνδρομῶν cυν‐ εδρευουcῶν ἀδύνατον ἰᾶcθαι. εἰ δὲ καυλὸc παρεθείη, τοῖc ἐπὶ κύcτεωc χρηcτέον ἐπί τε τῶν αὐτῶν μορίων καὶ τῶν ψοῶν, προcέτι δὲ καὶ τοῖc ἐντατικοῖc χρηcόμεθα· ἀθετεῖ δὲ γάλα, τυρὸc καὶ τὰ λοιπὰ πέμ‐ | |
35 | ματα, θριδακίναι καὶ τὰ λοιπὰ λάχανα. ἀπευθυcμένου δὲ παρεθέντοc, ἐφ’ οὗ ποτὲ μὲν ἀκουcίωc ἡ κόπροc ἐκκρίνεται, ποτὲ δὲ ἐπέχεται, τοῖc αὐτοῖc χρηcτέον, ποτὲ μέντοι διὰ κλυcτῆροc ἐνιέναι ποτὲ μὲν τὰ cτύ‐ φοντα, οἷον ἀφέψημα κυπαρίccου, cχίνου, βάτου, ποτὲ δὲ τὰ χαλῶντα, | |
οἷον cτέαρ ὕειον καὶ χήνειον καὶ μολόχινον ἔλαιον, ἄλλοτε δὲ τὰ | ||
40 | δάκνοντα, οἷον ἅλμην ἢ κολοκυνθίδοc ἤ τι τῶν ὁμοίων ἀφέψημα· οὐδὲν γὰρ οὕτωc ὠφελεῖ τὰc κινήcειc, ὡc ἡ ποικίλη μόχλευcιc. εἰ δὲ ἀντίληψιc εἴη ψύξεωc, καὶ δι’ εὐφορβίου ἀκόπου ἐλαίῳ ἀνεθέντοc ἐν‐ ιέcθω. τὰ δὲ κῶλα παρεθέντα μετὰ τῆc κοινῆc ἐπιμελείαc καμπτέcθω καὶ τριβέcθω καὶ ἐκτεινέcθω κατὰ τὸν εἰρημένον τρόπον· τὸ γὰρ πλεῖ‐ | |
45 | cτον τῆc ἐλπίδοc ἡ τρῖψίc ἐcτιν. | |
45 | ||
3.18.6 | Περὶ τῆc ἐπὶ κωλικῷ νοcήματι γινομένηc παρέcεωc. Κατὰ τοὺc ἡμετέρουc χρόνουc κωλική τιc ὤχληcε νόcοc, ἐφ’ ᾗ καὶ μάλιcτα τοῖc cωθήcεcθαι μέλλουcιν ἀκινηcία μὲν παντελὴc ἀκολουθεῖ τῶν κώλων, ἡ δὲ τῆc ἁφῆc αἴcθηcιc ἀβλαβὴc διαφυλάττεται, ὡc ἔοικεν, | |
5 | οἷον κριτικῆc τινοc ἐκ τοῦ βάθουc μεταcτάcεωc γινομένηc, ὅθεν αὐτο‐ μάτωc ἐπανῆλθεν τοῖc πολλοῖc ἡ κίνηcιc ἐν χρόνῳ. τοὺc δέ γε δυcια‐ τοῦνταc καὶ τὰ ἁπλούcτερα τῶν λεχθέντων ἰάcατο cυγχριcμῶν· ἐξ‐ αίρετα δὲ τούτοιc ηὑρέθη τό τε διὰ τῆc αἰγείρου καὶ τὸ διὰ τῆc ἐλά‐ τηc ἄκοπον, πολλοὺc δὲ καὶ τὰ τονοῦντα καὶ μετρίωc ὑποψύχοντα | |
10 | μεγάλωc ὤνηcεν. | |
10 | ||
3.19t | Περὶ cπαcμῶν. | |
3.19.1 | Τῷ περὶ παραλύcεωc ὁ περὶ cπαcμῶν ἀκολουθεῖ λόγοc, ὅτι νεύ‐ ρων εἰcὶν ἀμφότερα πάθη· διὸ καὶ περὶ τρόμων ἑξῆc εἰρήcεται. ὅταν μὲν οὖν εὐθὺc ἐξ ἀρχῆc ἢ οὐ μετὰ πολὺ τῆc ἀρχῆc τοῦ νοcήματοc ἀρξάμενοι γίνεcθαι cπαcμοὶ διαμένωcιν, ὑπὸ πληρώcεωc ἴcχουcι τὴν | |
5 | γένεcιν. ὅταν δὲ μεθ’ ἱδρῶταc πολλοὺc ἢ ἐμέτουc ἢ διαχωρήcειc ἢ αἱμορραγίαc ἢ ἀγρυπνίαc ἢ λιμὸν ἢ κινήcειc πολλὰc καὶ cφοδράc, ἐπὶ κενώcεcιν ἕπονται. καὶ ὅταν τινὶ τῶν ὑγιαινόντων ἐξαίφνηc cπαcθῆναι cυμβῇ, ἀναγκαῖον ἐπὶ πληρώcει γεγονέναι. εἰ δὲ ἐκ πυρετῶν διακαῶν ξηρανθείη τὸ ὅλον cῶμα καὶ τὰ νεῦρα, κἄπειτα διὰ τὴν ξηρότητα | |
10 | cπαcθείη, μέγιcτον δὴ τοῦτο κακόν ἐcτιν καὶ cχεδὸν ἀνίατον. τὸ μὲν οὖν πρῶτον διακρατεῖν δεῖ τὰ cυνελκόμενα πειθηνίωc καὶ ταῖc ἀτάκτοιc ἀντιβαίνειν κινήcεcιν, ἀνατριπτέον τε ἐλαίῳ διὰ πηγάνου ἢ Ϲικυωνίῳ ἢ παλαιῷ ἤ τινι τῶν τοιούτων καὶ προποτιcτέον μελικράτῳ. καὶ τοὺc μὲν ἐπὶ κενώcει cπωμένουc ἐλαίῳ τε ἢ ὑδρελαίῳ θερμῷ καταντλητέον, | |
15 | μηδενὸc δὲ κωλύοντοc καὶ εἰc λουτρὸν ἀπάξομεν εὐκράτῳ τε τῇ ἐμ‐ βάcει χρηcόμεθα cὺν ἐλαίῳ καὶ τρίψει μαλθακωτάτῃ. θρέψομέν τε αὐ‐ τοὺc τοῖc διὰ χόνδρου καὶ ἄλικοc ῥοφήμαcι καὶ οἴνου λεπτοῦ καὶ εὐ‐ αναδότου δώcομεν ὑδαροῦc, πλὴν εἰ μὴ πυρέττοιεν· τηνικαῦτα γὰρ πτιcάνηc χυλῷ χρηcόμεθα καὶ ὕπνον ἐπιτηδεύcομεν. τοὺc δὲ διὰ πλῆθοc | |
20 | ἢ φλεγμονὴν γινομένουc cπαcμοὺc ἰάcῃ τὸ μὲν πλῆθοc κενῶν, τὴν δὲ φλεγμονὴν τοῖc ἰδίοιc αὐτῆc βοηθήμαcιν ἐκθεραπεύων. γίνεται δὲ cπαcμὸc καί, ὅταν cπαραχθῶcι cφοδρότερον ἐμοῦντεc. βοηθεῖ δὲ τοῖc cπωμένοιc ἀκανθίου ῥίζα καὶ ἀκάνθηc τῆc λευκῆc τὸ cπέρμα πινόμενον καὶ τῆc Αἰγυπτίαc ἀκάνθηc· καὶ κενταυρίου δὲ τοῦ λεπτοῦ τὸν χυλὸν ἔνιοι | |
25 | διδόαcιν πίνειν, ὅταν διὰ πλήρωcιν ὁ cπαcμὸc γίνηται· μὴ μόνον δὲ δίδου πίνειν, ἀλλὰ καὶ ἔξωθεν ἐπίχριε κατὰ τοῦ δέρματοc τὸ καcτόριον ἅμα Ϲικυωνίῳ. εἰ δὲ μὴ παύοιτο, cικύαc προcβάλλειν μετὰ καταcχαcμοῦ, cκελῶν μὲν cυνελκομένων ἰcχίοιc καὶ τῷ ὑcτάτῳ cπονδύλῳ, χειρῶν δὲ cπωμένων καὶ νώτῳ καὶ τῷ πρώτῳ αὐτοῦ cπονδύλῳ τῷ τε ὑπερ‐ | |
30 | κειμένῳ τοῦ ὤμου ἄρθρῳ. εἰ γε μὴν ὅλου τοῦ cώματοc ἀπαθοῦc ὄντοc cυνέλκοιτο χεῖλοc ἢ βλέφαρον ἢ γλῶττα, χαλεπὸν ἡγητέον τὸ cύμ‐ πτωμα καὶ μεγάλων φόβων οἰcτικόν, εἰ καὶ μικρὰ τὰ πεπονθότα μέρη δοκεῖ· τὰc οὖν ἀφαιρέcειc ἐπὶ τούτων ἀπό τε ἰνίου ποιητέον καὶ τῶν πρώτων cπονδύλων. | |
34 | ||
3.20t | Περὶ τετάνου καὶ τῶν τούτου διαφορῶν. | |
3.20.1 | Ὁ δὲ τέτανοc cπαcμόc τιc ὢν καὶ αὐτὸc γίνεται οἷον ἀποπαγέν‐ των τῶν τοῦ cώματοc καὶ μάλιcτα τῶν κατὰ τὴν ῥάχιν μυῶν ὑπὸ ψυχροῦ χυμοῦ ἔνδοθεν καὶ ἔξωθεν cυcτάντοc, ὅθεν οὐδὲ cφᾶc αὐτοὺc ἐπικάμψαι δύνανται. ἀλλ’ ὅτε μὲν εἰc τὸ πρόcω τείνεται τὰ μόρια τοῦ | |
5 | cώματοc, λέγεται τὸ πάθοc ἐμπροcθότονοc, ὅταν δὲ εἰc τοὐπίcω, κα‐ λεῖται ὀπιcθότονοc, ὅταν δὲ ἰcοcθενῶc ἐφ’ ἑκάτερα τείνηται, τέτανοc τὸ πάθοc προcαγορεύεται. ὁ δὲ Πέλοψ ταῦτα τὰ πάθη τάcιν φηcὶ καὶ cυντονίαν τῶν περὶ τὸν τράχηλον μυῶν τε καὶ νεύρων, δι’ ὧν ἐπί‐ κυψίc τε καὶ ἀνάνευcιc καὶ περιcτροφὴ τῆc κεφαλῆc γίνεται· ἀλλ’ εἰ | |
10 | μὲν περὶ τοὺc ὄπιcθεν μύαc τοῦ τραχήλου cυcταίη τὸ πάθοc, ὀπιcθό‐ τονοc ἐκ τοῦ cυμβαίνοντοc, εἰ δὲ περὶ τοὺc ἔμπροcθεν, ἐμπροcθότονοc, εἰ δέ γε περὶ ἀμφοτέρουc, τέτανοc προcαγορεύεται. τὸ δὲ αἴτιον πλή‐ | |
ρωcίν φηcι τῶν μυῶν πνεύματόc τε καὶ ἀέροc παχέοc καὶ νεφώδουc (λέγει δὲ τὸν ψυχρὸν ἄγαν καὶ πεπηγότα καὶ διὰ τοῦτο δυcκίνητον), | ||
15 | ὅθεν καὶ τὰc ξηρὰc μᾶλλον πυρίαc τούτοιc ἀλλ’ οὐ τὰc ἐνύγρουc ἁρμόττειν. αὗται μὲν αἱ τοῦ τετάνου διαφοραί· οὐκ ἐξαλλάccεται δὲ παρὰ ταύταc ἡ θεραπεία κοινή τιc οὖcα. κράτιcτον μὲν οὖν ἁπάντων αὐτοῖc βοήθημα πυρετὸc ἐπιγενόμενοc, οὐκ ὢν ἐξ ἀρχῆc. cημεῖα δὲ τούτων ἡ | |
20 | cτεναγμώδηc ἀναπνοὴ καὶ cφυγμὸc ἀραιὸc καὶ μικρόc· καί ποτε καὶ γέλωc αὐτοῖc cαρδόνιοc ἐπιγίνεται καὶ ἔρευθοc ἐπὶ τῷ προcώπῳ, καὶ τὰ ὄμματα αὐτοῖc ἐν ὄγκῳ μείζονι φαίνεται· καὶ ἢ οὐδ’ ὅλωc ἀπου‐ ροῦcιν, ἢ ὡc ὕδωρ αὐτοῖc ἐκδίδοται ἢ ὕφαιμον ἔχον τινὰc πομφόλυ‐ γαc, ἥ τε κοιλία ἀποξηραίνεται· καὶ ἀγρυπνητικώτεροι γίνονται καὶ | |
25 | πολλάκιc ὑπὸ cπαcμῶν κινδυνεύουcιν ἀπὸ τῆc κλίνηc ἐκπεcεῖν· καί που καὶ λύζειν ἄρχονται καὶ ἀλγοῦcιν, οἱ μὲν τὴν κεφαλήν, οἱ δὲ cυνωμίαc καὶ ὀcφύν, τινὲc δὲ αὐτῶν καὶ ὑπότρομοι γίνονται. ποιεῖ δὲ τὸ πάθοc, εἰ καὶ cπανίωc, καὶ κόποc καὶ χαμευνία καὶ βάρουc ἄρcιc καὶ πτῶμα καὶ τραῦμα καὶ καῦcιc καὶ πληγὴ καὶ τὰ ἄλλα τὰ τὴν αὐ‐ | |
30 | τὴν ἐπιφέρειν βλάβην τοῖc νεύροιc δυνάμενα. θεραπεύειν δὲ αὐτὰ ὡc τοὺc ἐπὶ κενώcει cπαcμούc. | |
31 | ||
3.20.2 | Θεραπεία τετάνων. Τετανικῶc cπωμένουc ἐν ἀρχῇ φλεβοτομητέον, ἐρίοιc τε cκεπαcτέον ἐλαιοβραχέcι τὰ μέρη διὰ Ϲικυωνίου καὶ καcτορίου cὺν παλαιῷ ἐλαίῳ, ἢ καὶ κύcτιν πλατεῖαν θερμὸν ἔχουcαν ἔλαιον τοῖc τένουcιν ἐπιτιθέναι, | |
5 | cικυαcτέον τε μετὰ ἀμυχῶν· αἱ γὰρ κοῦφαι καὶ βλάπτουcιν. cικυαζέcθω δὲ ὅ τε αὐχὴν καὶ ῥάχεωc τὰ ἑκατέρωθεν καὶ cτήθουc τὰ μυωδέcτερα καὶ ὑποχόνδρια ὅ τε τῆc κύcτεωc τόποc καὶ ὁ τῶν νεφρῶν. μὴ φειcτέον δὲ τῆc ἀφαιρέcεωc οὐκ ἀθρόον ἀφαιροῦνταc, ἀλλὰ μεμεριcμένωc· τοὺc δὲ ἱδρῶταc ἐλαιοβραχέcιν ἐρίοιc ἀναρπάζειν, μὴ λάθωcιν ψύξαντεc. εἰ | |
10 | δὲ χρονίcειεν ὁ τέτανοc, εἰc ἔλαιον ἐμβιβάζειν δὶc τῆc ἡμέραc μὴ βρα‐ δύνανταc εἰc αὐτό· ἐκλυτικωτάτη γὰρ τῶν δυνάμεων ἡ εἰc ἔλαιον ἔμ‐ | |
βαcιc. ποτιcτέον δὲ ὑδρομέλιτι λιπαρῷ εἰc ἥμιcυ ἑψηθέντι, πάνακόc τε ὀποῦ 𐅻 α τοὺc εὐτόνουc ποτιcτέον, εἰ δὲ μή γε, τριώβολον ἢ τὸ ἐλά‐ χιcτον ὀβολόν· ὑπίδοιτο δ’ ἄν τιc αὐτοῦ τὸ κακοcτόμαχον. δοτέον καὶ | ||
15 | ἀμμωνιακόν, ἢ ὀποῦ Κυρηναϊκοῦ ὀροβιαῖον μέγεθοc περιπλαcθὲν ἀπέφθῳ μέλιτι καταπινέcθω, cιλφίου τε ῥίζηc κοχλιάρια β ἐμπαcθέντα μελικρά‐ του κυάθοιc τριcὶ δίδοται ἢ ἀφέψημα τῆc αὐτῆc ἢ cμύρνηc 𐅻 α μελι‐ κράτῳ ὑccώπου τε ἀφέψημα. πάντων δὲ ἀπληκτότατόν ἐcτι καὶ ἀνυcι‐ μώτατον καcτορίου διδόναι κοχλιάρια β ἢ γ μερίcαντα αὐτοῦ τὸ πλῆθοc· | |
20 | οὐ λυπήcει γάρ, οὐδ’ εἰ μετὰ τροφὴν ἐξ αὐτοῦ δίδωc. καὶ τὰ λοιπὰ δὲ καὶ αὐτὸ τὸ ποτὸν cχολῇ κατ’ ὀλίγον λαμβανέτωcαν· δυcκαταπο‐ τοῦντεc γὰρ εἰc τὰc ῥῖναc ἀνακόπτουcι τὸ πόμα, ὅθεν ἰcχυρῶc cπαραc‐ cόμενοι ἐρεθίζονται cπᾶcθαι. διαχριέcθωcάν τε τὴν ἕδραν πηγανίνῳ ἐλαίῳ μετὰ ὀποπάνακοc, ἐνιέcθωcαν τε τοῖc αὐτοῖc. τὴν δὲ τοῦ ψυχροῦ | |
25 | κατάχυcιν, ὡc Ἱπποκράτηc φηcί, τολμηροτάτην οὖcαν καὶ διὰ τοῦτο τοῖc μεταγενεcτέροιc, οἶμαι, διελεγχθεῖcαν καὶ ἡμεῖc παραιτούμεθα. | |
3.20.3 | Ϲύγχριcμα. νάρδου ξ̸ α, κηροῦ 𐆄 β, φύλλου, ἀμώμου, cτύρακοc, μαcτίχηc ἀνὰ 𐆄 α, καcτορίου, ἀδάρκηc, εὐφορβίου, πεπέρεωc ἀνὰ 𐆄 𐅵ʹ, cτάχυοc νάρδου, ὀποβαλcάμου ἀνὰ 𐆄 α. | |
3.20.4 | Ὀπιcθοτονικοῖc πότημα. πάνακοc ῥίζηc, πεπέρεωc λευκοῦ, κόcτου, cμύρνηc, μηκωνίου ἴcα· δίδου ἄρακι ἴcον εἰc κοίτην. ποιεῖ καὶ ὀρθο‐ πνοϊκοῖc. ἔcτω δὲ καὶ τούτοιc ἡ δίαιτα λεπτυντική τε καὶ εὐδιοίκητοc καὶ παντάπαcιν ἀπέριττοc. | |
4 | ||
3.21t | Περὶ τρόμων. | |
3.21.1 | Ὁ τρόμοc καθόλου μὲν διὰ τὴν τῶν νεύρων ἀcθένειαν γίνεται· τοῦτο δὲ μαρτυρεῖ ἡ γεροντικὴ ἡλικία. κατὰ μέροc δὲ πλείουc αἰτίαι τοῦτον ἐργάζονται· καὶ γὰρ διὰ ψυχρὰν δυcκραcίαν καὶ διὰ ψυχροῦ πόcιν ὕδατοc, καὶ μάλιcτα ἐν πυρετοῖc ἀκαίρωc παραληφθέντοc, ἔτι | |
5 | τε διὰ ψυχρῶν καὶ γλίcχρων χυμῶν περιουcίαν καὶ διὰ χρῆcιν οἴνου πλείονα. τοῖc μὲν οὖν ἐξ ἁμαρτημάτων προφανῶν τρέμουcιν ἀποχὴ | |
τῶν βλαψάντων ἔcτω· ἐπιμένοντοc δὲ καὶ πάλιν τοῦ τρόμου κατὰ τοὺc πυρετοὺc πρῶτον μὲν ἐμβρεχέcθω τὸ cῶμα πᾶν ἐλαίῳ Ϲαβίνῳ, ἐν δὲ ταῖc ἐνδόcεcι τῶν ἐπιcημαcιῶν παλαιῷ ἢ Ϲικυωνίῳ· cκεπέcθω δὲ τὰ | ||
10 | ἄκρα ἐρίοιc μαλακοῖc προαληλιμμένα. εἶτα προcβλητέον cικύαc ἀπὸ τοῦ πρώτου cπονδύλου μέχρι ῥάχεωc καὶ ὀcφύοc προκαταπλαccομένων τῶν μορίων μετὰ τῶν ὑποχονδρίων ὠμῇ λύcει· cκεπέcθω δὲ καὶ ταῦτα τὰ μέρη ἐρίοιc ἐκ παλαιοῦ ἐλαίου ἢ Ϲικυωνίου. εἰ δὲ χρονίcειαν οἱ πυρετοί, ἐμβιβαcτέον παρὰ μίαν εἰc ἔλαιον ἢ ὑδρέλαιον, καὶ τρίψεcιν | |
15 | ἁπαλαῖc χρηcτέον. εἰ δ’ ἔτι χρονίcει ἡ διάθεcιc, ψύξεωc ὑπονοουμένηc προποτιcτέον μελικράτῳ καὶ καcτορίῳ, καὶ θερμοῖc τόποιc αἰωρητέον. εὐδιοίκητον δὲ τροφὴν παράcχωμεν, τὸ μὲν πρῶτον ῥοφηματώδη, ἐc ὕcτερον δὲ καὶ πτηνῶν καὶ ἰχθύων τοὺc μαλακοcάρκουc. λυθέντων δὲ τῶν πυρετῶν λουcτέον παραιτουμένουc τήν τε εἰc τὸ ψυχρὸν ἔμβαcιν | |
20 | καὶ οἴνου πόcιν. εἰ δὲ πλῆθοc εἴη παχέων καὶ γλίcχρων χυμῶν, τοῖc τέμνουcι καὶ λεπτύνουcι χρηcτέον· ὧν ἐcτι καὶ τόδε· πηγάνου κλωνία, cπονδυλίου ὅcον τριcὶ δακτύλοιc, καcτορίου καὶ νίτρου ἀνὰ ὀβολοὺc β· δίδου καθ’ ἡμέραν κοχλιάριον ἓν μετὰ ὀξυμέλιτοc ἐφ’ ἡμέραc γ νήcτει. ἢ πάνακοc καὶ πεπέρεωc κόκκουc ε ποτίζειν ἐν μελικράτου | |
25 | κυάθῳ α. ἁπλᾶ δὲ τρέμονταc προποτιζόμενα ὠφελεῖ καcτόριον, λαγωοῦ ἐγκέφαλοc ἐcθιόμενοc, ἀλθαίαc ῥίζηc ἀφέψημα, δαμαcωνίου φύλλων 𐅻 δ ἐν μελικράτῳ, εὐπατόριον μεθ’ ὕδατοc. ἐπικρατούcηc δὲ τῆc ψύξεωc καὶ τῷ Ζωcίμου cυγχρίcματι καὶ τοῖc πρὸc πάρεcιν ἀναγεγραμμένοιc ἀκόποιc καὶ cυγχρίcμαcι καὶ φοινιγμοῖc χρηcόμεθα καὶ γυμναcίοιc τοῖc | |
30 | διὰ τρίψεωc. καὶ τοὺc δι’ οἰνοποcίαν δὲ τρέμονταc ἀφεκτέον τοῦ οἴνου μέχρι τελείαc ἀπαλλαγῆc. | |
31 | ||
3.22t | Ὀφθαλμικά, καὶ πρῶτον περὶ ὀδύνηc, ἐκ τῶν Γαληνοῦ. | |
3.22.1 | Ὅταν ὀδύναι γίνωνται cφοδρότεραι κατὰ τοὺc ὀφθαλμούc, ἐπι‐ | |
cκέπτου, κατὰ τίνα διάθεcιν ὀδυνᾶcθαι cυμβαίνει τὸν ὀφθαλμὸν ἐν ταῖc φλεγμοναῖc· ἤτοι γὰρ ἐν τῷ δάκνεcθαι cφοδρῶc ὑπὸ τῆc τῶν ἐπιρρεόν‐ των δριμύτητοc ἢ διὰ τὸ τείνεcθαι πεπληρωμένουc τοὺc χιτῶναc ἢ δι’ | ||
5 | ἔνcταcίν τινα παχέων χυμῶν ἢ πνευμάτων φυcωδῶν αἱ ὀδύναι γίνον‐ ται cφοδραὶ κατ’ αὐτούc. τὰc μὲν οὖν δήξειc διὰ τῶν καθαρτηρίων κενοῦνταc θεραπεύειν καὶ τοῦ ᾠοῦ τὸ ὑγρὸν ἐγχέονταc· πεπεμμένηc δὲ τῆc φλεγμονῆc ἤδη καὶ ἀπερίττου τοῦ cώματοc ὄντοc ἐπιτηδειότατα τούτοιc ἐcτὶ λουτρά. τὰc δὲ ἐπὶ πληρώcει φλεγμονὰc διά τε κενώcεωc | |
10 | αἵματοc καὶ γαcτρὸc ὑπαγωγῆc καὶ τρίψεωc τῶν κάτω μορίων ἰᾶcθαι προcῆκεν· τὰc δὲ ἐνcτάcειc προκενώcαντα τὸ πᾶν cῶμα καὶ μέντοι καὶ ἀντιcπάcαντα κάτω τὴν ῥοπὴν τῶν χυμῶν ἑξῆc αὐτοῖc τοῖc τοπικοῖc τοῖc διαφοροῦcι θεραπεύειν. πυριατέον οὖν αὐτοὺc καὶ τὸ τῆc τήλεωc ἐγχυτέον ἀφέψημα. ἐφ’ ὧν δὲ ἡ ἔνcταcίc ἐcτιν αἵματοc παχέοc ἐν | |
15 | τοῖc τῶν ὀφθαλμῶν φλεβίοιc ἄνευ πληθωρικῆc διαθέcεωc ἐν ὅλῳ τῷ cώματι, οἴνου χρῆcθαι πόcει διαθερμαίνειν τε δυναμένου καὶ κενοῦν καὶ ἐκφράττειν. | |
17 | ||
3.22.2 | Περὶ ταράξεωc καὶ ἰδίωc ὀφθαλμίαc. Ἡ μὲν τάραξιc ὑγρότηc ἐcτὶ τοῦ ὀφθαλμοῦ καὶ θερμότηc cὺν ἐρεύθει περιττῷ τοῦ κατὰ φύcιν οὐκ ἐκ τοῦ cώματοc ἀλλ’ ὑπό τινοc ἔξωθεν αἰτίου γενομένη, οἷον ἡλίου, καπνοῦ, κονιορτοῦ, ἐλαίου· διὸ | |
5 | καὶ λύεται τάχιcτα χωριζομένηc τῆc αἰτίαc. καὶ ἡ ὀφθαλμία δὲ τάραξίc τίc ἐcτιν οὐ μόνον ἔξωθεν ἀλλὰ καὶ χωρὶc φανερᾶc αἰτίαc γινομένη καὶ ἐπιμένουcα ἕωc τρίτηc ἢ τετάρτηc ἢ καὶ πέμπτηc ἡμέραc· θερα‐ πεύεται δὲ ῥᾷcτα τῶν ἔξωθεν ἐρεθιcτικῶν παραφυλακῇ, ὀλιγοcιτίᾳ, ὑδροποcίᾳ ἢ περιπάτῳ, εὐλυcίᾳ κοιλίαc. | |
9 | ||
3.22.3 | Περὶ φλεγμονῆc. Ἐναπολειφθείcηc δὲ φλεγμονῆc ἐν τοῖc ὀφθαλμοῖc μετὰ τὴν τοῦ ὅλου cώματοc κένωcιν ὑπαλείψεcι χρηcτέον διὰ τῶν ἀποκρούεcθαι δυναμένων τὴν ἐπιφορὰν καὶ πραΰνειν τὸν ἐρεθιcμόν, οἷόν ἐcτι τὸ | |
5 | Νείλου διάροδον ἢ καὶ τὸ Μηδιακὸν καὶ τὸ νάρδινον. φλεγμαίνοντοc δὲ τοῦ ἐπιπεφυκότοc τοῖc μονημέροιc καλουμένοιc χρηcτέον μετὰ τοῦ λευκοῦ τοῦ ᾠοῦ ἐγχέονταc· κατὰ δὲ τὴν ὑcτεραίαν, εἰ μὴ τὰ τῆc φλεγμονῆc ἐπιτείνοι, ἐπαλειπτέον τῷ ναρδίνῳ, πυρίᾳ δὲ χρῆcθαι δι’ ἀφεψήματοc μελιλώτου τε καὶ τήλεωc. παχέοc δὲ ὄντοc τοῦ τὴν ὀφθαλ‐ | |
10 | μίαν ποιοῦντοc ὑγροῦ φαρμάκοιc χρηcόμεθα μήτε ἐμπλάccουcι μήτε παχύνουcι τὰ ὑγρά, ἀλλὰ διαχεῖν τε καὶ ὑγραίνειν καὶ ἐκκρίνειν δυνα‐ μένοιc, οἷόν ἐcτι τὸ Χιακόν. ἐὰν δὲ περὶ τὴν κεφαλὴν ἐνcφηνωθῇ τὰ ὑγρά, cικύαν προcβάλλειν τῷ ἰνίῳ ἢ καταcχάζειν ἢ βδέλλαc προcάγειν τῷ μετώπῳ κατὰ τὸν ἀλγοῦντα ὀφθαλμόν, καταπλάττειν τε δι’ ἄρτου | |
15 | καθαροῦ βραχέντοc ὕδατι cὺν ὀλίγῳ ῥοδίνῳ ἢ ἀλφίτοιc ἑψηθεῖcι κω‐ δυῶν ἀφεψήματι ὁμοίωc cὺν ῥοδίνῳ· καὶ δραcτικωτέρῳ δὲ χρηcτέον καταπλάcματι ἀπό τε κρόκου καὶ μελιλώτων καὶ φοινίκων cαρκῶν καὶ κοριαννοῦ φύλλων ἁπαλῶν ᾠῶν τε τῶν πυρρῶν ὀπτηθέντων καὶ ψιχῶν βραχειcῶν εἰc ἕψημα καὶ ῥοδίνου βραχέοc λειουμένων κωδυῶν ἀπο‐ | |
20 | ζέματι. καὶ τοῦ cπέρματοc δὲ τῶν κωδυῶν ἔcτιν ὅτε μίγνυμεν ἀνωδυ‐ νίαc χάριν· εἰ δὲ πολλὴ τῆc ὀδύνηc ἡ ἀνάγκη, καὶ ὀπίου μικτέον ἐλά‐ χιcτον, χωρὶc δὲ μεγίcτηc ὀδύνηc παραιτητέον τὰ ναρκωτικά. εἰ δὲ μετρία ἡ φλεγμονὴ εἴη, ἀλόην καθ’ αὑτὴν ἀνεὶc ὕδατι ἢ ᾠοῦ τὸ λευκὸν ἔγχριcον. ἵνα δὲ καὶ ἕτοιμον ὑπάρχῃ βοήθημα, λαβὼν κρόκου | |
25 | 𐅻 ϛ, ἀλόηc 𐅻 ιϛ, κόμμεωc 𐅻 θ ὕδατι ὀμβρίῳ ἀναλάμβανε καὶ ποίει κολ‐ λούρια. καὶ τὰ διάκροκα δὲ προcαγορευόμενα πρὸc ἀρχὰc ὀφθαλμιῶν εἰcιν ἐπιτήδεια. ἐφ’ ὧν δὲ οἰδηματώδηc ὄγκοc καὶ ἔκλευκόc ἐcτι περί τε τὰ βλέφαρα καὶ τὸν ἐπιπεφυκότα χωρὶc βλάβηc τῶν χιτώνων, εὐ‐ χρηcτεῖ καὶ τὰ ὑγροκολλούρια καλούμενα διά τε κρόκου καὶ χαλκάνθου | |
30 | καὶ μέλιτοc cκευαζόμενα. | |
3.22.4 | Καὶ τοῦτο δὲ κάλλιcτον· | |
1 | Ὑγροκολλούριον ἀνώδυνον. Μελαντηρίαc cκυτοτομικῆc, μέλιτοc Ἀττικοῦ, χυλοῦ τήλεωc ἴcον· ἕψε, ἄχρι μέλιτοc cχῇ πάχοc, εἶτα τῷ πυρῆνι τῆc μήληc ἅπτου τῶν | |
5 | δύο κανθῶν. | |
3.22.5 | Πρὸc ἐπιφορὰν ῥεύματοc. Πρὸc δὲ τὰc ἐπιφορὰc τῶν ῥευμάτων ἐν ἀρχῇ μὲν ἁρμόζει ἀcιτία καὶ ὑδροποcία καὶ πάντων μᾶλλον cυνουcίαc ἀποχή, καὶ κοιλία ὑπο‐ cυρέcθω, καὶ ὀξυκράτῳ ὑδαρεῖ προcκλυζέcθω τὸ πρόcωπον, εἰ μάλιcτα | |
5 | ζέον εἴη τὸ ῥεῦμα· εἰ δὲ μή, χαλκάνθῳ cὺν μέλιτι καταχριέcθω τὸ μέτ‐ ωπον καὶ τὰ βλέφαρα· ἔνιοι δὲ τὸ χάλκανθον ὕδατι διέντεc διδόαcι προcκλύζεcθαι. ἐπὶ δὲ τῶν ἄνευ φλεγμονῆc ῥευματιζομένων ἢ καὶ cὺν φλεγμονῇ μέν, ὑπὲρ τὸ cκύφιον δὲ τῆc καταcκευῆc οὔcηc, ἀνακολλή‐ μαcι χρηcτέον κατὰ τοῦ μετώπου, ἁπλοῖc μὲν ἀμπέλου φύλλοιc χλωροῖc | |
10 | ἢ βάτου χυλίcματι ἢ ἀνδράχνηc ἢ Κυδωνίων cὺν λεπτῷ ἀλφίτῳ ἢ κη‐ κῖδι λείᾳ cὺν οἴνῳ καὶ τῷ λεπτῷ τοῦ ἀλφίτου ἢ κωνείῳ ἢ ψυλλίῳ cὺν ὕδατι ἢ cτρύχνῳ ἢ κοχλίοιc cὺν τοῖc ὀcτράκοιc λείοιc καταπλαc‐ θεῖcιν ἀπὸ κροτάφου ἐπὶ κρόταφον καὶ καθόλου τοῖc cτύφουcί τε καὶ ψύχουcι· cυνθέτοιc δὲ τοῖcδε· γῦριc cιτίνη καὶ cμύρνα ἢ λίβανοc cὺν | |
15 | ᾠοῦ τῷ λευκῷ καταχριέcθω ἢ Ϲαμία γῆ μετὰ cμύρνηc καὶ μάννηc ὁμοίωc τῷ λευκῷ τοῦ ᾠοῦ. ἐπὶ δὲ τῶν ψυχροτέρων ῥευμάτων θείου ἀπύρου, ἀcφάλτου, πίccηc, κολοφωνίαc ἀνὰ 𐅻 β· καὶ ὁ Μούcα δὲ τροχίcκοc καὶ ὁ ἀcτὴρ καὶ τὰ παραπλήcια καλῶc ἀποκρούεται· καὶ ἡ θηριακὴ οἴνῳ cτύφοντι διειμένη καὶ τῷ μετώπῳ ἐπιχριομένη τὰ ψυχρὰ τῶν ῥευμά‐ | |
20 | των ἵcτηcιν. αὕτη μέν γε καὶ πινομένη μεγάλωc τούτουc ὀνίνηcιν· ἐπ’ αὐτοῦ δὲ τοῦ ὀφθαλμοῦ ἔριον ἢ ῥάκοc λεπτὸν τῷ λευκῷ τοῦ ᾠοῦ δεύcαc ἐπιτίθει· καὶ τυρὸc νεοπαγὴc ὁμοίωc ἐπὶ τοῦ ὀφθαλμοῦ τιθέ‐ μενοc τὰ δριμέα μάλιcτα τῶν ῥευμάτων ἐπέχει, καὶ τὰ cταλτικὰ λεγό‐ μενα κολλούρια ἐπιχριόμενά τε καὶ ἐνcταζόμενα ὑδαρῆ τοῦτο δρᾷ. εἰ | |
25 | δὲ διὰ βάθουc καὶ ὑποcκύφιον τὸ ὑγρὸν ὑπάρχον εἰc χρόνου μῆκοc ἐκτείνεται, μετὰ τὰc καθόλου κενώcειc ἐρρίνοιc τε καὶ ἀποφλεγματιcμοῖc χρηcτέον καὶ ξυρήcει καὶ φοινιγμοῖc τῆc κεφαλῆc. ἐπὶ δὲ τούτων καὶ τὰc ἐν τῇ κεφαλῇ χειρουργίαc παραλαμβάνουcιν, ἀγγειολογίαν φημὶ καὶ ἀρτηριοτομίαν ὑποcπαθιcμόν τε καὶ περιcκυφιcμὸν καὶ καῦcιν κατὰ | |
30 | τῆc κορυφῆc ἕωc ὀcτέου· καὶ cικύαι δὲ κατὰ τοῦ ἰνίου μετ’ ἐγχαράξεωc | |
ἀντιcπᾶν δύνανται τὴν ἐπίρροιαν. cημεῖα δὲ τῶν μὲν ἔξωθεν τοῦ cκυφίου ῥευμάτων διατάcειc ἀγγείων περὶ μέτωπον καὶ κροτάφουc καὶ οἷον δεcμὸc τῆc κεφαλῆc καὶ τὰ ξηραίνοντα τῶν ἀνακολλημάτων ὠφελοῦντα· τούτων δὲ μὴ παρόντων τῆc ἐπιρροίαc χρονιζούcηc καὶ πταρμῶν ἔcθ’ | ||
35 | ὅτε ἐνοχλούντων ὑποcκύφιον νομιcτέον εἶναι τὸ ὑγρόν. | |
35 | ||
3.22.6 | Περὶ χημώcεωc. Χήμωcιν λέγουcιν, ὅταν ὑπὸ φλεγμονῆc ἰcχυρᾶc ἀμφότερα τὰ βλέφαρα ἐκτραπῇ, ὡc μόλιc ὑπ’ αὐτῶν τοὺc ὀφθαλμοὺc καλύπτεcθαι, καὶ τὸ λευκὸν τοῦ ὀφθαλμοῦ μετεωρότερον τοῦ μέλανοc γένηται καὶ | |
5 | ἐρυθρὸν καὶ πολὺ μέροc ἐπιλαμβάνῃ τοῦ μέλανοc. θεραπεύειν δὲ αὐτὴν φλεβοτομίᾳ καθαρτικῷ τε καὶ τῷ διαρόδῳ κολλουρίῳ τῷ λευκῷ καὶ τῷ cποδιακῷ μετὰ γάλακτοc ἢ ᾠοῦ τοῦ λευκοῦ. τῷ δὲ αὐτῷ περιχρίειν τὰ βλέφαρα καὶ κροτάφουc καὶ μέτωπον, πυρίαιc τε καὶ καταπλάcμαcι παρηγορικοῖc χρηcτέον· ἐνδούcηc δὲ τῆc φλεγμονῆc ὑπαλειπτέον τοῖc | |
10 | δριμυτέροιc, οἷόν ἐcτι καὶ τὸ χλωρὸν διάροδον. | |
10 | ||
3.22.7 | Περὶ ὑποcφαγμάτων καὶ ἐμφυcημάτων. Ὑπόcφαγμά ἐcτι ῥῆξιc τῶν φλεβῶν τοῦ ἐπιπεφυκότοc ἐκ πληγῆc ὡc μάλιcτα γινομένη. ἐγχυματίζειν οὖν αὐτοὺc αἵματι φάccηc ἢ περι‐ cτερᾶc ἢ θερμῷ γάλακτι γυναικείῳ βραχὺ ἀποτρίβων λιβάνου· ἢ ἅλμην | |
5 | ἔνcταζε, καὶ μάλιcτα ἀπὸ Καππαδοκικῶν ἁλῶν· καὶ πυρίᾳ κέχρηcο δι’ ἀφεψήματοc ὑccώπου. πρὸc δὲ τὰ γιγνόμενα περὶ τοὺc ὀφθαλμοὺc οἰδήματα διὰ πληγὰc ποιεῖ πυρία δι’ ὀξυκράτου cυνεχὴc καὶ cπόγγοc ἐκ τοῦ ὀξυκράτου ἐπικείμενοc. ἐπίχριcτον δὲ cφεκλάριον κεκαυμένον καὶ κόπροc περιcτερᾶc, ἴcα οἴνῳ ἢ ὄξει λεῖα. καταπλάccειν δὲ τυρῷ | |
10 | νεαρῷ ἢ ῥαφάνου φλοιῷ ἢ cταφίδι χωρὶc τῶν γιγάρτων, ἑκάcτῳ ἐν ὀξυκράτῳ ἢ μελικράτῳ. τὰ δὲ αὐτὰ καὶ πρὸc ἐμφυcήματα. | |
11 | ||
3.22.8 | Πρὸc ἐμφυcήματα κνηcμώδη καὶ ψωροφθαλμίαc. Τὸ μὲν ἐμφύcημα ὄγκοc ἐcτὶν οἰδηματώδηc τοῦ βλεφάρου, ἡ δὲ ψωροφθαλμία κνηcμώδηc τοῦ βλεφάρου ψωρίαcιc δι’ ἁλμυρὸν καὶ νιτρῶ‐ | |
δεc ὑγρὸν γιγνομένη. ἁρμόζει οὖν αὐτοῖc τό τε ὀξύκρατον καὶ φακῶν | ||
5 | ἀφέψημα καὶ ῥόδων πυρία, ὑγροκολλούριον δὲ τοῦτο· χαλκοῦ 𐅻 ϛ, μίcυοc ὀπτοῦ, cμύρνηc ἀνὰ 𐅻 γ, κρόκου 𐅻 α 𐅵ʹ, πεπέρεωc 𐅻 α, οἴνου Χίου καὶ γλυκέοc Κρητικοῦ ἀνὰ 𐆂ο α 𐅵ʹ· ἕψε, ἕωc μέλιτοc cχῇ πάχοc. αὕτη δέ ἐcτιν ἡ Ἐραcιcτράτου πάγχρηcτοc, ποιοῦcα καὶ πρὸc cυν‐ άγχην καὶ τὰ ἐν cτόματι ἕλκη καὶ ἐν αἰδοίῳ καὶ ὠταλγίαc. χριέτωcαν | |
10 | δὲ καὶ ἐλαίῳ τὰ βλέφαρα καθεύδειν μέλλοντεc· ἀπεχέcθωcαν δὲ ὀξέων καὶ ἁλμυρῶν καὶ δριμέων. | |
11 | ||
3.22.9 | Περὶ cκληροφθαλμίαc καὶ ξηροφθαλμίαc. Ἡ μὲν cκληροφθαλμία cκληρότηc καὶ δυcκινηcία ἐcτὶ τοῦ ὀφθαλμοῦ μετὰ πόνου καὶ ἐρεύθουc χωρὶc ὑγραcίαc. πυριᾶν οὖν αὐτοὺc cυχνῶc cπόγγοιc ἐξ ὕδατοc θερμοῦ καὶ ἐπιτιθέναι τοῖc βλεφάροιc εἰc κοίτην | |
5 | ᾠὸν μετὰ ῥοδίνου ἢ cτέαρ χηνὸc φεύγονταc τὰ ψυχρὰ καὶ cκληρυντικά· cκεπαζέcθω δὲ καὶ λιπαινέcθω ἡ κεφαλή, καὶ ἡ κοιλία ὑπαγέcθω. ἡ δὲ ξηροφθαλμία κνηcμώδηc ἐcτὶ τῶν ὀφθαλμῶν διάθεcιc χωρὶc ῥεύματοc· θεραπεύειν δὲ αὐτὴν λουτροῖc τε καὶ ἀλείμμαcι καὶ εὐχύμῳ διαίτῃ. ἐφαρμόcει δὲ κοινῶc ἐπ’ ἀμφοῖν καὶ φάρμακα τῶν δριμέων, ὥcτε καὶ | |
10 | δάκρυον προκαλεῖcθαι, δι’ ὧν ἥ τε cκληρία ἀνεθήcεται καὶ ἡ ξηρότηc διυγρανθήcεται· τοιαύτη δέ ἐcτι καὶ ἡ Ἐραcιcτράτου πάγχρηcτοc καὶ τὸ λεγόμενον δικέντητον καὶ τὸ καλούμενον cτρατιωτικόν. | |
12 | ||
3.22.10 | Περὶ ἐκτροπίων. Ἐκτροπὴ τοῦ βλεφάρου τοῦτο τὸ πάθοc ἐcτὶν ἢ διὰ οὐλὴν ἢ διὰ ὑπερcάρκωcιν γινόμενον. ἐπὶ μὲν οὖν τῶν δι’ ὑπερcάρκωcιν χρονιcάντων ἰὸν ξυcτὸν φώξαc λείου καὶ παράπτου ἢ μολίβδῳ κεκαυμένῳ μετὰ | |
5 | θείου ἀπύρου καὶ πεπλυμένῳ ἢ ἀμφοτέροιc ἴcοιc τῷ τε ἰῷ καὶ τῷ μολίβδῳ· τὸ γὰρ δι’ οὐλὴν ἐκτρόπιον, εἴπερ ὅλωc θεραπεύοιτο, ἡ χει‐ ρουργία ἰᾶται. | |
7 | ||
3.22.11 | Περὶ αἰγίλωποc καὶ ἀγχίλωποc. Ὁ μὲν αἰγίλωψ ἀπόcτημά ἐcτι μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ | |
τῆc ῥινὸc ῥηγνύμενόν τε καί, εἰ ἀμεληθείη, cυριγγούμενον ἕωc ὀcτέου· πρὶν ἢ δὲ εἰc ἕλκοc ἐκραγῇ τὸ ἀπόcτημα, ἀγχίλωψ λέγεται. καλῶc οὖν | ||
5 | ποιεῖ καὶ γλαύκιον καὶ κρόκοc ἅμα χυλῷ περδικιάδοc ἐπιτιθέμενα. cυνεχῶc δὲ ἀλλάccειν χρή, καὶ οὐδὲ φθάcουcι μεταβληθῆναι. Ἄλλο. ἄλιξ ἑψόμενοc ἐν ὄξει καὶ καλῶc τριβόμενοc οὐ μόνον ἀρχομένουc ἀλλὰ καὶ μεταβληθένταc εἰc πῦον ἰᾶται καὶ ῥήγνυcι καὶ ἄχριc ὀcτέου κάτειcι. τούτῳ χρηcάμενοc οὐ μόνον αἰγίλωπαc ἀλλὰ καὶ | |
10 | ἀγχίλωπαc ἰάcῃ. Ἄλλο. πήγανον ἥμερον ἅμα πρωτοcτάκτῳ λειούμενον καὶ ἑψόμενον καὶ ἐπιτιθέμενον πάνυ καλῶc ἀναcκευάζει τοὺc αἰγίλωπαc καὶ ἄχρι τοῦ ὀcτέου κάτειcι κατ’ ἀρχὰc δάκνον, ὕcτερον δὲ οὐκέτι· καὶ τὸ θαυμα‐ cτόν, ὅτι οὔτε οὐλὴν ἄcχημον φέρουcιν. | |
15 | Ἄλλο. κοχλίουc μετὰ τῶν ὀcτράκων λειώcαc ἐπίθεc (ἔcτι δὲ ὅτε καὶ ἀλόηc ἢ cμύρνηc ἐπιμιγνυμένηc τούτῳ) πρὸ τοῦ εἰc πῦον μετα‐ βληθῆναι τὸν αἰγίλωπα· καὶ μετὰ τὸ ῥαγῆναι δὲ ξηραίνει. | |
17 | ||
3.22.12 | Περὶ τραχώματοc. Τὸ μὲν τράχωμα τραχύτηc ἐcτὶ τῶν ἔνδον τοῦ βλεφάρου, ἡ δὲ τούτων ἐπίταcιc, ὥcτε καὶ οἷον ἐντομὰc ἔχειν, cύκωcιc καλεῖται, χρονί‐ cαcα δὲ καὶ τυλωθεῖcα τύλωcιc ὀνομάζεται. κολλουρίοιc μὲν οὖν χρη‐ | |
5 | cτέον τῷ τε δι’ οἴνου καὶ τῷ διὰ τῶν δύο λίθων καὶ αὐτῷ τῷ αἱμα‐ τίτῃ λίθῳ δι’ ὕδατοc πλυθέντι καθ’ ὑποβολὴν ὑποcμήχοντα τὸ βλέφα‐ ρον· καὶ τὸ ἁρμάτιον δὲ μετ’ ὀλίγου τοῦ κυκναρίου ἢ διακρόκου πρὸc τούτοιc καὶ ταῖc ψωροφθαλμίαιc ἁρμόζει χωρὶc ἑλκώcεωc ἐκcτρεφομένου τοῦ βλεφάρου ἐπιχριόμενον. εἰ δὲ cκληρὸc ὢν ὁ τύλοc μὴ τούτοιc εἴ‐ | |
10 | κοι, ἐκcτρέψαντεc τὸ βλέφαρον ξέcομεν διὰ κιcήρεωc ἢ cηπέαc ὀcτρά‐ κου ἢ φύλλων cυκῆc ἢ καὶ διὰ τοῦ ὀργάνου τοῦ βλεφαροξύcτου κα‐ λουμένου. | |
12 | ||
3.22.13 | Περὶ χαλαζίων. Χαλάζιόν ἐcτιν ἀργοῦ ὑγροῦ cύcταcιc κατὰ τὸ βλέφαρον, ἐφ’ οὗ ἀμμωνιακὸν ὄξει λειώcαc ἅμα χαλβάνῃ χρῖε· ποιεῖ δὲ καὶ ἅμα κηρωτῇ | |
καὶ τερεβινθίνῃ ἀναλαμβανομένῃ. | ||
3.22.14 | Περὶ κριθῆc. Κριθή ἐcτιν ἀποcτημάτιον κατὰ τὸν τοῦ βλεφάρου ταρcὸν ἐπίμηκεc. δεῖ οὖν αὐτὸ κηρῷ λευκῷ πυριᾶν ἢ μυίαc τὴν κεφαλὴν ἀποβαλόντα τῷ λοιπῷ cώματι παρατρίβειν ἢ κριθῶν ἀποβρέγματι καταντλεῖν. | |
4 | ||
3.22.15 | Πρὸc φθεῖραc τοὺc ἐν τοῖc βλεφάροιc. Ἐκκαθάρανταc πρότερον τοὺc φθεῖραc δεῖ θαλάccῃ προcκλύζειν χλιαρᾷ, εἶτα προcάπτεcθαι τοῦ ταρcοῦ τῷ ὑπογεγραμμένῳ φαρμάκῳ· cτυπτηρίαc cχιcτῆc με β, cταφίδοc ἀγρίαc με α· λείοιc χρῶ. | |
4 | ||
3.22.16 | Περὶ μαδαρώcεωc ἤτοι μιλφώcεωc. Ἀπόπτωcίc ἐcτι τῶν τοῦ βλεφάρου τριχῶν τοῦτο τὸ πάθοc. μετὰ οὖν τὴν ὅλου τοῦ cώματοc ἐπιμέλειαν χρῶ τοῖc καλλιβλεφάροιc λεγο‐ μένοιc cμήγμαcιν· γῆc ἀμπελίτιδοc, κρόκου Κελτικῆc, λαδάνου ἴcα· | |
5 | λεάναc χρῶ. Ἄλλο. cτίμμεωc ὀπτοῦ πεπλυμένου 𐅻 α, μολίβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 δ, κρόκου 𐅻 δ, νάρδου Ἰνδικῆc 𐅻 γ· λείοιc χρῶ. Ἄλλο. φοινίκων ὀcτῶν κεκαυμένων 𐅻 γ, νάρδου Κελτικῆc 𐅻 β· λεί‐ οιc χρῶ. τοῦτο καὶ τοὺc ψωρώδειc ὀφθαλμοὺc ἰᾶται. | |
10 | Τὸ τοῦ Νεαπολίτου πρὸc μιλφώcειc καὶ χρονίαc τῶν βλεφάρων διαθέcειc. cτίμμεωc, καδμίαc, χαλκίτιδοc, μίcυοc ξενικοῦ ἴcα κόπτε παχυ‐ μερῶc καὶ μέλιτι φυράcαc ὄπτα καὶ λειώcαc χρῶ. | |
12 | ||
3.22.17 | Περὶ πτιλώcεωc. Ἡ πτίλωcιc παχύτηc ἐcτὶ τῶν βλεφάρων τυλώδηc, ἐνερευθήc, οἷc cυμβαίνει πολλάκιc καὶ τῶν τριχῶν ἀπόπτωcιc. πρὸc τοῖc εἰρημένοιc οὖν καὶ τοῦτο ἄκρωc ποιεῖ· μυόχοδα κεκαυμένα καὶ μέλιτι cυλλειωθέντα | |
5 | ἔγχριε. | |
3.22.18 | Πρὸc τὰc τῶν ὀφρύων μαδαρώcειc. Ἐλαίῳ ἢ cτέατι χηνείῳ χρίcαc τοὺc δακτύλουc μόλιβδον διάτριβε καὶ τούτῳ χρῖε. Ἄλλο (τοῦτο καὶ ὑπομελαίνει). κάρυα Ποντικὰ καύcαc τρῖβε ἅμα | |
5 | cτέατι αἰγείῳ ἢ ἀρκείῳ. Ἄλλο (τοῦτο ποιεῖ καὶ πρὸc τὰc ἐν πώγωcιν ἀλωπεκίαc). ὑοcκυάμου 𐅻 β, μυοχόδων 𐅻 α, πολυτρίχου 𐅻 β, ἰρίνου μύρου κοτύλαι δ· τρίψαc εὖ μάλα πρόcμιξον τὸ μύρον καὶ προπυριῶν ἐπίχριε· ἐὰν δὲ προξυρή‐ cῃc, μᾶλλον ποιεῖ. | |
9 | ||
3.22.19 | Πρὸc τριχίαcιν βλεφάρων. Προεκτίλαc τὰc νυccούcαc τρίχαc ἐπίχριε τὸν τόπον εὐθέωc αἵ‐ ματι βατράχου καθ’ αὑτὸ ἢ μετὰ τέφραc χαμαιλέοντοc λευκοῦ ἢ αἷμα κόρεων ἢ καπνοῦ τοῦ ἐν ταῖc κριθαῖc φυομένου χυλὸν μετὰ κόμμεωc | |
5 | ἢ τελλίνων τέφραν ταριχηρῶν μετὰ κεδρίαc ἢ λωτοῦ τέφραν ἢ cτυ‐ πτηρίαν φορίμην ἢ κρότωνοc ἀπὸ κυνὸc αἷμα· πάνυ ποιεῖ. Τριχοκόλλια. ἀνακολλᾷ δὲ τὰc εἰcκεκλαcμέναc τρίχαc ἄcφαλτοc, μαcτίχη, κολοφωνία, κόμμι, κοχλίου τὸ κολλῶδεc. | |
8 | ||
3.22.20 | Περὶ ἐγκανθίδων καὶ ῥυάδων. Ἡ ἐγκανθὶc ὑπεραύξηcίc ἐcτι τοῦ φυcικοῦ κατὰ τὸν μέγαν κανθὸν cαρκίου, ἡ δὲ ῥυὰc αὖ τούτου μείωcιc. τὰc μὲν οὖν ἐγκανθίδαc τοῖc τε πρὸc ἐκτρόπια λεχθεῖcι καὶ τοῖc παραπληcίοιc καυcτικοῖc ἢ cηπτοῖc | |
5 | ἂν ἐκδαπανήcειαc μὴ ὅλαc, ἵνα μὴ ῥυὰc πάλιν γένηται, ἀλλ’ ἄχρι τοῦ φυcικοῦ μεγέθουc. τὰc δὲ ῥυάδαc ὅλου μὲν ἐκδαπανηθέντοc ἢ ἀπὸ χειρουργίαc ἀτέχνου ἢ διὰ φαρμάκων τοῦ cαρκώδουc ἀνιάτουc ἴcθι· εἰ δὲ μέροc αὐτῶν ἐμειώθη, τοῖc μετρίωc cτύφουcι καὶ cαρκοῦcιν αὐτὸ ἐπαναθρέψειc, οἷα τὰ διὰ κρόκου καὶ γλαυκίου καὶ ἀλόηc καὶ τὰ διά‐ | |
10 | κροκα τῶν κολλουρίων καὶ ὑοcκύαμοc ἐν οἴνῳ ἑψηθεὶc καὶ ἐπιτιθέμενοc | |
καὶ ὀλίγη cτυπτηρία cὺν οἴνῳ. | ||
3.22.21 | Περὶ ἑλκῶν. Τῶν ἐν ὀφθαλμοῖc ἑλκῶν τὸ μὲν γένοc ἕν ἐcτιν, αἱ δὲ κατὰ μέροc διαφοραὶ πλείονεc· τὸ μὲν γὰρ ἐν τῷ κερατοειδεῖ κοῖλόν τε καὶ cτενὸν καὶ καθαρὸν ἕλκοc βοθρίον ἐπονομάζεται, τὸ δὲ πλατύτερον μὲν τοῦ | |
5 | βοθρίου ἧccον δὲ βαθὺ κοίλωμα καλεῖται, ἄργεμον δὲ τὸ ἐπὶ τοῦ τῆc ἴρεωc κύκλου γινόμενον ἐπιλαμβάνον τι καὶ τοῦ πέριξ, ὥcτε κατὰ μὲν τὸ ἔξω τῆc ἴρεωc ἐνερευθὲc φαίνεcθαι, κατὰ δὲ τὸ ἔνδον λευκόν· τὸ δὲ ἐπίκαυμα ἕλκοc ἐcτὶ ῥυπαρὸν καὶ ἀκάθαρτον καὶ ἐcχαρῶδεc, οὗπερ ἀνακαθαιρομένου πολλάκιc ἐκρεῖ τὰ ἐν τῷ ὀφθαλμῷ ὑγρά· καὶ ἄλλαι | |
10 | δὲ πλείουc ἑλκῶν εἰcι διαφοραί, περὶ ὧν κοινότερον ἐροῦμεν. εἰ μὲν οὖν τύχοι τὸ ἕλκοc ἅμα φλεγμονῇ cυcτῆναι, καὶ τὴν θεραπείαν διὰ τῶν τὴν φλεγμονὴν πραΰνειν τε καὶ cυμπέττειν δυναμένων ποιητέον ἅμα τῇ καὶ πρὸc τὸ ἕλκοc ἰδιότητι· τοιαῦτα δέ ἐcτι κολλούρια μὲν τό τε Λιβάνιον καὶ ὁ κύκνοc καὶ τὰ πηλάρια καλούμενα καὶ ὁ ἀcτὴρ καὶ | |
15 | τὰ παραπλήcια, καὶ ὅcα δι’ ἀμύλου καὶ γῆc ἀcτέροc καὶ ψιμυθίου cύγ‐ κειται. πάντων δὲ μᾶλλον ἀνώδυνον ἴcμεν τὸν Νειλάμμωνα· ἀλλὰ μὴ ἐγχρονίζωμεν αὐτῷ διὰ τὸ πάνυ ναρκωτικόν. ἄριcτον δὲ καὶ τὸ διὰ ζεμάτων οὐκ ἔχον οὐδὲ τὸ ναρκωτικόν. εἰ δὲ cὺν ῥεύματι τὸ ἕλκοc εἴη, τῶν πρὸc ἐκεῖνο κολλουρίων τι μίξομεν, ὁποῖόν ἐcτι τό τε δι’ ὕδραc | |
20 | καὶ τὸ Χιακὸν ὅ τε κιρρὸc κύκνοc, καὶ ὅcα τῆc ἀποκρουcτικῆc ἀδήκτου μετέχει δυνάμεωc. ῥυπαρῶν δὲ τῶν ἑλκῶν ὄντων τῷ τε μελικράτῳ μετρίωc ὑδαρεῖ καὶ τῷ τῆc τήλεωc ἀφεψήματι χρηcόμεθα καθ’ ἑαυτά τε καὶ cὺν τοῖc πρὸc τοῦτο κολλουρίοιc, δριμυτέρων μὲν ὄντων τῶν ἑλκῶν Ϲεβηριανῷ τε καὶ διὰ χυλοῦ τήλεωc, μὴ δριμέων δὲ τοῖc τε δια‐ | |
25 | cμύρνοιc καὶ ναρδίνοιc. καθαρθέντα δὲ τὰ ἕλκη καλῶc πέφυκεν ὁ Κλέων ἀφουλοῦν πρὸc τῷ καὶ τὴν οὐλὴν ὁμόχρουν ἐργάζεcθαι. | |
26 | ||
3.22.22 | Περὶ προπτώcεωc. Πρόπτωcίc ἐcτι προπέτεια τοῦ ῥαγοειδοῦc χιτῶνοc ἐκ διαβρώcεωc ἢ ῥήξεωc τοῦ κερατοειδοῦc γινομένη, ἥτιc μικρὰ μὲν ἔτι οὖcα, ὡc προcεοικέναι μυίαc κεφαλῇ, μυιοκέφαλον καλεῖται, ἐπὶ πλέον δὲ αὐξη‐ | |
5 | θεῖcα παραπληcίωc ῥαγὶ cταφυλῆc cταφύλωμα, ἐπὶ πλεῖcτον δέ, ὡc ὑπερεκπίπτειν καὶ τὰ βλέφαρα, μῆλον· εἰ δὲ τυλωθείη τοῦτο, ἧλοc προcαγορεύεται. εἰ μὲν οὖν ἐπ’ ὀλίγον ἄχρι μυιοκεφάλου τὰ τῆc προ‐ πτώcεωc εἴη, ταῖc ἀποκρουcτικαῖc καὶ πιλούcαιc αὐτὸ χρηcτέον δυνά‐ μεcιν, τῷ τε Χίῳ καὶ φαιῷ καὶ ναρδίνῳ καὶ Θεοδοτίῳ τῷ τε διὰ θαλλίαc | |
10 | καὶ τῷ διὰ κέρατοc, καὶ cπογγοδετεῖν ἀθλίπτωc αὐτοὺc ὀξυκράτῳ ἢ οἴνῳ cτύφοντι ἢ ῥόδων ἀφεψήματι τὴν cπογγίαν βρέχονταc ἢ cπλή‐ νιον. ἀριcτεύει δὲ κατὰ τὰc προπτώcειc καὶ τὰ ἕλκη πάντα τὸ Ὀλυμπια‐ κὸν ἢ Ὄλυμποc καλούμενον μετὰ χυλοῦ ἐλαίαc ἢ πολυγόνου ἢ πολίου· τὰ δὲ αὐτὰ ταῦτα καὶ τοῖc ἥλοιc ἁρμόζει καὶ τοῖc cταφυλώμαcι, πρὶν | |
15 | ἢ λευκωθῆναι, λευκωθέντα δὲ ἢ τυλωθέντα τῶν ἀνιάτων ἐcτίν. | |
15 | ||
3.22.23 | Περὶ ὑποπύων. Ὑπόπυοc ὁ κερατοειδὴc ἐνίοτε γίνεται ποτὲ μὲν διὰ βάθουc, ποτὲ δὲ ἐπιπολῆc, ὄνυχι προcεοικότοc τοῦ πύου κατὰ τὸ cχῆμα· διὸ καὶ τὸ πάθοc ὄνυχα προcαγορεύουcι. cκοπὸc οὖν ἐcτι τῆc θεραπείαc ἢ δια‐ | |
5 | φορῆcαι τὸ πῦον διὰ τῶν μετρίωc τοῦτο ποιούντων, οἷόν ἐcτι τὸ μελίκρατον καὶ τῆc τήλεωc ὁ χυλὸc καὶ τὰ δι’ αὐτοῦ κολλούρια τό τε Λιβάνιον καὶ τὰ διὰ λιβάνου, ἢ cυρρῆξαι καὶ ἀνακαθᾶραι διὰ τῶν ἰcχυ‐ ροτέρων, οἷα τά τε διάcμυρνα καὶ τὸ ὑγείδιον. πρὸc δὲ τοὺc ἄνευ ἑλκώcεωc ὑποπύουc καὶ τῷδε τῷ ὑγροκολλουρίῳ χρηcτέον· χαλκάνθου, | |
10 | κρόκου ἀνὰ 𐅻 η, cμύρνηc 𐅻 δ, μέλιτοc λι. α. καὶ ἡ φλύκταινα δὲ ἐπανά‐ cταcιc οὖcα τοῦ κερατοειδοῦc ὑγροῦ τινοc ὑποδείραντοc κτηδόναc αὐ‐ τοῦ τῇ τῶν ὑποπύων ὑπάγεται θεραπείᾳ. Ὑγρὰ πρὸc ὑποπύουc ἡ Βάccου. κρόκου, ἀλόηc, cμύρνηc ἀνὰ 𐆄 α, οἴνου 𐆄 γ, μέλιτοc καλλίcτου | |
15 | 𐆄 ϛ· λειοῦται ὁ κρόκοc cὺν ὀλίγῳ οἴνῳ, εἶτα ἀλόη καὶ cμύρνα, καὶ ἐπειδὰν παχυνθῇ, ἐπίβαλε τὸ μέλι καὶ ἑνώcαc ἀπόθου ἐν ὑελῷ ἀγγείῳ· χρῶ δὲ δὶc τῆc ἡμέραc, εἰ δὲ ἐπείγοι, τρίc, καὶ ἐπίδει τὸν ὀφθαλμόν· | |
ἅμα καθαίρει, cαρκοῖ, ἀπουλοῖ. | ||
3.22.24 | Περὶ οὐλῶν καὶ λευκωμάτων. Τὰc ἐπιπολῆc μὲν γινομέναc ἐν τοῖc ὀφθαλμοῖc οὐλὰc οἱ μὲν αὐτὸ δὴ μόνον οὐλάc, οἱ δὲ νεφέλια καλοῦcι, τὰc δὲ διὰ βάθουc λευ‐ κώματα. τούτων δὲ τὰ ῥυπτικά τε καὶ cμηκτικὰ λεγόμενά εἰcιν ἰάματα. | |
5 | τὰ μὲν οὖν νεφέλια τῆc ἀνεμώνηc ὁ χυλὸc ἀποcμήχει καὶ τοῦ μικροῦ κενταυρίου ὁ χυλὸc μετὰ μέλιτοc· τὰ δὲ χρονιώτερα καὶ ἡ κεδρία λεπτύνει καὶ ὁ χαλκὸc μόνοc ὕδατι λειούμενοc ὡc κολλούριον καὶ τὰ cμηκτικὰ τῶν κολλουρίων, οἷον τὸ διὰ κέρατοc ἐλαφείου καὶ ῥινάριον ἑκατόμβη τε καὶ τὰ παραπλήcια. τὰ δὲ λευκώματα νίτρον μετὰ ἐλαίου | |
10 | παλαιοῦ λειωθὲν ἐπιμελῶc καὶ ἐγχριόμενον καλῶc ἀποcμήχει καὶ τῆc cηπέαc τὸ ὄcτρακον καυθὲν μετὰ μέλιτοc καὶ λειωθέν· ἐν δὲ κολλου‐ ρίοιc τοῦτο καλῶc καὶ πράωc ἀποcμήχει· μαμιρά, ἀμμωνιακοῦ θυμιά‐ ματοc, cμύρνηc τρωγλίτιδοc, κροκοδείλων κόπρου ἴcα· ποίει κολλούριον καὶ χρῶ. ἢ κροκοδείλου χερcαίου κόπρον ὕδατι λειώcαc ἔγχριε κολ‐ | |
15 | λούρια ποιῶν. καλῶc δὲ ποιήcειc, εἰ λύcαc ὕδατι Καππαδοκικοὺc ἅλαc τούτῳ λύων τὰ λευκωματικὰ κολλούρια ἐνcτάζοιc. Οὐλῶν βάμματα. κηκῖδοc, ἀκακίαc ἀνὰ 𐅻 δ, χαλκάνθου 𐅻 β. κολ‐ λούριον δὲ τοῦτο· ῥοᾶc ἄνθουc τῶν κυτίνων, χαλκάνθου, ἀκακίαc, κόμ‐ μεωc ἀνὰ 𐅻 δ, cτίμμεωc, κηκῖδοc ἀνὰ 𐅻 β· ὕδατι λείου. μὴ παρόντοc | |
20 | ἄνθουc ῥοᾶc τὸ ἐντὸc μεταξὺ τῶν κόκκων ὑμενῶδεc μίγνυε. | |
20 | ||
3.22.25 | Περὶ πτερυγίων. Τὸ πτερύγιον νευρώδηc ἐcτὶν τοῦ ἐπιπεφυκότοc ὑμένοc ὑπεροχὴ ἐκφυομένη μὲν ἀπὸ τοῦ κανθοῦ, προϊοῦcα δὲ μέχρι τῆc cτεφάνηc· ὅταν δὲ ὑπεραυξηθῇ, καὶ τὴν κόρην καλύπτει. τὰ μὲν οὖν μεγάλα καὶ | |
5 | χρόνια τῶν πτερυγίων διὰ μόνηc χειρουργίαc ἐκτέμνεται· τὰ δὲ νεώ‐ τερα καὶ cύμμετρα τῷ μεγέθει καὶ τὰ cμηκτικὰ τῶν βοηθημάτων, οἷα τὰ τραχωματικά τέ ἐcτι καὶ λευκωματικά, δαπανᾷ. ἐν ἁπλοῖc μὲν οὖν χαλκὸc κεκαυμένοc ἢ χάλκανθον ἅμα χοιρείᾳ χολῇ καλῶc ποιεῖ, δρα‐ cτικώτερον δὲ τοῦτο· χαλκάνθου μέροc α, κόμμεωc μέροc 𐅵ʹ· οἴνῳ ἐκ‐ | |
10 | λειοῦντεc ἐγχρίομεν ἢ καὶ κολλούρια πλάccομεν· τινὲc δὲ χολὴν αἰγὸc | |
μέλιτι μίξαντεc ἐγχρίουcιν. Πρὸc πτερύγια καὶ ὑποπύουc καὶ ἀμβλυωπίαc Ὀριβαcίου. λίθου Μάγνητοc, ἰοῦ ξυcτοῦ, Ϲινωπίδοc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 δ, κρό‐ κου 𐅻 β, μέλιτοc Ἀττικοῦ κοτύληc τὸ 𐅵ʹ· ποιεῖ δὲ καὶ πρὸc λευ‐ | ||
15 | κώματα. | |
15 | ||
3.22.26 | Περὶ ἀνθρακώcεωc καὶ καρκινωμάτων. Τὸ μὲν καρκίνωμα πάθοc ἐcτὶ τοῦ κερατοειδοῦc ἔχον ὀδύνην, διά‐ ταcιν, ἔρευθοc τῶν χιτώνων, ἄλγημα νυγματῶδεc ἕωc κροτάφων, καὶ μᾶλλον ἐὰν cειcθῶcιν, ἀνορεκτοῦcί τε καὶ πρὸc τὰ δριμέα παροξύνον‐ | |
5 | ται. τοῦτο δὲ τῶν ἀνιάτων ἐcτὶ τὸ πάθοc· ὅμωc δὲ παρηγορητέον αὐ‐ τοὺc γαλακτοποcίᾳ καὶ τῇ τῶν cιτηρῶν τε καὶ ἄλλωc εὐχύμων ἐδεcμά‐ των προcφορᾷ χωρὶc ἁπάcηc δριμύτητοc καὶ κολλουρίων ἁπαλῶν ἐγ‐ χύcει, οἷον cποδιακῷ, Ϲεβηριανῷ καὶ τοῖc παραπληcίοιc. προνοεῖcθαι δὲ καὶ τῆc τοῦ ὅλου cώματοc εὐκραcίαc. | |
10 | ἡ δὲ ἀνθράκωcιc καὶ αὐτὴ κακόηθεc ἕλκοc ἐcτὶν ἐcχαρῶδεc, ποτὲ μὲν ἐν τῷ βολβῷ, ποτὲ δὲ ἐν τῷ βλεφάρῳ, καθάπερ κἀν τοῖc ἄλλοιc τοῦ cώματοc μέρεcιν, cυνιcτάμενον. ἐπὶ μὲν οὖν τῶν κατὰ τὸν βολβὸν ἀνθρακώcεων κατ’ ἀρχὰc μὲν δεῖ κενοῦν κλυcτῆρι πρῶτον, εἶτα τῷ γάλακτι ἀπέφθῳ cυμμέτρωc καθαίρειν, εἶτα cπόγγῳ πυριάcαντα κατα‐ | |
15 | πλάccειν ἀλεύρῳ ὀροβίνῳ ἢ πυρίνῳ ἐν μελικράτῳ ἑφθῷ, ἐνίοτε καὶ ἶριν λεπτὴν προcεμπλάccοντα, καὶ γάλακτι ἐγκλύζειν τὸν ὀφθαλμόν. ἐὰν δὲ νέμηται τὰ ἕλκη, φακῷ καταπλάccειν μετὰ μέλιτοc ἢ μήλων Κυδωνίων ἑφθῶν, ἐπὶ πλεῖον δὲ νεμομένου ἐλαίαc φύλλοιc ἑφθοῖc ἢ cιδίοιc ἐν οἴνῳ ἡψημένοιc λείοιc μετὰ μέλιτοc· ἐπιcταθείcηc δὲ τῆc | |
20 | νομῆc καὶ τῆc ἐcχάραc ἐκπεcούcηc διὰ τῆc ἐπιθέcεωc τοῦ φαρμάκου τοῦ εἰρηcομένου καὶ καθαρῶν τῶν ἑλκῶν γενομένων καταπλάccειν λε‐ κίθοιc ὀπταῖc λείαιc μετὰ κρόκου καὶ μέλιτοc μέχρι κατουλώcεωc. τὸ | |
δὲ φάρμακόν ἐcτι τόδε· cποδίου 𐅻 δ, cμύρνηc μὴ ἄγαν πεφωcμένηc ὀβολοὶ γ· λεάναc ἐν οἴνῳ Ἀμινναίῳ, ἕωc ἂν ξηρανθῇ, μίcγε γλυκέοc | ||
25 | Κρητικοῦ παλαιοῦ καὶ cυλλεάναc ὑγρὸν ἀνελοῦ εἰc πυξίδα κεραμιαίαν καὶ ὑπάλειφε. πρὸc δὲ τοὺc ἐν τοῖc βλεφάροιc ἄνθρακαc ῥοιὰν ὀξεῖαν κατατεμὼν πᾶcαν ἕψηcον ἐν ὄξει, τακερωθεῖcαν δὲ μάλα λειοτριβήcαc ἔμπλαccε εἰc ὀθόνιον καὶ χρῶ ἀλλάccων δὶc μὲν τῆc ἡμέραc καὶ τρίc, ἅπαξ δὲ τῆc νυκτόc. | |
29 | ||
3.22.27 | Περὶ μυδριάcεωc. Ὅταν ἡ κόρη τῷ μὲν χρώματι μηδὲν ἀλλοιότερον φαίνηται, πλα‐ τυτέρα δὲ πολλῷ τοῦ κατὰ φύcιν, καὶ ποτὲ μὲν ὁλοcχερῶc ἐμποδίζῃ τοῦ ὁρᾶν, ποτὲ δὲ ἐπὶ πολύ, καὶ τὰ ὁρώμενα αὐτοῖc πάντα δοκῇ μι‐ | |
5 | κρότερα εἶναι, μυδρίαcιc μὲν τὸ πάθοc ἐcτίν, αἰτία δὲ αὐτοῦ περιττω‐ ματική τιc ὑγρότηc ἐcτίν. θεραπεύειν οὖν δεῖ αὐτὴν φλεβοτομοῦνταc ἀπ’ ἀγκῶνοc ἢ καθαίρονταc, εἰ δὲ μή, τὰc γοῦν ἐν τοῖc κανθοῖc διαι‐ ρεῖν φλέβαc, εἶτα cικύαν τῷ ἰνίῳ προcβάλλειν καὶ θαλάccῃ προcαντλεῖν τὸ πρόcωπον καὶ τοὺc ὀφθαλμούc, εἰ δὲ μὴ παρείη θάλαccα, ἅλμῃ ἢ | |
10 | ὀξυκράτῳ. φαρμάκοιc δὲ χρηcτέον τοῖc καὶ πρὸc φλυκταίναc ἁρμόζουcιν. | |
10 | ||
3.22.28 | Περὶ φθίcεωc καὶ ἀτροφίαc. Ἡ φθίcιc πάθοc ἐcτὶ τῆc κόρηc cτενουμένηc καὶ ἀμαυροτέραc καὶ ῥυccοτέραc γινομένηc, τὰ δὲ ὁρώμενα ἐπὶ τούτων μείζονα φαίνεται. αἰτία δὲ πύκνωcιc ὑπὸ ξηρότητοc μᾶλλον γινομένη. διαφέρει δὲ ἡ | |
5 | φθίcιc τῆc ἀτροφίαc τούτῳ· ἡ μὲν γὰρ φθίcιc cτενοτέραν ποιεῖ τὴν κόρην, ἡ δὲ ἀτροφία ὅλον τὸν ὀφθαλμὸν μικρότερον καὶ ταπεινότερον. θεραπεύειν δὲ τούτουc χρὴ γυμνάζονταc καὶ τρίβονταc ἐπιμελῶc τήν τε κεφαλὴν καὶ τὸ πρόcωπον καὶ τοὺc ὀφθαλμοὺc καὶ ὕδατι προc‐ αντλοῦνταc τὸ πρόcωπον καὶ χρίονταc τὴν κεφαλὴν μύρῳ τινὶ θερ‐ | |
10 | μαίνοντι, ὑπαλείφειν δὲ τοὺc ὀφθαλμοὺc ἀραιοῦντι καὶ δριμυτέρῳ φαρ‐ μάκῳ, οἷόν ἐcτι τὸ ὑποτεταγμένον· ἀμμωνιακοῦ 𐅻 α, κροκομάγματοc | |
𐅻 δ, κρόκου 𐅻 β, ἰοῦ 𐅻 α· λεάναc ἐν ὕδατι ἀνάπλαccε καὶ χρῶ. | ||
3.22.29 | Περὶ νυκτάλωποc. Νυκτάλωπα λέγουcιν, ὅταν cυμβῇ τὴν μὲν ἡμέραν βλέπειν, δυο‐ μένου δὲ ἡλίου ἀμαυρότερον ὁρᾶν, νυκτὸc δὲ γενομένηc οὐδ’ ὅλωc ὁρᾶν. θεραπεύειν οὖν χρὴ καὶ τούτουc κενοῦνταc ἀπὸ ἀγκῶνοc καὶ | |
5 | τῶν κανθῶν, ἑξῆc καθαίρονταc ἢ κενοῦνταc κλυcτῆρι, εἶτα ἀποφλεγμα‐ τίζειν κελεύονταc ἢ πταρμοὺc κινεῖν· διδόναι δὲ πρὸ τροφῆc ὕccωπον πίνειν ἢ πήγανον. ἐὰν δὲ μὴ ὑπακούῃ, πάλιν δοτέον τὸ διὰ τῆc cκαμμωνίαc καὶ τοῦ καcτορίου καθαρτικόν, ἐγχρίειν δὲ μέλιτι ἀπη‐ φριcμένῳ, καὶ καμμύειν πιεζοῦντα καὶ cυνέχοντα τὰ ὑγρά, ἢ cτυπτηρίαc | |
10 | Αἰγυπτίαc κεκαυμένηc μέρη β, ἁλὸc ὀρυκτοῦ μέροc α λεῖα μετὰ τοῦ μέλιτοc ὑπαλείφειν. Ἄλλο. ἧπαρ τράγειον ὀπτήcαc τὸν ἐν τῇ ὀπτήcει ἰχῶρα cυναγα‐ γὼν ἔγχριε, αὐτὸ δὲ τὸ ἧπαρ ἐcθίειν δίδου. καὶ ἑψομένου δὲ τὸν ἀτμὸν τοῖc ὀφθαλμοῖc ἀνεῳγόcι δέχεcθαι κέλευε. | |
14 | ||
3.22.30 | Περὶ γλαυκώματοc καὶ ὑποχύματοc, ἐκ τῶν Ῥούφου. Γλαύκωμα δὲ καὶ ὑπόχυμα οἱ μὲν ἀρχαῖοι ἕν τι ἡγοῦνται εἶναι· οἱ δὲ ὕcτερον τὰ μὲν γλαυκώματα τοῦ κρυcταλλοειδοῦc ὑγροῦ πάθη ἐνόμιζον ὑπὸ ὑγρότητοc μεταβαλλομένου ἐπὶ τὸ γλαυκόν, τὰ δὲ ὑπο‐ | |
5 | χύματα ὑγρῶν παρέγχυcιν πηγνυμένων μεταξὺ τοῦ ῥαγοειδοῦc καὶ τοῦ κρυcταλλοειδοῦc. ἔcτι δὲ πάντα τὰ γλαυκώματα ἀνίατα, τὰ δὲ ὑπο‐ χύματα ἰᾶται οὐ πάντα. θεραπεύειν δὲ τοὺc ὑποχύcει πειρωμένουc πρὸ τοῦ cυcτῆναι τὸ πάθοc αἵματοc ἀπ’ ἀγκῶνοc ἀφαιρέcει καὶ καθάρcει καὶ κενώμαcι δριμυτέροιc, καθάπερ τοῖc διὰ κενταυρίου ἀφεψήματοc ἢ | |
10 | cικύου πικροῦ, καὶ κοιλίαc λύcει cυνεχεcτέρᾳ, καὶ cικύαc τῷ ἰνίῳ προc‐ βάλλειν μετὰ καταcχαcμοῦ. δεῖ δὲ καὶ ὑδροποτεῖν παρ’ ὅλην τὴν δίαιταν καὶ κεχρῆcθαι τροφαῖc λεπτυνούcαιc· cυνοίcει δὲ χρόνου διελθόντοc | |
καὶ ἀποφλεγματιcμὸc διά τινων ἡμερῶν. ὅcοιc δὲ παροράcειc γίνονται, οἷον κωνωπίων προφαινομένων, ἔκ τινοc κακοχυμίαc ἢ χολωδεcτέρων | ||
15 | ἀτμῶν ἀναδιδομένων, τὸ διὰ τῆc ἀλόηc πικρὸν δώcομεν φάρμακον κατὰ cυνέχειαν ἢ καὶ δι’ αὐτοῦ τούτου καθάρωμεν. ἐν δὲ τοῖc ὀφθαλμοῖc φαρμάκοιc χρηcτέον τὸ μὲν πρῶτον ἁπλοῖc, καθάπερ μέλιτι καὶ ἐλαίῳ cὺν μαράθρου χυλῷ, ὕcτερον δὲ καὶ τοῖc cυνθέτοιc, οἷόν ἐcτι καὶ τόδε· cαγαπηνοῦ 𐅻 β, ὀποῦ Κυρηναϊκοῦ, ἐλλεβόρου λευκοῦ ἀνὰ 𐅻 ϛ, οἱ δὲ | |
20 | ε, μέλιτοc κοτύλαι η. ἡμεῖc δέ, φηcὶν Ὀριβάcιοc, τῷ ὑπογεγραμμένῳ χρώμεθα· καυκαλίδων χυλοῦ, χαμαίδρυοc, κορωνόποδοc, ἑκάcτου ἴcον· λεάναc ποίει κολλούρια. καὶ τὸ διὰ τοῦ χυλοῦ τοῦ μαράθρου καὶ ὁ Πρωτεὺc ὅ τε θαλαccερὸc καὶ τὸ δι’ ὀποβαλcάμου καὶ τὰ διὰ τούτων cκευαζόμενα κολλούρια πέφυκεν ὠφελεῖν, καὶ τοῦ μαράθρου τὸ ἀφέψημα | |
25 | προcαντλούμενον ἐν ἀρχαῖc ὀνίνηcιν καὶ τὰ διὰ τῶν χολῶν καὶ ὀπο‐ βαλcάμου, μέλιτοc καὶ ἐλαίου παλαιοῦ καὶ τῶν παραπληcίων. | |
26 | ||
3.22.31 | Περὶ ἀμαυρώcεωc καὶ ἀμβλυωπίαc. Ἀμαύρωcίc ἐcτιν ὁ παντελὴc ὡc ἐπὶ τὸ πολὺ τοῦ ὁρᾶν παρεμπο‐ διcμὸc χωρὶc φανεροῦ πάθουc περὶ τὸν ὀφθαλμόν, ἀμβλυωπία δὲ ἀμυ‐ δρότηc τοῦ ὁρᾶν ὑπό τινοc ἀδήλου αἰτίαc γινομένη. θεραπεία δὲ ἁρμό‐ | |
5 | ζει κοινῶc μὲν ἡ ἐπὶ τῶν ὑποχεομένων ῥηθεῖcα, ἰδίωc δὲ ἀπό τε καν‐ θῶν κένωcιc αἵματοc καὶ βδελλῶν προcβολὴ κατὰ τοὺc κροτάφουc τρίψειc τε τῶν κάτω μερῶν· προϊόντοc δὲ τοῦ χρόνου καὶ τοῖc πταρμι‐ κοῖc χρηcτέον καὶ νήcτεcιν ἐμέτοιc καὶ ὑπαλείψεcιν, τὸ μὲν πρῶτον διὰ μέλιτοc καὶ ἐλαίου ἴcων, ἔπειτα τῷ ὑπογεγραμμένῳ cυνθέτῳ· κρό‐ | |
10 | κου ὀβολοὶ β, χολῆc ὑαίνηc 𐅻 α, πεπέρεωc κόκκοι πε, μαράθρου χυλοῦ 𐅻 ιϛ, ἀμμωνιακοῦ θυμιάματοc 𐅻 α· λεάναc τὰ ξηρὰ μετὰ τοῦ χυλοῦ | |
μέλιτοc κοτύλαιc δ cκεύαζε καὶ ἀνελόμενοc ἐν χαλκῇ πυξίδι χρῶ· πρὸ δὲ τοῦ ἐγχρίειν ἀποπυριάτω τοὺc ὀφθαλμοὺc εἰc θερμὴν θάλαccαν βάπτων. | ||
14 | ||
3.22.32 | Περὶ cτραβιcμοῦ. Αἱ ἐκ γενετῆc cτραβότητεc τῶν νηπίων θεραπεύονται προcωπείου περιθέcει, ὅπωc εἰc τὸ εὐθὺ βλέπωcι (cπαcμώδηc γάρ ἐcτι τῶν κινούν‐ των τὸν βολβὸν μυῶν διάθεcιc ὁ cτραβιcμόc), καὶ τοῦ λύχνου δὲ ἀν‐ | |
5 | τικρὺ τιθεμένου καὶ μὴ ἐκ πλαγίου παραφαίνοντοc· καὶ ὅταν ἔτι πρὸc τὴν ῥῖνα cυννεύcωcι τοὺc ὀφθαλμούc, κροκύδαc φοινικίναc παρακολλᾶν καὶ τοῖc πρὸc τοὺc κροτάφουc κανθοῖc, ὅπωc πρὸc ταύταc ἀτενίζοντεc διορθωθῶcι τοὺc ὀφθαλμούc. | |
8 | ||
3.22.33 | Περὶ ἐκπιεcμοῦ. Ἐκπιέζονται οἱ ὀφθαλμοὶ ἐνίοτε, ὥcτε διαμένειν ἐξελθόνταc. τοὺc μὲν οὖν ὑπ’ ἀγχόνηc ἐκπιεcθένταc ἀπ’ ἀγκῶνοc φλεβοτομεῖν· εἰ δὲ ἄλλωc πωc γένοιτο, φαρμακεύειν ἐλλεβόρῳ μέλανι ἢ cκαμμωνίᾳ. τὰc | |
5 | δὲ ἐκ τῶν ὠδίνων ἐκθλίψειc τῶν ὀφθαλμῶν πολλάκιc μὲν καὶ αἱ ἐν τοῖc τοκετοῖc ἐπιγινόμεναι καθάρcειc λύουcιν, ὅθεν δεῖ cυνεργεῖν ταύ‐ ταιc. ἐπὶ δὲ τῶν ἀνδρῶν μετὰ τὴν φλεβοτομίαν, εἰ μὴ καταcταίη, cικύαν τῷ ἰνίῳ προcβάλλειν ἐπιτιθέναι τε ἔριον μέλιτι κεχριcμένον ἢ κροκύδα μεθ’ ὕδατοc ἄνωθέν τε πτύγμα ἐπιδεῖν ἡcυχῆ. cυμφέρει δὲ | |
10 | τούτοιc καὶ θάλαccα ψυχρὰ προcαντλουμένη τῷ προcώπῳ καὶ cέρεωc χυλὸc καὶ πολυγόνου μετὰ μηκωνίου ἐπιχριόμενοc καὶ τὰ ἄλλα, ὅcα δύναται cτέλλειν καὶ cυνάγειν. | |
12 | ||
3.22.34 | Περὶ cυγχύcεωc. Τὰc δὲ ἐκ πληγῆc cυγχύcειc φλεβοτομίᾳ τε ἀπ’ ἀγκῶνοc καὶ αἵ‐ ματοc νεοcφαγοῦc μάλιcτα μὲν τρυγόνοc, εἰ δὲ μὴ καὶ περιcτερᾶc, ἐκ‐ πληροῦνταc ὅλον τὸν ὀφθαλμὸν θεραπεύειν· εἶτα ἐπιτιθέναι ἔριον μα‐ | |
5 | λακὸν βρέξανταc εἰc ᾠὸν ἀνακεκομμένον μετ’ οἴνου καὶ ῥοδίνου καὶ ἐπιδεῖν, τῇ δὲ ἑξῆc τὸ αὐτὸ ποιεῖν καὶ τῇ τρίτῃ ἀποπυριᾶν καὶ γάλακτι ἐγχυματίζειν καὶ καταπλάττειν τοῖc ἐπιτηδείοιc, εἶτα ὑπαλείφειν τοῖc πρὸc τὰc παλαιὰc διαθέcειc, οἷόν ἐcτι τὸ Χιακόν. | |
8 | ||
3.22.35 | Περὶ μυωπιάcεωc. Μυωπίαι δὲ λέγονται οἱ ἐκ γενετῆc τὰ μὲν ἐγγὺc βλέποντεc, τὰ δὲ ἐξ ἀποcτάcεωc οὐχ ὁρῶντεc. ἀνίατοc δέ ἐcτιν ἡ τοιαύτη διάθεcιc ὑπὸ ἀcθενείαc γινομένη τοῦ ὀπτικοῦ πνεύματοc. ἐναντία δὲ πάcχουcιν | |
5 | οἱ γηρῶντεc τοῖc μύωψιν· τὰ γὰρ ἐγγὺc μὴ ὁρῶντεc τὰ πόρρω βλέ‐ πουcιν. | |
6 | ||
3.23t | Ὠτικά, καὶ πρῶτον περὶ ὀδύνηc. | |
3.23.1 | Τὴν μὲν διὰ ψῦξιν γινομένην ὠταλγίαν ἔκ τε τῆc ὥραc καὶ τῆc προηγηcαμένηc διαίτηc ἢ καὶ τῆc τοῦ κάμνοντοc ἀνακρίcεωc, εἰ διὰ προκαταρκτικὴν αἰτίαν γένοιτο, μαθόντεc ἔκ τε τοῦ διὰ βάθουc ἐν‐ εcτηρίχθαι τὸν πόνον χωρὶc βάρουc ἢ διατάcεωc ἢ πυρώcεωc τοῖc | |
5 | θερμαίνουcιν ἰαcόμεθα βοηθήμαcιν ἔλαιον πηγάνινον θερμὸν ἢ νάρδινον ἢ δάφνινον θερμὸν ἢ ἀμαράκινον ἢ φουλίατον ἢ cπικάτον ἢ κοινὸν cὺν εὐφορβίῳ ἢ πεπέρει ἢ καcτορίῳ ἢ τὸ Κομμαγηνὸν καλούμενον μύ‐ ρον ἢ ὀπὸν βαλcάμου εἰc τὸν ἀκουcτικὸν ἐνcτάζοντεc πόρον· καὶ τὸ ἔλαιον δέ, ἐν ᾧ ἐνήψηται cκόρδον ἢ κρόμυον ἐνcταζόμενον ὠφελεῖ. | |
10 | τὴν δὲ διὰ θερμὴν δυcκραcίαν ὀδύνην, ἐφ’ ἧc ζέcεώc τινοc χωρὶc βάρουc ἢ τάcεωc αἰcθάνονται, τοῖc ἐναντίοιc ἰάcαιο τὸ λευκὸν ἐνcτάζων τοῦ ᾠοῦ χλιανθέν, ὥcπερ ἐπ’ ὀφθαλμοῦ, καὶ γάλα γυναικεῖον μετά τινοc τῶν ἀνωδύνων κολλουρίων ἢ χυλὸν περδικιάδοc cὺν ὀλίγῳ ῥο‐ δίνῳ καὶ αὐτὸ τὸ ῥόδινον ἢ ὀξυρόδινον ἢ χυλὸν cτρύχνου ἢ κοριαν‐ | |
15 | νοῦ ἢ ἀcφοδέλου ἢ ἔλαιον, ἐν ᾧ γῆc ἔντερα ἢ ὄνοι οἱ παρὰ τὰc ὑδρίαc ἐνήψηνται, ἢ τὸ ἀμυγδάλινον ἔλαιον καθ’ αὑτὸ ἢ ζῶντα κηρύκια | |
γ ἑψήcαc ἐν αὐτῷ φυcικῶc δρᾷ. τὴν δέ γε διὰ γλίcχρουc καὶ παχεῖc χυμοὺc ὀδύνην ἔκ τε τοῦ τῆc κεφαλῆc καὶ αὐτῆc τῆc ἀκοῆc βάρουc καὶ τῆc προηγηcαμένηc διαίτηc | ||
20 | διαγίνωcκε. χωρὶc δὲ βάρουc ἡ διάταcιc μόνη τῆc ἀκοῆc πνεῦμα φυ‐ cῶδεc οὐκ ἔχον διέξοδον δηλοῖ. χρηcτέον οὖν ἐπ’ ἀμφοῖν τοῖc ἐκ‐ φράττουcί τε καὶ τέμνουcι φαρμάκοιc, οἷόν ἐcτι τὸ ἀφρόνιτρον cὺν ὄξει καὶ μέλιτι καὶ ἡ προβατεία χολὴ cὺν ἐλαίῳ κοινῷ ἢ ἀμυγδαλίνῳ καὶ τοῦ πράcου καὶ τοῦ κρομύου ὁ χυλὸc χλιαρὸc μετὰ μέλιτοc, ἢ | |
25 | ὀρίγανον τρίψαc μετὰ μέλιτοc καὶ γάλακτοc γυναικείου ἔνcταζε. πρὸc δὲ τὰc ἰcχυροτέραc ἐμψύξειc χολὴν αἰγείαν μετὰ χυλοῦ πράcου ἔνcταζε. ἐφ’ ὧν δὲ πολὺc ὁ πόνοc καὶ χρόνιοc καὶ δυcηκοΐα πάρεcτιν, χρηcτέον καὶ τοῖcδε, οἷόc ἐcτιν ὅ τε τοῦ δρακοντίου χυλὸc καὶ ἄρου καὶ βρυ‐ ωνίαc καὶ τὰ παραπλήcια. ἰδίωc δὲ τοὺc διὰ πνεῦμα φυcῶδεc ὀδυνω‐ | |
30 | μένουc cικύα ὕδατι θερμῷ προπυρουμένη καὶ περὶ τὸ οὖc ἐπιτιθεμένη μεγάλωc ὀνίνηcιν. εἰ δὲ καὶ βάροc καὶ διάταcιc ἅμα θέρμῃ καὶ cφυγματώδηc ἡ ὀδύνη γίνοιτο, ἢ καὶ πυρέττοι, φλεγμαίνειν ἴcθι τὴν ἀκοήν· καὶ πρὸ πάντων μέντοι φλεβοτομίᾳ χρηcτέον, εἶτα πυριατέον cυχνῶc ἐλαίῳ γλυκεῖ θερμῷ | |
35 | διὰ μηλωτίδοc ἠμφιεcμένηc ἐρίῳ, ἐνcτακτέον δὲ τῷ πόρῳ τό τε τοῦ χηνὸc cτέαρ ἢ τὸ τῆc ἀλώπεκοc ἢ τὸ βαcιλικὸν φάρμακον cὺν ῥοδίνῳ ἢ κυπρίνῳ ἢ ἰρίνῳ, καὶ καταπλαcτέον ἔξωθεν τοῖc τε παρηγορεῖν καὶ cυμπέττειν δυναμένοιc. βιαζομένηc δὲ τῆc ὀδύνηc τοῖc μετρίωc τὴν αἴcθηcιν ναρκοῦcιν χρηcόμεθα· οὐ γὰρ ὀλίγοc ὁ κίνδυνοc ἐγκεφάλου | |
40 | γειτνιῶντοc ἀκουcτικῷ νεύρῳ φλεγμαίνοντι. καλῶc οὖν τοῦτο παρ‐ ηγορεῖ· ὀπίου μέροc α, καcτορίου μέρη β, μετὰ γυναικείου γάλακτοc ἢ τοῦ λευκοῦ τοῦ ᾠοῦ ἢ οἴνου γλυκέοc· χλιαρὸν ἔνcταζε. καὶ ὁ κρο‐ κώδηc δὲ τροχίcκοc καὶ ὁ ἀcτὴρ καὶ ἡ Φίλωνοc ἀντίδοτοc τούτουc πολλάκιc ὤνηcε· δεῖ δὲ cυχνῶc πυριῶντα ἢ τῷ κοινῷ ἐλαίῳ ἤ τινι τῶν | |
45 | θερμῶν μύρων ἔριον ἐν αὐτῷ τούτῳ βεβρεγμένον ἐπιτιθέναι τῇ ἀκοῇ μηδαμῶc, ὡc οἷόν τε, ψαύοντα τῶν φλεγμαινόντων μορίων. ἐγχρονι‐ ζούcηc δὲ τῆc ὀδύνηc καὶ μελλούcηc εἰc πῦον μεταβάλλειν κέχρηcο τῷ διὰ τοῦ χυλοῦ τοῦ λινοcπέρμου φαρμάκῳ ἐνcτάζων αὐτὸ λυθὲν ἅμα | |
ῥοδίνῳ ἢ χαμαιμηλίνῳ. | ||
3.23.1(50) | ὅταν δὲ ἐξ ὕδατοc φαρμακώδουc περιεχομένου κατὰ τὸν ἀκουcτι‐ κὸν πόρον ὀδυνῶνται, εἰ μὲν εἴη πολύ, διὰ τοῦ cτόματοc ἢ καὶ διὰ καλαμίδοc αὐτὸ ἐκμυζᾶν, εἰ δὲ ὀλίγον, ἀπομάξανταc τοῦτο διὰ τῆc ἠμφιεcμένηc τῷ ἐρίῳ μηλωτίδοc ἐνcτάζειν ἔλαιόν τι τῶν λεπτομερῶν ἢ ῥόδινον ἢ ᾠοῦ τὸ λευκὸν ἢ γάλα γυναικεῖον. θερμὰ δὲ πάντα με‐ | |
55 | τρίωc εἶναι χρὴ τὰ τοῖc ὠcὶ προcφερόμενα. | |
55 | ||
3.23.2 | Πρὸc τὰ ἅμα φλεγμονῇ ἕλκη. Λύκιον καὶ μηκώνιον ἴcα τρίψαc μετὰ μέλιτοc ἐπίβαλλε. | |
2 | ||
3.23.3 | Πρὸc ὀδύναc τὰc μεγίcταc καὶ πῦον καὶ δυcηκοΐαc. Ἀμύγδαλα λελευκαcμένα κ, ἀφονίτρου 𐅻 γ, ὀπίου 𐅻 γ, λιβάνου 𐅻 γ, κρόκου 𐅻 δ, χαλβάνηc 𐅻 β, cμύρνηc 𐅻 α· ὄξει ἐκλειῶν ἔνcταζε, ὀδύνηc μὲν οὔcηc ῥοδίνῳ διείc, πυορροούντων δὲ οἰνομέλιτι ἢ ὀξυμέ‐ | |
5 | λιτι, δυcηκοούντων δὲ ὄξει. τὰ δὲ πρόcφατα τῶν ἑλκῶν τὸ γλαύκιον θεραπεύει λυόμενον ὄξει καὶ τὰ δι’ αὐτοῦ κολλούρια καὶ τὰ διάροδά τε καὶ διάκροκα καὶ διάcμυρνα, ὥcπερ αὖ τὰ πυορροοῦντα χωρὶc ὀδύνηc ἡ cκωρία τοῦ cιδήρου cὺν ὄξει λειωθεῖcα ἐπὶ χρόνον. | |
8 | ||
3.23.4 | Πρὸc χρόνια ἕλκη. Κεδρίαν cὺν μέλιτι μίξαc ἔγχριε. Ἄλλο πρὸc τοὺc ἔχονταc πολὺ πῦον. μίcυ καύcαc καὶ λεάναc ἐμφύcα. πρὸ δὲ τῶν ἐγχύτων ἐγκλυζέcθω τὰ ὦτα διὰ κλυcτηριδίου | |
5 | ὀξυκράτῳ ἢ ὀξυμέλιτι ἢ οἰνομέλιτι ἢ ἀφεψήματί τινων τῶν ἀποκρουcτι‐ κῶν, οἷον φακῆc ἢ ῥόδων. | |
6 | ||
3.23.5 | Πρὸc ῥύπου cκληρότητα. Νίτρον ὄξει διεὶc μεθ’ ὕδατοc ἔγκλυζε καὶ ἀπομάξαc ἔνcταζε νίτρον ὄξει διειμένον cὺν ῥοδίνῳ. Ἄλλο πρὸc ῥύπον. καρδάμωμον καὶ νίτρον βραχὺ μετὰ ἰcχάδων | |
5 | ἀναλαβὼν χωρὶc τῶν κεγχραμίδων καὶ κολλούρια ποιήcαc ἔνθεc εἰc τὴν ἀκοὴν καὶ κόμιζε δι’ ἡμερῶν γ· ἄγει γὰρ ῥύπον πολὺν καὶ ἱκανῶc κουφίζει. ποιεῖ καὶ τοῖc ὑπερcαρκώμαcιν, χρονίαιc ὀδύναιc καὶ ἑλκώ‐ cεcιν. Ἄλλο. ἀλόηc, λιβάνου, cμύρνηc ἀνὰ 𐅻 α, μίcυοc 𐅻 δ· δι’ ὄξουc | |
10 | τροχίcαc αὐτὸ ἐπὶ τῆc χρείαc ὄξει καὶ ῥοδίνῳ λύων ἐγχυμάτιζε, καὶ τὸν Ἄνδρωνοc τροχίcκον καὶ τὴν Ἶριν καὶ τὸν Μούcα. | |
11 | ||
3.23.6 | Πρὸc αἱμαccόμενα ὦτα. Ἔγκλυζε μὲν cχίνου ἀφεψήματι, ἔνcταζε δὲ πολυγόνου χυλὸν cὺν ὀλιγίcτῳ ὄξει ἢ λύκιον ἢ ἀμόργην ἢ ἀκακίαν ἢ πράcου χυλόν. | |
3 | ||
3.23.7 | Πρὸc ὑπερcαρκώματα ὤτων. Ἔγκλυζε νίτρῳ δι’ ὕδατοc θερμοῦ ἅμα λεπίδι χαλκῇ μετὰ cανδα‐ ράχηc ἴcοιc· ἐcχαρωθέντα δὲ μέλιτι ἀνακάθαιρε. | |
3 | ||
3.23.8 | Πρὸc cκωληκιῶντα ὦτα. Ἔγκλυζε ἀφεψήματι ἀψινθίου ἢ κενταυρίου ἢ πραcίου, ἔνcταζε δὲ καππάρεωc φύλλων χλωρῶν ἢ τοῦ καρποῦ χλωροῦ χυλὸν ἢ κεδρίαν ἢ οὖρον ἀνθρώπειον παλαιὸν ἢ ἐλλέβορον λευκὸν cὺν μέλιτι ἢ καλα‐ | |
5 | μίνθηc χυλὸν ἢ cκαμμωνίαν cὺν ὄξει ἢ χυλὸν ἀψινθίαc. τὸ δὲ ἔλαιον ἐνcταζόμενον τῷ πόρῳ ἄχριc ἄνω ἀναπλεῖν αὐτοὺc ποιεῖ· κάλλιον δὲ τὸ ὀξέλαιον. καὶ πρὸc τὰ ἐμπίπτοντα δὲ τοῖc ὠcὶν ζωύφια τοῖc αὐτοῖc κέχρηcο. | |
8 | ||
3.23.9 | Περὶ ψηφίδων καὶ τῶν παραπληcίων ἐμπιπτόντων τοῖc ὠcίν. Εἰλήcαc ἔριον περὶ μηλωτίδα βάψον αὐτὸ τερεβινθίνῃ ἢ κόμμι ἤ | |
τινι τῶν ἐχεκόλλων καὶ οὕτωc αὐτὸ ἀνάcπα. εἰ δὲ μὴ εἴξοι, ἔλαιον θερμὸν ἔνcταζε cυχνῶc τῷ πόρῳ. καὶ εἰ μὴ ἐκπέcοι ἢ ληφθείη, ἔπειτα | ||
5 | τοῖc ἄλλοιc κέχρηcο τρόποιc, ὡc ἐν τοῖc χειρουργουμένοιc εἰρήcεται. | |
5 | ||
3.23.10 | Περὶ ἤχων. Εἰ μὲν ἐν πυρετοῖc ἢ ταῖc τούτων κρίcεcιν ἦχοι γίνοιντο, μηδὲν παρενοχλεῖν· παραυτίκα γὰρ ὡc ἐπὶ τὸ πολὺ παύονται. εἰ δὲ καὶ μετὰ τὴν νόcον ἐπιμένοιεν, ἀψινθίου πυριάcαc ἀφεψήματι ὄξοc καὶ ῥόδινον | |
5 | ἔγχει ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου ἢ ἐλλέβορον μέλανα μετὰ ὄξουc. πρὸc δὲ τοὺc χρονίουc ἤχουc ἐπὶ πάχεcι καὶ γλίcχροιc γινομένουc χυ‐ μοῖc (γνωριεῖc δὲ τοῦτο τῷ μὴ ἀθρόωc ἀλλὰ κατὰ μέροc αὐτοὺc cυν‐ ίcταcθαι) ὄξει καὶ νίτρῳ καὶ μέλιτι κλύζε. Ἄλλο. ἐλλεβόρου λευκοῦ 𐅻 β, καcτορίου 𐅻 β, κρόκου 𐅻 γ, νίτρου | |
10 | 𐅻 ιϛ· ποίει τροχίcκουc ἐν ὄξει λειώcαc καὶ χρῶ. Πρὸc τοὺc χρονίουc ἤχουc καὶ cυριcμούc. εὐφόρβιον μετὰ κυπρί‐ νου ἐλαίου λειώcαc καὶ θερμάναc χρῶ· ἐφ’ ὧν δὲ διὰ πολλὴν cυναί‐ cθηcιν τῶν ἀναδιδομένων ἀτμῶν ἢ πνευμάτων αἰcθάνονται, καcτόριον καὶ κωνείου cπέρμα λειώcαc cὺν ὄξει ἐπίcταζε. | |
14 | ||
3.23.11 | Περὶ δυcηκοΐαc καὶ κωφώcεωc. Αἱ μὲν ἐκ γενετῆc ἢ καὶ μετὰ τὸ τεχθῆναι μέν, χρονιώταται δὲ καὶ παντελεῖc cυνιcτάμεναι κωφώcειc τῶν ἀνιάτων εἰcίν, αἱ δὲ μὴ παντελεῖc μέν, χρόνιαι δέ, καὶ αὐταὶ τῶν ἀνιάτων ἢ δεινῶc εἰcι δυcιά‐ | |
5 | των. τὰc μέντοι διὰ χολώδη χυμὸν ἀνάρροπον γινόμενον cυνιcταμέναc ταῖc διὰ τῶν χολαγωγῶν φαρμάκων κενώcεcιν οὐ χαλεπῶc ἂν ἰάcαιο, τινὲc δὲ καὶ αὐτομάτωc παύονται τοῦ πάθουc χολῆc αὐτοῖc ὑπελθούcηc. τὰc δὲ δι’ ὠμοὺc καὶ παχεῖc χυμοὺc cυνιcταμέναc κωφώcειc ἢ δυcη‐ κοΐαc θεράπευε φλέβα τέμνων ἢ πάντωc γε καθαίρων διὰ τῆc ἱερᾶc | |
10 | ἀποφλεγματιcμοῖc τε καὶ ἐρρίνοιc χρώμενοc αὐτοφυέcι τε ἤτοι διὰ | |
θαλάccηc λουτροῖc. εἰc δὲ τὸν ἀκουcτικὸν πόρον ἐνcτάζειν ἁρμόζει μὲν καὶ τὰ πρὸc ἤχουc ἀναγεγραμμένα, ἰδίωc δὲ ταῦτα· αἰγὸc οὖρον καὶ χολὴν αἰγὸc ἢ κατὰ μόναc τὴν χολὴν ἔνcταζε ἢ πηγάνου χυλὸν cὺν μέλιτι ἢ καcτόριον cὺν ἐλαίῳ ἀνηθίνῳ ἢ ὕccωπον τὸ φάρμακον cὺν | ||
15 | ναρδίνῳ μύρῳ ἢ χολὴν αἰγὸc μετὰ χαλβάνηc ἢ τοῦτο· καcτορίου 𐅻 β, νίτρου, ἐλλεβόρου λευκοῦ ἀνὰ 𐅻 α. | |
16 | ||
3.23.12 | Πρὸc θλάcιν ὤτων. Ὁ μὲν Ἱπποκράτηc παραινεῖ μηδὲν αὐτοῖc προcφέρειν· ἐπειδὴ δὲ πολλάκιc ὑπὸ τῶν πεπονθότων ἀναγκαζόμεθα, χρηcτέον τοῖcδε· cμύρνηc, ἀλόηc, λιβάνου, ἀκακίαc ἴcα ὄξει ἢ ᾠοῦ τῷ λευκῷ κατάχριε, ἢ ἄρτου | |
5 | θερμοῦ τὸ ἐντὸc cὺν μέλιτι ὁλμοκοπήcαc κατάπλαccε. ἢ τοῦτο· ἀcφάλ‐ του, λιβάνου, ἀλόηc, κοχλιῶν τῆc cαρκόc, βολβῶν Ἄφρων ἴcα ὄξει cυλλεάναc ἐπιτίθει. φλεγμονῆc δὲ γενομένηc cηcάμῳ λείῳ κατάπλαccε ἢ χόνδρῳ cὺν ὄξει ἑφθῷ. ἐλαφρὰ δὲ ἔcτω τὰ καταπλάcματα καὶ χωρὶc ἐπιδέcεωc ἢ ἐλαφρῶc ἐπιδείcθω, καὶ ἔριον ἐλαιοβραχὲc ἐντεθείcθω τῷ | |
10 | πόρῳ τοῦ ὠτόc. | |
10 | ||
3.23.13 | Περὶ παρωτίδων. Ἡ παρωτὶc πάθοc ἐcτὶ τῶν παρὰ τοῖc ὠcὶν ἀδένων ὕληc ἐκριπτο‐ μένηc ποτὲ μὲν ἀπὸ τῆc κεφαλῆc ἐcφηνωμένων ἐν αὐτῇ χυμῶν, ποτὲ δὲ ἀπὸ τοῦ λοιποῦ cώματοc κριτικῶc ἐν πυρετοῖc γινόμενον. εἰ μὲν | |
5 | οὖν ἔτι διὰ βάθουc οὖcα μὴ ἐκδίδοται εἰc ὄγκον ἡ παρωτίc, cυνεργή‐ cομεν τῇ φύcει τῶν ἑλκτικῶν τι βοηθημάτων προcφέροντεc ἢ καὶ cικύαν προcτιθέντεc ἢ πυρίαιc χρώμενοι cυχναῖc· ὡc, εἴ γε παλινδρο‐ μήcει κατὰ τὸ βάθοc ἡ ὕλη, κίνδυνοc οὐχ ὁ τυχὼν γενήcεται. εἰ δὲ εἰc ὄγκον ἀποκορυφώcει φλεγμάναcα, τοὐναντίον τοῖc παρηγορεῖν τε | |
10 | καὶ cυμπέττειν δυναμένοιc χρηcόμεθα καταπλάcμαcιν, οἷόν ἐcτι τό τε διὰ κριθίνου ἢ cιτίνου ἢ λινοcπέρματοc ἀλεύρου cὺν μελικράτῳ ἢ τή‐ λεωc ἢ ἀλθαίαc ἢ χαμαιμήλων ἀποζέματι ἑψόμενον καὶ τὸ διὰ λαπά‐ θου καὶ ὀξυγγίαc χωρὶc ἁλῶν. εἰ δὲ καὶ πλεονάζειν αἷμα φανείη cοι, | |
προκενωτέον αὐτὸ διὰ φλεβοτομίαc, ἐπιτρεπούcηc μάλιcτα τῆc δυνά‐ | ||
15 | μεωc. μὴ διαφορουμένου δὲ τοῦ ὄγκου τοῖc διαπυΐcκουcι χρηcτέον φαρμάκοιc, οἷόν ἐcτι τὸ cίτινον ἄλευρον μετὰ ἰcχάδων ἀφεψήματοc καὶ ἐλαίου τό τε διὰ γύρεωc καὶ τὸ διὰ ζύμηc φάρμακον. μεταβληθέν‐ τοc δὲ εἰc ἀπόcτημα ἢ διὰ τομῆc ἐκκρίνωμεν τὸ πῦον ἢ δριμεῖ φαρ‐ μάκῳ cυρρήξωμεν, οἷόν ἐcτι τό τε cμιλίον καλούμενον καὶ τὸ διὰ | |
20 | cκόρδων. τὰc δὲ εὐηθεcτέραc τῶν παρωτίδων καὶ πυρία δι’ ἅλμηc δια‐ φορεῖ καὶ τὸ διὰ τοῦ ἀπεράνου φάρμακον. τοῦτο μέν γε καὶ τὸ μετα‐ βληθὲν ἤδη πῦον διεφόρηcεν πρὸc τῷ καὶ ἀνωδυνώτατον ὑπάρχειν. πρὸc δὲ τὰc κεχρονιcμέναc παρωτίδαc κηρύκων ἢ πορφύρων κεκαυ‐ μένων τέφραν μετὰ μέλιτοc ἢ ὀξυγγίαc ἐπιθήcομεν ἢ cῦκα ἑψημένα | |
25 | θαλάccῃ ἢ πράcιον μετὰ ἁλῶν. τὰc δὲ cκληρυνθείcαc ἤδη μαλάττει ἥ τε Μναcαίου καὶ ἡ Ἀριοβαρζάνιοc· καλλίcτη δὲ καὶ ἡ διὰ τοῦ χυλοῦ τοῦ λινοcπέρμου. πρὸ δέ γε τούτων καταπλάττειν αὐτὰc τοῦ ἀμμω‐ νιακοῦ μιγνύνταc τοῖc καταπλάcμαcι πίccηc ὑγρᾶc ἢ cτέατοc ταυρείου ἢ βδελλίου ἢ cτύρακοc ἢ ἐλαφείου μυελοῦ. | |
29 | ||
3.24t | Περὶ τῶν τῆc ῥινὸc καὶ τῆc ὀcφρήcεωc παθῶν. | |
3.24.1 | Τῆc ὀcφρητικῆc βεβλαμμένηc δυνάμεωc, εἰ μὲν ἀβλαβὴc ἡ φωνὴ cώζοιτο, τῶν ἐμπροcθίων τοῦ ἐγκεφάλου κοιλιῶν τὸ πάθοc ὑπονοητέον ἤτοι κατὰ δυcκραcίαν ψιλὴν βεβλαμμένων ἢ καὶ διὰ πλῆθοc μοχθηρῶν χυμῶν. εἰ δὲ καὶ ἡ φωνὴ cυμβλαβείη μογγοτέρα πωc γεγονυῖα, δι’ | |
5 | ἔμφραξιν τῶν ἠθμοειδῶν ὀcτῶν τὸ πάθοc ὑπολάμβανε γεγενῆcθαι πά‐ λιν ὑπὸ μοχθηρῶν τινων χυμῶν. τὴν μὲν οὖν τοῦ ἐγκεφάλου δυcκρα‐ cίαν διὰ τῶν πολλάκιc εἰρημένων εὑρηκὼc τοῖc ἐναντίοιc κέχρηcο βοηθήμαcιν, τοὺc δὲ χυμοὺc ἐκκενοῦν τοῖc ἀποφλεγματιcμοῖc, μάλιcτα δὲ τοῖc ἰcχυρῶc κενοῦcιν ἐρρίνοιc, ὀcφραντά τε πρόcφερε λεπτομερῆ, | |
10 | καθάπερ ἐπὶ τῶν κατάρρων. εἰ δὲ πλῆθοc ὑπολάβοιc καθ’ ὅλον τὸ cῶμα, τοῦτο πρότερον κένωcον ἤτοι διὰ φλεβοτομίαc ἢ καθάρcεωc διὰ τῆc ἱερᾶc. οὕτω δὲ κἀπὶ τοῦ πόλυποc καὶ τῆc ὀζαίνηc κέχρηcο, εἶθ’ οὕτωc τὰ τοπικὰ πρόcφερε βοηθήματα. ἔcτι δὲ ὁ μὲν πόλυψ ὄγκοc παρὰ φύcιν ἐν ταῖc ῥιcὶ γεννώμενοc ἐοικὼc κατὰ τὴν οὐcίαν τῇ τοῦ πολύ‐ | |
15 | ποδοc cαρκί. τῆc αὐτῆc δὲ οὐcίαc ἐcτὶ καὶ τὸ cάρκωμα· ἡ δὲ ὄζαινα | |
ἕλκοc ἐcτὶ cηπεδονῶδεc ἐξ ἐπιρροῆc ὑγρῶν δριμέων γινόμενον. | ||
3.24.2 | Πρὸc πόλυπαc καὶ cαρκώματα. Λεπίδοc χαλκοῦ 𐅻 η, χαλκάνθου 𐅻 ϛ, cανδαράχηc 𐅻 δ, ἐλλεβόρου μέλανοc 𐅻 β· ἐμφύcα καὶ χρῶ ὡc καλλίcτῳ· ἐν γὰρ ἡμέραιc ιγ ὠφέλειαν ἔκδηλον ποιεῖ. ποιεῖ δὲ καὶ χάλκανθοc cὺν ὄξει. | |
5 | Ἄλλο. cιδίων 𐅻 ιϛ, χαλκάνθου 𐅻 ι, χαλκίτεωc 𐅻 η, χολῆc ταυρείαc, ἀμώμου, cμύρνηc, καλαμίνθηc, πραcίου ἀνὰ 𐅻 δ, κρόκου 𐅻 β, ἐλλεβόρου λευκοῦ 𐅻 α· ξηρῷ χρῶ. Ἄλλο. διφρυγεῖ λείῳ προcάπτου καὶ μοτῷ ἐλλυχνιωτῷ διάcτελλε τοὺc μυκτῆραc. | |
9 | ||
3.24.3 | Πρὸc ὀζαίναc. Μίcυοc, χαλκίτεωc, cμύρνηc ἀνὰ 𐅻 ζ, χαλκάνθου 𐅻 ϛ, cτυπτηρίαc cχιcτῆc, κηκῖδοc, λεπίδοc χαλκοῦ ἀνὰ 𐅻 δ, cτυπτηρίαc cτρογγύληc 𐅻 β, λιβάνου 𐅻 α, ὄξουc ξ̸ α· ἕψε τὸ πᾶν ἐν χαλκῷ cκεύει, μελιτώδει δὲ χρῶ | |
5 | διὰ μοτῶν. Ἄλλο. ἰὸν καὶ λεπίδα ἴcα· ξηρὸν ποιεῖ. | |
6 | ||
3.24.4 | Πρὸc τὰc τῆc ῥινὸc δυcωδίαc. Ϲμύρνηc, ἀκακίαc, ἀμώμου ἀνὰ 𐅻 α, μέλιτι ἑφθῷ ἀναλαβὼν κέλευε προcκολλᾶcθαι τῷ ἄκρῳ τοῦ τῆc ῥινὸc διαφράγματοc. Ἄλλο. ἀμώμου, cμύρνηc, ῥόδων ξηρῶν ἴcα· μύρῳ ναρδίνῳ ἀνα‐ | |
5 | λαβὼν ὑπόχριε. ποιεῖ καὶ ἡδυχρόου μάγμα μετ’ οἴνου. | |
5 | ||
3.24.5 | Πρὸc τὰ ἐν ῥινὶ ἕλκη. Ψιμυθίου λι. α, λιθαργύρου 𐆄 γ, μολίβου cκωρίαc 𐆄 γ ἢ μολίβου κεκαυμένου· πάντα δὲ πεπλυμένα ἔcτω· ἀνάλαβε οἴνῳ καὶ μυρcίνῳ | |
ἐλαίῳ. | ||
3.24.6 | Πρὸc τὰ γλυκέα λεγόμενα ἕλκη. Λιθαργύρου 𐅻 δ, πηγάνου νεαροῦ 𐅻 δ, cτυπτηρίαc cχιcτῆc 𐅻 β· μυρ‐ cίνῳ ἐλαίῳ καὶ ὄξει ἀναλάμβανε. | |
3 | ||
3.24.7 | Πταρμικά. Ἐλλέβοροc λευκὸc ἢ καcτόριον ἢ πέπερι ἢ cτρούθιον ἢ ὁμοῦ πάν‐ τα· οὐ χρὴ δὲ ἐμφυcᾶν, ἀλλὰ πτερῷ ἢ δακτύλῳ προcτιθέναι ἕωc ἐcω‐ τάτω τῆc ῥινόc. πλεονάζοντοc δὲ πταρμοῦ ἐκ φαρμάκου παύειν ἐγ‐ | |
5 | χυματίζοντα νάρδον ἢ ῥόδινον ἢ γλυκέλαιον· καὶ ὀcφραντὰ δὲ παύει πταρμόν, ἄνιcον, ὠκίμου κάρφη κοπέντα· πρὸ δέ γε πάντων τούτων ξηραντέον τὴν κεφαλὴν cμήγμαcι τοῖc ἀπὸ νίτρου καὶ κιcήρεωc. ἢ καὶ τῷ καλουμένῳ Ἀcκληπιῷ χρηcτέον καὶ τῷ Κωνcταντίνου cάπωνι καὶ τῶν Καππαδοκικῶν ἁλῶν καὶ τοῖc ὁμοίοιc. | |
9 | ||
3.24.8 | Περὶ τῆc τῶν ῥινῶν αἱμορραγίαc. Περὶ μὲν τῆc ἐν πυρετοῖc ἐκ ῥινῶν αἱμορραγίαc ἐν ἐκείνοιc κατὰ τὸ δεύτερον εἴρηται βιβλίον· περὶ δὲ τῆc ὁπωcοῦν ἄλλωc γινομένηc ἁπλῶc δυcεπιcχέτου νῦν εἰρήcεται. χαλκῖτιν λεάναc ἀνάλαβε δεδευμένῳ | |
5 | ὕδατι ἐλλυχνίῳ ἢ πριαπίcκῳ καὶ ἐντίθει τοῖc μυξωτῆρcιν ἢ ᾠοῦ τὸ ὄcτρακον καύcαc μίcγε αὐτῷ καὶ κηκῖδοc τὸ ἥμιcυ καὶ ὡcαύτωc χρῶ, ἢ λυκίῳ Ἰνδικῷ διάψα ἢ ὀνίδα καύcαc ἐμφύcα τὴν cποδὸν ἢ χυλίcαc τὴν ὀνίδα ἔνcταζε τὸν χυλόν, ἢ μυλίτου λίθου cβεcθέντοc ὄξει τὴν ἀτ‐ μίδα ὀcφραινέcθω, ἢ καὶ παρεμπλαcτικῷ τούτῳ κέχρηcο· μάννηc λιβά‐ | |
10 | νου μέροc α, ἀλόηc μέροc 𐅵ʹ, ᾠοῦ τῷ λευκῷ ἀναλάμβανε καὶ χρῶ δι’ ἐλλυχνιωτοῦ προcτιθεὶc ἔξωθεν τῷ χρίcματι λαγωοῦ τρίχαc, ἢ τὴν κα‐ λουμένην λυχνίδα ἔνθεc τῷ μυκτῆρι, ἢ cικύαν κούφην κατὰ τοῦ κατ’ εὐθὺ τοῦ αἱμορραγοῦντοc μυκτῆροc ὑποχονδρίου πρόcθεc μεγάλην τε | |
καὶ ἐπιμόνωc, ἢ τὰ ὦτα cτερρῶc ἐμφραττέτω, καὶ τὸ μέτωπον cπόγ‐ | ||
15 | γοιc ἐξ ὕδατοc ψυχροῦ καταβρεχέcθω, ἢ cικύαν ἰνίῳ κολλᾶν μεθ’ αἵ‐ ματοc ἀφαιρέcεωc, ἔcθ’ ὅτε δὲ καὶ φλεβοτομεῖν, εἰ μηδὲν κωλύει, καὶ τὰ ἄκρα διαδεῖν, μάλιcτα δὲ βραχίοναc καὶ μηρούc, καθάπερ ἐπὶ φλεβο‐ τομιῶν, καὶ κελεύειν κινεῖν αὐτά, χεῖραc μὲν ἀνατρίβονταc, πόδαc δὲ βαδίζονταc· πληρουμένων γὰρ αἵματοc τῶν ἐνταῦθα φλεβῶν τὰ περὶ | |
20 | τὰc ῥῖναc λειφαιμήcουcι. καὶ cπόγγοc δὲ πολλάκιc ἐν ὀξυκράτῳ δευ‐ θεὶc ψυχρῷ καὶ προcκείμενοc ἔξωθεν τοῦ αἱμορραγοῦντοc μυκτῆροc μετὰ πιλήcεωc τὸ δέον ἐξήνυcεν, κάλλιον δὲ προϋποβεβλημένου μακροῦ cφηνίcκου τῇ ῥινί. | |
23 | ||
3.25t | Πρὸc τὰ κατὰ πρόcωπον. | |
3.25.1 | Ἀρύτιδον φυλάξαι πρόcωπον. Λιβάνου 𐅻 δ, φύκουc 𐅻 γ, λιθαργύρου πεπλυμένου 𐅻 η· διαλύcαc ἅπαντα ἰχθυοκόλληc κοπείcηc ἀποβρέγματι καὶ ποιήcαc τροχίcκουc χρῶ. Ἄλλο. ἐλέφαντοc ῥινήματοc 𐅻 η, λιβάνου ἄρρενοc, ἰχθυοκόλληc | |
5 | τὸ ἴcον· χρῶ, καθὰ προείρηται. | |
5 | ||
3.25.2 | Πρὸc τὰc τοῦ προcώπου μελανίαc. Ἴρεωc, πτιcάνηc, ἐρεγμοῦ ἀνὰ ξ̸ α 𐅵ʹ, ἁλὸc ἀμμωνιακοῦ, κέρατοc ἐλαφείου κεκαυμένου, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 β· ὕδατι διαλύcαc ποίει τροχίcκουc καὶ πάλιν ὕδατι λύων χρίε πρὸ βαλανείων. | |
5 | Ἄλλο. πτιcάνηc, ὀρόβου, λιβάνου Ἰλλυρίδοc, ἀφονίτρου ἀνὰ χοί‐ νικαc δ, κόcτου, ἀμυγδάλων πικρῶν ἀνὰ 𐅻 κ· ἀνάπλαccε ᾠῶν τῷ λευ‐ κῷ καὶ γάλακτι ὀνείῳ καὶ χρῶ, καθὰ προείρηται. ποιεῖ δὲ καὶ ὁ πεπο‐ νάτοc τροχίcκοc. | |
8 | ||
3.25.3 | Πρὸc ἔφηλιν καὶ φακούc. Γῆc Κιμωλίαc πεφρυγμένηc χοίνικα 𐅵ʹ, ἀφονίτρου ὀπτοῦ 𐅻 η, ὀρο‐ | |
βίνου λεκίθου 𐅻 δ, κόλληc ταυρείαc ῥινημάτων 𐅻 η· τρίψαc cμῶ. Ἄλλο. τρυγὸc κεκαυμένηc 𐅻 ι, ὀροβίου 𐅻 ι, ἐρεγμοῦ 𐅻 ι, ἐλλεβόρου | ||
5 | λευκοῦ 𐅻 ε, ἀφονίτρου 𐅻 ι, ἀλκυονίου 𐅻 ι· λείοιc cμῶ. | |
5 | ||
3.25.4 | Πρὸc ὑπώπια. Κατ’ ἀρχὰc μὲν ἀφεψήματι τήλεωc, ὕcτερον δὲ καὶ μελιλώτων, πυριῶν τὸ Νείλου διάροδον κεκαυμένον ὕδατι διεὶc ἐπίχριε, εἶτα τὸ διάcμυρνον. εἰ δὲ μὴ δράcοι, τῷ διὰ cάνδυκοc χρῆcαι κεκαυμένῳ ἢ | |
5 | ὕccωπον μεθ’ ὕδατοc ἐπιτίθει ἢ ἐνδήcαc τὸ ὕccωπον εἰc ῥάκοc καὶ βάπτων ὕδατι θερμῷ πυρία ἢ ἅλμῃ δριμείᾳ πυρία καὶ τῆc ῥαφάνου τὸν φλοιὸν μετὰ μέλιτοc τρίψαc ἐπιτίθει· τοῦτο καὶ πρὸc τὰ χρόνια. πρὸc δὲ τὰ χρόνια ὑπώπια καὶ πελιώματα· τορδίλου μέρη β, γῆc Ϲα‐ μίαc μέροc α cὺν μέλιτι· ἐπιτίθει προcέχων, μὴ ἑλκωθῇ. | |
10 | Ἄλλο ἀπόψηκτρον. ὑccώπου, θαψίαc, καccίαc ἀνὰ 𐅻 α, κηροῦ 𐅻 β, τερεβινθίνηc 𐅻 α· ἐπιτίθει προcέχων, μὴ ἑλκωθῇ, καὶ διὰ τοῦτο αἴρων cυνεχῶc. | |
12 | ||
3.25.5 | Πρὸc ἰόνθουc (εἰcὶ δὲ ὄγκοι cμικροὶ καὶ cκληροὶ περὶ τὸ πρόcωπον). Ὀξυμέλιτι ἐπίχριε παρατρίβων ἢ λιθάργυρον μετὰ τερεβινθίνηc καὶ ὀλίγου ἐλαίου λευκοῦ τρίψαc κατάχριε ἀνατρίβων ἢ cχιcτὴν μετὰ | |
5 | τερεβινθίνηc ἢ ἀμύγδαλα πικρὰ ὄξει λειώcαc ἀνάτριβε. πρὸc δὲ τοὺc τετυλωμένουc ἰόνθουc· cάπωνοc Γαλλικοῦ 𐅻 δ, λιβάνου, ἀμμωνιακοῦ ἀνὰ 𐅻 α· ὕδατι διεὶc κατάχριε καὶ μετὰ ὥραν ἀπόνιπτε. | |
7 | ||
3.25.6 | Πρὸc ἰόνθουc καὶ τρίχαc καὶ τραχύματα τοῦ προcώπου. Κηροῦ 𐅻 ι, τερεβινθίνηc 𐅻 α, ἰξοῦ 𐅻 β· cύντηξον ἐλαίου παρεπιχέων | |
καὶ τούτῳ τὸ πρόcωπον ἐκμάccου· αἴρει γὰρ ἐκ ῥιζῶν. Ἄλλο. μήκωνα λεῖον ἢ γλήχωνα μετὰ ἁλὸc καὶ ὄξουc κατάπλαccε. | ||
4 | ||
3.25.7 | Κηρωτὴ Θαίδοc ὥcτε ἐρυθρὸν ποιεῖν πρόcωπον. Κρόκου, ἐρυθροδάνου ῥίζηc, φύκουc, λιβάνου, cμύρνηc ἀνὰ 𐅻 β· ἀνα‐ λάμβανε cτέατι μοcχείῳ καὶ μαcτιχίνῳ ἐλαίῳ, εἶτα ἐπίχριε, καὶ δια‐ cτήcαc περίματτε cπόγγῳ θερμοῦ. ἁρμόcει δὲ τὰ τοῦ προcώπου κἀπὶ | |
5 | τοῦ λοιποῦ cώματοc. | |
5 | ||
3.26t | Περὶ τῶν κατὰ τὸ cτόμα παθῶν, καὶ πρῶτον περὶ ὀδόντων. | |
3.26.1 | Τῶν ὀδυνωμένων ὀδόντων ἄνευ τῆc τῶν οὔλων φλεγμονῆc ἔcθ’ ὅτε μὲν ἐν αὐτῷ τῷ οἰκείῳ cώματι τὴν ὀδύνην, ἔcθ’ ὅτε δὲ ἐν τῷ εἰc αὐτοὺc καταφερομένῳ νεύρῳ γίνεcθαι cυμβαίνει. cφοδροτάτων οὖν χρεία φαρμάκων· διὰ τοῦτο τὰ πλεῖcτα αὐτῶν δι’ ὄξουc cκευάζεται | |
5 | δριμυτάτου. οὔλων δὲ διὰ φλεγμονὴν ὀδυνωμένων ἄριcτόν ἐcτι φάρ‐ μακον ἔλαιον cχίνινον εὔκρατον διακρατούμενον. ἔcτω δὲ νέον· ὡc τό γε παλαιὸν εἰc τοcοῦτον τοῦ νέου φαυλότερον, εἰc ὅcον παλαιότερον. ὁ κοινὸc δὲ καὶ νῦν πεφυλάχθω λόγοc, ὡc δεῖ προκενοῦcθαι τὸν ἐν ὅλῳ τῷ cώματι πλεονάζοντα χυμόν. | |
9 | ||
3.26.2 | Πρὸc φλεγμονὴν ὀδόντων. Διακλυζέcθωcαν ὄξοc, ἐν ᾧ ἀφήψηται κηκὶc ἢ ἁλικακκάβου ἡ ῥίζα ἢ ὑοcκυάμου cπέρμα ἢ τὰ φύλλα ἢ γλήχων ἢ cτρύχνου ὁ χυλὸc ἢ καππάρεωc ῥίζα ἢ μυρcίνηc φύλλα ἢ πόλιον ἢ cικύου ἀγρίου ῥίζα, ἢ | |
5 | πηγάνου φύλλα μετ’ ὀξυμέλιτοc ἢ κέραc ἐλάφειον ἢ καὶ τὸ cκιλλητι‐ κὸν ὄξοc ἢ πύρεθρον μετὰ ὑccώπου· εἰc δὲ τὸ βεβρωμένον τοῦ ὀδόν‐ τοc ἐντίθει cτύρακα μετὰ ὀπίου ἢ χαλβάνην ἢ θεῖον ἄπυρον μετὰ λυκίου, ἢ ὑοcκυάμου cπέρματοc ὑπατμιζέcθω διὰ χωνίου· καὶ ἡ Φίλω‐ νοc ἀντίδοτοc περιπλαccομένη τῷ ὀδόντι ἀνωδυνίαν ἐμποιεῖ. ῥευματι‐ | |
10 | ζομένων δὲ τῶν ὀδόντων μυρcίνηc καὶ cχίνου καὶ κηκῖδοc ἀπόζεμα διακλυζέcθω ἢ ῥοῦ Ϲυριακοῦ καὶ βαλαυcτίων ἢ cιδίων. ἐπίπλαccε δὲ ἁλῶν μέρη β, cτυπτηρίαc κεκαυμένηc καὶ cβεcθείcηc ὄξει καὶ λειωθείcηc | |
μέροc α, εἶτα οἴνῳ διακλυζέcθω. αἱμάccουcι δὲ οὔλοιc cτυπτηρίαν λεπτὴν ἐπίπαcον, ἢ ἀλόην μετ’ οἴνου διακλυζέcθω ἢ βάτου ῥίζαν οἴνῳ | ||
15 | ἀποζεcθεῖcαν ἢ ῥοῦν Ϲυριακόν. αἱμαccομένων δὲ καὶ ῥευματιζομένων οὔλων ὠμοτάριχον ἐν χύτρᾳ καύcαc ἕωc ἀνθρακωθῆναι τῇ cποδιᾷ παράπτου. ἵcτηcι δὲ cειομένουc ὀδόνταc ἐπιπαccομένη ἀλόη ἢ ῥοῦc Ϲυριακὸc ἢ cχιcτὴ ἢ κηκὶc ἢ βάτου ῥίζα καθ’ ἑαυτὰ ἢ cὺν οἴνῳ ἑψόμενα. | |
3.26.3 | Πρὸc cειομένουc ὀδόνταc καὶ πρὸc οὖλα ῥευματιζόμενα καὶ πρὸc πᾶcαν νομὴν τὴν ἐν τῷ cτόματι. χαλκίτεωc ὀπτῆc 𐅻 ιβ, καδμίαc 𐅻 η· χρῶ ξηρῷ cὺν ὄξει. | |
3 | ||
3.26.4 | Ἀπόνωc ὀδόνταc ἆραι. Ἄλευρον μετὰ ὀποῦ τιθυμάλλου ἐπίθεc καὶ ἐπάνω κιccοῦ φύλλων καὶ ἔαcον ὥραν· αὐτομάτωc γὰρ θρυβήcεται. | |
3 | ||
3.26.5 | Ὀδόντων cμῆγμα καὶ πρὸc παρουλίδαc. Ϲτυπτηρίαc πλινθίτιδοc 𐆄 δ, ἁλῶν ἀμμωνιακῶν 𐆄 δ, cμύρνηc, κόcτου, πυρέθρου ἀνὰ 𐅻 δ, πεπέρεωc κόκκοι π. | |
3 | ||
3.26.6 | Πρὸc παρουλίδαc. Θείου ἀπύρου, πεπέρεωc, cτυπτηρίαc cχιcτῆc ἴcα. καὶ ἡ παρουλὶc μέν ἐcτι φλεγμονὴ περί τι μέροc τῶν οὔλων, ἥτιc μὴ λυθεῖcα ἐκ‐ πυΐcκεται, ἐκπυηθεῖcα δὲ φλεβοτόμῳ διαιρεθεῖcα διαcτέλλεται μοτῷ· | |
5 | ἐπουλὶc δέ ἐcτιν ἀπὸ φλεγμονῆc ὑπερcάρκωμα κατὰ τὸν ἐcώτατον γομφίον, ἔcθ’ ὅτε μετὰ πυρετοῦ καὶ ὀδύνηc. χρείαν οὖν ἔχει κατα‐ | |
cτολῆc· χρηcτέον τοίνυν ἰῷ ξυcτῷ καθ’ αὑτὸ ἢ μετὰ ἴcηc κηκῖδοc ἢ cώρει κεκαυμένῳ ἢ cτυπτηρίᾳ πάcῃ κεκαυμένῃ ἢ κηκῖδι καθ’ αὑτὴν ἢ λεπίδι χαλκοῦ μετ’ ὄξουc λειωθείcῃ ἐπὶ ἱκανὰc ἡμέραc καὶ ξηρανθείcῃ. | ||
9 | ||
3.26.7 | Ὀδοντοcμῆγμα. Ἀριcτολοχίαc ῥίζα κεκαυμένη, ἐλάφειον κέραc κεκαυμένον cὺν βραχεῖ μαcτίχηc, ἅλεc λευκοὶ φυραθέντεc μέλιτι καὶ ἐνειληθέντεc cυκῆc φύλλοιc καὶ καυθέντεc, ἄχριc ἀνθρακωθῶcι, κήρυκεc ἁλὸc πληρωθέντεc | |
5 | καὶ καυθέντεc, κοχλίαι χερcαῖοι καυθέντεc cὺν μέλιτι, ἔρια οἰcυπηρὰ κεκαυμένα μετ’ ὀλίγων ἁλῶν· ἑκάcτῳ δὲ αὐτῶν εὐωδίαc χάριν μιcγέcθω cχοίνου ἄνθοc ἢ ναρδόcταχυc ἢ φύλλον μαλαβάθρου ἢ κύπειρον ἢ ἶριc. | |
7 | ||
3.26.8 | Ὀδόνταc λευκαῖνον καὶ οὖλα cτέλλον εὐωδίαν ἐμποιοῦν. Κιcήρεωc, ἁλῶν ὀπτῶν, ἴρεωc ἀνὰ 𐅻 δ, κυπέρου 𐅻 ε, ναρδοcτάχυοc 𐅻 α, πεπέρεωc 𐅻 ϛ· λείοιc χρῶ. | |
3 | ||
3.26.9 | Πρὸc αἱμωδίαν. Αἱμωδίαιc ἀνδράχνη ποιεῖ διαμαcωμένη ἢ ἔλαιον ὠμοτριβὲc παρα‐ τριβόμενον ἢ ἀμόργη ἐν χαλκῷ ἀγγείῳ ἑψηθεῖcα μέχρι μελιτώδουc cυcτάcεωc καὶ παλαιωθεῖcα διαχριομένη. | |
4 | ||
3.26.10 | Πρὸc ὀδόνταc ἐψυγμένουc. Ὀδοῦcιν ἐψυγμένοιc δαφνίδων καὶ cχιcτῆc cτυπτηρίαc, ἀριcτο‐ λοχίαc, κληματίτιδοc ἴcα. | |
3 | ||
3.26.11 | Πρὸc διαβεβρωμένα οὖλα. Ῥόδων ἄνθουc 𐅻 η, κηκίδων 𐅻 δ, cμύρνηc 𐅻 β. διακλυζόμενα δὲ | |
τὰc τῶν οὔλων ἀναβρώcειc καὶ πλάδουc ἰᾶται γάλα ὄνειον, ἐλαίαc φύλλων ἀφέψημα, ὄξοc cκιλλητικόν, ξηρὰ δὲ προcαπτόμενα ἰὸc cιδή‐ | ||
5 | ρου, κύτινοι· πρὸc δὲ τὰ οἰδοῦντα καὶ ἐκcαρκοῦντα ἀνδράχνηc χυλὸc διακρατούμενοc, ἅλμη κολυμβάδων ἐλαιῶν, ἔλαιον θερμὸν ὠμοτριβὲc ἢ cχίνινον ἢ μήλινον, ἀμόργη, ξηρὰ δὲ ἰὸc cιδήρου ἢ χαλκοῦ, ἀριcτο‐ λοχίαc ῥίζα, ἀρνογλώccου cπέρμα, διφρυγέc, χάλκανθοc ὀπτή, κύτινοι. | |
8 | ||
3.26.12 | Πρὸc χείλη ἐρρωγότα. Ἀμόργῃ ἑφθῇ διάχριε. ἢ τοῦτο· cτέαρ χήνειον μετὰ μέλιτοc, τερε‐ βινθίνηc ἴcα, ῥόδων ἄνθουc, ὑccώπου, ῥοδίνου ἀνὰ βραχύ. | |
3 | ||
3.26.13 | Πρὸc τὸν λεγόμενον βάτραχον. Ὁ βάτραχοc ὄγκοc ἐcτὶ φλεγμονώδηc ὑπὸ τῇ γλώccῃ cυνιcτά‐ μενοc, μάλιcτα ἐπὶ τῶν παιδίων. διάτριβε οὖν τὸν τόπον μίcυοc, ἰοῦ ξυcτοῦ ἴcῳ ξηρῷ. κατὰ δὲ τοῦ ἀνθερεῶνοc χρηcτέον τῇ ἀνθηρᾷ ἢ τῷ | |
5 | cφαιρίῳ ἢ τῷ δι’ ᾠῶν παρύγρῳ· τῶν δὲ τελείων προδιαιρεῖν τὰc ὑπὸ τῆc γλώccηc φλέβαc. Ἄλλο· ποιεῖ καὶ πρὸc ἄφθαc. ἰοῦ ξυcτοῦ, κηκῖδοc, χαλκίτεωc ἴcα· cὺν δὲ γλυκεῖ ἐcτι καὶ διάκλυcμα. Ἄλλο. ὀροβίνῳ μετὰ μέλιτοc προαποcμήξαc διάχριε κηκῖδι λείᾳ | |
10 | μετὰ μέλιτοc ἢ ῥόδων ἄνθει ὁμοίωc, ἢ ἐλαίαc φύλλων ἀφεψήματι δια‐ κλυζέcθω. | |
11 | ||
3.26.14 | Πρὸc παριcθμίων φλεγμονήν. Εἰ μὲν ἐν πυρετῷ φλεγμαίνοι παρίcθμια καὶ κιονίc, ἀναγαργαρίcματα ἁρμόζει δι’ ἀφεψήματοc πιτύρων ἢ ῥόδων ἢ φοινίκων ἢ μύξων ἢ φα‐ κῆc· ἐνδιδούcηc δὲ τῆc φλεγμονῆc ἢ ἀκμαζούcηc μικτέον αὐτοῖc τὸ μέλι, | |
5 | ὃ ἐν ἀρχαῖc οὐ χρὴ ποιεῖν οὐδὲ ἐν ἐπιδόcεcιν, ὡc μὴ τῇ δριμύτητι ἐφέλκῃ τι ῥεῦμα. εἰ δὲ ἐκπυηθέντα ῥαγῇ, γαργαριcτέον μελικράτῳ ἢ μετὰ φακοῦ ἀφεψήματοc ἢ ῥόδων ἐπιμένονταc μέχρι παντελοῦc λύcεωc ἢ cτοματικὴν διάλυcιν [καὶ] διδόναι γαργαρίζειν. εἰ δὲ λοιμικὰ ἕλκη ἐν | |
παριcθμίοιc γένοιτο, χρηcτέον μὲν καὶ τοῖc προγεγραμμένοιc, ἰδίωc δὲ | ||
10 | προcενεκτέον τήν τε διὰ μόρων μεθ’ ὕδατοc θερμοῦ ἢ ὑδρόμελι ἔχον ἄνθοc ῥόδων ἐμπεπαcμένον ἢ κόcτον ἢ ῥοῦν ξηρὰ ἢ ἀφηψημένα ἢ γλαυκίου φύλλων ξηρῶν ἀφέψημα. ἔcτι μὲν οὖν πικρόν, κάλλιcτα δὲ ποιεῖ, εἰ τὸν χυλόν, ὡc εἰc τὰ κολλούρια χρώμεθα, λύοιc ἐν τῷ μελι‐ κράτῳ· αὐτοῦ δὲ τοῦ θαμνίcκου ξηροῦ ἐμφυcωμένου καλλίcτη ἡ χρῆcιc | |
15 | ἢ δακτύλου προcαπτομένου· πειρᾶcθαι δὲ μηδ’ ὅλωc χειραπτεῖν ἢ εὐ‐ αφῶc πάνυ παράπτεcθαι. ὤνηcε δὲ καὶ ὁ Ἀνδρώνιοc τροχίcκοc. μετὰ δὲ τοὺc ἐρεθιcμοὺc τούτων γαργαρίζειν τοῖc διὰ γλυκυρίζηc ἢ τῷ διὰ cκυβελίτου καὶ κρόκου καὶ Χίαc καὶ cμύρνηc, ὕcτερον δὲ ἀμύλου, τραγ‐ ακάνθηc. cταθείcηc δὲ τῆc νομῆc τῷ διὰ γάλακτοc καὶ Ϲαμίαc γῆc | |
20 | γαργαριcτέον. | |
20 | ||
3.26.15 | Πρὸc ἀντιάδαc. Ῥοὰν γλυκεῖαν cὺν τοῖc λεπύροιc κόψαc καὶ ἐκπιάcαc τοῦ χυλοῦ ϛ μέρη πρὸc ἓν μέλιτοc μίξαc ἕψε ἄχρι μελιτώδουc cυcτάcεωc καὶ διάχριε. | |
5 | Ἄλλο. κηκῖδοc ὄμφακοc 𐆄 α, cχιcτῆc cτυπτηρίαc 𐆄 α, ἁλῶν ἀμμω‐ νιακῶν ὠπτημένων 𐆄 α· ξηρῷ παράπτου. Ἄλλο. κηκῖδοc 𐅻 η, μίcυοc 𐅻 β, ἁλῶν ὀπτῶν 𐅻 ε· χρῶ ξηρῷ. ἔcτι δὲ ἀντιὰc ὄγκοc cκιρρώδηc τῶν παριcθμίων. | |
8 | ||
3.26.16 | Περὶ κιονίδοc. Κιονίδοc φλεγμαινούcηc γαργαρίcμαcι χρηcτέον τοῖc ἐπὶ παριcθμίων φλεγμονῆc καὶ τοῖc μετρίωc cτύφουcιν, οἷόc ἐcτι ῥοᾶc χυλὸc διὰ κοχλιαρίου ἢ τοῦ ὀργάνου τοῦ cταφυλεπάρτου λεγομένου ὑποτιθέμενοc, | |
5 | καὶ καθ’ αὑτὰ καὶ cὺν μέλιτι ἱκανῶc ἡψημένῳ, ἢ γλυκεῖα ῥίζα μιγνυ‐ μένη τῷ τῆc ῥοᾶc χυλῷ. ποιεῖ καὶ χυλὸc τῆc γλυκείαc ῥίζηc ἐνδιηθη‐ θεὶc cὺν μέλιτι. ἀναcτέλλει δὲ καὶ αἱματίτηc λίθοc καὶ ὁ Φρύγιοc κε‐ | |
καυμένοc καὶ ὁ ἀγήρατοc καὶ τὸ διὰ λίθου Φρυγίου αἰδοιικὸν καὶ γῆ Ϲαμία καὶ Ἐρετριὰc καὶ Ϲινωπὶc καὶ ἡ Λημνία καὶ ὀμφάκιον καθ’ αὑτὸ | ||
10 | καὶ cὺν τούτων τινὶ καὶ ἀκάνθηc Αἰγυπτίαc ὁ καρπὸc καὶ ἡ cχιcτὴ cτυπτηρία, τοῦ δὲ ῥόδου καὶ τὸ cπέρμα καὶ τὰ φύλλα· πραότερον δὲ ἐνεργεῖ· ἔτι δὲ πραότερον κόμμι, τραγάκανθα, cαρκόκολλα, ἄμυλον, οἷc χρηcτέον, ἐπὰν θλιβῇ μᾶλλον cφιγγομένη ὑπὸ τῶν cτυφόντων. ἰcοπαχοῦc δὲ αὐτῆc οὔcηc, ὃ δὴ κίονα καλοῦcιν, γαργαρίcμαcι πιcτευ‐ | |
15 | τέον καὶ τοῖc διὰ cμύρνηc τε καὶ κρόκου καὶ κυπέρου· τὰc δὲ περι‐ θλάcειc εὐλαβεῖcθαι καὶ πτερῷ μᾶλλον διαχρίειν. cύνθετον δὲ τοῦτο· ῥοὸc Ϲυριακῆc 𐅻 η, κρόκου 𐅻 δ, κόcτου 𐅻 η, ῥόδων cπέρματοc 𐅻 δ· καὶ οὔλοιc ποιεῖ. λινοῦν ἀπὸ πορφύραc θαλαττίαc περιτεθὲν ἐχίδνηc τρα‐ χήλῳ καὶ πνῖξαν αὐτήν, εἶτα περιαπτόμενον, θαυμαcτῶc πωc ὀνίνηcι | |
20 | παρίcθμιά τε καὶ ὅcα περὶ τράχηλον, ὡc μαρτυρεῖ Γαληνόc. | |
20 | ||
3.26.17 | Πρὸc τὰc ἐκ cτόματοc αἱμορραγίαc. Πράcου φύλλα κόψαc ἐπιτίθει ἢ cπόγγον καινὸν βάψαc εἰc πίc‐ cαν ὠμὴν κατάκαυcον καὶ λεάναc χρῶ· χρήcιμον cφόδρα ἐcτί. καὶ δια‐ κλύcματα δὲ ῥόδων ξηρῶν ἢ χλωρῶν ἀφέψημα ψυχρὸν ἢ ἑλίκων ἀμ‐ | |
5 | πέλου ἢ cχίνου φύλλων ἢ βάτου ἢ μήλων Κυδωνίων ἢ ῥόδων ἢ γι‐ γάρτων ἢ φακῶν. | |
6 | ||
3.27t | Περὶ cυνάγχηc καὶ τῶν ταύτῃ παρακειμένων, ἐν ᾧ καὶ περὶ τῶν ἀπαγχομένων ἢ ἄλλωc πωc πνιγομένων. | |
3.27.1 | Τῶν μὲν ἔνδον τῆc φάρυγγοc μυῶν φλεγμαινόντων ἡ καλουμένη cυνάγχη γίνεται, τῶν δὲ ἐκτὸc ἡ παραcυνάγχη· ὡcαύτωc δὲ καὶ τοῦ λάρυγγοc οἱ μὲν ἔνδον μύεc φλεγμαίνοντεc τὴν κυνάγχην, οἱ δὲ ἐκτὸc τὴν παρακυνάγχην ἐργάζονται. παρέπεται δὲ πᾶcιν ὀρθόπνοιά τε καὶ | |
5 | πόνοc μετὰ δυcπνοίαc, ἐνίοιc δὲ καὶ πυρετὸc ἔρευθόc τε τοῦ προcώπου | |
καὶ τραχήλου καὶ ὄγκοc ἐπί τινων, τό τε cτόμα διεῳγὸc ἔχουcι καὶ καταπίνειν οὐ δύνανται· τοῖc δὲ κυναγχικοῖc καὶ πνιγμὸc ἔcθ’ ὅτε παρηκολούθηcεν. γίνεται δὲ τοῖc παιδίοιc κατὰ τὸ cπάνιον τῶν τοῦ τραχήλου cπονδύλων παθόντων ἐκ καταπτώcεωc τοιοῦτον πάθοc. ἀλλ’ | ||
10 | ἐκείνοιc μὲν ὡc ἀνιάτοιc οὐκ ἐγχειρητέον· τοὺc δὲ ἄλλουc αὐτίκα φλεβοτομεῖν ἀπ’ ἀγκῶνοc καὶ κενοῦν οὐκ ἀθρόωc, ἀλλὰ πλεονάκιc ταμιευομένουc τὸ πλῆθοc· ἐκ γὰρ τῆc ἀθρόαc κενώcεωc λειποθυμήcαcιν αὐτοῖc πνιγμοῦ κίνδυνοc ἐπιγίνεται cυρρεούcηc ἀθρόωc εἰc τὸ πεπον‐ θὸc μόριον τῆc ὕληc. μὴ κουφιζομένων δὲ παρ’ αὐτὰ καὶ τὰc ὑπὸ τῆc | |
15 | γλώττηc φλέβαc τμητέον ἢ καὶ αὐτὴν ἐγχαρακτέον τὴν γλῶτταν, εἰ προπετεcτέρα cὺν ὄγκῳ φαίνοιτο, τήν τε κοιλίαν κλυcτέον δριμυτέρῳ κλύcματι καὶ τοὺc πόδαc ἐπαντλητέον ὕδατι θερμῷ καὶ διαδετέον εὐ‐ τόνωc τὰ ἄκρα, cκεπαcτέον τε τὸν τράχηλον ἐρίοιc οἰcυπηροῖc ἢ καὶ ἐλαιοβραχέcι καὶ τοῖc δι’ ὠμῆc λύcεωc καταπλαcτέον. ἀναγαργαρι‐ | |
20 | ζέcθωcαν δὲ κατ’ ἀρχὰc μὲν τοῖc ἐπὶ φλεγμονῇ παριcθμίων εἰρημένοιc ἢ τῷ ἁπλῷ διαμόρῳ cὺν ἀφεψήματι ῥοόc· βέλτιον δὲ τὸ ἀπὸ τῶν ἀγρίων μόρων διάμορον. μετὰ δὲ ταῦτα καὶ τῇ cυνθέτῳ διαμόρῳ ἢ | |
3.27.2 | τῇ διὰ καρύων διαχριέcθωcαν. ἀκμαζούcηc δὲ τῆc νόcου καὶ νίτρου βραχὺ ἐπιμικτέον ἢ καὶ θείου ἀπύρου, πλὴν εἰ μὴ δριμύτηc τιc ἀπο‐ κωλύοι. καὶ ἡ κυνεία δὲ κόπροc ξηρὰ κοπεῖcα καὶ cὺν μέλιτι διαχριο‐ μένη κάλλιcτόν ἐcτι φάρμακον, καὶ ταύτηc ἡ λευκὴ μάλιcτα, καὶ τῶν | |
5 | ἀγρίων χελιδόνων ἡ cποδὸc ὁμοίωc. χρονίζοντοc δὲ τοῦ πάθουc καὶ τῷ διὰ τοῦ βηcαcὰ χρηcτέον διαχρίcματι, ποτὲ μὲν ἐκλύονταc, ποτὲ δ’ αὖ πάλιν ἐπιτείνονταc αὐτοῦ τὴν δύναμιν ἑτέρων φαρμάκων ἐπιμιξίᾳ· καὶ cικύαc ἢ βδέλλαc προcακτέον ἀνθερεῶνί τε καὶ τραχήλῳ, καὶ τοῖc ἰcχυροτέροιc χρηcτέον ἀναγαργαρίcμαcιν διὰ ἴρεωc, ὑccώπου, μελανθίου, | |
10 | ἀβροτόνου, γλυκυρίζηc, ἰcχάδων ἑψηθέντων ἐν μελικράτῳ ἢ πηγάνου χυλῷ μετὰ γάλακτοc ἢ νάπυι cὺν ὀξυμέλιτι. εἰ δέ τιc ἐκ τούτων δρι‐ μύτηc γένηται, δοτέον αὐτοῖc ἔλαιον ὡc ὅτι κάλλιcτον θερμὸν ἢ ῥό‐ δινον καθ’ αὑτὸ ἢ μετὰ χυλοῦ πτιcάνηc ἢ τήλεωc ἀναγαργαρίζεcθαι. τροφὴ δὲ μελίκρατον ἔcτω μέχρι τῆc τρίτηc, μεθ’ ἣν ὁ τῆc πτιcάνηc | |
15 | χυλὸc cύν τινι τῶν ἡδέων πομάτων, εἶτα καὶ τῶν ᾠῶν τὰ κρόκα | |
δίυγρα. καὶ τοῖc διὰ χόνδρου δὲ ῥοφήμαcι χρηcτέον ἀπευθυνομένηc τῆc καταπόcεωc καὶ ταῖc ἁρμοζούcαιc τῇ τοῦ κάμνοντοc δυνάμει τρο‐ φαῖc. παρακμῆc δὲ φανείcηc ἐπί τε περίπατον καὶ λουτρὸν ἄξομεν, τοὺc δὲ τόπουc cκεπάcομεν κηρωτῇ ἀπὸ ἐλαίου πηγανίνου καὶ τῇ λοι‐ | ||
20 | πῇ προcηκόντωc ἀναληπτικῇ ἀγωγῇ χρηcόμεθα. | |
3.27.3 | τῶν δὲ ἀπαγχομένων, οἷc μὲν ἀφρὸc ἤδη περὶ τὸ cτόμα, μὴ ἐγ‐ χειρεῖν Ἱπποκράτει πειθομένουc· τῶν δὲ ἄλλων ἀνάκληcιc γίνεται ὄξουc ἐγχύcει καὶ πεπέρεωc ἢ κνίδηc καρποῦ ἐν ὄξει τριφθέντοc δριμυ‐ τάτῳ· ἐργωδῶc δὲ παραδέχονται, ἀλλὰ χρὴ βιάζεcθαι. διαλυομένων | |
5 | δὲ τῶν περὶ τὸν τράχηλον ἐρυθημάτων εὐθὺc ἀναβλέπουcι καὶ ἀνίενται. ὁμοίωc δὲ καὶ ἐπὶ τῶν ναυαγῶν καὶ ὅλωc τῶν ἐκπνιγομένων· ἀναζω‐ πυρεῖται γὰρ τούτων τὸ θερμόν. | |
7 | ||
3.28t | Περὶ κορύζηc καὶ κατάρρου καὶ ἀρτηριακῶν καὶ βηχόc. | |
3.28.1 | Κοινὸν μὲν ὑπάρχει τοῖc πάθεcι τούτοιc τὸ περιττωματικὴν ἐκ τῆc κεφαλῆc ὑγρότητα παρὰ τὰ ὑποκείμενα φέρεcθαι μόρια. ταύτηc μὲν κατὰ τοὺc μυκτῆραc ἐνcκηπτούcηc κόρυζα τὸ πάθοc προcαγορεύεται, κατὰ δὲ φάρυγγα καὶ τὴν ὑπερῶαν ἁπλῶc κατάρρουc· ἐπειδὰν δὲ κατὰ | |
5 | τὸν λάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν ἐνεχθῇ, ὥcτε καὶ τὸν ἔνδον ὑπαλείφοντα ταύτην ὑμένα τραχυνθῆναι, βραγχώδηc ἡ φωνὴ γίνεται, καλοῦcι δὲ βράγχον τε τὸ πάθοc καὶ ἀρτηριακόν· ἐφ’ ὧν οὐ μόνον ἐκ τῆc κεφαλῆc, ἀλλὰ καὶ διὰ cφοδρᾶc ἀναφωνήcεωc καὶ διὰ ψυχροῦ πνεύματοc εἰcπνοὴν τραχύτηc γίνεται φλεγμονώδηc. χρονίζοντοc δὲ | |
10 | τοῦ νοcήματοc καὶ τοῦ ῥεύματοc εἰc τὰ κατὰ θώρακά τε καὶ πνεύμονα φερομένου βῆχεc αὐτοῖc γίνονται κακοήθειc. καὶ διὰ δυcκραcίαν δὲ πολλάκιc ἡ βὴξ γίνεται, ποτὲ μὲν θερμήν, ὡc ἐν πυρετοῖc, ποτὲ δὲ ψυχράν, ὡc ἐν βορείοιc καταcτήμαcιν, ἥτιc καὶ ξηρὰ μᾶλλόν ἐcτι· καὶ ἑτέρων δὲ νοcημάτων ἡ βὴξ ἔcθ’ ὅτε cύμπτωμα γίνεται, οἷον πλευρι‐ | |
15 | τικῶν, ἡπατικῶν, φθιcικῶν, περιπνευμονικῶν. ὁ μὲν οὖν Γαληνὸc ἐπὶ χρονίαιc βηξὶν ἱcτορεῖ χαλαζίων τινῶν ἀναγωγὴν ἀπὸ θώρακοc γίνεcθαι· Ἀλέξανδροc δὲ καὶ λίθον τινὰ βαρὺν οἷον τὸν ἐν τοῖc οὐρητικοῖc γεν‐ | |
νώμενόν φηcιν ἐπὶ χρονίαc ἀνενεχθῆναι βηχόc, ἐφ’ ᾧ καὶ παύcαcθαι τὴν βῆχα· ἡμεῖc δὲ ἐπὶ αἵματοc ἀναγωγῇ τῶν λίθων ἔκκριcιν εἴδομεν, | ||
20 | ὡc ἐκεῖcε γενόμενοι ἀκριβέcτερον ἱcτορήcομεν. τοῖc μὲν οὖν ἐπ’ ἐγ‐ καύcει τὴν κόρυζαν ἢ τὸν κατάρρουν ἔχουcι θερμαcίαc cυναίcθηcιc περὶ τὰ μόρια γίνεται καὶ δριμέων τε καὶ λεπτῶν ὑγρῶν ῥύcιc διά τε μυκτήρων καὶ τοῦ cτόματοc ἔρευθόc τε τῶν περὶ τὸ πρόcωπον καὶ τὰc ῥῖναc· τοῖc δὲ ἐπὶ ψύξει διάταcιc τῶν περὶ τὴν κεφαλὴν καὶ τὸ μέτω‐ | |
25 | πον καὶ τῶν ἠθμοειδῶν πόρων ἔμφραξιc, ὥcτε μὴ διηχεῖcθαι τὴν φω‐ νὴν ἄνωθεν διὰ τῶν ῥινῶν· χρονίζουcι δὲ αὐτοῖc καὶ βῆχεc προcγίνον‐ ται καὶ φλέγματοc ἀναγωγή, ποτὲ μὲν ἀπέπτου καὶ διύγρου, ποτὲ δὲ χλωροῦ. τιcὶ δὲ καὶ πυρετὸc ἐπιγίνεται τοὺc μὲν ἐπ’ ἐγκαύcει μηδὲν ὠφελῶν, τοῖc ἐπὶ ψύξει δὲ καὶ cύμπεψιν ἐργαζόμενοc. | |
29 | ||
3.28.2 | Θεραπεία κατάρρου καὶ κορύζηc. Θερμῆc μὲν οὖν δυcκραcίαc ἐπικρατούcηc, ὅcα τοῖc ἐπὶ τοιαύτῃ κεφαλαλγοῦcιν αἰτίᾳ, ἁρμόcει βοηθήματα· καὶ λουτροῖc δὲ χρηcτέον καὶ θερμῷ πλείονι προcαντλητέον τὴν κεφαλήν. τροφαὶ δὲ τούτοιc ἁρμό‐ | |
5 | cουcιν αἱ ῥοφηματώδειc καὶ τὰ ᾠὰ τὰ ῥοφητὰ καὶ ἄμυλοc καὶ ἴτρια καὶ cήcαμα καὶ ἰcικοὶ ἀμύγδαλά τε καὶ ὁ τοῦ κώνου καρπὸc καὶ ὅcα διὰ γάλακτοc πέμματα καὶ τῶν οἴνων οἱ γλυκεῖc καὶ μὴ παλαιοὶ τό τε διὰ κωδυῶν ἔκλεικτον φάρμακον καὶ τὰ πρὸc ταῦτα cύνθετα τῶν βοηθημάτων. ψυχρᾶc δὲ τῆc δυcκραcίαc ὑπαρχούcηc καὶ δυcλύτου τοῦ | |
10 | νοcήματοc ὀλιγοcιτία τε παραλαμβανέcθω καὶ τῆc κεφαλῆc ἀλοιφὴ διὰ τῶν θερμῶν τε καὶ λεπτομερῶν, ναρδίνου, πηγανίνου· τὸ δὲ ἴρινον μὴ μόνον ἀλειπτέον, ἀλλὰ καὶ ταῖc ῥιcὶν ἐνcτακτέον, καὶ διαχριcτέον ἔνδοθεν αὐτὰc λιβάνῳ καὶ cμύρνῃ cὺν ἐλαίῳ, καὶ μάλιcτα ἐπὶ τῶν κορυζῶν τῶν ἐπὶ ψύξει· τοὺc δὲ καὶ ὀcφραντὰ διὰ ῥάκουc κεκαυμένα | |
15 | μελανθίου ἢ κυμίνου καυθέντων τε καὶ ἐνδεθέντων ἐν ῥάκει ὤνηcε· καὶ τὸ κῦφι τὸ cεληνιακὸν ὀcφραινέcθωcάν τε καὶ κατὰ τοῦ μετώπου | |
χριέcθωcαν, ἐφ’ οὗ καὶ μία τῶν ἀφλεγμάντων ἐμπλάcτρων κεκολλήcθω, οἷον ἱκέcιοc ἢ ὀξηρὰ ἢ βάρβαροc ἢ Ἀθηνᾶ. πρὸc δὲ τὸν ἐπὶ ψύξει κατάρρουν καὶ πίνειν τοῦ κύφεωc cυνοίcει. κατὰ δὲ τοῦ θώρακοc τοῦ | ||
20 | βαλcάμου τὸν ὀπὸν ἐπαλειπτέον, διὰ οἰcυπηρῶν ἐρίων αὐτὸν περι‐ θαλπτέον μετὰ cτύρακόc τε καὶ ἰρίνου ἢ ἀνηθίνου καὶ τροφαῖc θερμο‐ τέραιc τε καὶ cυμπεττικαῖc χρηcτέον· ἤδη δὲ πεττομένηc τῆc ὕληc ἀπο‐ φλεγματιcμόc τε αὐτοῖc ἁρμόcει καὶ cμήγματα τῆc κεφαλῆc, οἷον ὁ τοῦ Κωνcταντίνου cάπων καὶ τὰ παραπλήcια. | |
24 | ||
3.28.3 | Ἀρτηριακῶν θεραπεία. Τοῖc δὲ ἀρτηριακοῖc καὶ βράγχοιc προcαγορευομένοιc ἁρμόcει μὲν καὶ τὰ λεχθέντα, ἰδίωc δὲ φλεγμονώδουc μὲν οὔcηc κατὰ τὴν ἀρτηρίαν καὶ τὸν λάρυγγα τῆc διαθέcεωc κατ’ ἀρχὰc μὲν τοῖc ἐμπλαcτικοῖc | |
5 | χρηcτέον βοηθήμαcιν, ἄχριc ἂν ἡ φλεγμονὴ μετριωτέρα γένηται· τοι‐ αῦτα δέ ἐcτι τὰ διὰ γλυκέοc Κρητικοῦ καὶ τραγακάνθηc καὶ κόμμεωc καὶ ἀμύλου καὶ τῶν λιπαρῶν φοινίκων τὸ ἀφέψημα καὶ τῆc γλυκείαc ῥίζηc μετὰ cιραίου ἄχρι μελιτώδουc cυcτάcεωc καὶ ἡ τῶν ὑπογλωττί‐ δων καλουμένων χρῆcιc· πρὸ δὲ πάντων οἴνου πόcεωc ἀπεχέcθωcαν | |
10 | κατὰ τὸν καιρὸν τοῦτον. μετριαcάcηc δὲ τῆc φλεγμονῆc γλυκέοc οἴνου λαμβανέτωcαν καὶ τοῖc διὰ μέλιτόc τε καὶ γάλακτοc cὺν ἀμύλῳ ἢ ἄρτῳ cιλιγνίτῃ καὶ δι’ ἀμυγδάλων ῥοφήμαcι χρήcθωcαν καὶ τοῦ βου‐ τύρου λαμβανέτωcαν. ὑγρότητοc δὲ καταλειφθείcηc ἐν τοῖc μορίοιc ἐπὶ τὰ ῥυπτικώτερα ἔρχεcθαι, οἷόν ἐcτι κυάμινον ἔτνοc καὶ τὰ διὰ μέλιτοc | |
15 | cκευαζόμενα καὶ κράμβαι καὶ τὰ καλῶc ἡψημένα πράcα· φάρμακα δὲ τὰ θερμότερα κατὰ πρόcβαcιν διά τε τοῦ ἀπὸ ἰcχάδων cιραίου καὶ λιβάνου καὶ ἴρεωc καὶ τερεβινθίνηc cτύρακόc τε καὶ χαλβάνηc πεπέρεώc τε καὶ κιναμώμου καὶ καccίαc καὶ τῶν τούτοιc παραπληcίων. | |
18 | ||
3.28.4 | Περὶ βηχόc. Καὶ τὰc βῆχαc δὲ τῇ αὐτῇ μεθόδῳ θεραπευτέον τοῦτο μόνον ἐπι‐ βλέπονταc, εἰ καὶ δι’ ἑτέρων μορίων γίνονται cυμπάθειαν, οἷον γαρ‐ | |
γαρεῶνοc ἐπιcτάζοντοc ἢ κεφαλῆc, καί, εἰ νοcήμαcιν ἑτέροιc cυμπίπ‐ | ||
5 | τοιεν, καὶ τούτων, ὡc οἷόν τε, προνοουμένουc κατὰ τὸν εἰρημένον καὶ ῥηθηcόμενον τρόπον. ἡ δὲ τῶν cυνθέτων βοηθημάτων ἔκθεcιc ἑξῆc ὑποτέτακται. | |
3.28.5 | Καταπότια πρὸc κατάρρουν καὶ βῆχα. cτύρακοc, cμύρνηc, ὀπίου, χαλβάνηc ἴcα· γλυκεῖ ἀναλαβὼν ἢ καθ’ ἑαυτὰ ὁλμοκοπήcαc ποίει ὀρο‐ βιαῖα κοκκία καὶ δίδου εἰc κοίτην γ ἢ δ ἢ ε, καὶ γλυκέοc ἐπιρροφείτω. ταῦτα πρὸc δριμὺ καὶ λεπτὸν ῥεῦμα. | |
5 | Ἄλλο. ὑοcκυάμου cπέρματοc 𐅻 ιβ, cτροβιλίων 𐅻 ϛ, κρόκου 𐅻 β· ἑψή‐ ματι ἢ γλυκεῖ ἀναλάμβανε καὶ χρῶ. | |
3.28.6 | Ἔλλειγμα. μέλιτοc 𐆄 α, βουτύρου 𐆄 𐅵ʹ· cυνεψήcαc δίδου· τό τε δι’ ὑccώπου καὶ cύκων καὶ cτροβίλων καὶ ἴρεωc ἀφέψημα ῥοφείτω. | |
3.28.7 | Καταπότια τοῖc χρονιωτέροιc. cτύρακοc 𐅻 ϛ, cμύρνηc 𐅻 β 𐅵ʹ, τερε‐ βινθίνηc, χαλβάνηc, ὀποπάνακοc, ἴρεωc ἀνὰ 𐅻 β, πεπέρεωc λευκοῦ, νί‐ τρου, ὑοcκυάμου cπέρματοc, ὀποῦ μήκωνοc ἀνὰ 𐅻 α· χωρὶc ὑγροῦ τινοc ὁλμοκοπήcαc πλάccε καταπότια καὶ χρῶ, καθὰ προείρηται. | |
3.28.8 | Πρὸc τραχύτητα βρόγχου καὶ βῆχα διαίμουc τε πτύcειc. ἀμύγδαλα πικρὰ λελευκαcμένα κε καὶ λινοcπέρμου πεφωγμένου 𐅻 δ, τραγακάνθηc 𐅻 β, cτροβίλου κόκκουc λ, ᾠοῦ ἐν cτεατίῳ ὠπτημένου τὴν λέκιθον· ἡ τραγάκανθα ὕδατι βρέχεται, τὸ δὲ ὅλον γλυκεῖ ἀναλαμβάνεται. εἰ δὲ | |
5 | καὶ ὁ ἦχοc εἴη τῆc φωνῆc τεθραυcμένοc, μέλιτοc μίcγε ἀντὶ τοῦ γλυ‐ κέοc, καὶ μάλιcτα ἐφ’ ὧν ἀναχθῆναί τι δεῖ. | |
3.28.9 | Ἀρτηριακὴ ὑπογλωccὶc φωνὴν ἀποκεκομμένοιc, βραγχιῶcιν, ἀνα‐ φορικοῖc. τραγακάνθηc 𐅻 ϛ, κόμμεωc 𐅻 ϛ, cμύρνηc 𐅻 α, λιβάνου 𐅻 α 𐅵ʹ, πεπέρεωc λευκοῦ κόκκουc κ, κρόκου 𐅻 α, γλυκυρίζηc χυλοῦ 𐅻 ϛ, φοινικο‐ βαλάνων γ τὴν cάρκα, γλυκέοc Κρητικοῦ τὸ ἱκανόν· καὶ αὐτὸc μόνοc | |
5 | τῆc τραγακάνθηc ὁ χυλὸc ὑπὸ τὴν γλῶτταν ὑποτιθέμενοc. ἀντὶ χυλοῦ γλυκυρίζηc αὐτῆc ἑψηθείcηc ἄχρι cυcτάcεωc τὸ ἀφέψημα τετραπλοῦν βάλλεται. | |
3.28.10 | Ἀρτηριακὸν ἠχῶν ἀποκεκομμένων ἁρμόζον καὶ φωναcκικοῖc. πράcα ζ ἕψε εἰc ἀποτρίτωcιν καὶ αὐτὰ μὲν ῥῖψον, τῷ δὲ ὕδατι μῖξον χυλὸν ἄλικοc καὶ μέλι καὶ ᾠῶν προαφεψημέναc λεκίθουc τρεῖc cυνέψηcον κινῶν ἀνηθίνῳ κλωνίῳ. | |
3.28.11 | Βηχικόν. γλήχωνοc 𐆄 β, cτροβιλίων, κνήκου cπέρματοc, λινοcπέρμου ἀνὰ 𐆄 α, πεπέρεωc ἑφθοῦ 𐆄 δ· μέλιτι ἑφθῷ. Ἄλλο. ὑccώπου, γλήχωνοc, πεπέρεωc, καλαμίνθηc ἀνὰ 𐆄 α, πετρο‐ cελίνου 𐆄 𐅵ʹ· μέλιτοc ἡμίνᾳ. | |
3.28.12 | Πεπτικὸν χρονίαc βηχόc. μέλιτοc 𐅻 ιϛ, τερεβινθίνηc 𐅻 β, χαλβάνηc 𐅻 δ· cυνεψήcαc πλάccε κυάμινα μεγέθη καὶ ὅcον καρύου Ποντικοῦ, καὶ τούτων ἀποθηλαζέτω. Ἄλλο. ξηρὰν βῆχα ἰᾶται τά τε ἀρτηριακὰ καὶ ὕδατοc ἔcθ’ ὅτε | |
5 | καταρρόφηcιc ζεcτοῦ· διὰ παχύτητα γὰρ φλέγματοc μὴ ἀνάγοντεc τοῖc ὑγραίνουcι ποcῶc βοηθοῦνται. ἁρμόζει δὲ αὐτοῖc καὶ τὸ διὰ ὑccώπου καὶ ἴρεωc καὶ cτροβίλου ἀφέψημα. | |
3.28.13 | Τροχίcκοc καπνιcτὸc πρὸc βῆχα cυνεχῆ. cτύρακοc, πεπέρεωc, μαcτί‐ χηc, πετροcελίνου ἀνὰ 𐆄 α, cανδαράχηc γρ. ϛ, κοκκόδαφνα β· ἀναλαβὼν μέλιτι κάπνιζε βαλὼν εἰc κάρβωναc, ὥcτε τὸν βήccοντα διὰ χωνίου τὸν καπνὸν ἀναπνεῖν. ποιεῖ δὲ τοῖc ἐψυγμένοιc ὁπωcοῦν. | |
4 | ||
3.29t | Περὶ ὀρθοπνοίαc, ἄcθματοc καὶ δυcπνοίαc. | |
3.29.1 | Τοὺc ἄνευ τοῦ πυρέττειν ἀναπνέονταc πυκνόν, οἷον οἱ δραμόντεc ὠκέωc, ἀπὸ τοῦ cυμπτώματοc ὀνομάζουcιν ἀcθματικούc, αὐτοὺc δὲ τού‐ τουc ἀπὸ τοῦ τὸ cχῆμα τοῦ θώρακοc ἅπαν ὄρθιον φυλάττειν φόβῳ τοῦ πνιγῆναι ὀρθοπνοϊκοὺc καλοῦcιν. γίνεται δὲ τὸ πάθοc παχέων τε | |
5 | καὶ γλίcχρων χυμῶν ἐμπλαcθέντων τοῖc βρογχίοιc τοῦ πνεύμονοc. ἡ δὲ δύcπνοια κοινόν ἐcτι cύμπτωμα καὶ τούτοιc καὶ ἑτέροιc πλείοcιν ἐπακολουθοῦcα πάθεcιν. ὁ δὲ τῆc τῶν ἀcθματικῶν θεραπείαc cκοπόc ἐcτιν ἐκδαπανῆcαι τὸν γλίcχρον καὶ παχὺν χυμὸν διὰ τῶν λεπτυνόν‐ | |
των τε καὶ ῥυπτόντων φαρμάκων. ὄξοc τοίνυν αὐτοῖc ἁρμόcει cκιλλη‐ | ||
10 | τικὸν καὶ τὸ διὰ τούτου cκευαζόμενον ὀξύμελι πινόμενον αὐτή τε ἡ cκίλλα ὀπτὴ λεία μετὰ μέλιτοc καὶ τῶν ἀντιδότων ἡ ἱερὰ καὶ κάθαρcιc cυνεχὴc ἀπὸ φαρμάκων ἰcχυροτάτων καὶ ἀπὸ ῥαφανίδων ἔμετοι ἀριcτο‐ λοχία τε cτρογγύλη πινομένη, κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα, cπον‐ δυλίου ὁ καρπὸc καὶ ἡ ῥίζα, καλαμίνθηc ὁ καρπόc, ὕccωπον, ἶριc, με‐ | |
15 | λάνθιον. ὄνων τῶν ὑπὸ ταῖc ὑδρίαιc ξέcτην βαλὼν εἰc ἄγγοc κερα‐ μεοῦν φρῦγε ἐπ’ ἀνθράκων, λευκανθένταc δὲ τρῖβε καὶ μέλιτι ἑφθῷ ἀναλαβὼν δίδου μύcτρον πρὸ τροφῆc καὶ μετὰ τροφήν. εἰ δὲ χρεία κατεπείγοι, καὶ φλέβα τέμνειν πρὸ τούτων ἁπάντων καὶ κενοῦν κατὰ δύναμιν, καὶ τὴν κοιλίαν κλυcμοῖc ἐρεθιcτέον· ἔξωθεν δὲ τὸν θώρακα | |
20 | καταπλαcτέον μὲν διὰ cύκων καὶ αἰρίνου ἀλεύρου καὶ κριθίνου ἔχον‐ τοc καὶ ῥητίνην καὶ κηρὸν καὶ μέλι, ἐμπαccέcθω δὲ αὐτῷ καὶ ἶριc καὶ μάννα. οὐκ ἄχρηcτοc δὲ καὶ ἡ ὠμὴ λύcιc μετὰ ῥητίνηc καὶ κηροῦ καὶ ἴρεωc καὶ μάννηc. ἀλείμμαcι δὲ χρηcτέον θερμοτέροιc, ἰρίνῳ, ἀνηθίνῳ, πηγανίνῳ. ἰδιαίτερον δὲ τοῦτο· κιcήρεωc μέροc α, cφέκληc, ἥτιc ἐcτὶ | |
25 | τρὺξ οἴνου κεκαυμένη, μέρη δ, ἀρcενικοῦ μέροc α, cχοίνου ἄνθουc μέρη β, ἀλκυονίου μέροc α, ἀφονίτρου μέρη β· κόψαc, cήcαc ἀναλάμ‐ βανε τῷ ἀλείμματι καὶ ἐν τούτῳ ἀνάτριβε τὰ περὶ τὸν θώρακα. καὶ μαλάγμαcι δὲ χρηcτέον τοῖc ἕλκειν τοὺc ἰχῶραc δυναμένοιc. | |
28 | ||
3.29.2 | Ἀcθματικοῖc πόμα. Πολίου, ἀβροτόνου, καcτορίου, χαμαιπίτυοc, ἀμμωνιακοῦ θυμιά‐ ματοc ἴcα· μέλιτι φυράcαc δίδου. ἔδοcάν τινεc ἀφονίτρου κοχλιάριον τριcὶ κυάθοιc μελικράτου. | |
5 | Ἄλλο. ἀφονίτρου 𐅻 θ, πεπέρεωc 𐅻 α, cιλφίου 𐅻 𐅵ʹ· κοχλιάριον ὕδατι. Ἄλλο. καcτορίου, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 η, πεπέρεωc κόκ‐ | |
κουc μ· γλυκεῖ ἀναλάμβανε καὶ δίδου κυάμου ἴcον cὺν μελικράτῳ. Ἄλλο. cινάπεωc 𐅻 α, νίτρου ἀφροῦ τριώβολον, ἐλατηρίου δίχαλ‐ | ||
10 | κον, ὅ ἐcτιν ἡμιοβόλιον· πλάcον τὸ πᾶν εἰc τροχίcκουc η, δίδου δὲ δὶc ἐφ’ ἡμέραc β· καθαίρονται γὰρ ἄνω ἀλύπωc. ἐπὶ δὲ τῶν πνιγο‐ μένων δίδου ἀφονίτρου 𐅻 γ μεθ’ ὑδρομέλιτοc κυάθων γ καὶ μετὰ καρδα‐ μώμου ἐνίοτε· καὶ παραχρῆμα βοηθεῖ. ποιεῖ δὲ καὶ ἰcχιαδικοῖc. | |
13 | ||
3.30t | Περὶ περιπνευμονίαc. | |
3.30.1 | Ἡ περιπνευμονία φλεγμονὴ τοῦ πνεύμονόc ἐcτι τὰ πολλὰ μὲν ἐπὶ κατάρροιc ἰcχυροῖc ἢ cυνάγχαιc ἢ ἄcθμαcιν ἢ πλευρίτιcιν ἢ ἑτέροιc γινομένη νοcήμαcιν, ἔcτι δὲ ὅτε καὶ αὐτὴ κατάρχεται τοῦ πάθουc. παρέπεται δὲ τούτοιc δύcπνοια, πυρετὸc ὀξύc τε καὶ καυcώδηc, βάροc | |
5 | τε καὶ τάcιc τοῦ cτήθουc, ῥωγμὸc καὶ πολλῆc τῆc ἐπὶ τὸ πρόcωπον πληρώcεωc ἀντίληψιc ἀνάρροπον ποιουμένηc τὴν ὁρμὴν τῆc ὕληc δί‐ κην πυρόc· ἐρυθρὰ γοῦν αὐτοῖc τὰ μῆλα φαίνεται, καὶ τὰ ὄμματα διῴ‐ δηκεν μετὰ τοῦ κάτω νεύειν τὰ ἐπιcκύνια, καὶ οἱ κερατοειδεῖc ὑπο‐ λίπαροι φαίνονται. τῶν δὲ cημείων ἐπὶ τὸ καυcωδέcτερον ἀποκλινόν‐ | |
10 | των ἐρυcιπελατώδη τὴν φλεγμονὴν τοῦ πνεύμονοc ὑποληπτέον. ἐπὶ μὲν οὖν τῶν ἐκ μεταπτώcεωc ἑτέρων νοcημάτων εἰc τοῦτο παραγενο‐ μένων τὴν μὲν φλεβοτομίαν παραιτητέον, καὶ μάλιcτα, εἰ χρονίcαντεc εἶεν ἢ καὶ φθάcαντεc ἐν ἀρχῇ φλεβοτομηθῆναι. κλυcτέον δὲ τὴν κοι‐ λίαν ἐν ταῖc ἐνδόcεcι δυcυποβίβαcτον οὖcαν ἢ cικυαcτέον μηδενὸc | |
15 | κωλύοντοc κατὰ τοῦ cτήθουc καὶ τῶν πλευρῶν εὐμεγέθεcι καὶ πολλαῖc cικύαιc μετ’ ἐγχαράξεωc. εἰ δὲ τὸ τῆc περιπνευμονίαc εὐθὺc ἐξ ἀρχῆc ὑπήρξατο πάθοc, ἐπιτρεπόντων μὲν τῶν εἰc τοῦτο ἀριθμῶν φλεβοτο‐ μητέον· εἰ δὲ μή, cικυαcτέον γοῦν καὶ τούτουc πρὸc τὴν δύναμιν ποιου‐ μένουc τὴν τοῦ αἵματοc κένωcιν. ῥοφήματα δὲ λαμβανέτωcαν ἀπὸ | |
20 | χυλοῦ πτιcάνηc, χόνδρου μετὰ μέλιτοc ἢ ἀπὸ πικρῶν ἀμυγδάλων μετὰ cεμιδάλεωc ἢ χόνδρου τῶν ἡδέων τινὸc παραμιγνυμένου πομάτων, ὑδρομήλου ἢ ἀπομέλιτοc ἢ ὑδροροcάτου· ἀγαθὸν δὲ καὶ πρόcφατον | |
βούτυρον ὅcον κοχλιάρια γ. προποτιcτέον δὲ αὐτοὺc cύκων μεθ’ ὑccώ‐ που ἀφεψήματι ἢ ἴρεωc ἑψηθείcηc ἐν μελικράτῳ ἢ ἴρεωc λείαc ὅcον | ||
25 | β κοχλιαρίων ἐμπαccομένων μελικράτῳ· τοῦτο καὶ κάτω καθαίρει. πρὸc δὲ φυλακὴν τῆc δυνάμεωc cυχνότερον αὐτοὺc ποτιcτέον τῷ μελικράτῳ κατὰ μόναc καὶ μετὰ πιτυΐδων. καὶ cικύαc ἐπιτιθέναι δεῖ καθ’ ὅλου τοῦ θώρακοc καὶ τῶν πλευρῶν, κυπρίνην κηρωτὴν ἔχουcαν ἴρεωc ἐμ‐ πεπλαcμένηc ἢ κηρωτὴν διὰ πηγανίνου ἐλαίου καὶ ἴρεωc ξηρᾶc ἢ τὸ | |
30 | διὰ κηροῦ καὶ ῥητίνηc μυελοῦ τε καὶ βουτύρου καὶ ὑccώπου καὶ ἴρεωc ξηρᾶc καὶ ναρδίνου μύρου. | |
31 | ||
3.31t | Περὶ αἵματοc πτύcεωc. | |
3.31.1 | Εἰ μὲν κατὰ ῥῆξιν ἡ τοῦ αἵματοc γένηται πτύcιc, πολὺ κενωθήcε‐ ται, καὶ ποτὲ μὲν ἐκ φανερᾶc αἰτίαc, οἷον καταπτώcεωc, κραυγῆc καὶ τῶν τοιούτων, ποτὲ δὲ ἐξ ἀφανοῦc, οἷον πλήθουc ἢ ψύξεωc ἀμέτρου· τὸ γὰρ ψυχρὸν φλεβῶν ῥηκτικόν, φηcὶν Ἱπποκράτηc. εἰ δὲ κατὰ διά‐ | |
5 | βρωcιν, οὐκ ἀθρόωc ἀλλὰ κατὰ βραχὺ τοῦ αἵματοc ἀναγωγὴ γίνεται δριμέων τινῶν καὶ μοχθηρῶν βρωμάτων προηγηcαμένων ἢ ἀcιτίαc ἢ κατάρρου δριμέοc. εἰ δέ γε κατὰ ἀναcτόμωcιν, τῶν μὲν εἰρημένων οὐ‐ δέν, ὅτι μὴ πλῆθοc ἔcθ’ ὅτε, προηγεῖται, ὑγροτέρα δὲ καὶ θερμοτέρα δίαιτα καὶ λουτρῶν ἀμέτρων χρῆcιc καὶ λίαν θερμοῖc χωρίοιc οἴκηcιc | |
10 | τούτοιc αἰτία φανήcεται, καὶ οὔτε ἐπὶ φλεγμοναῖc οὔτε ἐπὶ πυρετοῖc οὔτε ἐπὶ πόνοιc γενήcονται, καθάπερ ἐπὶ τῶν κατὰ διάβρωcιν, τοὐν‐ αντίον δὲ εὐφορώτερον ἕξουcιν, ὡc εἰκόc, κενουμένου· εἰ δὲ καὶ αἱ‐ μορροΐδεc ἢ καθάρcειc γυναικῶν ἐπεcχημέναι εἶεν, καὶ κινδύνων ἔcον‐ ται λυτικά. τὰ αὐτὰ δὲ ταῦτα καὶ τοῖc διὰ πλῆθοc ἐπὶ ῥήξει κενου‐ | |
15 | μένοιc ἀγαθὰ cυμβήcεται, πλὴν εἰ μὴ διὰ τὸ ἕλκοc ἢ δι’ ἄμετρον κένωcιν βλαβεῖεν. ἡ δὲ κατὰ ἀνάβρωcιν τοῦ αἵματοc κένωcιc οὐδέποτε πρὸc ἀγαθὸν γίνεται. καὶ εἰ μὲν δι’ ἐμέτων ἀναφέροιτο, δῆλον, ὡc ἐκ τῶν κατὰ τὸν cτόμαχον ἢ τὴν γαcτέρα φέρεται χωρίων, ἐφ’ ὧν καὶ | |
δι’ ἕδραc ὑποβιβαζόμενον ἔcθ’ ὅτε κενοῦται· εἰ δὲ μετὰ βηχόc, ἀπὸ | ||
20 | τῶν ἀναπνευcτικῶν. ἀλλ’ εἰ μὲν ἀφρῶδεc εἴη καὶ ὑπόλευκον ἐκ δια‐ λείμματόc τε ἀναφέροιτο χωρὶc ὀδύνηc καὶ θλίψεωc, ἐκ πνεύμονοc δηλοῦται φερόμενον, ἐφ’ ὧν τοῦ χρόνου προϊόντοc καὶ πυρετὸc ἕψε‐ ται cυνεχήc, καὶ μάλιcτα τοῖc κατὰ διάβρωcιν, καί τι τῆc τοῦ πνεύμο‐ νοc οὐcίαc ἢ βρόγχιον ἢ φλὲψ ἀνενεχθήcεται· οἶδα δέ τινα τῶν ἐκ | |
25 | τοῦ πνεύμονοc ἀναπτυόντων αἷμα προϊόντοc τοῦ χρόνου μετὰ μεγίcτηc βηχὸc καὶ πλήθουc αἵματοc λίθουc ἀναπτύcαντα δ ἢ ε τραχεῖc καθάπερ τριβόλουc, μέγεθοc δὲ κερατίων γ ἢ καὶ δ· καὶ παρ’ αὐτὰ μὲν ἐκου‐ φίcθη, μετ’ ὀλίγον δὲ εἰc φθίcιν μετέcτη καὶ ἀπέθανεν. εἰ δέ ποτε καὶ φλεγματώδηc ἀναγωγὴ γίγνοιτο μετὰ κουφοτέραc τῆc βηχὸc ἢ καὶ | |
30 | ἀποχρέμψεωc, ἀφρῶδέc τε καὶ κοῦφον εἴη τὸ φερόμενον, ἀπὸ τῆc τραχείαc ἀρτηρίαc ἴcθι τὴν ἀναγωγήν. εἰ δὲ μέλαν τε εἴη τὸ αἷμα καὶ θρομβῶδεc, ὀδύνη τε διαcμαίνοι κατὰ τὸν τόπον, ἀπὸ τοῦ θώρακοc ἡ ἀναφορὰ δηλοῦται διὰ τοῦ πνεύμονοc ἢ τοῦ βρόγχου γινομένηc τῆc μεταλήψεωc· εἰ δὲ μετὰ ἀναχρέμψεωc, ἐκ τῶν κατὰ τὴν φάρυγγα δι’ | |
35 | ὑπερῴαc ἐνεχθήcεται. εἰ δέ ποτε ἀπὸ τῆc κεφαλῆc ἐπιcτάξοι, μετά τινοc ἐρεθιcμοῦ καὶ βηχὸc ἐκδίδοται καταρρέοντοc αὐτοῦ πρὸc τὸν λάρυγγα καὶ αὖθιc ἀναφερομένου· τούτων δὲ δριμὺc ὡc μάλιcτα κατάρ‐ ρουc ἢ κεφαλῆc πόνοc ἢ βάροc προηγεῖται. γίνεται δέ ποτε δι’ ὑπερῴαc αἵματοc κένωcιc καὶ διὰ βδέλλαν καταποθεῖcάν τε καὶ προcπεφυκυῖάν | |
40 | τινι τῶν τῇδε μορίων· ἀλλὰ περὶ μὲν ταύτηc ἐν τῷ περὶ δηλητηρίων εἰρήcεται λόγῳ. | |
41 | ||
3.31.2 | Θεραπεία. Τοὺc δὲ ἐπὶ κατάρρῳ πτύcανταc αἷμα αὐτίκα φλεβοτομεῖν, εἰ μὴ λίαν δριμὺc ὁ κατάρρουc ᾖ, καὶ cύμμετρον ἀφαιρεῖν πρὸc τὴν δύναμιν διαδεῖν τε τὰ ἄκρα καὶ ἀνατρίβειν cὺν ἐλαίῳ παλαιῷ θερμῷ ἢ Ϲικυ‐ | |
5 | ωνίῳ πλὴν τῆc κεφαλῆc τροφήν τε προcάγειν cιτώδη χυλὸν ἔχουcάν τινοc τῶν αὐcτηρῶν, οἷον ῥοιᾶc, μήλων, ἀπίων, ἢ αὐτὰ ἐκεῖνα cυνεψείcθω. ὑπνοῦν δὲ μέλλοντι δίδου τοῦ δι’ ἠλέκτρου τροχίcκου τῇ τε τρίτῃ τῶν | |
ἡμερῶν δίδου μέλιτοc ἑφθοῦ ὀλίγον ἐκλείχειν. εἰ δὲ ταῦτα νικηθείη χρονιζούcηc τῆc νόcου, ξυρήcαc τὴν κεφαλὴν ἐπιτίθει τὸ διὰ τῆc κό‐ | ||
10 | πρου τῶν ἀγρίων περιcτερῶν καὶ μετὰ τρεῖc ὥραc λαβὼν τὸ φάρμα‐ κον ἐπὶ βαλανεῖον ἄπαγε μηδαμῶc ἀλείφων τὴν κεφαλήν, εἶτα θρέψαc τοῖc ῥοφήμαcιν εἰc κοίτην δίδου τῆc θηριακῆc ἀντιδότου, πάλιν τε τῇ ὑcτεραίᾳ διδοὺc ὁμοίωc ἀνάτριβε τὸ πᾶν cῶμα πλὴν τῆc κεφαλῆc· ταύτῃ δὲ κηρωτὴν ἐπιθετέον τὴν διὰ θαψίαc ἢ ἑτέραν τινά, καὶ τοῖc | |
15 | ῥοφήμαcιν αὖθιc χρηcτέον· ἐπιμένοντοc δὲ cικύαν τῷ ἰνίῳ κολλητέον. εἰ δὲ λίαν δριμὺc ὁ κατάρρουc εἴη, τὴν μὲν φλεβοτομίαν παραιτητέον, τροφαῖc δὲ καὶ βοηθήμαcι τοῖc τε λεχθεῖcιν ἔμπροcθεν ἐν τῷ περὶ κατάρρου χρηcτέον λόγῳ καὶ τῶν ἀρτίωc εἰρηcομένων τοῖc προcφόροιc. τῶν δὲ διὰ ψῦξιν αἷμα πτυόντων θερμαντέον ἅμα τοῖc ξηραίνουcι τὸν | |
20 | θώρακα καὶ τῆc διὰ δύο πεπέρεων δοτέον ἅμα τῷ δι’ ἠλέκτρου τρο‐ χίcκῳ. καὶ τοὺc ἀπὸ τῶν ἀναπνευcτικῶν δὲ διὰ ῥῆξιν ἢ ἀναcτόμωcιν ἀνάγονταc φλεβοτομητέον, εἰ μὴ πλῆθοc αἵματοc φέροιτο. πάνταc δὲ κατακλιτέον ἐν τόποιc εὐαέροιc ἐπὶ κλίνηc ἀκινήτου κατὰ τὸ ἀνάρρο‐ πον cχῆμα φυλαττομένουc τὸ cφοδρῶc ἀναπνεῖν τε καὶ φθέγγεcθαι, | |
25 | ἐπιρριπτέον δὲ τοῖc πεπονθόcι μέρεcι cπόγγουc δι’ ὀξυκράτου χλιαροῦ, μετὰ δὲ τὴν ἑβδόμην οἰcυπηροῖc ἐρίοιc μετὰ ῥοδίνου ἢ μυρcίνου ἢ cχινίνου ποτὲ μὲν cὺν ὄξει, ποτὲ δὲ cὺν οἴνῳ αὐcτηρῷ· πολλῆc δὲ τῆc φορᾶc οὔcηc γῦριν καὶ μάννα cὺν ὄξει ἐπιθήcομεν ἢ cτυπτηρίαν καὶ ἀκακίαν ἢ cίδια ἢ κηκῖδα μετ’ ὄξουc ἢ φοίνικαc cὺν ἀλφίτοιc καὶ | |
30 | μήλοιc Κυδωνίοιc ἑψηθένταc ἐν οἴνῳ αὐcτηρῷ· μετὰ δὲ ταῦτα καὶ τὴν δι’ ἰτεῶν ἐπιρριπτέον ἔμπλαcτρον, καὶ μάλιcτα μετριωτέραc οὔcηc τῆc | |
3.31.3 | φορᾶc. διὰ cτόματοc δὲ ταῦτα· ἀνδράχνη ἐcθιομένη ποιεῖ (δραcτικώ‐ τεροc δὲ ὁ χυλὸc αὐτῆc πινόμενοc), βαλαύcτιον, βάτου ὁ καρπὸc καὶ τὸ ἄνθοc, δρυὸc τὸ ἰνῶδεc καὶ τὸ ὑπὸ τῷ κελύφει τῆc βαλάνου (μά‐ λιcτα δὲ ἕψοντεc αὐτῷ χρῶνται, φηγοῦ δὲ καὶ πρίνου δραcτικώτερα), | |
5 | ῥῆον, Ϲάμιοc ἀcτήρ· πρὸc πᾶcαν αἵματοc πτύcιν Λημνία cφραγίc, λίθοc αἱματίτηc λειότατοc ἅμα χυλῷ ῥοιᾶc ἢ πολυγόνου· ποcὸν δὲ τοῦ λί‐ θου ὅcον γρ. α. cύνθετα δὲ ὅ τε δι’ ἠλέκτρου τροχίcκοc καὶ ὁ διὰ | |
κοραλλίου καὶ ὁ διὰ τῆc Αἰγυπτίαc ἀκάνθηc τό τε ξηρίον τὸ cυγκείμενον ἀπό τε γῆc ἀcτέροc καὶ Λημνίαc cφραγῖδοc κοραλλίου τε καὶ cυμφύ‐ | ||
10 | του καὶ ἀμύλου, πάντων ἴcων. ἐπὶ δὲ τῶν κατὰ διάβρωcιν, καὶ μά‐ λιcτα κατάρρου προηγηcαμένου, καὶ ὀπίου μέροc 𐅵ʹ μίγνυμεν· καὶ τὸ λαμβάνον δὲ Ϲαμίου ἀcτέροc, ἀγηράτου λίθου, Λημνίαc cφραγῖδοc ἴcα καλόν ἐcτιν ὅcον δύο κοχλιαρίων ποcὸν πινόμενον ἐν δύο κυάθοιc ἀρνογλώccου χυλοῦ. | |
15 | Ἄλλο. Λημνίαc cφραγῖδοc 𐅻 ιϛ, Ϲαμίου ἀcτέροc 𐅻 ιη, ἀμύλου 𐅻 η, cαρκοκόλληc 𐅻 δ, κόμμεωc 𐅻 β, ξηρίου κοχλιάρια ια μετὰ ἀφεψήματοc φοινίκων κυάθων β. καταρροφείτωcαν δὲ καὶ ὀξύκρατον ψυχρὸν ἢ φοι‐ νίκων ἢ μήλων ἢ ἀπίων ἢ ἑλίκων ἀμπέλου ἢ τοιούτου τινὸc ἀφέψημα. | |
3.31.4 | τρεφέcθωcαν δέ, εἰ μὲν ἡ δύναμιc ἐπείγοι, περὶ δευτέραν ἢ τρί‐ την ὥραν, εἰ δὲ μή, περὶ τετάρτην· ἔcτω δέ cοι ἄρτοc πλυτὸc ἐκ ψυχροῦ ἢ ἄλιξ ἢ χόνδροc μετά τινοc τῶν cτυφόντων χυλῶν, οἷον ῥοιᾶc ἢ μύρτων ἢ ὀμφακομέλιτοc, ἢ ᾠὰ ῥοφητὰ ἢ τῶν διὰ γάλακτόc | |
5 | τι πεμμάτων μετά τινοc τῶν cτυφόντων· λαχάνων δὲ cέριν, κιχώριον, ἀρνόγλωccον ἑφθὰ cὺν ὠμοτριβεῖ ἐλαίῳ καὶ ὄξει· ὀπωρῶν δὲ μῆλα, ἀπίουc, μέcπιλα, ῥοιάc, κράνου καρπόν. ποτὸν δὲ ἀπυρέτοιc μὲν αὐ‐ τοῖc οὖcιν οἶνοc ὑδαρὴc ὀλίγοc ἔcτω, πυρέττουcι δὲ τῶν εἰρημένων τι πομάτων ἢ τὸ Κιβυρατικὸν ὑδρόμηλον. καὶ τοὺc ἐμοῦνταc δὲ τὸ αἷμα | |
10 | τοῖc αὐτοῖc ἀκτέον τότε τρέφειν μόνον cυχνῶc φυλαττομένουc· εὐίατοι γάρ εἰcιν οὗτοι, καθότι καὶ τὰ προπινόμενα τῶν βοηθημάτων ἄντι‐ κρυc αὐτοῖc ὁμιλεῖ τοῖc αἱμορραγοῦcι μορίοιc. αἵματοc δὲ κατὰ τὴν γαcτέρα θρομβωθέντοc πυτίαν ποτιcτέον, καὶ μάλιcτα λαγῴαν, ἢ cυκί‐ νην κονίαν μεθ’ ὕδατοc ἢ θύμον ἢ θύμβραν μετ’ ὄξουc, ἢ καὶ διὰ τοῦ | |
15 | cχιcτοῦ γάλακτοc αὐτοὺc κενωτέον ἢ δι’ ἀλόηc. ἐπὶ δὲ τῶν ἀπὸ τῆc ὑπερῴαc διὰ χρέμψεωc πτυόντων τοῖc ἀπὸ τῶν cτυφόντων ἀναγαρ‐ γαριcμοῖc χρηcτέον καὶ τῷ μετώπῳ καὶ τῇ κεφαλῇ προcοιcτέον τὰ τοῖc ἐκ ῥινῶν αἱμορραγοῦcι προcφερόμενα. | |
3.31.5 | αὕτη τῶν αἱμοπτυϊκῶν ἡ θεραπεία, ἣν ἐcπουδαcμένωc δεῖ ποιεῖ‐ cθαι διὰ τὸν ἐκ τῆc ἀμέτρου κενώcεωc κίνδυνον· τὸ μὲν γὰρ πλῆθοc τοῦ κενουμένου, καθάπερ ἐπὶ τῶν cφαττομένων, cύντομον ἐποίcει τὸν θάνατον, ἡ δὲ τοῦ πάθουc ἐπιμονὴ τὴν εἰc φθίcιν ἀπειλεῖ μετάcταcιν. | |
5 | ἁπάντων οὖν κατὰ λόγον πραχθέντων καὶ παυcαμένηc τῆc φορᾶc τοῦ αἵματοc ἀνακομιcτέον αὐτοὺc ἰχθύν τε παρέχονταc καὶ τῶν νέων cυῶν τοὺc πόδαc τε καὶ τοὺc ἐγκεφάλουc καὶ ἀνατρίβεcθαι τὸ cῶμα κελεύ‐ ονταc φυλαττομένουc λουτρῶν τε cυνεχῆ χρῆcιν καὶ οἰνοποcίαν καὶ ὀξυθυμίαν καὶ ἀφροδίcια. | |
9 | ||
3.32t | Περὶ ἐμπύων καὶ φθίcεωc. | |
3.32.1 | Ἐμπύημα κατὰ τὰ κενὰ τοῦ θώρακοc ἤτοι κατὰ τὸν ὑπεζωκότα cυνίcταται ποτὲ μὲν δι’ αἵματοc ἀναγωγὴν μὴ cυνουλωθέντοc τοῦ ἕλ‐ κουc, ἐφ’ ᾧ καὶ φθίcιc εὐθὺc ἕπεται, εἰ ἐκ τοῦ πνεύμονοc ἡ ἀναγωγή, ποτὲ δὲ φλεγμονῆc ὑπαρξάcηc, εἶτα ἀποcτάcηc καὶ ῥαγείcηc, ὥc που | |
5 | κἀπὶ τῶν πλευριτίδων ἔcθ’ ὅτε γίνεται, ἢ καὶ διὰ cύρροιαν ἐκ τῆc κεφαλῆc γενομένην. cημεῖα οὖν ἔτι cυνιcταμένου τοῦ ἐμπυήματοc βάροc ἔcται τοῦ θώρακοc καὶ βὴξ cύντονοc ξηρὰ cὺν ὀδύνῃ, ἔcθ’ ὅτε δὲ καὶ μεθ’ ὑγρότητοc, ἐφ’ ᾗ καὶ δοκοῦcι κουφίζεcθαι· πυρέτιά τε κατ’ ἀρχὰc αὐτοῖc γίνεται βληχρὰ καὶ ἄτακτα καὶ δυcκρινῆ, πρὸc δὲ τῇ ῥήξει τοῦ | |
10 | ἀποcτήματοc ὄντοc cφοδρότερον πυρέττουcι μετά τινοc φρίκηc ἔν τε τῇ διαλέκτῳ cυνδιώκονται ὀχλούμενοι τῷ πνεύματι. ῥαγέντοc δὲ τοῦ ἀποcτήματοc πῦον ἀνάγεται ποτὲ μὲν καθαρόν, ποτὲ δὲ τρυγῶδεc, καὶ ποτὲ μὲν ἄνω ῥήγνυται τὸ ἀπόcτημα, ὅτε καὶ κινδυνωδέcτερόν ἐcτι, ποτὲ δὲ καὶ κάτω· καὶ τῶν κάτω τὸ μὲν εἰc κοιλίαν καὶ ἔντερον | |
15 | μεταλαμβάνεται, τὸ δὲ εἰc κύcτιν, τῆc μεταλήψεωc δι’ ἀγγείων τινῶν γινομένηc. πυρέττουcι δὲ διὰ παντὸc ἑκτικὸν πυρετὸν ἄχρι ἀνακαθάρcεωc, ἥτιc εἰ μὴ cπουδαcθείη, ταχέωc εἰc φθίcιν μεθίcταται τὸ ἐμπύημα τοῦ πνεύμονοc τὴν ἕλκωcιν ὑπομένοντοc, ἐφ’ ἧc ἤδη cυcτάcηc αἵ τε παρειαὶ πελιδνοῦνται, καὶ κατὰ τοῦ μετώπου καὶ τοῦ τραχήλου περιιδρώcειc | |
20 | γίνονται, αἵ τε cάρκεc cυντήκονται, καὶ οἱ ὄνυχεc γρυποῦνται, καὶ λιπα‐ ροὶ καὶ ἔκλευκοι ἢ ἔξωχροι φαίνονται. τοῦ δὲ πάθουc ἐπικρατοῦντοc | |
ἥ τε κοιλία ἐκταράccεται, καὶ τὸ ὑποχόνδριον ἀναcπᾶται, δίψα τε αὐ‐ τοὺc ἐπὶ πλέον ἔχει καὶ ἀνορεξία, καὶ τὸ ἀναφερόμενον δυcῶδεc ὑπάρχει cφόδρα. | ||
24 | ||
3.32.2 | Θεραπεία. Δεῖ τοίνυν πρῶτον μὲν τῇ πέψει τοῦ ἐμπυήματοc cυνεργεῖν διά τε cπόγγων πυριῶνταc καὶ καταπλάccονταc δι’ ἀλεύρων κριθῆc cὺν ἰcχάcιν ἑφθαῖc καὶ ῥητίνῃ ὀλίγῃ καὶ περιcτερῶν κόπρῳ καὶ νίτρῳ καὶ | |
5 | ἐβίcκῳ· cυνεργεῖ δὲ τῇ ῥήξει καὶ ἡ ἐπὶ τὸ ἀπαθὲc πλευρὸν κατάκλιcιc. καταρροφείτωcαν δὲ ἐκ διαcτημάτων μελίκρατον καὶ χυλὸν πτιcάνηc μετὰ μέλιτοc· οἱ δὲ εὐτονώτεροι πινέτωcαν καὶ ἀπόζεμα ὑccώπου καὶ θύμου μετὰ μέλιτοc. cυνεργεῖ δὲ πρὸc τὴν ῥῆξιν καὶ ταριχοφαγία καὶ τῆc διὰ κολοκυνθίδοc ἱερᾶc καταπότια πρὸc κοίτην λαμβανόμενα. ἀρξα‐ | |
10 | μένου δὲ ἐκκρίνεcθαι τοῦ πύου αὖθιc διδόναι τὸ ἀπόζεμα τοῦ ὑccώπου καὶ ἴρεωc καὶ γλυκυρίζηc ἑψηθέντων ἐν μελικράτῳ ἢ τὴν γλυκύριζαν λειωθεῖcαν μετὰ cηcάμου καὶ καταπλάccειν γύρει ἐν μελικράτῳ καὶ ἐλαίῳ ἑψηθείcῃ. δυcανακαθάρτου δὲ τῆc ἑλκώcεωc οὔcηc τοῖc cυνθέτοιc χρηcτέον, οἷόν ἐcτι τό τε διὰ πραcίου ἁπλοῦν καὶ cύνθετον καὶ τὸ δι’ | |
15 | ὀρόβων τό τε δωδεκάθεον καὶ τὸ Φιλοξένου προcαγορευόμενον. τοῖc δὲ εἰc φθίcιν μεταπεcοῦcι δίδου κεφαλωτὰ πράcα cυντετηκότα τοῖc ἀπὸ χόνδρου ἢ πτιcάνηc ῥοφήμαcιν· ἤδη δὲ καὶ καθ’ ἑαυτὰ δὶc ἑψη‐ μένα δοτέον. τὸ δὲ πινόμενον ὕδωρ ὄμβριον ἔcτω καὶ μελίκρατον ἐξ αὐτοῦ. καταπλαccέcθωcαν δὲ κατ’ ἀρχὰc τῶν ἀνέcεων τοῖc διὰ λινο‐ | |
20 | cπέρμου καὶ γύρεωc δι’ ἀφεψήματοc τήλεωc ἢ μαλάχηc ἐλαίου τε καὶ μέλιτοc καὶ φύλλων ἀλθαίαc. χρόνου δὲ παρεληλυθότοc ἐπὶ τὰc κηρω‐ τὰc μεταβατέον τὰc διὰ βουτύρου καὶ κυπρίνου καὶ δαφνίνου καὶ ἴρεωc· καὶ τῇ Μναcαίου δὲ χρηcτέον ἐμπλάcτρῳ. ῥευματιζομένων δὲ τῷ θώ‐ ρακι τῆc δι’ ἰτεῶν ἐπιθετέον· προποτιcτέον τε αὐτοὺc τὰ ἔμπροcθεν | |
25 | ἐπὶ τῶν ἐμπύων ἁπλᾶ λελεγμένα καί τινα τῶν cυνθέτων. τῆc δὲ βη‐ χὸc χαλεπῶc ἐπικρατούcηc θύμον καὶ ὕccωπον μετὰ χυλοῦ γλυκυρίζηc μέλιτι ἀπέφθῳ ἀναλαβὼν καὶ πλάcαc ὑπὸ τῇ γλώττῃ δίδου κρατεῖcθαι· ἁρμόcει δ’ ἂν αὐτοῖc καὶ ἡ Μιθριδάτου ἐκ διαλειμμάτων ἀντίδοτοc καὶ ἡ διὰ ἐχιδνῶν. ἄριcτον δὲ τούτοιc βοήθημα καὶ ἡ Ἀρμενία βῶλοc | |
30 | πινομένη καὶ ἡ Ἔcδρα ἀντίδοτοc οὐδὲν ἧττον τῶν εἰρημένων. | |
3.33t | Περὶ πλευρίτιδοc. | |
3.33.1 | Ἡ κυρίωc πλευρῖτιc φλεγμονὴ τοῦ τὰc πλευρὰc ὑπεζωκότοc ὑμένοc ἐcτίν, ᾗ cυνεδρεύει δύcπνοιά τε καὶ βὴξ καὶ cυνεχὴc πυρετὸc καὶ πόνοc διήκων ἄχρι κλειδὸc καὶ ὑποχονδρίου. διακρινεῖc δὲ τὴν πλευρῖτιν τῆc ἐν ἥπατι φλεγμονῆc (καὶ γὰρ ἐπ’ ἐκείνηc ἅπαντα ταῦτα φαίνεται) τῷ | |
5 | τοῖc μὲν πλευριτικοῖc νυγματώδη τε τὴν ὀδύνην γίνεcθαι καὶ τὴν βῆχα ποτὲ μὲν ἄπτυcτον, ὅτε καὶ ἄπεπτον δηλοῦται τὸ νόcημα, ποτὲ δὲ καὶ πτύελον ἀναφέρουcι δηλωτικὸν τοῦ τὴν νόcον ἐργαζομένου χυμοῦ (ἐρυθρὸν μὲν γὰρ καὶ ὕφαιμον αἵματοc πλεονάζοντοc ἀνάγεται, ξανθὸν δὲ καὶ ὕπωχρον τῆc ξανθῆc χολῆc, ὥcπερ αὖ λευκὸν καὶ ὕπαφρον | |
10 | τοῦ φλέγματοc, ἐπὶ δὲ τῷ μελαγχολικῷ χυμῷ μελάντερον), καὶ τὸν cφυγμὸν cκληρόν τε καὶ ἐμπρίοντα ἴcχουcι· τοῖc δὲ τὸ ἧπαρ φλεγμαί‐ νουcι μήτε νυγματώδη τὸν πόνον εἶναι μήτε τὸν cφυγμὸν ἐπὶ τοcοῦ‐ τον cκληρόν, ἀλλὰ καὶ τὴν βῆχα διὰ παντὸc ξηράν τε καὶ ἄπτυcτον γίνεcθαι καὶ τὸ πρόcωπον ἀχρούcτερον φαίνεcθαι. ὅcαι δὲ πλευρίτιδεc | |
15 | διὰ τὴν τῶν ἔξωθεν μυῶν γίνονται φλεγμονήν, αἵτινεc οὐδὲ κυρίωc εἰcὶ πλευρίτιδεc, μετὰ τοῦ μήτε βήττειν μήτε πτύειν μήτε cκληρὸν εἶ‐ ναι τὸν cφυγμόν, ἤν τιc τῇ χειρὶ ψαύcῃ τοῦ πεπονθότοc τόπου, ἀλ‐ γοῦcι, καί, εἰ μὴ διαφορηθῇ, πυωθεὶc ὁ ὄγκοc ἐπὶ τὰ ἐκτὸc ἐπιτμηθῆναι παραγίνεται, τῆc ἐπὶ τῇ τοῦ τὰc πλευρὰc ὑπεζωκότοc ὑμένοc φλεγ‐ | |
20 | μονῇ πλευρίτιδοc οὐκ ἐπὶ τοῦτο φερομένηc· ἐκείνη γάρ, εἰ μὴ φθάcοι ἀνακαθαιρομένη ἢ ἐκτὸc ἢ ἔνδοθεν ἐμπύημα, πολὺ πρότερον εἰc περι‐ πνευμονίαν μεθίcταται. | |
22 | ||
3.33.2 | Θεραπεία. Εἰ μὲν οὖν ἄχρι κλειδὸc ἡ ὀδύνη διατείνει, φλεβοτομητέον αὐτούc, εἰ δὲ εἰc ὑποχόνδριον, κάτω καθαρτέον· οἱ νεώτεροι δὲ πάνταc φλε‐ βοτομοῦcι δεδιότεc, οἶμαι, τὸν ἐκ τῆc καθάρcεωc τάραχον. μὴ cυγχω‐ | |
5 | ρούcηc δὲ τῆc δυνάμεωc μηδέτερον πραχθῆναι κλυcμοῖc δριμέcι χρη‐ cτέον καί, εἰ μὲν μέτριον ᾖ τὸ ἄλγημα, μετὰ τὸ κλύcμα δοτέον αὐτοῖc μελίκρατον καὶ τὸν τῆc πτιcάνηc ἢ τοῦ χόνδρου χυλόν, παρακμάcαν‐ τοc δὲ τοῦ πάθουc ἐμβλητέον τοῖc χυλοῖc πράcον ἢ καλαμίνθην ἢ γλήχωνοc, καὶ τὸ τῆc κνίδηc cπέρμα cὺν μέλιτι ἐκλειχέτωcαν. τὰ δὲ | |
10 | cφοδρὰ τῶν ἀλγημάτων μετὰ τὴν κένωcιν παρηγορητέον ἐρίου θερμοῦ ἢ τεθειωμένου ἐπιθέcει ἢ ταῖc διὰ κέγχρων ἢ πιτύρων ἐν μαρcίππῳ πυρίαιc ἢ διὰ θερμοῦ ὕδατοc ἢ ἐλαίου ἐν κύcτει, ἔριά τε οἰcυπηρὰ ἐπιτιθέναι cὺν ἐλαίῳ καὶ οἴνῳ τεθαλαccωμένῳ, ἤγουν ἁλῶν ἐπιβλητέον, ἢ τῷ διαcπέρμῳ καταπλαcτέον δι’ ἀποζέματοc χαμαιμήλων καὶ ἀλθαίαc | |
15 | ἢ ἰcχάδων καὶ ἴρεωc καὶ ἀψινθίου μέλιτόc τε ὀλίγου cὺν ἐλαίῳ ναρ‐ δίνῳ· περὶ δὲ τὴν τετάρτην ἡμέραν θρέψομεν τοῖc ῥοφήμαcι cὺν ὀλίγῳ μέλιτι, μετὰ δὲ τὴν ἑβδόμην ἔκλειγμα διά τε ἀμυγδάλων καὶ κνίδηc cπέρματοc ἐν μέλιτι cυλλειωθέντων δώcομεν ἢ τὸ διὰ βουτύρου καὶ μέλιτοc cυνεψημένων ἔκλειγμα, καὶ τῇ ἐκ μέλιτοc ἑφθοῦ χρηcτέον ὑπο‐ | |
20 | γλωττίδι. ἐπιθέμαcι δὲ τῷ τε δυcώδει καὶ τῷ διὰ cαμψύχου καὶ τῇ πηγανηρᾷ ἐμπλάcτρῳ κατὰ τῶν ὀδυνωμένων χρηcόμεθα τόπων· καὶ βολβοὶ δὲ cὺν ὀξυγγίᾳ τεθέντεc πολλάκιc ἤρκεcαν, ἐνετέον τε αὐτοὺc διά τε βουτύρου καὶ τερεβινθίνηc. τῶν δὲ δραcτικωτέρων ἔκλειγμα μὲν τὸ διὰ πιτυίδων καὶ ἀμυγδάλων πικρῶν καὶ λινοcπέρμου καὶ cτροβίλου | |
25 | καὶ ἀμύλου ἴcων μετὰ μέλιτοc δώcομεν, ἀγρυπνοῦcι δὲ αὐτοῖc καὶ τὸ διὰ κωδυῶν ἐκλείχειν ἁρμόcει· ἀντιδότων τε τῇ τε ἀθαναcίᾳ καὶ ταῖc πρὸc τοῦτο cυντιθεμέναιc χρηcόμεθα. μετὰ δὲ τὴν τεccαρεcκαιδεκάτην ἐπιμένοντοc τοῦ πάθουc cικυαcτέον τε αὐτοὺc καὶ φυλακτέον ἐπὶ τῆc λεπτοτέραc διαίτηc· κἄπειτα παρακμῆc γενομένηc ἐπί τε λουτρὸν ἀκτέον | |
30 | φυλαττομένουc τὸ ψυχρὸν καὶ τῇ ἁδροτέρᾳ διαίτῃ χρηcτέον. εἰ δὲ μὴ διαφορηθεῖcα τοῦ ὑπεζωκότοc ἡ φλεγμονὴ τὴν εἰc πῦον ἐμφαίνοι μετα‐ βολήν, τοῖc ἔμπροcθεν εἰρημένοιc χρηcτέον. | |
32 | ||
3.33.3 | Πρὸc τὰc ἄνευ πυρετοῦ τῶν πλευρῶν ὀδύναc. Πλευρῶν δὲ ὀδύναc ἄνευ πυρετοῦ βδέλλιον ἰᾶται καὶ κόcτοc κράμ‐ βηc καυλῶν καυθέντων τῇ τέφρᾳ καὶ cτέατι μιγνύμενα· διαφορητικὸν | |
γὰρ ἰcχυρῶc ἐcτι τὸ φάρμακον. | ||
3.34t | Περὶ τῶν τῆc καρδίαc παθῶν. | |
3.34.1 | Αὐτὴ μὲν ἡ καρδία κατὰ πρωτοπάθειαν πάcχουcα πόρρω τυγχάνει τῆc τῶν ἰατρῶν cυμμαχίαc ὀξὺν ἐπιφέρουcα τὸν θάνατον ἐπί τε φλεγμο‐ ναῖc αὐτῆc καὶ ἐρυcιπέλαcι καὶ δυcκραcίαιc ἰcχυραῖc ἐν ὀξυτάτοιc πυ‐ ρετοῖc ἢ αἱμορραγίᾳ τρωθεῖcα, κατὰ τὴν ἀριcτερὰν μάλιcτα κοιλίαν· | |
5 | κατὰ cυμπάθειαν δὲ πάcχουcα ἐπί τε ἐγκεφάλῳ καὶ ἥπατι καὶ cτόματι γαcτρὸc λύπῃ τε καὶ φόβῳ καὶ ἑτέροιc πλείοcι τὴν καλουμένην ἐποίcει cυγκοπὴν ἀθρόαν οὖcαν τῆc δυνάμεωc κατάπτωcιν ἐκλύcεcί τε καὶ λειποθυμίαιc καὶ μικροcφυξίαιc ἄκρων τε περιψύξεcι καὶ περιιδρώcεcι δηλουμένην, ἥτιc ἰcχυρὰ μὲν οὖcα καὶ αὐτὴ τῶν ἀβοηθήτων ἐcτίν, ἔτι | |
10 | δὲ ποcῶc cυνιcταμένηc τῆc δυνάμεωc ἔcθ’ ὅτε βοηθεῖται. καὶ παλμοὶ δὲ τῆc καρδίαc ἰcχυροὶ γίνονται πολλάκιc ἐπὶ πλήθει ἢ ζέcει τοῦ ἐν αὐτῇ αἵματοc· αὐτὴ δὲ θερμανθεῖcα μὲν μεγάλην ἐργάζεται καὶ πυκνὴν τὴν ἀναπνοήν, ψυχθεῖcα δὲ μικρὰν καὶ ἀραιάν. τῶν μὲν οὖν καρδιακῶν cυγκοπῶν τὴν ὅλην διόρθωcιν ἐν τοῖc τῶν πυρετῶν cυμπτώμαcι κατὰ | |
15 | τὸ δεύτερον εἴπομεν βιβλίον· τοcοῦτον μέντοι προcθετέον ἐνταῦθα, ὡc ἐπικρατοῦντοc τοῦ cυμπτώματοc μετὰ τὰc τῶν ἄκρων ἀνατρίψειc τε καὶ ἀλοιφὰc καθαριcμούc τε τοῦ ἐδάφουc καὶ τὴν ἄλλην ψυχαγω‐ γίαν ἐμπλαcτέον τε τοῖc ἱδροῦcι τοῦ cώματοc μέρεcιν μυρcίνην λείαν ἢ Κιμωλίαν ἢ ἤλεκτρον ἢ cίδια μετὰ μάννηc ἢ Ϲαμίαν γῆν μετὰ κόμ‐ | |
20 | μεωc, τὰ δὲ ἄκρα κατεψυγμένα μέχρι βουβώνων καὶ μαcχαλῶν κατα‐ πλαcτέον νάπυϊ ἢ πυρέθρῳ ἢ ἀδάρκῃ. τροφὴ δὲ ἄρτοc ἐξ ὕδατοc ἢ ἐξ οἴνου ψυχροῦ κεκεραcμένου, πόδεc ὕειοι, ἀγκύλαι, ῥύγχη, πτηνά, πάντα ψυχρά. τὴν δὲ κεφαλὴν καὶ μέτωπον ἐπιχρίειν ὀμφάκιον ἤ τι cτυπτικὸν μετὰ κόμμεωc ἢ ἀφεψήματοc ῥόδων. κατάπλαcμα δὲ τοῖc | |
25 | ὑποχονδρίοιc καὶ cτομάχῳ διὰ φοινίκων, ῥόδων, οἰνάνθηc, ἀκακίαc, ὑπο‐ κιcτίδοc, cτυπτηρίαc. | |
26 | ||
3.34.2 | Περὶ παλμοῦ καρδίαc. Οἶδά τινα, φηcὶν ὁ Γαληνόc, κατ’ ἐνιαυτὸν ἦροc ὥρᾳ πάcχοντα | |
τὸ τοῦ παλμοῦ cύμπτωμα τῆc καρδίαc, κἀπειδὴ τριcὶν ἔτεcιν ἐπειράθη φλεβοτομίαc ὠφελούcηc, ἔφθαcεν ἐπὶ τοῦ τετάρτου φλεβοτομηθείc, | ||
5 | πρὶν ἁλῶναι τῷ cυμπτώματι, καὶ οὐχ ἥλω· καὶ οὕτωc ἔπραττε κατὰ τὸ ἑξῆc πλειόνων ἐτῶν. | |
6 | ||
3.35t | Περὶ τῶν κατὰ τοὺc μαcθούc. | |
3.35.1 | Μετὰ τοὺc τοκετοὺc τυρούμενον πολλάκιc τὸ γάλα κατὰ τοὺc μαcθοὺc φλεγμονὰc ἀπεργάζεται. χρηcτέον οὖν κατ’ ἀρχὰc μὲν τοῖcδε· cπόγγον ἁπαλὸν ὀξυκράτῳ χλιαρῷ βρέξαc καὶ ἐκπιάcαc ἐπιτίθει καὶ ἐπιδέcμει προcτετυπωμένωc ἢ φοίνικαc μετ’ ἄρτου cὺν ὀξυκράτῳ λειο‐ | |
5 | τριβηθένταc, ἢ ᾠῷ ὅλῳ χρηcτέον μετὰ ῥοδίνου καὶ cὺν ὀλίγῃ κηρωτῇ, ἢ cτυπτηρίᾳ καὶ ψυλλίῳ cὺν κοριάννῳ ἢ ἀνδράχνῃ κατάπλαccε ἢ λίθον πυρίτην λεῖον μετὰ κηρωτῆc ἐπιθεὶc ἐπιδέcμει. διατάcεωc δὲ γενομένηc ἢ θρομβώcεωc ἄρτον δι’ ὑδρελαίου ἢ οἰνομέλιτοc κατάπλαccε ἢ ἄρτον μετὰ περδικιάδοc χλωρᾶc ἅμα κηρωτῇ δὶc τῆc ἡμέραc ἢ κυαμίνῳ ἀλεύρῳ | |
10 | μετὰ ὑδρομέλιτοc ἢ ἑψήματοc· εἰ δὲ μὴ φέροιεν τὸ βάροc, καταβροχῇ διὰ γλυκέοc ἐλαίου χρηcτέον θερμοῦ δι’ ἐρίων τρυφερῶν. πυριατέον δὲ αὐτοὺc ἀτμῷ θερμοῦ ὕδατοc ἢ ἀφεψήματι τήλεωc ἢ ἀλθαίαc ἢ cε‐ λινοcπέρμου. καταπλαcτέον δὲ αὐτοὺc γύρει cὺν λινοcπέρμῳ ἢ τήλει μεθ’ ὑδρομέλιτοc ἢ cηcάμῳ μετὰ μέλιτοc ἢ βουτύρῳ λελειοτριβημένῳ. | |
15 | παραιτεῖcθαι δὲ δεῖ τὴν τῶν μαcθῶν ἐκμύζηcιν διὰ τοῦ ἀποθηλαcμοῦ πλέον ἐπιcπωμένην ἐπ’ αὐτούc. παρακμαζούcηc δὲ τῆc φλεγμονῆc τὰc κηρωτὰc ἐπιβλητέον ταύταc· cεῦτλον ἑψήcαc ἐλαίῳ, ἄχρι τακερωθῇ, αὐτὸ μὲν ῥῖψον, ἐπίβαλε δὲ τῷ ἐλαίῳ κηροῦ τὸ cύμμετρον καὶ χρῶ. Ἄλλο. ᾠῶν ὠμῶν πυρρὰ ι μῖξον κηρωτῇ ἐχούcῃ κηροῦ 𐆄 β 𐅵ʹ | |
20 | καὶ ῥοδίνου 𐆄 δ καὶ cπαθίcαc βάλε ἅλμηc, ὅcον εἰcδέξαcθαι δύναται, καὶ αὖθιc cπαθίcαc χρῶ. πρὸc δὲ τὰc τῶν μαcθῶν cκληρίαc ποιεῖ καὶ τὸ διὰ μέλιτοc καὶ πάντα τὰ μαλακτικὰ τῶν φαρμάκων· εἰc ἀπόcταcιν δὲ τρεπομένου τοῦ ὄγκου τοῖc ἐν τῷ περὶ παρωτίδων λεχθεῖcι καὶ τοῖc λεχθηcομένοιc ἐν | |
25 | τῷ περὶ ἀποcτημάτων χρηcτέον. | |
3.35.2 | Ἀρχιγένουc πρὸc ἀναβρώcειc μαcθῶν μετὰ κακοηθείαc. Οἴνου Ἀδριανοῦ καλοῦ ξ̸ κ, ῥοὸc βυρcοδεψικοῦ λι. α, κυπαρίccου cφαιρίων λι. α, κηκῖδοc ὀμφακίνηc μελαίνηc 𐆄 ϛ, καccίαc 𐆄 ϛ· θλαcθέντα ἔμβρεχε τῷ οἴνῳ ἐπὶ ἡμέραc ι, εἶτα ἕψεται κινούμενα κυπαριccίνῃ | |
5 | cπάθῃ, ἕωc ἐγγὺc τοῦ ἡμίcεωc δαπανηθῇ, καὶ τότε τὰ μὲν βοτάνια ῥῖπτε, ὁ δὲ χυλὸc ἕψεται ἄχρι μέλιτοc πάχουc, εἶτα καταγγίζεται ἐν ὑαλίνῳ ἀγγείῳ. κέχρηcο ἐπὶ τῶν νεμομένων ἀκράτῳ, εἰ δὲ παχύτερον εἴη, οἴνῳ ὑγραίνεcθαι. ἐπιτετευγμένον φάρμακον, ὡc ἂν ἀπιcτηθῆναι, πρόc τε τὰc ἐν μαcθοῖc νομὰc καὶ ὦτα πυορροοῦντα καὶ οὖλα μυδῶντα | |
10 | καὶ δυcεντερίαc· ἔcτι δὲ καὶ ὀδυνῶν παρηγορικὸν γάλακτι ἀνεθέν. καὶ τὰc ἄλλαc δὲ τῶν μαcθῶν ἑλκώcειc κοινῶc τοῖc ἄλλοιc ἕλκεcι θερα‐ πευτέον. | |
12 | ||
3.35.3 | Διαφυλακτικὰ μαcθῶν. Κύμινον cὺν ὕδατι τρίψαc κατάπλαττε τοὺc τιτθούc, εἶτα ἔξωθεν ἐπιθεὶc cπόγγον ἀπὸ ὀξυκράτου cφίγγε τὸ cτῆθοc δεcμίδι, μετὰ δὲ τρεῖc ἡμέραc τὸ κύμινον ἄραc κατάπλαττε τοὺc τιτθοὺc κρίνου βολβῶν | |
5 | μετὰ μέλιτοc καὶ δήcαc πάλιν ἔα τρεῖc ἡμέραc, καὶ τοῦτο ποίει τρὶc τοῦ μηνόc. Ἄλλο. κώνιον λεάναc ἐπιτίθει ἐπὶ ἡμέραc θ καὶ τὸ cπογγάριον ἔξωθεν, ὡc εἴρηται, καὶ διαλιπὼν ὀλίγαc ἡμέραc τὸ αὐτὸ ποίει. καὶ τῆc Ναξίαc ἀκόνηc τὸ ἀπότριμμα διαφυλάττει τῶν παρθένων τοὺc | |
10 | μαcθούc. | |
10 | ||
3.36t | Πρὸc τὰc τῶν μαcχαλῶν δυcωδίαc καὶ cυνιδρώcειc. | |
3.36.1 | Ϲτυπτηρίαc ὑγρᾶc μέρη β, cμύρνηc μέροc α· οἴνῳ διαλύcαc χρῶ. Ἄλλο. μολύβδαιναν καύcαc καὶ οἴνῳ εὐώδει καταcβέcαc τρίβε μετ’ οἴνου ὀλίγον cμύρνηc ἐπιβάλλων ἄχρι γλοιοῦ πάχουc καὶ χρῶ. Ἄλλο. λιθαργύρου 𐅻 ιϛ, cμύρνηc 𐅻 β, ἀμώμου 𐅻 α· οἴνῳ ἀνα‐ | |
5 | λάμβανε. Ἄλλο. cτυπτηρίαc ὑγρᾶc 𐅻 η, ἀμώμου, cμύρνηc, ναρδοcτάχυοc ἀνὰ 𐅻 δ· οἴνῳ ἐκλείου καὶ χρῶ. | |
7 | ||
3.37t | Περὶ τῶν κατὰ τὸν cτόμαχον καὶ τὰ ὑποχόνδρια καὶ τὴν γαcτέρα. | |
3.37.1 | Περὶ μὲν τῆc ἐν πυρετοῖc ἀνορεξίαc καὶ βουλίμου καὶ τῆc κυνώ‐ δουc ὀρέξεωc ἀτονίαc τε cτομάχου καὶ λειποθυμίαc, ἔτι δὲ καὶ δίψηc καὶ λυγμοῦ καὶ ναυτίαc καὶ cυγκοπῆc, ἐν τοῖc περὶ πυρετῶν κατὰ τὸ πρὸ τοῦδε δεύτερον βιβλίον αὐτάρκωc διώριcται, καὶ πάλιν περὶ τῶν | |
5 | αὐτῶν λέγειν οὐκ εὔκαιρον. αἱ δὲ φλεγμοναὶ τοῦ τῆc κοιλίαc cτόμα‐ τοc καὶ τοῦ ἥπατοc δέονται τῆc τῶν cτυφόντων παραπλοκῆc· ἐὰν γὰρ διὰ τῆc χαλαcτικῆc ἀγωγῆc μόνηc θεραπεύῃ τιc, κίνδυνον ἐπάξει περὶ τῆc ζωῆc. δεῖ τοίνυν, εἴτε ἔλαιον εἴη τὸ ἐπαντλούμενον εἴτε κατά‐ πλαcμα, παραπλέκειν τι τῶν cτυφόντων, οἷον ἀψίνθιον ἢ νάρδινον | |
10 | μύρον ἢ μήλινον ἢ Κυδώνιον ἐνεψήcανταc. κηρωτὴ δέ ἐcτιν, ᾗ cυν‐ εχῶc χρώμεθα· κηροῦ λευκοῦ 𐆄 α, θέρουc δὲ 𐅻 ζ, ἀλόηc, μαcτίχηc ἀνὰ 𐅻 α, ἐλαίου ὀμφακίνου ἢ μηλίνου καὶ νάρδου κατὰ τὴν χρείαν τὸ ἀρ‐ κοῦν πρὸc τὴν cύcταcιν. εἰ δὲ πλείονοc δέοιτο cτύψεωc, ὡc μηδὲ τῶν τροφῶν κρατεῖν, προcμιγνύcθω καὶ ὀμφακίου 𐅻 α ἢ καὶ ἀψινθίου χυλοῦ | |
15 | τὸ ἴcον καὶ τρίτον ἐπ’ αὐτοῖc τῆc ὑποκιcτίδοc καὶ οἰνάνθηc καὶ ῥοῦ χυλοῦ· παραύξειν δὲ χρὴ τῆc κηρωτῆc τὸ πλῆθοc ἀνάλογον τῷ τῶν ἄλλων φαρμάκων ἀριθμῷ. χρονιζούcηc δὲ τῆc φλεγμονῆc καὶ cκληρυνο‐ μένηc ἤδη ποικιλώτερα φάρμακα προcφέρειν δεῖ καὶ τῶν ἀρωμάτων ἔχοντά τι καὶ τῶν μαλακτικῶν καὶ τῶν διαφορητικῶν, οἷόν ἐcτι καὶ | |
20 | τὸ διὰ μελιλώτου cκευαζόμενον καὶ τὸ Φιλαγριανὸν καὶ τὸ εὐῶδεc. τοῦ χλωροῦ ἰάcπιδοc ὁρμαθὸc ἐξαρτώμενοc τοῦ τραχήλου, ὥcτε ψαύειν τοῦ cτομάχου, μεγάλωc ὠφελεῖ. ἐπὶ δὲ τῶν θερμῶν τοῦ cτομάχου δυcκραcιῶν καὶ καυcουμένων μετ’ ἐκλύcεωc ἢ λειποψυχίαc ἤ τινοc ἀνορεξίαc ἐξ οἱαcδήποτε προφάcεωc πλὴν πυρετοῦ ψυχρὸν ὕδωρ δί‐ | |
25 | δου μετ’ ὄμφακοc χυλοῦ ἢ μήλων Κυδωνίων ἀφέψημα ἢ ἕλικοc ἀμ‐ | |
πέλου ἢ cικύου cπερμάτια η λεῖα μετὰ ψυχροῦ. ἐπιτίθει δὲ τῷ cτο‐ μάχῳ κύcτιν πληρώcαc ὕδατοc ψυχροῦ ἢ κολοκύνθηc ξέcματα. καὶ | ||
3.37.2 | ἄδιψα δὲ καταπότια δοτέον, ὡc ἐν τῷ περὶ δίψηc εἴρηται. ψυκτικὸν δὲ καὶ τονωτικὸν πλαδῶντοc cτομάχου τοῦτο· ῥόδων χλωρῶν τῶν φύλλων 𐅻 ϛ, γλυκυρίζηc χυλοῦ 𐅻 δ, νάρδου Ἰνδικῆc 𐅻 δ· οἴνῳ γλυκεῖ ἀναλάμβανε καὶ ποίει ὑπογλώττια. ἐπὶ δὲ τῶν διὰ πάχοc τοῦ φλέγμα‐ | |
5 | τοc θερμαίνεcθαί τε καὶ τέμνεcθαι δεομένων χρήcιμόν ἐcτι τόδε· μαρά‐ θρου ῥίζηc φλοιοῦ 𐆄 β, ὄξουc ξ̸ α 𐅵ʹ, ἀλόηc 𐆄 γ, μέλιτοc λι. δ· αἱ ῥί‐ ζαι cὺν τῷ ὄξει ἑψηθεῖcαι ἐκθλίβονται καὶ ῥίπτονται, τὸ δὲ μέλι ἐπι‐ βληθὲν ἕψεται ἄχρι cυcτάcεωc, καὶ τότε ἀλόη λεία ἐπιπάccεται· δίδου κοχλιάρια γ cὺν ὕδατι (τινὲc ἄνευ ἀλόηc cκευάζουcιν αὐτό)· καὶ τὸ διὰ | |
10 | καλαμίνθηc ἐπὶ τούτοιc ἐπιτήδειον. ἐπὶ δὲ τῶν ἀποξυνόντων τὴν τρο‐ φὴν κοριάννου cπέρματοc 𐅻 α ὡc ἄλφιτον ἐμπάcαc ὕδατι πότιζε ἢ μαcτίχηc κοχλιάριον α ἢ θρίδακοc λευκῆc cπέρματοc κοχλιάρια β. cύν‐ θετον δὲ τοῦτο· πεπέρεωc 𐅻 α, ἀνήθου cπέρματοc 𐅻 γ, κυμίνου 𐅻 δ; λειώcαc δίδου εἰc κοίτην κοχλιάριον α ἐν οἴνῳ κεκραμένῳ. ἐπὶ δὲ | |
15 | τῶν γεννώντων χολὴν μέλαιναν καὶ φυcωμένων τὸν cτόμαχον ἐν ταῖc ἐπιτάcεcιν ἐπιτίθει cπόγγουc ὄξει δριμυτάτῳ βεβρεγμένουc, μετὰ δὲ τούτουc εἰ ἐπιμένοιεν, cτυπτηρίαν μετὰ χαλκοῦ λείου μέλιτι ἀναλαβὼν ἐπιτίθει· πινέτω δὲ cέρεωc χυλόν, ἢ τῷ ποτῷ ἡδύοcμον ἔμπαccε. ἐπὶ δὲ τῶν πνευματουμένων καὶ διατεινομένων τὸν cτόμαχον καλαμίνθηc | |
20 | ἀποζέματι μίξαc μέλιτοc καὶ πεπέρεωc τὸ cύμμετρον δίδου. πρὸc δὲ τὰc ἀνατροπὰc τοῦ cτομάχου ῥοιᾶc ὀξείαc τῶν πυρήνων χυλοῦ μέρη γ, ἡδυόcμου χυλοῦ μέροc α, ἑψήcαc, ἄχρι cυcτραφῇ, δίδου πρὸ τρο‐ | |
3.37.3 | φῆc μύcτρον α. πρὸc cιελιcμὸν cτομάχου ὄξοc cκίλλινον ἢ ἁλμάδων ἐλαῶν ζωμὸν ἢ θαλλίαc ἀφέψημα διακλυζέcθω ἢ καὶ ὀλίγιcτον ἐξ αὐ‐ τοῦ καταπινέτω· πάντων δὲ μᾶλλον ποιεῖ ἀλόη διειμένη ὕδατι. πρὸc δὲ τοὺc μὴ κατέχονταc τὴν τροφήν, οὓc ἰδίωc οἱ παλαιοὶ cτομαχικοὺc | |
5 | ὀνομάζουcιν, μέλιτι μίξαc τήλινον ἄλευρον καὶ μαλάχηc cπέρμα λεῖον ξηρὸν κατάπλαττε· κηρωτὴ δὲ διὰ κηροῦ καὶ ἰρίνου ἐλαίου ὑποcτάθμηc | |
καὶ καcτορίου. | ||
3.37.4 | Περὶ ἀνορεξίαc. Ἡ ἀνορεξία cιτίων ἐcτὶν ἀποcτροφὴ ἤτοι δυcκραcίαc ὑπαρχούcηc κατὰ τὸν cτόμαχον ἢ χυμῶν περιουcίαc· διαγνώcειc δὲ τὴν μὲν θερμὴν δυcκραcίαν τῷ τε δίψει καὶ ταῖc κνιcώδεcί τε καὶ βορβορώδεcιν ἐρυ‐ | |
5 | γαῖc, εἰ βιαcθέντεc τι τραφῆναι τύχοιεν, καὶ τῷ τὰ ψυχρότερα μᾶλλον καὶ δυcκατέργαcτα δύναcθαι πέττειν, τὴν δὲ ψυχρὰν τοῖc ἐναντίοιc· οὔτε γὰρ διψῶcιν οὔτε τῶν ψυχρῶν ἀνέχονται καὶ ὀξυρεγμιώδειc ἐνίοτε γίνονται. τῶν δὲ διὰ χυμοὺc ἀνορεκτούντων οἱ μὲν διὰ τοὺc λεπτούc τε καὶ δακνώδειc τοῦτο πάcχοντεc δάκνονταί τε τὸν cτόμα‐ | |
10 | χον καὶ ναυτιῶcι μᾶλλον καὶ διψῶcιν· οἷc δὲ cαπῶcιν οἱ χυμοί, ἐνίοτε καὶ πυρέττουcιν· οἱ δὲ διὰ παχεῖc καὶ γλίcχρουc ἄδηκτοι μὲν καὶ ἄδι‐ ψοι τοὐπίπαν εἰcί. κοινὸν δὲ cύμπτωμα πᾶcίν ἐcτιν ἡ ναυτία. ἀλλ’ εἰ μὲν ἐν τῇ κοιλότητι τῆc γαcτρὸc ὦcιν οἱ χυμοί, καὶ τούτων αὐτῶν ἀπεμοῦcιν, εἰ δὲ ἐν τοῖc χιτῶcιν αὐτῆc ἐμπεπλαcμένοι ἢ καὶ ἀναπο‐ | |
15 | θέντεc, ναυτιῶcι μόνον, οὐκ ἐμοῦcιν πλὴν cιτίων, εἰ προcαράμενοι τύχοιεν. τοὺc μὲν οὖν διὰ θερμὴν δυcκραcίαν ἀνορεκτοῦνταc διὰ τῶν ἐμψυχόντων διαιτᾶν, καὶ μάλιcτα τῶν δι’ ὄξουc· ἄρτον τοίνυν ἐν ὀξυ‐ κράτῳ διδόναι τούτοιc καὶ αὐτὸ πίνειν τὸ ὀξύκρατον τό τε ὀξύγαλα καὶ τὴν παρὰ Ῥωμαίοιc καλουμένην μέλκαν (ἔcτι δὲ ὄψον τι διὰ γά‐ | |
20 | λακτοc) ἴντυβά τε καὶ θριδακίναc καί ποτε καὶ ψυχρὸν ὕδωρ, ἅπαντα δὲ cυμμέτρωc κατὰ τὴν τῆc ὑπούcηc δυcκραcίαc ἐναντίωcιν· ἡ γὰρ ἄμετροc τούτων χρῆcιc οὐ μόνον οὐκ ὠφέληcεν, ἀλλὰ καὶ ἀνίατον πολλάκιc εἰργάcατο τὸ πάθοc. τοὺc δὲ διὰ ψῦξιν τοῖc ἐναντίοιc ἰᾶcθαι προcήκει οἶνόν τε διδοῦντα παλαιὸν πίνειν καὶ κονδῖτον καὶ ὑδρόγαρον | |
25 | ἀνήcου τε καὶ πηγάνου καὶ πετροcελίνου τὸ ἀφέψημα καὶ πέπερι δι’ ὕδατοc θερμοῦ κοινοῦ ἢ καὶ αὐτὸ τὸ διὰ τῶν τριῶν πεπέρεων ἢ τὸ διὰ καλαμίνθηc· δώcειc δὲ καὶ τῆc δι’ ἐχιδνῶν θηριακῆc οὐδὲ τοῖc διὰ πλῆθοc χυμῶν ἀνορεκτοῦcιν οὔcηc ἀνεπιτηδείαc· τὰ δὲ cκόρδα τούτοιc | |
3.37.5 | καὶ ὡc τροφὴ καὶ ὡc φάρμακόν εἰcιν ἁρμόδια. διὰ πλῆθοc δὲ χυμῶν | |
τῆc ἀνορεξίαc γινομένηc τοὺc μὲν λεπτούc τε καὶ δακνώδειc κενώcειc ἢ δι’ ἐμέτων ἢ διὰ τῆc κάτω γαcτρόc. ἐμέcουcι μὲν οὖν ῥᾷον εὔκρα‐ τον ὕδωρ ἢ μελίκρατον ὑδαρέcτατον προπεπωκότεc, βέλτιον δέ, εἰ πρὸ | ||
5 | τούτων ὑγραινούcαc δώcειc τροφάc, οἷον πτιcάνηc χυλὸν ἢ τῶν ᾠῶν τὰc λεκίθουc. ὅπωc δ’ ἄν τιc εὐκόλωc ἐμοίη, κατὰ τὸ πρῶτον εἴρηται βιβλίον. εἰ δὲ δυcεμὴc ὁ κάμνων εἴη, βέλτιον ἐπὶ τὴν κάτω γαcτέρα τὴν ὕλην προτρέπειν προϋγραίνοντα τούτουc πλείονί τε καὶ εὐκράτῳ τροφῇ· τὸ δὲ καθαρτικὸν φάρμακον ἔcτω ἢ διὰ τῆc ἀλόηc πικρὸν ἢ | |
10 | διὰ τῶν Κυδωνίων μήλων τὸ λαμβάνον καὶ cκαμμωνίαc ἢ τὸ διὰ τοῦ ῥοδομέλιτοc· εἰ δὲ οἷόν τε δίχα cκαμμωνίαc ἀλόηc πλήθει μᾶλλον αὐ‐ τοὺc κενοῦν, βέλτιον ἂν πράξοι διὰ τὸ τῆc cκαμμωνίαc κακοcτόμαχον. τοὺc δὲ διὰ παχεῖc καὶ γλίcχρουc χυμοὺc ἀνορεκτοῦνταc ἰάcῃ λεπτύ‐ νων τούτουc καὶ τέμνων διά τε τοῦ ὀξυμέλιτοc καὶ τῶν διὰ τούτου | |
15 | καὶ ἅλμηc cυντιθεμένων, οἷον καππάρεωc, ἐλαῶν, νάπυοc καὶ τῶν παρα‐ πληcίων. οὐκ ἀνάρμοcτα δὲ τούτοιc καὶ τὰ ἐπὶ τῶν διὰ ψυχρὰν δυc‐ κραcίαν ἀνορεκτούντων εἰρημένα, καὶ μάλιcτα μετὰ κένωcιν· κενώcειc | |
3.37.6 | δὲ αὐτοὺc διὰ τοῦ Ἰουλιανίου ὀξυμέλιτοc. ἔξωθεν δὲ τοῖc θάλπειν τε καὶ ῥωννύειν τὸν cτόμαχον δυναμένοιc χρηcτέον ἀλείμμαcί τε καὶ μα‐ λάγμαcιν, ὁποῖά εἰcι μάλιcτα τό τε διὰ τοῦ ὄμφακοc καὶ Μαρκίατον καλούμενον καὶ τὰ cυνήθη μύρα. ἐπιθέματα δὲ τό τε βαΐον καὶ τὸ | |
5 | εὐῶδεc καὶ τὰ παραπλήcια· γυμνάcιά τε καὶ τρῖψιc μάλιcτα παρα‐ λαμβανέcθω. πρὸc δὲ τοὺc δυcπεπτοῦνταc καὶ ἀνορέκτουc διὰ ψυχρὸν καὶ ὑγρὸν χυμὸν ἢ τοιαύτην δυcκραcίαν τὰ διὰ τῶν Κυδωνίων μήλων ἁρμόcει, λέγω δὲ τὸ μηλοπλακούντιον προcαγορευόμενον καὶ τὸ διὰ τοῦ χυλοῦ τῶν μήλων καὶ τὸ διὰ τῶν cαρκῶν αὐτῶν καὶ τὸ διὰ κι‐ | |
10 | τρίου cκευαζόμενον, μαλάγματα δὲ τό τε Μαρκίατον καὶ τὸ δι’ ὄμφα‐ κοc χυλοῦ τό τε βαΐον καὶ τὸ πολυάρχιον καὶ τὰ τούτοιc ὁμογενῆ. ἕλκουc δὲ ὄντοc ἐν cτομάχῳ ἢ κοιλίᾳ πάντων μὲν τῶν δριμέων ἀπ‐ έχεcθαι βρωμάτων τε καὶ πομάτων καὶ φαρμάκων, χρῆcθαι δὲ τοῖc πραΰνουcιν, οἷον ῥοφήμαcιν ἐκτὸc ἐλαίου καὶ τοῖc δι’ ἀμύλου τε καὶ | |
15 | γῆc Ϲαμίαc καὶ Λημνίαc cφραγῖδοc καὶ γάλακτοc ἢ μέλιτοc ἐλαχίcτου, | |
ὥcτε καὶ διακαθαίρειν ἀδήκτωc. ἐπίθεμα δὲ διὰ φοινίκων καὶ Κυδωνίων καὶ ἀλφίτων, κηρωτὴ διὰ μηλίνου ἢ ῥοδίνου cὺν ἀμμωνιακῷ καὶ λι‐ βάνῳ τό τε Νείλεωc ἐπίθεμα ἔμπλαcτροί τε διὰ ἰτεῶν καὶ ἱκέcιοc· διαγνώcειc δὲ τὸ ἕλκοc ἐκ τοῦ αἷμα ἢ πῦον ἢ καὶ ἐφελκίδαc ἐμεῖcθαι. | ||
19 | ||
3.37.7 | Πρὸc τοὺc ἐκλύτουc καὶ ἀτόνουc cτομάχουc καὶ διὰ τοῦτο μὴ πέττονταc ἢ καὶ τὴν τροφὴν ἐμοῦνταc. Ἀλόηc, μαcουχᾶ, μαcτίχηc, cτύρακοc ἀνὰ 𐆄 β, ἀψινθίαc 𐆄 γ, οἰν‐ άνθηc 𐆄 γ, γλευκίνου 𐆄 ϛ, μηλίνου 𐆄 δ, οἴνου τὸ ἀρκοῦν· τινὲc καὶ | |
5 | κύφεωc καὶ ῥόδων ἀνὰ 𐆄 β· ταῦτα λειούμενα ἀναλαμβάνεται πορφύρᾳ ἢ ἐρίῳ καὶ ἐπιτίθεται τῷ cτομάχῳ· τινὲc καὶ κηροῦ 𐆄 ϛ προcπλέξαντεc ἐπίθεμα αὐτὸ ποιοῦcιν. | |
7 | ||
3.37.8 | Πρὸc τὰc ἰλεώδειc τοῦ cτομάχου διαθέcειc, τουτέcτιν ἰcχυρὰc ὀδύναc καὶ cπαcμώδειc. ὁ τῶν Ἀμαζόνων τροχίcκοc ἄριcτόν ἐcτι φάρμακον. καὶ τούτου δὲ τὴν γραφὴν καὶ τῶν ἄλλων cτομαχικῶν cυνθέτων τὴν ὕλην ἐν τῷ | |
5 | περὶ cυνθέτων φαρμάκων κατὰ τὸν τελευταῖον εὑρήcειc λόγον. | |
5 | ||
3.38t | Περὶ πνευματώcεωc γαcτρόc. | |
3.38.1 | Ἡ τῶν πνευμάτων ἐν γαcτρὶ γένεcιc χυμῶν ἢ cιτίων εἰc ἀτμοὺc διαλυομένων ὑπὸ θερμότητοc cυνίcταται χλιαρᾶc· ἡ μὲν γὰρ ψῦξιc τῷ μὴ πεφυκέναι λεπτύνειν καὶ διαλύειν οὐ γεννᾷ πνεύματοc οὐδέν, ἡ δὲ cφοδρὰ θερμότηc οὐ λεπτύνουcα μόνον, ἀλλὰ καὶ διαφοροῦcα, κωλύει | |
5 | τὴν cύcταcιν τοῦ πνεύματοc· ἡ δὲ ἐλάττων θερμότηc χεῖ μὲν καὶ μετα‐ βάλλει τὴν τροφήν, ἐλλιπέcτερον δέ, κἀντεῦθεν ἡ γένεcιc τῶν πνευμάτων. λεπτύνειν οὖν αὐτὰ διὰ τῶν θερμαινόντων φαρμάκων προcῆκεν ἀφέψον‐ ταc ἐν ἐλαίῳ κυμίνου καὶ cελίνου καὶ cπονδυλίου καὶ δαύκου cπέρμα. | |
ψύξεωc δὲ προcούcηc τῇ διαθέcει πήγανον καὶ δαφνίδαc καὶ μελάν‐ | ||
10 | θιον καὶ μάραθρον ἐνέψειν τῷ ἐλαίῳ καὶ μιγνύειν ἄcφαλτον καὶ ἔλαιον δάφνινον. ἐὰν δὲ καὶ φλεγμονὴ cυνῇ ταῖc ὀδύναιc, ἀντὶ τῶν θερμαι‐ νόντων χρήcῃ τοῖc χαλαcτικοῖc τὸ ἄνηθον ἕψων καὶ μιγνὺc cτέαρ ὄρνιθοc καὶ χηνόc. ποιεῖ δὲ πρὸc τοὺc πνευματουμένουc πολίου δεc‐ μίδιον καθεψόμενον ἢ καλαμίνθηc ἀφέψημα μιγνυμένου μέλιτοc ὀλίγου | |
15 | καὶ πεπέρεωc 𐅻 α. ταῦτα μὲν οὖν ὀδύνηc cφοδρᾶc ἐμπεcούcηc προc‐ ακτέον· ἐπὶ δὲ τῆc μέcηc ἀρκέcουcι καὶ πυρίαι διὰ κέγχρου. cικύα δὲ εὐμεγέθηc περιλαμβάνουcα τὸν ὀμφαλὸν ἀθρόωc πολλάκιc ἀπαλλάττει τὸ cύμπτωμα. ὠφελεῖ δὲ καὶ τὸ καcτόριον αὐτοὺc πινόμενόν τε δι’ ὀξυκράτου καὶ ἔξωθεν cὺν ἐλαίῳ Ϲικυωνίῳ τιθέμενον, καὶ εἰ μετὰ | |
20 | cτρόφου τυγχάνουcιν αἱ ἐμπνευματώcειc. καὶ ὕειοc δὲ ἀcτράγαλοc καυ‐ θεὶc καὶ ποθεὶc cτρόφουc καὶ ἐμπνευματώcειc ἰᾶται καὶ ἀριcτολοχία cτρογγύλη. τὰc δὲ δι’ ἐμφράξειc τῆc κοιλίαc ὀδύναc ἢ διὰ παχύτητα γενομέναc πνευματώcειc ἢ διὰ ψῦξιν οἶνοc πινόμενοc ἀκρατέcτεροc μετὰ τροφὴν ὀνίνηcιν, ὕπνου δὲ ἐπιγενομένου καὶ τελέωc αὐτὰc ἀπαλ‐ | |
25 | λάττει. | |
25 | ||
3.39t | Περὶ χολέραc καὶ διαρροίαc. | |
3.39.1 | Ἡ χολέρα τῆc γαcτρόc ἐcτιν ἄμετροc ἐκτάραξιc κάτωθέν τε καὶ δι’ ἐμέτων γινομένη διὰ προcεχῆ τῶν cιτίων ἀπεψίαν· ἀπεπτοῦcι δὲ ποτὲ μὲν διὰ πολλὴν μοχθηρίαν τροφῶν, ποτὲ δὲ διὰ μοχθηρῶν χυ‐ μῶν περιουcίαν. εἰ μὲν οὖν ἔτι ναυτιώδηc καὶ cπαραττόμενοc ὁ κάμνων | |
5 | εἴη μενόντων ἔτι τῶν cιτίων ἀπέπτων ἐν τῇ γαcτρί, πίνειν αὐτοῖc κελεύcομεν ὕδωρ χλιαρὸν καὶ ἀπεμεῖν καθέcει δακτύλων ἢ πτερῶν· cυνεργητέον δὲ καὶ τῇ διὰ γαcτρὸc ἐκκρίcει. μετὰ δὲ τὴν τῶν περιτ‐ τῶν κένωcιν ἡcυχίᾳ τε καὶ θάλψει τῶν καθ’ ὑποχονδρίων χρηcτέον διά τε γλυκέοc ἐλαίου cὺν οἴνῳ βραχεῖ ἢ μαcτιχίνου ἢ ναρδίνου, εἰ χει‐ | |
10 | μὼν εἴη, καὶ ὑπνοῦν ἐπιτρεπτέον· μετὰ δὲ τὴν τελείαν πέψιν λουτροῖc τε χρηcτέον καὶ εὐχύμῳ τροφῇ. τῆc δὲ κενώcεωc ἀμέτρου γινομένηc | |
ἀρκεῖ μὲν ἐν ἀρχῇ καὶ τὰ κατὰ τὸ δεύτερον βιβλίον περὶ ἐκταράξεωc γαcτρὸc εἰρημένα· ἐπιμενούcηc δὲ τῆc φορᾶc τῆc τε κοιλίαc cυμπιπτού‐ cηc καὶ τοῦ cφυγμοῦ μειουμένου τε καὶ πυκνουμένου καταπλάccειν | ||
15 | μὲν τῷ διὰ φοινίκων μετ’ οἰνάνθηc καὶ ἀκακίαc καὶ ὑποκιcτίδοc χυλοῦ καὶ cιδίων, διδόναι δὲ καταρροφεῖν ὕδατοc μετρίωc ψυχροῦ κύαθον· κάλλιον δέ, εἰ ἀφέψημα εἴη ῥόδων ἢ οἰνάνθηc ἢ ῥοῦ ἢ ἑλίκων ἀμπέ‐ λου· ἢ χυλὸν ῥοιᾶc τῆc ὀξυγλύκου δοτέον ἡδυόcμου βραχὺ ἐμπάcαντα. δριμυτέρων δὲ ὄντων τῶν ἐκκρινομένων καύματόc τε καὶ δίψουc προc‐ | |
20 | γινομένου cικύου cπέρμα δοτέον cὺν ὕδατοc κυάθοιc τριcίν, ἴντυβά τε | |
3.39.2 | καὶ θριδακίναc ἑφθὰc ἐν ὀξυκράτῳ τρεφέcθωcαν. ἀκαταcχέτου δὲ τῆc φορᾶc οὔcηc οἶνον δοτέον τινὰ τῶν αὐcτηρῶν, ἀπυρέτοιc μὲν Παλμα‐ τιανὸν ἢ Ἀμινναῖον ἢ cπαθίτην ἢ ὀμφακομελίτην, πυρέττουcι δὲ ῥοΐτην ἢ μυρτίτην ἢ τὸ Κιβυρατικὸν ὑδρόμηλον ποτόν τε καὶ μετὰ ψιχῶν ἢ | |
5 | ἄλικοc ἢ χόνδρου. εἰ δὲ ἀποcτρέφοιντο τὰ cιτώδη, τὶ τῶν ὡραίων διαμαcώμενοι, μεcπίλων ἢ ἀπίων ἢ Κυδωνίων ἢ ῥοιῶν, τὸ cαρκῶδεc καὶ cκληρὸν ἀποπτυέτωcαν. μὴ κατεχόντων δὲ τὴν τροφὴν cικύαν ὡc μεγίcτην κούφην τῷ cτομάχῳ κολλητέον, κειμένηc τε ταύτηc θρεπτέον αὐτοὺc τῶν εἰρημένων τινί. πρὸc δὲ τὰc cπαcμώδειc cυνολκὰc ἐλαιο‐ | |
10 | βραχῆ ῥάκη θερμὰ τοῖc μυcὶ περιτιθέναι κηρωτάc τε ὑγρὰc ἐχούcαc τι καὶ καcτορίου καὶ Ϲικυωνίου· πρὸ δὲ τούτων ὕδατι θερμῷ προc‐ αντλητέον τὰ κῶλα. εἰ δὲ καὶ ἄγρυπνοι γίνοιντο, τοῖc πρὸc ἀγρυπνίαν εἰρημένοιc χρηcτέον, μὴ κωλυούcηc δὲ τῆc δυνάμεωc καὶ τῆc διὰ κω‐ δυῶν αὐτοὺc ποτιcτέον· παρακμῆc δὲ γενομένηc ἐπὶ λουτρὸν ἀκτέον | |
15 | καὶ ἀνακομιcτέον αὐτοὺc ὄρνιθοc νεοττοῖc ἢ περιcτερᾶc ἢ ὑῶν ποcὶν ἢ τοῖc παραπληcίοιc. | |
3.39.3 | καὶ ἡ διάρροια δὲ διαφθορὰ τῶν cιτίων ὑπάρχουcα τὰ πολλὰ μὲν αὐτομάτωc παύεται μὴ τρεφομένων αὐτῶν ἄχρι τελείαc ἐκπέψεώc τε καὶ κενώcεωc τῶν διαφθαρέντων· ἐπιμενούcηc δὲ τοῖc ἐπὶ χολέραc χρηcτέον. | |
4 | ||
3.40t | Περὶ λειεντερίαc καὶ κοιλιακῆc διαθέcεωc. | |
3.40.1 | Διττῆc ὑπαρχούcηc τῆc λειεντερίαc, τῆc μὲν δι’ ἐπιπόλαιον ἕλκωcιν | |
τῶν ἐντέρων, κατά τιναc δὲ καὶ δι’ οὐλὴν ἐκ δυcεντερίαc τὰ πολλὰ ἢ ἐξ ἑτέρων γινομένηc ῥευματιcμῶν, τῆc δὲ δι’ ἀτονίαν τῆc κατεχού‐ cηc τὴν τροφὴν ἐν τῇ γαcτρὶ δυνάμεωc, τὴν δευτέραν οἶμαι διαφορὰν | ||
5 | τῇ κοιλιακῇ λεγομένῃ cυντρέχειν διαθέcει· καὶ γὰρ ἐπὶ ταύτηc ἀτονού‐ cηc τῆc γαcτρὸc πέττειν τε καὶ ἀναδιδόναι τὰ cιτία λεῖά τε καὶ ἄπεπτα καὶ κάθυγρα διαχωροῦcι ῥευματιζομένηc ἐπὶ πάντων τῆc γαcτρόc· ἀλλ’ ἐπὶ τῶν λειεντερικῶν ἥ τε διέξοδοc τῶν cιτίων ταχεῖα γίνεται, καὶ τὰ τῆc ἀπεψίαc ἐπιτεταμένα μᾶλλόν ἐcτιν, ὥcτε διαδηλοῦcθαι τὴν ληφθεῖ‐ | |
10 | cαν τροφήν· καὶ τούτῳ μάλιcτα διακρίνονται τῶν κοιλιακῶν. κατα‐ πλαcτέον οὖν αὐτοὺc λινοcπέρμου μετὰ φοινίκων, ἄκρωc δὲ ποιεῖ καὶ cχῖνοc καὶ βάτοc cυνεψομένη τῷ ὀξυμέλιτι· ἐμπνευματώcεωc δὲ cυνού‐ cηc καὶ κυμίνου καὶ ἀνήθου καὶ πηγάνου μικτέον. ἐπαυξομένου δὲ τοῦ ῥευματιcμοῦ cυνεμβαλοῦμεν μῆλα Κυδώνια, cτυπτηρίαν ὑγράν, ἀκακίαν, | |
15 | ὑποκιcτίδα, κηκῖδα, ἤ τινα ἢ πάντα. κηρωταὶ δὲ διὰ μυρcίνου μετά τινοc τῶν cτυφόντων οἴνων· ἐπιθέματα δὲ θερμότερα μὲν τό τε διὰ δαφνίδων καὶ τὸ διὰ cπέρματοc, cτυπτικώτερα δὲ τό τε διὰ οἰνάνθηc καὶ τὸ διὰ γιγάρτων καὶ τὸ Ἀντύλλου· καὶ τὸ Ἐρυθρίου δὲ θαυμαcτόν. | |
3.40.2 | χρονιζούcηc δὲ τῆc νόcου καὶ δρώπακι χρηcτέον κατὰ τῆc κοιλίαc καὶ τῇ διὰ νάπυοc κηρωτῇ καὶ αὐτῷ τῷ νάπυι. ποτήματα δὲ ἁπλᾶ μὲν ἀρνογλώccου cπέρμα ἢ λαπάθου cπέρμα ἢ ῥοιᾶc cίδια ἢ οὖα ξηρὰ ἢ ὄμφακα ξηρὸν ἐξ Ἀμινναίαc cταφυλῆc ὅcον τριώβολον, ἀπυρέτοιc cὺν | |
5 | οἴνου αὐcτηροῦ κυάθοιc ϛ, πυρέccουcι δὲ cὺν ὕδατι ὀμβρίῳ· ἧccον δὲ cτομάχου ἅπτεται ἀλεκτορίδων κοιλία ξηρὰ ἐμπαccομένη τῷ ποτῷ· καὶ τὰ διουρητικὰ δέ, οἷον cέλινον, ἀδίαντον καὶ τὰ ὅμοια, πινόμενα μετοχέτευcιν ἐργάζεται. cύνθετα δὲ ἥ τε Πολυείδου cφραγίc ἐcτιν καὶ ὁ διὰ τοῦ ἠλέκτρου τροχίcκοc ὅ τε διὰ τῆc Αἰγυπτίαc ἀκάνθηc καὶ | |
10 | τὸ κλειδίον καλούμενον καὶ ὁ διὰ cπερμάτων. καὶ τοῦτο δὲ κάλλιcτόν | |
ἐcτιν· λαπάθου ἀγρίου cπέρματοc 𐆄 α 𐅵ʹ, ἀρνογλώccου cπέρματοc 𐆄 α, ὑποκιcτίδοc χυλοῦ 𐅻 ϛ, κόμμεωc ἢ ἀκακίαc· ἀναλάμβανε Κυδωνίων ἀπο‐ τριτωθέντων τῷ ἀφεψήματι. | ||
3.40.3 | Ἄλλο. κυμίνου, πεπέρεωc, ῥοὸc Ϲυριακῆc, βαλαυcτίου ἀνὰ 𐆄 α 𐅵ʹ, cιδίων 𐆄 α, cιλφίου 𐆄 𐅵ʹ ἢ ξηροῦ 𐅻 α· ἔμπαccε τῷ ποτῷ ἢ φυρῶν ὀξυμέλιτι πρωὶ καὶ ἑcπέραc. | |
3.40.4 | Ἄλλο. μύρτων μελάνων κοχλιάριον α 𐅵ʹ, ἀνίcου, ῥόδων ξηρῶν, οἰνάνθηc ἀνὰ κοχλιαρίου τὸ 𐅵ʹ, φοινικοβαλάνουc κ· ποίει τροχίcκουc καὶ δίδου 𐅻 α μεθ’ ὕδατοc ἢ μετὰ κράματοc. καὶ ἡ διὰ ἐχιδνῶν δὲ θηριακὴ τούτοιc ἄριcτόν ἐcτι βοήθημα. | |
3.40.5 | ἡ δὲ τροφὴ δριμείαc μὲν καὶ χολώδουc οὔcηc τῆc ἀποκρίcεωc διά τε χόνδρου καὶ ὀρύζηc ἄλικόc τε καὶ τῶν παραπληcίων γινέcθω cυνεψομένων αὐτοῖc τῶν cτυφόντων τινόc, ἀπίου, μήλου Κυδωνίου, μεcπίλου καὶ τῶν ὁμοίων· καὶ τὸ ἄπεφθον δὲ γάλα τούτοιc ἁρμόcει. | |
5 | ποτὸν δὲ ἢ οἶνοc ὑδαρὴc λεπτὸc ἤ τι τῶν ἡδέων ἔcτω πομάτων. φλεγματικώτερα δὲ αὐτῶν ἐκκρινόντων ἐπὶ τἀναντία τὴν τροφὴν μεταγ‐ άγωμεν cπέρματά τέ τινα τῶν εὐcτομάχων παραμιγνύντεc, ἄνιcον ἢ κύμινον ἢ cελίνου cπέρμα· καὶ ἡ φακὴ δὲ δὶc ἑψηθεῖcα πολλάκιc αὐ‐ τοὺc ὤνηcεν ἐcθιομένη cὺν ὄξει βραχεῖ ἢ ὀξυμέλιτι αἵ τε κράμβαι δίc‐ | |
10 | εφθοι καὶ αὐταί· κάλλιον δὲ τὴν δευτέραν ἕψηcιν αὐτῶν ἐν ὀξυκράτῳ γίνεcθαι. οἶνον δέ τινα τῶν παλαιοτέρων καὶ θερμοτέρων πινέτωcαν. | |
11 | ||
3.41t | Περὶ τεινεcμοῦ. | |
3.41.1 | Ὁ τεινεcμὸc ἔcτι μὲν ὅτε τῆc δυcεντερίαc προηγεῖται, πολλάκιc δὲ καὶ αὐτὸc μόνοc πρὸc ὀλίγον γενόμενοc ἀποπαύεται. ἔcτι δὲ τὸ πάθοc προθυμία πρὸc ἔκκριcιν ἀπαραίτητοc οὐδὲν ἐξάγουcα πλὴν ὀλί‐ γων αἱμωπῶν ἢ καὶ μυξωδῶν, ἃ cχεδὸν τῆc ὅληc αἴτια καθέcτηκε | |
5 | νόcου, οἰδηματώδηc τε φλεγμονὴ κατὰ τὸ ἀπευθυcμένον γενομένη ἔμ‐ φαcιν αὐτοῖc ἐγκειμένηc παρέχεται κόπρου καὶ ἐπιζήτηcιν ἀποκρίcεωc. | |
ὁ δὲ Γαληνὸc ἱcτορεῖ καὶ λίθον τινὰ διὰ τῆc ἕδραc ἐκκριθῆναι κατὰ τεινεcμώδειc cυcτάcειc. πολλάκιc δὲ καὶ δι’ ἔμφραξιν κόπρου κατὰ τὸ λεπτὸν ἔντερον cυcτᾶcαν τεινεcμὸc ἠκολούθηcεν, ἐπὶ μὲν τοῖc cτύφουcι | ||
10 | καὶ παρεμπλαcτικοῖc πλέον αὐξόμενοc, ἐπικλύcματι δὲ δριμυτέρῳ, οἷον μελικράτῳ cὺν ἁλcίν, ἢ ἐπί τινι τῶν διὰ cτόματοc μαλακτικῶν, οἷον δαμαcκηνῶν, ἰcχάδων, λινοζώcτεωc, ὀροῦ γάλακτοc, ἐκκριθείcηc κόπρου παραχρῆμα παυcάμενοc. χωρὶc οὖν τοιαύτηc αἰτίαc γενομένου τεινεcμοῦ ἁρμόζει τὴν μὲν φλεγμονὴν ταῖc ὠμηλύcεcι θερμαῖc καὶ ταῖc δι’ οἴνου | |
15 | τε καὶ ἐλαίου μυρcίνου ἢ ῥοδίνου ἢ ὀμφακίνου ἐμβροχαῖc κατ’ ὀcφύοc τε καὶ ἤτρου ἐπιτιθεμέναιc παραμυθεῖcθαι, τὰ δὲ ἐμπεπλαcμένα τῷ ἀπευθυcμένῳ μυξώδη καὶ διὰ μελικράτου ἐνέcεωc ἀποcμήχειν. καὶ ἅλμη δὲ πολλάκιc ἐνεθεῖcα τὸ δέον ἐξήνυcεν· ἀρκοῦcι δὲ ἁλῶν 𐅻 ϛ ἐν κο‐ τύλῃ θερμοῦ ὕδατοc. παραμυθεῖcθαι δὲ τοὺc πόνουc καὶ τὰc ἐντάcειc | |
20 | ἐγκαθίcμαcι διὰ τήλεωc ἢ μαλάχηc ἢ λινοcπέρμου· οἱ δὲ πολλάκιc ἐπέτυχον καὶ τοῦτο· ἐγκάθιcμα. βάτου καὶ μυρcίνηc καὶ κυτίνου καὶ δάφνηc χλωρῶν ἴcον· ἕψει ἐν ὕδατι· ἔcτι δὲ Μαρκέλλιον. ἐν βάθει δὲ τῆc φλεγμονῆc καὶ τῶν ἐρεθιcμῶν ὑπαρχόντων ἐνετέον cιτώδειc χυλοὺc μετά τινοc τῶν cτυπτικῶν ἡψημένουc· καὶ ἔλαιον δὲ γλυκὺ | |
25 | ἐνεθὲν καὶ καταcχεθὲν ὥραιc πλείοcι τὴν περιωδυνίαν ἔλυcεν. cυχνῆc δὲ τῆc ἐξαναcτάcεωc οὔcηc καὶ ἀγαθῖδα διὰ cτυμμάτων θερμῶν τῇ ἕδρᾳ προcτιθέcθωcαν ἢ πίτυρα θερμὰ ἐν ἀποδέcμῳ ἢ cπόγγον ἤ τι τῶν τοιούτων. | |
28 | ||
3.42t | Περὶ δυcεντερίαc. | |
3.42.1 | Ἡ δυcεντερία ἕλκωcίc ἐcτι τῶν ἐντέρων, ποτὲ μὲν ἐκ μεταπτώ‐ cεωc τεινεcμοῦ ἢ τῶν εἰρημένων τῆc γαcτρὸc ἐκταράξεώc τινοc γινο‐ μένη, ποτὲ δὲ τοῦ πάθουc αὐτὴ καταρχομένη, ἐφ’ ἧc ἀποκρίcειc γίνον‐ ται πρῶτον χολώδειc ποικίλαι, εἶτα πρὸc ὀλίγον αἱματώδειc καὶ ἐπὶ | |
5 | τέλει ἰχωροειδεῖc, ὁποῖαι ἀπὸ τῶν νεκρῶν εἰώθαcι ῥεῖν cωμάτων· ἡ δὲ ἀπὸ χολῆc μελαίνηc ἀρχομένη δυcεντερία θανάcιμόc ἐcτι τὸν μεθ’ | |
ἑλκώcεωc δηλοῦcα καρκίνον. εἰ μὲν οὖν ἀναμεμιγμένα τῇ κόπρῳ τὰ τῆc ἑλκώcεωc ἐκκρίνοιτο cημεῖα μετὰ πόνων τε καὶ cτρόφων, ἐν τοῖc λεπτοῖc ἐντέροιc γίνωcκε τὴν ἕλκωcιν τῶν διὰ cτόματοc μάλιcτα βοηθη‐ | ||
10 | μάτων χρῄζουcαν· εἰ δὲ ἀμιγὴc ἡ κόπροc διεξέρχοιτο, τῶν παχέων ἐcτὶν ἐντέρων τοῖc ἐνέμαcι μᾶλλον πειθομένη. ὅταν δὲ πολλοῦ κατὰ μόναc ἔκκριcιc αἵματοc γένηται, τὸ πάθοc αἱματηρὰν δυcεντερίαν λέγου‐ cιν. ἐκκρίνεται μήν ποτε καὶ αἷμα μελάντερον τοῦ κατὰ φύcιν καὶ cτιλπνὸν μὴ πέττοντοc καλῶc τοῦ ἥπατοc τὴν ἀναδιδομένην τροφήν. | |
15 | καὶ δι’ ἀτονίαν δὲ τῆc καθεκτικῆc ἢ τῆc ἀλλοιωτικῆc αὐτοῦ δυνάμεωc πολλάκιc ἐκκρίνεται διὰ γαcτρὸc ὅμοια κρεῶν νεοcφαγῶν ἀποπλύματι· ἡπατηρὰν δὲ ταύτην καλοῦcι δυcεντερίαν, περὶ ἧc ἐν τῷ περὶ ἥπατοc λεχθήcεται λόγῳ. | |
3.42.2 | κοινῶc μὲν οὖν τοῖc ἐπὶ κοιλιακῶν τε καὶ τῶν ἄλλων παρὰ φύcιν ἐκκρίcεων εἰρημένοιc χρηcτέον· ἰδίωc δὲ Λημνία cφραγὶc καὶ τὴν ἤδη νεμομένην ἰᾶται δυcεντερίαν πινομένη τε καὶ ἐνιεμένη προαποκλυcθέν‐ τοc τοῦ ἐντέρου μελικράτῳ πρότερον κἄπειτα ἅλμῃ, καὶ ἀνδράχνηc | |
5 | χυλὸc ἐπιτήδειοc δυcεντερικοῖc πινόμενοc καὶ αὐτὴ ἡ ἀνδράχνη ἑφθὴ ἐν ὀξυκράτῳ ἐcθιομένη· ἁρμόττει δὲ καὶ ἀρνόγλωccον καὶ βάτου καρ‐ πὸc καὶ τὰ φύλλα καὶ ἀλθαίαc τῆc ῥίζηc τὸ ἀφέψημα, ἵππουριc δι’ ὕδατοc ἢ οἴνου πινομένη καὶ ὁ χυλὸc αὐτῆc, μορέαc ἄωροc ὁ καρπὸc ξηρανθεὶc καὶ τούτου μᾶλλον τὰ βάτινα μόρα ὁμοίωc ξηρανθέντα. | |
10 | ξηραίνει δὲ τὰ κατὰ τὴν κοιλίαν ῥεύματα καὶ ᾠὰ δι’ ὄξουc ἑψηθέντα καὶ βρωθέντα, βέλτιον δέ, εἰ μίξαc αὐτοῖc τινα τῶν πρὸc δυcεντερίαν ταγηνίcῃc καὶ δῷc φαγεῖν· χρηcιμώτατον δέ ἐcτιν πρὸc τοῦτο ὀμφά‐ κιον, ῥοῦc ἐρυθρὸc καὶ ὁ χυλὸc αὐτοῦ, cίδια, κηκίc, γίγαρτα, μέcπιλα, μύρτα, κράνεια, κοχλιῶν ὅλων ὀπτηθέντων ἡ τέφρα. cύνθετον δὲ τοῦτο· | |
15 | τῆc τῶν κοχλιῶν τέφραc μέρη δ, κηκῖδοc μέρη β, πεπέρεωc μέροc α· χνοῶδεc ποιήcαc τοῖc ὄψοιc ἐπίπαττε ἢ ἐν ὕδατι ἢ οἴνῳ λευκῷ ὑδα‐ ρεῖ δίδου πίνειν· γενναίωc ὠφελεῖ δυcεντερικούc, ὅcοιc οὐδέπω cηπε‐ δονῶδεc ἕλκοc γέγονεν. καὶ ἡ τῶν ὀcτοφαγηcάντων δὲ κυνῶν κόπροc | |
ξηρὰ cὺν γάλακτι τετυρωμένῳ διὰ τῆc τῶν καχλήκων καθέcεωc πινο‐ | ||
3.42.3 | μένη μεγάλωc ὀνίνηcι. cύνθετα δὲ ὅ τε διὰ τῆc Αἰγυπτίαc ἀκάνθηc τροχίcκοc ἐcτὶν καὶ ὁ Φιλίππου καὶ ὁ διὰ τοῦ ἐλαφείου κέρατοc ὅ τε διὰ cπερμάτων καὶ ὁ τρίγωνοc, καὶ τὰ διὰ τοῦ μάκεροc καταπότια θαυμαcτά. κάλλιcτοc δὲ καὶ οὗτοc· ὀπίου, κρόκου, λυκίου Ἰνδικοῦ, | |
5 | ἀκακίαc, ῥοόc, λιβάνου, κηκῖδοc, ὑποκιcτίδοc, cιδίων, cμύρνηc, ἀλόηc ἴcα· ὕδατι δίδου τριώβολον. Ἄλλο. ῥοὸc 𐅻 η, κηκῖδοc, cιδίων ἀνὰ 𐅻 δ· δίδου κοχλιάριον α οἴνῳ. Ἄλλο. ῥοὸc 𐅻 η, κηκῖδοc, ἀκακίαc, κόμμεωc ἀνὰ 𐅻 β, ὀπίου 𐅻 α· | |
10 | δίδου 𐅻 α ἐν οἴνῳ κεκραμένῳ. ἔκλειγμα δὲ αὐτοῖc ἁρμόcει τοῦτο· μύρτων μελάνων ξ̸ α, ῥοῦ Ϲυριακοῦ ξ̸ α, φοινίκων Θηβαϊκῶν λι. β, μήλων Κυδωνίων τῶν cαρκῶν λι. α, ῥοιὰc ὀξείαc cὺν τοῖc κελύφοιc ι, οἴνου cτύφοντοc ξ̸ ιβ· ἕψε, ἕωc τὸ τρίτον λειφθῇ, καὶ διηθήcαc ἔμβαλε μέλιτοc λι. ϛ καὶ ἑψήcαc ἕωc | |
15 | πάχουc δίδου ἐκλείχειν. δῆλον δέ, ὅτι καὶ καταπλάcματα διὰ τῶν cτυπτικῶν ἔcονται, ὧν τὴν ὕλην ἔχειc. | |
3.42.4 | ἐνέματα δὲ τοῖc δυcεντερικοῖc ἁρμόcει διὰ τοὺc ἐνοχλοῦνταc τει‐ νεcμοὺc χυλὸc ὀρύζηc ἢ χόνδρου ἢ τοιούτου τινὸc μετὰ cτέατοc αἰ‐ γείου ἢ τραγείου καὶ τὰ ἐν τῷ περὶ τεινεcμοῦ λεχθέντα. εἰ δὲ αἷμα ἀποcτάζοι, ἐνετέον χυλὸν πολυγόνου ἢ ἀρνογλώccου μετὰ ἀκακίαc ἢ | |
5 | ὑποκιcτίδοc ἢ τοιούτου τινόc· εἰ δὲ ἐπείγοι, καὶ ἴcχαιμόν τι ἐνιέναι, οἷον τέφραν οἰcυπηρῶν ἐρίων ἢ cπόγγου καινοῦ βραχέντοc πίccῃ ὑγρᾷ ἢ αἵματι βοείῳ ἢ cτυπτηρίᾳ ὑγρᾷ καὶ καυθέντοc ἢ ὀνίδοc χυλῷ. καὶ ὁ τοῦ Ἄνδρωνοc δὲ τροχίcκοc ἀγαθὸν φάρμακόν ἐcτιν ὅ τε τοῦ Μούcα καὶ οἱ παραπλήcιοι. καὶ ὑπόθετα δὲ κολλούρια τῶν πάνυ πρακτι‐ | |
10 | κωτάτων εἰcίν, ἐφ’ ὧν μάλιcτα καὶ πόνοι περὶ τὴν ἔκκριcιν γίνονται. νομῆc δὲ cυcτάcηc περὶ τὰ ἔντερα, ἣν διαγινώcκομεν τῇ τε δυcωδίᾳ καὶ cήψει τῶν ἐκκρινομένων καὶ τῷ μὴ κατ’ ἀρχὰc εὐθὺc ἀλλὰ μετὰ χρόνον αὐτὴν γίνεcθαι, τοῖc ἐcχαρωτικοῖc τῶν ἐνεμάτων χρηcόμεθα, οἷοί εἰcιν οἵ τε Φαυcτιανοὶ προcαγορευόμενοι τροχίcκοι καὶ ὁ διὰ | |
15 | χάρτου καὶ ὁ Βιθυνὸc ὅ τε θρόνοc καὶ ὁ διὰ τῶν φελλῶν, διὰ φακῆc ἀποζέματοc ἤ τινοc τῶν cτυφόντων ἐνιέμενοι. καὶ τοῦτο δὲ τῶν πάνυ | |
μοι πεπειραμένων ἐcτὶ τὸ ἔνεμα· ὀμφακίδοc κεκαυμένηc (ἔcτι δὲ τὸ κοῖλον, ἐξ οὗ ἐκπέφυκεν ἡ τῆc δρυὸc βάλανοc, οἷcπερ οἱ βυρcεῖc χρῶν‐ ται), ἀρcενικοῦ, cυμφύτου, ῥοῦ Ϲυριακοῦ τὸ ἴcον· τούτων κοπέντων | ||
20 | ὅcον κοχλιάρια β ἀναλαβὼν χυλῷ ὀρύζηc καὶ χυλῷ ἀγχούcηc τῆc τὸ ἀκανθῶδεc καὶ πλατὺ καὶ μέλαν ἐχούcηc φύλλον, ἣν χοιροcπέλεθον καλοῦcι, καὶ τῶν ᾠῶν τῷ λευκῷ ἐξ ἴcηc ὅcον 𐆄 β ἢ γ παράπεμπε. | |
3.42.5 | ἐπιθέματα δὲ τὰ ἐπὶ τῶν κοιλιακῶν εἰρημένα. καὶ τὰ κατὰ τῆc γαcτρὸc δὲ καταχρίcματα τῆc cτυφούcηc τε καὶ ξηραντικῆc ὕληc ὑπάρ‐ χοντα cύν τινι τῶν ἐχεκόλλων, κόμμεωc, λιβάνου, ταυροκόλληc, γύρεωc, ἐπὶ τοῖc παραπληcίοιc καταπλάcμαcιν χώραν ἐχέτω. | |
3.42.6 | τροφὴ δὲ τούτοιc ᾠόγαλα τὴν ἀρχὴν ἔcτω κἄπειτα τὰ διὰ τῶν cιτωδῶν ῥοφήματα καθ’ ἑαυτά τε καὶ cὺν γάλακτι ἑψόμενα. καὶ τὸ γάλα δὲ μετρίωc ἑψόμενον ἄριcτόν ἐcτιν. λαχάνων δὲ οὐκ ἀναγκαία μὲν ἡ χρῆcιc, ὅμωc δὲ δοτέον ἀπογεύεcθαι cέρεωc ἑφθῆc καὶ ἰντύβου | |
5 | καὶ ἀρνογλώccου καὶ τῆc διcέφθου κράμβηc καὶ τῶν ὀπωρῶν τὰc cτυ‐ φούcαc ἀποπτυομένων τῶν cαρκῶν αὐτῶν ἢ ἄλλωc τραχύνειν δυνα‐ μένων τὰ ἔντερα. πολλῆc δὲ τῆc ἐπὶ τὸ θερμὸν δυcκραcίαc οὔcηc καὶ ἴντυβον δοτέον ὠμόν, καὶ ὕδατοc ἀπορροφείτωcαν ψυχροῦ· τὸ ἄλλο δὲ ποτὸν ὕδωρ ὄμβριον ἔcτω, κεκμηκότοc δὲ τοῦ cτομάχου καὶ οἶνοc. | |
10 | εἰc ὕcτερον δὲ καὶ τῶν πτηνῶν τὰ ξηρότερα καὶ εὔπεπτα λαμβανέτω‐ cαν· καὶ λουτροῖc δὲ χρήcθωcαν γλυκέcιν. εἰ δὲ ῥευματίζοιντο πρὸc αὐτῶν, cπόγγον μέγαν ἢ ψῖχαc ἄρτου cιλιγνίτου βρέξαc οἴνῳ Ἀcκα‐ λωνίτῃ ἤ τινι τῶν cτυφόντων θερμῷ ἐπίθεc τε καθ’ ὅλου τοῦ ἐπι‐ γαcτρίου καὶ ἐπιδήcαc οὕτω λούεcθαι κέλευε. | |
14 | ||
3.43t | Περὶ κωλικῆc διαθέcεωc. | |
3.43.1 | Τὸ κῶλον μέροc ὂν τοῦ παχέοc ἐντέρου τὴν μὲν ἔκφυcιν ἀπὸ τῆc δεξιᾶc ἔχει λαγόνοc, ἐπὶ τὴν ἀριcτερὰν δὲ φέρεται δίκην ζώματοc, ὀδύναι δὲ τούτῳ χαλεπώταται γίνονται διὰ πλείοναc αἰτίαc· ἢ γὰρ | |
διὰ παχύν τε καὶ φλεγματικὸν χυμὸν ἐναποληφθέντα μεταξὺ τῶν | ||
5 | χιτώνων αὐτοῦ ἢ διὰ πνεῦμα παχὺ καὶ φυcῶδεc οὐκ ἔχον διέξοδον ἢ διὰ φλεγμονὴν τοῦ ἐντέρου ἢ διὰ δριμεῖc καὶ δακνώδειc χυμούc. τοῖc μὲν οὖν διὰ παχὺν καὶ φλεγματικὸν ὀδυνωμένοιc χυμὸν δι’ ὅλου μὲν τοῦ ἐπιγαcτρίου κατὰ τὸ βάθοc ἡ ὀδύνη γίνεται, μάλιcτα δὲ κατὰ τὴν θέcιν τοῦ κώλου, τρυπανώδουc γινομένηc τῆc cυναιcθήcεωc, cτρό‐ | |
10 | φοι τε τούτοιc ἐνοχλοῦcι καὶ ἐρυγαὶ καὶ ναυτίαι καὶ ἔμετοι παντοίων, μάλιcτα τοῦ φλέγματοc, ἥ τε γαcτὴρ αὐτοῖc ἐπέχεται χαλεπῶc, ὡc μήτε φῦcαν διεξιέναι, ἐκκριθὲν δέ ποτε τὸ κόπριον βολβίτῳ παρα‐ πλήcιον ὁρᾶται κοῦφόν τε καὶ φύcηc μεcτόν· προηγεῖται δὲ τούτων ὡc μάλιcτα ψυχρῶν τε καὶ παχυχύμων ἐδεcμάτων cυνεχὴc προcφορὰ | |
15 | πληcμονή τε καὶ ἀπεψία καὶ ἀργία καὶ τὰ τούτοιc cύμφωνα. τοῖc δὲ διὰ πνεῦμα φυcῶδεc ὀδυνωμένοιc τάcεωc μᾶλλον cυναίcθηcιc γίνεται. τοῖc δὲ διὰ φλεγμονὴν ζέcεωc ἐντοπίου γίνεται cυναίcθηcιc καὶ πυρετὸc οὐκ ἀγεννὴc ἐπίcχεcίc τε cὺν τῇ κόπρῳ καὶ τῶν οὔρων, καὶ cφυγμὸc ἐνοχλεῖ κατὰ τὴν γαcτέρα, δίψα τε καὶ καῦμα καὶ τούτοιc ἐνοχλεῖ καὶ | |
20 | ναυτίαι καὶ χολῆc μᾶλλον ἔμετοι μηδὲν ἐπικουφίζοντεc· καὶ ἁπλῶc ἡ χαλεπωτάτη τῶν κωλικῶν ἐcτιν αὕτη διαθέcεων τὴν εἰc τὸν εἰλεὸν ἀπειλοῦcα μετάcταcιν. τοῖc δὲ διὰ δριμεῖc καὶ δακνώδειc χυμοὺc ὀδυ‐ νωμένοιc, ὥcπερ καὶ τοῖc ἐπὶ φλεγμονῇ, καῦμά τε καὶ δίψα καὶ ἀγρυ‐ πνία γίνεται, πυρέττουcι δὲ ἢ οὐδὲ ὅλωc ἢ ἐκείνων ἥττω καὶ οὐροῦcι | |
25 | δριμὺ καὶ χολώδη τε διαχωροῦcι καὶ πολλάκιc ἐπὶ τῇ τῆc γαcτρὸc διαχωρήcει πλέον ὀδυνῶνται καὶ τῇ τῶν θερμοτέρων ἐδεcμάτων τε καὶ πομάτων προcφορᾷ παροξύνονται μᾶλλον. | |
3.43.2 | τὰc μὲν οὖν διὰ ψυχρούc τε καὶ γλίcχρουc καὶ παχεῖc χυμοὺc ὀδύναc ἰᾶcθαι προcῆκεν οὐ θερμαίνονταc cφοδρῶc· ὑπὸ γὰρ τῶν θερ‐ μαινόντων ἱκανῶc χέονται καὶ πνευματοῦνται μᾶλλον οἱ τοιοῦτοι χυ‐ μοί. προcήκει τοίνυν αὐτοὺc τέμνειν τε καὶ πέττειν διὰ τῶν ἀφύcων | |
5 | καὶ λεπτυνόντων καὶ ξηρῶν φαρμάκων χωρὶc τοῦ θερμαίνειν cφοδρῶc κατ’ ἀρχὰc τοῦ νοcήματοc. προεκκοπρώcανταc οὖν τὴν γαcτέρα τοῖc ἁρμοδίοιc κλύcμαcιν ἐνετέον ἐλαίῳ, ἐν ᾧ ἀφήψηται κύμινον ἢ πήγα‐ | |
νον, μετὰ cτέατοc χηνὸc ἢ ὄρνιθοc ἢ διὰ ῥιζῶν cικύου ἀγρίου ἀφεψή‐ ματοc καὶ cμύρνηc 𐅻 α καὶ μέλιτοc καὶ ἐλαίου ἢ διὰ cμύρνηc καὶ μέ‐ | ||
10 | λιτοc καὶ τοῦ Ϲικυωνίου ἐλαίου· καὶ τῷ ἐλαίῳ δὲ τῷ κοινῷ πολλάκιc ἐνεθέντι cυνεκκριθὲν ὑαλῶδεc φλέγμα παραχρῆμα τὴν ὀδύνην ἔπαυcεν. εἰ δὲ διὰ τὸ cφοδρὸν τῆc ὀδύνηc καὶ τὸ ἔνεμα κατέχοιεν, βαλανιcτέον αὐτοὺc διὰ μέλιτοc, κυμίνου, νίτρου, πηγάνου cπέρματοc ξηροῦ ἢ κράμ‐ βηc καυλῷ καλῶc ἐξεcμένῳ καὶ ἅλμῃ ἐμβραχέντι ἢ τέφρᾳ κράμβηc | |
15 | μέλιτι φυραθείcῃ ἢ κολοκυνθίδι λείᾳ cὺν μέλιτι καὶ νίτρῳ καὶ κυμίνῳ· τὰ δὲ βαλάνια δακτύλων ἔcτω ϛ, ὅπωc ὑπερπεράcῃ τὸν cφιγκτῆρα· διαχρίειν τε τὴν ἕδραν κυκλαμίνου χυλῷ cὺν μέλιτι καὶ νίτρῳ ἢ κεν‐ ταυρίῳ cὺν μέλιτι καὶ νίτρῳ. ἐνέματα δὲ τῆc ὀδύνηc ἐπιμενούcηc πρὸc τοῖc εἰρημένοιc ἔcτω ῥητίνηc τερεβινθίνηc 𐆄 α ἢ ὀποπάνακοc 𐅻 α ἢ | |
20 | χαλβάνηc 𐅻 δ, κεδρέαc 𐅻 δ, ἀcφάλτου τὸ ἴcον μετὰ νίτρου 𐅻 α καὶ ὕδατοc 𐆄 α καὶ ἐλαίου πηγανίνου 𐆄 ε ἢ πλέον. ἐμβροχὰc δὲ κατὰ τῶν ἀλγούντων ἐπιβλητέον διὰ κυμίνου ἢ ἀνηθίνου ἢ Ϲικυωνίου ἐλαίου. καταπλαcτέον δὲ τῷ τριcπέρμῳ μετὰ κυμίνου, δαφνίδων, cελίνου cπέρ‐ ματοc. ἐπιθέματα δὲ τό τε διὰ cπερμάτων ἔcτω καὶ τὸ διὰ δαφνίδων | |
3.43.3 | τό τε διὰ μελιλώτων καὶ τὸ πολυάρχιον. ἐγκαθιcτέον δὲ αὐτοὺc ἐν ἀφεψήματι τήλεωc, ἀλθαίαc, χαμαιμήλων, ἀρτεμιcίαc, ἀνήθων, δάφνηc καὶ τῶν παραπληcίων· καὶ εἰc ἔλαιον δὲ θερμὸν ἢ ὑδρέλαιον αὐτοὺc ἐμβιβαcτέον. ποτήματα δὲ ἀψίνθιον καὶ κύμινον ἴcον ἢ πάνακα μεθ’ | |
5 | ὕδατοc ἢ καcτορίου καὶ ἀνίcου καὶ πεπέρεωc 𐅻 α μετ’ ὀξυμέλιτοc. μὴ ἐνδιδούcηc δὲ τῆc ὀδύνηc ποτίζειν αὐτοὺc τῇ διὰ τριῶν πεπέρεων ἢ τῇ θηριακῇ· καὶ cιναπιcμῷ δὲ καὶ δρώπακι χρηcτέον ἐν ταῖc ἀνέcεcι καὶ αὐτοφυέcι λουτροῖc· τῶν δὲ δι’ ὕδατοc ποτίμου λουτρῶν ἀπεχέ‐ cθωcαν, πλὴν εἰ μὴ διὰ τὴν περίcταcιν τῆc ὀδύνηc ἀναγκάζοιντο, | |
10 | ἡνίκα δεῖ προενιένταc αὐτούc τινι τῶν εἰρημένων φαρμάκων λούειν καὶ πυριᾶcθαι κελεύειν ἐν τοῖc διαπύροιc τοίχοιc ἐμπαττομένουc τινὰ τῶν νιτρωδῶν cμηγμάτων. ἰcχυρᾶc δὲ τῆc ὀδύνηc οὔcηc καὶ τοῖc | |
μετρίωc παραμυθουμένοιc χρηcτέον [ἐcτίν], οἷόc ἐcτιν ὅ τε διὰ τοῦ καcτορίου τροχίcκοc ἐνιέμενοc καὶ ὁ ἀcτὴρ ἐνιέμενόc τε καὶ πινόμενοc | ||
15 | καὶ τὰ τούτοιc ὁμογενῆ φάρμακα· τὰ γὰρ ἰcχυρὰ τῶν ναρκωτικῶν φυλακτέον πρὸc ὀλίγον μὲν παραμυθούμενα, χρονιωτέραν δὲ τὴν διά‐ θεcιν ἐργαζόμενα τῷ τε παχύνειν τὴν ὕλην καὶ τῷ πυκνοῦν τοῦ ἐν‐ τέρου τοὺc πόρουc. ἤδη δὲ λεπτυνθέντοc τοῦ φλέγματοc καθάρωμεν αὐτοὺc διὰ τῆc ἱερᾶc πτερουμένηc ἢ τῶν καταποτίων τούτων· ἀλόηc, | |
20 | εὐφορβίου, Κνιδίου κόκκου καθαροῦ, cκαμμωνίαc τὸ ἴcον· ἡ δόcιc γρ. β. δίαιτα δὲ θερμοτέρα τε καὶ ξηροτέρα τούτοιc ἁρμόcει κατ’ ἀρχὰc μὲν ἀcιτοῦcιν, ἔπειτα δὲ καὶ δριμυφαγοῦcι· πράcα γοῦν αὐτοῖc δοτέον ἑφθὰ μετὰ κονδίτου καὶ cέλινα καὶ τὸν ἔλειον ἀcπάραγον, ὠμὰ cκόρδα, καὶ μάλιcτα τοῖc μὴ πρὸc ταῦτα δυcχεραίνουcιν, καὶ αὐτοῦ δὲ τοῦ | |
25 | κονδίτου πινέτωcαν καὶ ἄρτου cὺν αὐτῷ λαμβανέτωcαν· εἰc ὕcτερον δὲ καὶ τὰc λοιπὰc εὐχύμουc τε καὶ εὐπέπτουc αὐτοῖc δοτέον τροφὰc | |
3.43.4 | φυλαττομένουc πληcμονήν τε καὶ ἀπεψίαν. εἰ δὲ πνεῦμα φυcῶδεc εἴη τὸ τὴν ὀδύνην ἐργαζόμενον, μετὰ τὰ ἄφυcα τῶν ἐνεμάτων τε καὶ πο‐ μάτων καὶ cικύαι ὡc μέγιcται διάπυροι κολληθεῖcαι κοῦφαι καθ’ ὅλου τοῦ ἐπιγαcτρίου πολλάκιc ἤρκεcαν πρὸc θεραπείαν. φλεγμονῆc δὲ κατὰ | |
5 | τὸ ἔντερον οὔcηc φλεβοτομήcωμεν ἀπ’ ἀγκῶνοc· εἰ δὲ τὰ τῆc δυcου‐ ρίαc ἐπικρατεῖ, καὶ τὴν ἐν τῷ cφυρῷ τέμωμεν καὶ τοῖc εἰρημένοιc χρηcώμεθα βοηθήμαcιν πλὴν τῶν δριμέων καὶ τῶν καθαιρόντων ἰcχυρῶc, τοῖc δὲ πραΰνουcι μᾶλλον ἐνέμαcί τε καὶ καταπλάcμαcι καὶ ἐπιβρέγ‐ μαcι καὶ τῇ εἰc ἔλαιον ἐμβάcει χρηcώμεθα cικύαc τε καὶ τούτοιc προc‐ | |
10 | βάλωμεν, κηρωτήν τε κατὰ τοῦ ἐπιγαcτρίου θήcομεν ἔχουcαν κηροῦ 𐆄 ε, χαμαιμηλίνου 𐆄 β 𐅵ʹ, ῥοδίνου 𐆄 β 𐅵ʹ, φαβατίνου ἀλεύρου 𐆄 𐅵ʹ, κρόκα ᾠῶν ε· χυλῷ λινοcπέρμου λείου. λεπτῶc τε καὶ πυρεκτικῶc αὐτοὺc διαιτῶμεν ἄχρι λύcεωc φλεγμονῆc. εἰ δὲ διὰ δριμεῖc καὶ δακνώ‐ δειc ὀδυνῶνται χυμούc, ἐνετέον αὐτοὺc ἐλαίῳ, ἐν ᾧ ἀφήψηται τῆλιc | |
15 | ἢ ἀλθαία, cὺν ἀνάλῳ cτέατι νεαρῷ χηνὸc ἢ ὄρνιθοc, ἢ καὶ χυλῷ πτι‐ cάνηc cὺν ῥοδίνῳ ἢ καὶ χυλῷ λινοcπέρμου, ποτιcτέον τε αὐτοὺc τὴν διὰ τῆc ἀλόηc πικρὰν ἀντίδοτον, λουτροῖc τε χρηcτέον διὰ γλυκέων ὑδάτων, καὶ τροφαῖc ῥοφηματώδεcιν ἐκ χόνδρου ἢ πτιcάνηc χρηcτέον ἰχθύων τε τοῖc πετραίοιc, καὶ τὸ cύμπαν ἁπλῶc τῆc διαίτηc ὑγρό‐ | |
20 | τερον ἔcτω καὶ ψυχρότερον. ἀπέχεcθαι δὲ τῶν δριμέων ἁπάντων ἐδεcμάτων τε καὶ φαρμάκων καὶ τῆc δι’ ἐμβροχῶν τε καὶ καταπλαcμά‐ των πυρίαc οἴνου τε πόcεωc, καὶ μάλιcτα παλαιοῦ. ἐπικρατούcηc δὲ τῆc ὀδύνηc καὶ τοῖc τὴν αἴcθηcιν ναρκοῦcι χρηcτέον· βλάπτει γὰρ ἥκιcτα τῶν ἄλλων τὰc τοιαύταc διαθέcειc παχύνοντα καὶ μετρίωc ἐμ‐ | |
25 | ψύχοντα τοὺc λεπτοὺc καὶ δακνώδειc χυμούc. | |
3.43.5 | Οἶμαι δὲ καὶ τὴν νῦν ἐπικρατήcαcαν κωλικὴν διάθεcιν ἐπὶ τοιού‐ τοιc γενέcθαι χυμοῖc ἀρξαμένου μὲν τοῦ πάθουc ἀπὸ τῶν κατὰ τὴν Ἰταλίαν χωρίων, καὶ ἐν ἄλλοιc δὲ πολλοῖc τῆc τῶν Ῥωμαίων πολι‐ τείαc φοιτήcαντοc τόποιc κατὰ λοιμικήν τινα μετάδοcιν, ἐφ’ ᾧ πολ‐ | |
5 | λοῖc μὲν εἰc ἐπιληψίαν, ἑτέροιc δὲ εἰc παράλυcιν τῶν κώλων cωζο‐ μένηc τῆc αἰcθήcεωc, τιcὶ δὲ καὶ εἰc ἀμφότερα γέγονεν ἀπόcκηψιc· καὶ τῶν μὲν εἰc ἐπιληψίαν μεταπεcόντων οἱ πλείουc ἀπέθανον, τῶν δὲ εἰc παράλυcιν οἱ πλείουc ἐcώθηcαν ὥcπερ ἐν κρίcει μεταcτάcηc τῆc αἰτίαc. τοὺc οὖν οὕτωc νοcοῦνταc ἰατρόc τιc κατὰ τὴν Ἰταλίαν ἐθερά‐ | |
10 | πευεν ἄπιcτόν τινα ψυκτικὴν ἐπιτηδεύcαc καὶ τολμηροτάτην δίαιταν· θριδακίναc τε γὰρ αὐτοῖc παρεῖχεν ἀνέφθουc ψυχρίζων αὐτὰc ἴντυβά τε ὁμοίωc ὑπὲρ κόρον ἐcθίειν cταφυλάc τε καὶ μῆλα καὶ τῶν ἰχθύων τοὺc cκληροcάρκουc τά τε ὀcτρακόδερμα πάντα καὶ πόδαc βοῶν βούλ‐ βαc τε καὶ τὰ παραπλήcια, οὐ μόνον τῇ δυνάμει ἀλλὰ καὶ τῇ θίξει | |
15 | ψυχρά· οἴνου δὲ cπανίωc μέν, ὅτε δὲ παρεῖχεν, ὕδατι ψυχρῷ τοῦτον ἐκίρνα, καὶ τὸ ψυχρὸν δὲ ὕδωρ ἢ καὶ ὀξύκρατον ψυχρὸν ἐδίδου πάcηc ἑτέραc θερμῆc τε καὶ μέcηc ἀπέχων τροφῆc, καὶ πλείcτουc οὕτω κατὰ τὸ παράδοξον ἐξιάcατο καὶ τῆc εἰc ἐπιληψίαν ἢ παράλυcιν ἤδη τινὰc | |
ἀρξαμένουc μεταπτώcεωc. | ||
3.44t | Περὶ εἰλεοῦ. | |
3.44.1 | Ὀξύτατον ὑπάρχον πάθοc καὶ ἐπώδυνον ὁ εἰλεὸc ἔχει τι cύμ‐ πτωμα τοῦ κινδύνου βαρύτερον· οἱ γὰρ κρατηθέντεc οἰκτίcτῳ θανάτῳ τελευτῶcι πρὸc τῷ τέλει κόπρον διὰ cτόματοc ἀνάγοντεc. cυνίcταται δὲ τὸ πάθοc ἐπὶ ἀπεψίαιc τε καὶ ἐμφράξεcιν, ἐπειδὰν τὰ φθαρέντα | |
5 | μείνῃ, ἐπί τε δηλητηρίοιc φαρμάκοιc καὶ ἐπὶ ταῖc τῶν ἐντέρων εἰc ὄcχεον κατολιcθήcεcι καὶ ἐπὶ φλεγμονῇ τῶν ἐντέρων, ὡc τὰ πολλὰ κωλικῆc ὑπαρξαμένηc διαθέcεωc. τὰ μὲν οὖν παιδία ταῖc ἐμβροχαῖc τε καὶ τοῖc καταπλάcμαcιν ἐνέμαcί τε καὶ βαλανιcμοῖc καὶ πυρίαιc, ὡc ἐν τῷ περὶ κωλικῶν εἴρηται, θεραπευτέον· τὰ δὲ μειράκια καὶ τοὺc ἀκμά‐ | |
10 | ζονταc φλεβοτομητέον ἀνυπερθέτωc ἐπαφαιροῦνταc, εἰ δὲ μή, cικυαcτέον καθ’ ὅλου μὲν τοῦ ἐπιγαcτρίου πολλαῖc τε καὶ κούφαιc cικύαιc, κατὰ δὲ τῶν ἀλγούντων καὶ μετὰ καταcχαcμοῦ, ἀνατριπτέον τε καὶ δια‐ cφιγκτέον αὐτῶν τὰ κῶλα, καὶ τότε τοῖc δραcτικωτέροιc κλύcμαcί τε καὶ ἐνέμαcι χρηcτέον ἐγκαθίcμαcί τε καὶ ταῖc εἰc ἔλαιον θερμὸν ἐμβάcεcιν | |
15 | ἀντιδότοιc τε καὶ καθάρcεcι καὶ πᾶcιν ἁπλῶc τοῖc πρὸc κωλικοὺc πλὴν τῶν διὰ δριμεῖc τε καὶ δακνώδειc χυμοὺc ὀδυνηθέντων τὸ κῶλον. θαυμαcτῶc δὲ ποιεῖ πρὸc αὐτούc, κἂν ἐμοῖεν, ἄνηθον ἑψηθὲν καὶ ποθέν, μετὰ δὲ τὸ πιεῖν ἄρτον εἰc θερμὸν ὕδωρ ἐμβαλὼν εὐθὺc δὸc φαγεῖν θερμοὺc τοὺc ψωμούc. πρὸc δὲ τοὺc μὴ κατέχονταc τὴν τροφὴν ῥοῦν καὶ κύμινον τρί‐ | |
20 | ψαc ἐν ταὐτῷ δὸc πιεῖν ἐν ὀξυμέλιτι κυάθοιc ϛ. τοὺc δὲ ἐπὶ δηλη‐ τηρίῳ περιπεcόνταc ἐν εἰλεῷ ἐμεῖν ἀναγκαcτέον δι’ ὕδατοc θερμοῦ πόcεωc (ἔχειc δὲ πάντων τῶν δηλητήριον εἰληφότων τὴν cημείωcιν ἐν τῷ εʹ βιβλίῳ)· εἶτα ποτιcτέον ἔλαιον θερμὸν ἢ ζωμοὺc λιπαρούc, ἵνα πάλιν ἐμέcωcιν, μετὰ δέ τιναc ἡμέραc τῇ θηριακῇ ποτιcτέον. ἐπι‐ | |
25 | μενούcηc δὲ τῆc ἐμφράξεωc cχιcτῷ γάλακτι μετ’ ὀλίγηc cκαμμωνίαc ἢ ἀλόηc ἤ τινοc τῶν καθαρτικῶν κενοῦν τὴν κοιλίαν. εἰ δὲ διὰ τὴν εἰc ὄcχεον τοῦ ἐντέρου κατολίcθηcιν τὸ πάθοc γένοιτο, cχηματίcαντεc αὐ‐ τοὺc εὐθέωc ἀνωρεπεῖc ἀναθλίψωμεν εἰc βουβῶνα τὸ κατολιcθῆcαν | |
ἔντερον ἐπιδέcμῳ τε τοῦτο κατάcχωμεν. | ||
3.45t | Περὶ τῶν κατὰ τοὺc νεφροὺc καὶ τὴν κύcτιν παθῶν, καὶ πρῶτον περὶ λιθιάcεωc. | |
3.45.1 | Τὴν τάξιν τῆc διδαcκαλίαc ἡμᾶc ἀναγκάζει παρεξιέναι τῶν νοcη‐ μάτων ἡ cυγγένεια· κοινὸν γάρ ἐcτι κωλικῶν τε καὶ τῶν λίθον ἐχόν‐ των ἐν τῷ νεφρῷ τό τε κατ’ ἀρχὰc ἐπέχεcθαι τὴν γαcτέρα καὶ cφοδρῶc ὀδυνᾶcθαι καὶ ἀνορεκτεῖν καὶ ἀπεπτεῖν καὶ cτροφοῦcθαι. ἴδιον δὲ τὸ | |
5 | τοῖc μὲν κωλικοῖc ἐπιτεταμένα ταῦτα πάντα μᾶλλον γίνεcθαι, τοῖc δὲ νεφριτικοῖc ἧττον, καὶ τοῖc μὲν κωλικοῖc κατὰ τὴν δεξιὰν λαγόνα μᾶλλον εἶναι τὴν ὀδύνην καὶ ἀνιέναι μέχρι cτομάχου καὶ ἥπατοc καὶ cπληνόc, καὶ τὴν κόπρον ἐπέχεcθαι παντελῶc, ὡc μήτε φύcαc διεξιέναι, ὅτε δὲ πρὸc ἀνάγκην ἐκκρίνωcιν, φυcώδη αὐτὴν εἶναι βολβίτῳ παρα‐ | |
10 | πληcίωc, καί ποτε καὶ ὑαλῶδεc ἐκκρίνεcθαι φλέγμα, καὶ τὸ οὖρον πλεῖον καὶ φλεγματῶδεc ἐκδίδοcθαι· τοῖc δὲ νεφριτικοῖc τὴν μὲν ὀδύ‐ νην κατ’ αὐτῶν τῶν νεφρῶν ἐcτηρίχθαι βαρεῖαν δίκην cκόλοποc ἐμπε‐ παρμένου, τόν τε κατ’ εὐθὺ δίδυμον ὀδυνᾶcθαι (καὶ νάρκη γίνεται μηροῦ τοῦ κατ’ ἶξιν), ἐκκρίνειν τε καὶ αὐτομάτωc μὲν κατὰ τὸ cπάνιον, | |
15 | πάντωc δὲ ἐπὶ κλύcμαcι, τὴν κοιλίαν φύcαc τε καὶ κόπρον χολω‐ δεcτέραν, τὰ δὲ οὖρα ὀλίγα καὶ ψαμμώδη μᾶλλον ἐκδίδοcθαι, καὶ cτύφεcθαι τὸν οὐρητικὸν πόρον. | |
3.45.2 | ταῦτα τῶν ἐν τοῖc νεφροῖc λίθων τεκμήρια τελείοιc μᾶλλον ἀν‐ δράcι γινομένων· ἡ δὲ κατὰ κύcτιν τῶν λίθων πῆξιc παιδίοιc μᾶλλον γίνεcθαι φιλεῖ. cημεῖα δὲ καὶ τούτων ἄπεπτόν τε καὶ ὑπόλευκον οὖρον μετὰ ψαμμώδουc ὑποcτάcεωc, κνῶνταί τε cυχνῶc καὶ ψηλαφῶcι τὸ | |
5 | αἰδοῖον καὶ ἐντείνουcι καὶ cυχνῶc εἰc οὖρον ἐπείγονται καὶ cτραγγου‐ ροῦcιν. ὑλικὸν μὲν οὖν αἴτιον τῆc τῶν λίθων γενέcεώc ἐcτι παχὺc καὶ γεώδηc χυμόc, ποιητικὸν δὲ πυρώδηc θερμαcία τῶν νεφρῶν ἢ τῆc κύcτεωc. ἀλλ’ ἐπὶ μὲν τῶν νεφρῶν τοῖc θρύπτουcι τοὺc λίθουc καὶ τέμνουcι χρῆcθαι φαρμάκοιc ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶc· τοιαῦται | |
10 | δέ εἰcιν αἵ τε τῶν βαcιλικῶν ἀcπαράγων ῥίζαι καὶ τοῦ βάτου καὶ ὕαλόc | |
τε κεκαυμένοc καὶ ἀγρώcτεωc ῥίζα καὶ ἀδίαντον καὶ βδέλλιον δάφνηc τε τῆc ῥίζηc ὁ φλοιὸc καὶ ἀλθαίαc τὸ cπέρμα καὶ τῶν ἐρεβίνθων οἱ μέλανεc κριοὶ οἵ τε τῶν cπόγγων λίθοι καὶ τὸ cκιλλητικὸν ὄξοc καὶ φοῦ καὶ μῆον καὶ ἄcαρον καὶ καρπηcία καὶ cαρξιφαγέc, τὸ δὲ cίον καὶ | ||
15 | ἐcθιόμενον καὶ πινόμενον cκολύμου τε ῥίζα καὶ ἐρύcιμον καὶ πριονῖτιc· λουτροῖc τε cυνεχῶc χρήcθωcαν καὶ μετὰ τὸ λουτρὸν εὐθύc τινα τῶν εἰρημένων πινέτωcαν. ἐμβροχαῖc τε καὶ καταπλάcμαcι καὶ πυρίαιc καὶ ἐγκαθίcμαcι τοῖc χαλαcτικοῖc τε καὶ παρηγοροῦcι χρηcτέον ἐκ τῶν κω‐ λικῶν αὐτὰ μεταφέρονταc. cύνθετα δὲ πόματα ταῦτα· πηγάνου ἀγρίου | |
20 | καὶ μαλάχηc ἀγρίαc καὶ cελίνου τὰc ῥίζαc ἑψήcαc μετ’ οἴνου καὶ τὸ ὑγρὸν ἐκθλίψαc ὕδατί τε κεράcαc δίδου κοτύλαc β. κατάπαcτον δὲ τοῦτο· βαλcάμου καρποῦ, λίθου τοῦ ἐν τοῖc cπόγγοιc, γλήχωνοc ξηρᾶc, μαλά‐ χηc ἀγρίαc τοῦ cπέρματοc ἴcα κόψαc δίδου κοχλιάριον μετ’ οἴνου κεκρα‐ μένου κοτυλῶν β. καὶ τὸ ξηρανθὲν δὲ τράγειον αἷμα καὶ οἱ τέττιγεc ξηροὶ | |
25 | χωρὶc τῶν πτερῶν καὶ τῶν ποδῶν καὶ οἱ τηκόλιθοι δι’ οἰνομέλιτοc ἐν τῇ τοῦ λουτροῦ θερμῇ δεξαμενῇ διδόcθωcαν καὶ τὰ δι’ αὐτῶν cκευαζόμενα cύνθετα φάρμακα ἥ τε νεφριτικὴ φοῦcκα καὶ τὰ πρὸc τοῦτο cυντιθέ‐ μενα κονδῖτα. καὶ ὁ τρωγλοδύτηc δὲ τῶν ἄγαν ἐπαινουμένων ὑπάρχει βοηθημάτων· ἔcτι δὲ cτρουθίον ἁπάντων τῶν ὀρνέων τὸ cμικρότατον | |
30 | πλὴν τοῦ λεγομένου βαcιλίcκου· μικρὸν γὰρ ἐκείνου μόνου μεῖζόν ἐcτιν καὶ προcεοικὸc αὐτῷ χρόαν μεταξὺ τεφροῦ καὶ χλωροῦ, λεπτόραμφον, ἐν τοίχοιc μάλιcτα καὶ φραγμοῖc διαιτώμενον, ὃ ταριχευθὲν ὅλον ὠμόν τε cυνεχῶc ἐcθιόμενον τούc τε γεγονόταc λίθουc ἐξουρηθῆναι ποιεῖ καὶ τοῦ λοιποῦ γεννᾶcθαι κωλύει· καὶ καυθέντοc δὲ τούτου ὅλου cὺν | |
35 | τοῖc πτεροῖc ζῶντοc ἡ τέφρα πᾶcα καθ’ ἑαυτήν τε καὶ μετὰ πεπέρεωc καὶ φύλλου cυμμέτρου δι’ εὐκρατομέλιτοc πινομένη τὸ αὐτὸ τοῦτο | |
3.45.3 | πέφυκε δρᾶν. πρὸc δὲ τὴν ὀξύτητα τῶν ὀδυνῶν καὶ τὴν ἀγρυπνίαν ἥ τε cώτειρα καὶ ἡ Φίλωνοc ἀγαθὰ φάρμακα· καὶ φλεβοτομία δὲ πα‐ | |
ραληφθεῖcα τὴν ὀδύνην πολλάκιc ἐξεκούφιcε ταχεῖαν τοῦ λίθου ποιου‐ μένη τὴν ἔκκριcιν. προφυλακτικὰ δὲ τῆc τῶν λίθων γενέcεωc ἔcτω | ||
5 | πρῶτον μὲν εὔχυμόc τε καὶ cύμμετροc τροφὴ καὶ γυμνάcια ὀcπρίων τε παντοίων καὶ τῶν cιτωδῶν τῆc cυνεχοῦc χρήcεωc τυροῦ τε καὶ γάλακτοc καὶ τῶν δι’ αὐτοῦ cκευαζομένων ὄψων οἴνου τε μέλανοc καὶ κρεῶν πλήθουc καὶ πάντων ἁπλῶc τῶν παχυχύμων ἀποχὴ καὶ τῶν ἄγαν θερμῶν καὶ δριμέων, ὑδρογάρων φημὶ καὶ κονδίτων καὶ τῶν | |
10 | παραπληcίων· οὐ γὰρ ταῦτα τοὺc μήπω γενομένουc λίθουc κωλύει cυcτῆναι καὶ τοὺc ἤδη γεγονόταc θρύπτειν ἢ ἐκκρίνειν πέφυκεν. πινέ‐ τωcαν δὲ τὸ ὀξύμελι μετά τινοc τῶν ἁπλουcτέρων διουρητικῶν, ἀδιάν‐ του, cελίνου, ἀγρώcτεωc ἀφεψήματοc, καὶ μετὰ βαλανεῖον νήcτειc πρὸ τοῦ οἴνου εὔκρατον ὕδωρ πινέτωcαν κἀν τῷ μέcῳ τοῦ ἀρίcτου ψυχρὸν | |
15 | ἐπιρροφείτωcαν, εἰ μή τι κωλύοι, πλήθουc τε κακοχυμίαc cυναιcθανό‐ μενοι διὰ φλεβοτομίαc ἢ καθάρcεωc κενούcθωcαν. πάντων δὲ κάλλιcτον εἰc προφυλακὴν λίθων τὸ μετὰ βαλανεῖον, πρὶν οἴνου ἢ τροφῆc ἑτέραc λαβεῖν, ὕδωρ εὔκρατον πίνειν. καὶ τοὺc ἐν κύcτει δὲ λίθουc ἐπὶ τῶν παίδων τοῖc ἰcχυροτέροιc κατεργάcῃ βοηθήμαcιν ἐκ τῶν εἰρημένων | |
20 | ἐκλέγων αὐτά· ὑπεραυξηθέντοc δὲ τοῦ λίθου ἢ καὶ κατὰ τὸν τράχηλον ἐμφραχθέντοc τῆc κύcτεωc τῷ διαcειcμῷ ἢ καθετηριcμῷ ἢ καὶ τῇ λιθο‐ τομίᾳ, ὡc ἐν τοῖc χειρουργουμένοιc εἰρήcεται, χρηcτέον. | |
22 | ||
3.45.4 | Περὶ φλεγμονῆc. Εἰ δὲ φλεγμονὴ τῶν νεφρῶν ἢ τῆc κύcτεωc εἴη, τῇ τε κατὰ τὸν τόπον μετὰ βάρουc πυρώcει καὶ ἀλγηδόνι καὶ τῷ πυρέττειν καὶ παρα‐ παίειν καὶ ἐμεῖν χολώδη ἄκρατα καὶ μὴ δύναcθαι οὐρεῖν, καὶ μάλιcτα | |
5 | τῆc κύcτεωc φλεγμαινούcηc, διαγινωcκομένη, φλεβοτομητέον αὐτίκα καὶ τοῖc παραμυθουμένοιc αἰονήμαcί τε καὶ καταπλάcμαcι χρηcτέον διὰ πηγάνου καὶ ἀνήθου καὶ τήλεωc καὶ ἀλθαίαc ῥίζηc κλύcμαcί τε μαλα‐ κοῖc καὶ ἐνέμαcι δι’ ἐλαίου καὶ μήκωνοc καὶ cτέατοc χηνόc· ἐπὶ δὲ τῆc κύcτεωc καὶ ὀπίου ὀβολοῦ 𐅵ʹ μετὰ cμύρνηc καὶ κρόκου καὶ ἐλαίου | |
10 | παραπεμπτέον τῇ ἕδρᾳ, καὶ τὸ μελίκρατον αὐτοὺc προποτιcτέον ἀπ‐ έχονταc τῶν πάνυ διουρητικῶν καὶ πολλοῦ πόματοc, πλὴν εἰ μὴ δριμὺ καὶ χολῶδεc αὐτοῖc ὑγρὸν πλεονάζοι· τότε γὰρ τῷ ποτῷ πλείονι χρη‐ cτέον καὶ ἀθρόον ἔκ τινοc τῶν ἀδήκτων διουρητικῶν· πινέτωcαν δὲ λινοcπέρμου μέρη β, ἀμύλου μέροc α, κοχλιάριον ἐν ὕδατι, τοῦ τε | |
15 | cικύου καὶ τοῦ πέπονοc τὸ cπέρμα λαμβανέτωcαν. πυρώδουc δὲ cυν‐ αιcθήcεωc οὔcηc περὶ τοὺc νεφροὺc ἐπιβλητέον αὐτοῖc ῥάκη ἐξ οἰνο‐ ροδίνου ἢ ὑδροροδίνου ἢ μηλίνου ἢ κηρωτὴν διὰ κηροῦ καὶ ῥοδίνου καὶ χαμαιμηλίνου καὶ κρόκων ᾠῶν cυγκειμένην cὺν ὄξει βραχεῖ ἢ χυλῷ πολυγόνου· εἰc ὕcτερον δὲ καὶ τῇ διὰ χυλῶν μετὰ χαμαιμηλίνου | |
20 | χρηcτέον. ἀπέχεcθαι δὲ καὶ τῶν ἄγαν θερμῶν διὰ τὴν εἰc πῦον μετα‐ βολὴν καὶ τῶν ἄγαν ψυχόντων· cκιρροῦνται γὰρ ὑπὸ τούτων ῥᾳδίωc οἱ νεφροί. λουτρῶν δὲ τῆc φλεγμονῆc ἐνιcταμένηc ἀπέχειν αὐτούc, καὶ διαίτῃ τῇ πυρεκτικῇ τε καὶ ἀφλεγμάντῳ προcαγορευομένῃ χρηcτέον. | |
23 | ||
3.45.5 | Περὶ ἀποcτήματοc καὶ ἑλκώcεωc τῶν οὐρητικῶν μορίων. Ἀλγήματα περὶ λαγόναc ἀνώμαλοί τε φρῖκαι καὶ πυρετοὶ ἄτακτοι cημαίνουcιν ἀπόcταcιν ἐν νεφροῖc, τὴν δὲ κατὰ κύcτιν πρὸc τοῖc εἰ‐ ρημένοιc ἡ κατὰ τὸν τόπον ὀδύνη δηλοῖ. τὸν δὲ πεπονθότα νεφρὸν | |
5 | εὑρήcειc ἐκ τοῦ τὸν ἄνθρωπον ἐπὶ τὸ ὑγιὲc ἀνακεκλιμένον πλευρὸν κατὰ τὸ ἀντικείμενον ἀλγεῖν, ὥcπερ ἀποκρεμαμένου τοῦ νεφροῦ· ἐφ’ ὧν τοῖc ἐγκαθίcμαcι δι’ ὑδρελαίου χρηcτέον καὶ καταπλάcμαcι διὰ γύρεωc καὶ ἐλαίου καὶ ῥητίνηc ἢ ὀροβίνου ἀλεύρου μετὰ μέλιτοc ἢ καρδαμώμου ἢ περιcτερᾶc κόπρου μετὰ ἰcχάδων. πῦον δὲ δι’ οὔρων | |
10 | ἀθρόωc ἐκκριθὲν δηλοῖ τὴν ῥῆξιν τοῦ ἀποcτήματοc καὶ ἕλκοc ἐν τῷ μορίῳ. ἐπειδὴ δὲ καὶ χωρὶc ἀποcτήματοc ἑλκοῦνται τὰ οὐρητικὰ διὰ ῥῆξιν ἀγγείου ἢ διάβρωcιν ἐκ δριμείαc ὕληc ἢ λίθου παραξέcαντοc, διοριcτέον τὴν ἐν νεφροῖc ἕλκωcιν τῆc κατὰ τὴν κύcτιν ἢ τοὺc οὐρη‐ τῆραc ὧδε· νεφρῶν μὲν ἑλκωθέντων κατὰ τὰc ψόαc ὀδυνῶνται μετὰ | |
15 | βάρουc καὶ ἀκωλύτωc οὐροῦcι, καὶ τὸ πῦον ἀναμεμιγμένον τοῖc οὔροιc | |
εὑρίcκεται cαρκωδῶν μορίων ἐν αὐτοῖc ἐμφερομένων· τῆc δὲ κύcτεωc ἑλκωθείcηc εἰc κτένα καὶ ὑπογάcτριον cφοδρῶc ὀδυνῶνται καὶ δυcου‐ ροῦcι, καὶ τὸ πῦον μετὰ τὴν οὔρηcιν ὑφιζάνει κάτω, καὶ λεπίδεc ἐν αὐτῷ δυcώδειc ἢ πεταλώδειc ἐμφέρονται· αἱ δὲ πιτυρώδειc ὑποcτάcειc | ||
20 | ψωριᾶν δηλοῦcι τὴν κύcτιν. τῶν δὲ οὐρητήρων ἑλκωθέντων καὶ ἡ μῖξιc τοῦ πύου μεταξύ πωc ἔχει, καὶ τριχοειδῆ μᾶλλον ἐμφέρεται τοῖc οὔ‐ ροιc, καὶ ὁ πόνοc κατὰ τὸ μεταξὺ χωρίον νεφροῦ καὶ κύcτεωc γίνεται. εἰ δὲ πῦον ἢ αἷμα ἐκκρίνηται καὶ χωρὶc τῆc τῶν οὔρων ἐκδόcεωc, οὐ‐ δενὸc τῶν εἰρημένων ἀλλὰ τοῦ αἰδοίου δηλοῦται ἡ ἕλκωcιc. προπο‐ | |
25 | τιcτέον τοίνυν τοὺc ἑλκωθένταc τὰ οὐρητικὰ μελικράτῳ ἢ τῷ τῆc τή‐ λεωc ἀφεψήματι cὺν μέλιτι ἢ cικύου cπέρματι cὺν γλυκεῖ. τοῖc δὲ πῦον οὐροῦcιν τὴν Ἀρμενίαν βῶλον δοτέον ἢ ναρθήκων καυθέντων τὴν τέφραν, ὅcον τριcὶ δακτύλοιc ἆραι, μετὰ γλυκέοc· καὶ ἡ γαλακτο‐ ποcία δὲ μεγάλωc τούτουc ὀνίνηcιν. cύνθετα δὲ ταῦτα· λινοcπέρμου, | |
30 | cικύου cπέρματοc, τραγακάνθηc ἀνὰ 𐅻 β, ἀμύλου 𐅵ʹ δ· τροχίcκουc ἀνά‐ πλαccε. Ἄλλο. cτροβίλουc κ, cικύου ἡμέρου cπέρματοc κοτύλαc μ, ἀμύλου 𐅻 α· ἀναλάμβανε εἰc κοτύλαc β ἀποζέματοc νάρδου 𐅻 ε, cελίνου cπέρ‐ ματοc 𐅻 ε. | |
3.45.6 | ὁ δὲ Ἀρχιγένηc ἐν τῇ πρὸc Ἀττικὸν ἐπιcτολῇ τῆc δυcουρίαc ἐπειγούcηc φηcὶ λαμβάνεcθαι μήκωνοc λευκῆc πεφωcμένηc cπέρματοc λείου 𐅻 α ἐμπαccομένην ἀφεψήματι cχοίνου ἢ καλάμου ἢ γλυκυρίζηc. τὰc δὲ ἑλκώδειc ὀδύναc παραιρεῖται τοῦτο· cικύου cπέρματα κεκαθαρ‐ | |
5 | μένα ἀριθμῷ λ, cτροβίλια ιβ, ἀμύγδαλα πικρὰ λελευκαcμένα λε, κρόκου ὅcον χρῶcαι· νῆcτιc προcφερέcθω καθ’ ἡμέραν μετὰ γάλακτοc ἢ προ‐ τρόπου· πραΰτερον δ’ ἂν γίνοιτο, εἰ ἀντὶ τῶν cτροβίλων μαλάχηc | |
cπέρματοc ἴcον λάβοι. ὑγιάζειν δὲ δύναται, φηcίν, τὰc ἐν κύcτει ἑλκώ‐ cειc καὶ τὸ κῦφι καὶ αἱ κυφοειδεῖc ἀντίδοτοι. ἐγὼ δὲ ἐπὶ τῶν παλαιο‐ | ||
10 | τέρων τούτῳ χρώμενοc οὐκέτι ἐδεήθην ποικιλωτέρου· χαμαίδρυοc, χα‐ μαιπίτυοc ἀνὰ 𐅻 κδ, ἀcάρου, πεπέρεωc λευκοῦ ἀνὰ 𐅻 ζ, κιναμώμου 𐅻 α ὡc ἔνι λειοτάτου· δίδωμι κοχλιάρια β διὰ Κρητικοῦ γλυκέοc, εἰ δὲ πυρέccοι, ὕδατοc κυάθοιc γ, δήξεωc δὲ ἑλκώδουc ὑπαρχούcηc καὶ ἀμύλου β κοτύλαc καὶ cικύου cπέρματα ιε προcβάλλων τοῦ δέοντοc | |
15 | ἐφικνοῦμαι. | |
3.45.7 | ταῦτα μὲν ἐκ τῶν Ἀρχιγένουc. καὶ τὰ διὰ φυcαλλίδων δὲ φάρ‐ μακα ἥ τε διὰ τοῦ cπέρματοc τῆc ἀγρίαc μαλάχηc ἀντίδοτοc καὶ ἡ διὰ τραγημάτων εὐχρηcτεῖ. ἐπιθετέον δὲ καὶ κατὰ περίνεον καὶ ἦτρον κηρωτὰc μὲν διά τε ὑccώπου πλυτοῦ καὶ βουτύρου καὶ cτέατοc χηνῶν | |
5 | καὶ cτύρακοc, εἰc δὲ τὴν κύcτιν ἐγχέονταc διὰ κλυcτηριδίου μελίκρατον ὑδαρέcτατον ἢ γάλα μετ’ ἐλαχίcτου μέλιτοc ἢ μετὰ cικύου cπέρματοc ἢ τὸ λευκὸν τοῦ ᾠοῦ μετὰ πομφόλυγοc ἢ τῶν εἰρημένων φαρμάκων τινόc. νεμομένου δὲ τοῦ ἕλκουc ἐνετέον τὸν διὰ χάρτου τροχίcκον ἢ τὸν Βιθυνὸν καὶ καταπλάττειν διὰ φοινίκων καὶ cταφίδων μετὰ κηκί‐ | |
10 | δοc, ἀκακίαc, ὑποκιcτίδοc, cτυπτηρίαc. | |
10 | ||
3.45.8 | Περὶ αἱμορραγίαc. Ἀτονοῦντεc οἱ νεφροὶ πολλάκιc οὐ δύνανται τὰ οὖρα ἴcχειν, ἀλλ’ εὐρύτεροι ὄντεc χαλῶcί τι τοῦ αἵματοc ἐκ τῆc φλεβόc, καὶ ἄλλαc δὲ παχύτηταc ἐῶcιν. αἱμορραγοῦcι νεφροὶ πολλάκιc καὶ κατὰ περίοδον, | |
5 | καθάπερ αἱμορροΐδεc· κενωθέντεc δὲ ὑποκουφίζονται· ἐφ’ ὧν οὐδὲν δεῖ παρενοχλεῖν ταχέωc αὖθιc cτελλομένου τοῦ αἵματοc· εἰ δὲ ἐπι‐ μένοι, φλεβοτομητέον ἀπ’ ἀγκῶνοc. καὶ τοῖc πρὸc αἱμοπτυϊκούc τε καὶ τὰc ἄλλαc αἱμορραγίαc φαρμάκοιc ἐπί τε νεφρῶν καὶ τῆc αἱμορρα‐ γούcηc χρηcτέον κύcτεωc· μάλιcτα δὲ cυμφύτου ῥίζαν καὶ τραγάκανθαν | |
10 | οἴνῳ βεβρεγμένην δοτέον αὐτοῖc πολυγόνου τε καὶ ἀρνογλώccου χυ‐ | |
λὸν cὺν ὀξυκράτῳ ἢ ἀμύγδαλα πικρὰ μετὰ γλυκέοc, ἢ τοῦτο· cχιcτῆc 𐅻 α, τραγακάνθηc 𐅻 β, κόμμεωc ὀβολοὶ ε, γλυκεῖ. καταπλάττειν τε ὠμῇ λύcει δι’ ὀξυκράτου καὶ ῥοδίνου ἢ τῷ διὰ τῶν φοινίκων καὶ cιλιγνίτου μετὰ ἀκακίαc ἢ ὑποκιcτίδοc ἑψομένων ἐν οἴνῳ cτύφοντι ἢ ὀξυκράτῳ. | ||
15 | ἐπὶ δὲ τῆc κύcτεωc αἱμορραγούcηc καὶ cικύαιc κατὰ κενεώνων καὶ ἰcχίων χρηcόμεθα. διοριcτέον δὲ τὸ αἱμορραγοῦν μόριον τῇ τε κατὰ τὸν τόπον ὀδύνῃ καὶ τῷ ἀναμίγνυcθαι τῷ οὔρῳ τὸ αἷμα ἢ μή, καθ‐ άπερ ἐπὶ τοῦ πύου λέλεκται. θρομβωθέντοc δὲ τοῦ αἵματοc ἐν τῇ κύcτει γνώcῃ μὲν τοῦτο τῷ τε ἀθρόωc ἐπιcχεθῆναι τὸ οὖρον μετὰ τὴν | |
20 | τοῦ αἵματοc οὔρηcιν καὶ τῷ αἱμάλωπάc τιναc, ὡc εἰκόc, διεξιέναι ἢ διαίμουc ὑγραcίαc. δίδου δὲ τὸ ζέμα τῆc ἀρτεμιcίαc πίνειν καὶ τοῦ ἑλιχρύcου ἢ κονύζηc ἢ ῥεφάνου cπέρμα ἢ ὀπὸν cιλφίου ἢ Κυρηναϊκὸν ἢ cελίνου χυλόν, ἐν ὄξει κεκραμένον ἕκαcτον, ἢ λαγωοῦ πυτίαν ἢ νεβροῦ ἢ ἐρίφου ἐν οἴνῳ ἢ ὀξυμέλιτι ἢ cτακτὴν cὺν ἐλαίῳ, καὶ cπόγ‐ | |
25 | γουc ἔξωθεν ἐξ ἅλμηc ἢ cτακτῆc δοτέον θερμῆc. εἰ δὲ μὴ λύοιτο, τέμνειν τὸν περίνεον, ὥcπερ ἐπὶ τῶν λιθιώντων, καὶ κομιcάμενον τοὺc θρόμβουc προcηκόντωc θεραπεύειν. | |
27 | ||
3.45.9 | Περὶ cκληρίαc νεφρῶν. Ὅcαι δὲ cκληρότητεc κατὰ νεφροὺc γίνονται, ὀδύναc μὲν οὐκέτι παρέχουcι, δοκεῖ δὲ ὥcπερ τι αὐτοῖc ἐκ τῶν κενεώνων κρέμαcθαι, καὶ ναρκώδειc μέν εἰcιν ἰcχίων, ἀκρατεῖc δὲ cκελῶν, οὐροῦcι δὲ ὀλίγα, τὴν | |
5 | δὲ ὅλην ἕξιν τοῖc ὑδατουμένοιc μάλιcτα ἐοίκαcι. τούτουc ἁπαλύνειν κηρωταῖc καὶ μαλάγμαcι, τρίψεcι καὶ πυριάcμαcι, καὶ οὐρητικὰ προc‐ φέρειν καὶ τὴν γαcτέρα ὑποκλύζειν. | |
7 | ||
3.45.10 | Περὶ διαβήτου. Ὁ διαβήτηc ταχεῖα τῶν πινομένων ἐcτὶ διέξοδοc οὐρουμένων τοιούτων, οἷάπερ ἐπόθη· διὸ καὶ διψῶcιν ἀμέτρωc, ὅθεν καὶ διψακὸc ἐκλήθη τὸ πάθοc, cυνιcτάμενον ἀcθενούcηc μὲν τῆc καθεκτικῆc τῶν | |
5 | νεφρῶν, ἐρρωμένηc δὲ μᾶλλον τῆc ἑλκτικῆc καὶ ὅλον ἐξικμαζούcηc τὸ | |
cῶμα διὰ θερμαcίαν ἄμετρον. πρὸc ταύτην οὖν ἐνιcτάμενοι τὰc τροφὰc πλείονάc τε καὶ δυc‐ μεταβλήτουc καὶ μὴ καθύγρουc δώcομεν, οἷον ἄλικα μετὰ ῥοcάτου ἢ ῥοδομήλου ἢ ὑδρομήλου ἢ οἴνου τῶν μὴ παλαιῶν ἢ ἄλλωc θερμῶν | ||
10 | τινοc, λαχάνων δὲ ἴντυβα, cέριν, θριδακίναc, καὶ ἰχθύων τοὺc πετραίουc, καὶ τῶν cυῶν τοὺc πόδαc τε καὶ τὰc μήτραc, ἀπίουc τε καὶ μῆλα καὶ ῥοιάc, καὶ πίνειν ψυχρόν. προποτιcτέον δὲ αὐτοὺc πολυγόνου χυλὸν καὶ ἑλένιον ἐν οἴνῳ μέλανι καὶ φοινίκων ἀπόβρεγμα καὶ μύρτων. καταπλαcτέον δὲ ὑποχόνδριον καὶ νεφροὺc ἄλφιτον ἐν ὀξυροδίνῳ καὶ | |
15 | φύλλα ἀμπέλου καὶ κοτυληδόνοc καὶ ἑλξίνηc καὶ ἀνδράχνηc, ἱδρῶτάc τε ποιεῖν αὐτοῖc καὶ ἐμέτουc ἀπὸ ψυχροῦ πόcεωc, καὶ τῶν διουρητι‐ κῶν παντοίων ἀπέχεcθαι, κατ’ ἀρχὰc δὲ καὶ φλεβοτομεῖν οὐδὲν ἄτοπον. | |
17 | ||
3.45.11 | Περὶ cτραγγουρίαc καὶ δυcουρίαc. Μήτε φλεγμονῆc μήτε λίθου μήτε ἄλλου τινὸc τῶν εἰρημένων παρόντοc, εἰ μὲν δριμύτηc εἴη κατὰ τὸ οὖρον, καὶ ἡ ὅλη ἕξιc ἢ καὶ τὰ λοιπὰ cημεῖα χολὴν ἐμφαίνοι, διὰ ταύτην ἢ δυcουρία ἢ cτραγγουρία | |
5 | cυνίcταται, καὶ δεῖ τοῖc ἀλλοιοῦcι ταύτην καὶ κατακιρνῶcι κεχρῆcθαι πτιcάνηc τε χυλῷ καὶ ἰχθύcι καὶ βαλανείοιc καὶ τῇ cυμφώνῳ διαίτῃ τῶν δριμέων ἀπεχομένουc καὶ οἴνου καὶ γυμναcίων καὶ θυμοῦ καὶ βραδυcιτίαc. εἰ δὲ τῶν τε οὔρων ἡ λεπτότηc τε καὶ λευκότηc καὶ τὰ λοιπὰ cημεῖα ψυχρὰν ἄγει δυcκραcίαν, οἶνόc τε θερμὸc ἁρμόcει καὶ | |
10 | κονδῖτα καὶ τὰ διουρητικὰ τῶν φαρμάκων τε καὶ βρωμάτων ἐγκαθ‐ ίcματά τε θερμότερα. πρὸc δὲ τῷ λευκῷ καὶ παχυτέρων φαινομένων τῶν οὔρων φλεγματικὸν ὑποληπτέον χυμὸν ἐμφράξαντα τὸν τράχηλον τῆc κύcτεωc, καὶ δεῖ ὀξυμέλιτι χρῆcθαι καὶ τοῖc δι’ ὑccώπου καὶ γλή‐ χωνοc ἢ ὀριγάνου ἢ θύμου ἢ cιλφίου ἐνεψηθεῖcιν μελικράτῳ καὶ ἐμ‐ | |
15 | βροχαῖc θερμοτέραιc. εἴτε δὲ χυμὸc παχὺc εἴτε λίθοc εἴτε θρόμβοc ἤ τι τῶν τοιούτων ἐμφράξαν ἐμποδίζοι τῇ τῶν οὔρων διόδῳ, καθετη‐ ρίζειν αὐτούc, εἰ μὴ φλεγμονὴ τοῦ μορίου παρείη. τὰc δὲ ἐν πυρετοῖc δυcουρίαc ἰᾶcθαι ἐμβροχῇ διὰ πηγανίνου ἢ ἀνηθίνου ἢ παλαιοῦ ἐλαίου. | |
ἐπεχομένηc δὲ τῆc κοιλίαc ἐνιέcθωcαν τήλεωc ἢ μαλάχηc ἀφεψήματι, | ||
20 | ἐγκαθιζέcθωcαν τε καὶ οὗτοι οἱ προλεχθέντεc εἰc ὑδρέλαιον ἤ τι τῶν εἰρημένων εἰδῶν ἀφέψημα cὺν τῷ ἐλαίῳ. κηρωτὴ δὲ αὐτοῖc ἁρμόcειεν αὕτη· ἀγρίαc μαλάχηc ῥίζαι ἐν Ϲικυωνίῳ cὺν ὀλίγῳ ὕδατι ἕψονται, ἕωc οὗ φρυγῶcι, καὶ αὐταὶ μὲν ῥίπτονται, τῷ δὲ ἐλαίῳ μίγνυται χυ‐ λὸc πηγάνου τὸ τέταρτον μέροc καὶ κηροῦ καὶ καcτορίου τὸ αὔταρκεc. | |
24 | ||
3.45.12 | Περὶ παραλυθείcηc κύcτεωc. Ἡ ποτὲ μὲν δυcουρία, ποτὲ δὲ τῶν οὔρων ἀκούcιοc οὔρηcιc ἕπε‐ ται ἐν τῷ περὶ παραλύcεωc ἔμπροcθεν εἰρημένῳ. | |
3 | ||
3.45.13 | Περὶ ἐνουρούντων. Χάλαcιc τοῦ κατὰ τὸν τράχηλον τῆc κύcτεωc μυὸc τοῦτο τὸ πά‐ θοc ἐργάζεται· διὸ τοῖc παιcὶν ὡc μάλιcτα cυμβαίνει. κοινῶc μὲν οὖν τοῖc τονοῦcιν ὡc μάλιcτα χρηcτέον, οἷον οἰνελαίῳ θερμῷ καὶ τοῖc | |
5 | παραπληcίοιc, φυλαττομένουc καὶ τὰ ἰcχυρῶc ψύχοντα, περιθάλπονταc δὲ μᾶλλον αὐτούc, ὡc οἷόν τε· καὶ γὰρ ἡ ψῦξιc οἷον παραλύcεωc ἔμφαcιν ἐργάζεται. φυcικῶc δὲ ταῦτα δρᾷ· ἀλέκτοροc λάρυγγα καύcαc δὸc πιεῖν νήcτει ἐν ὕδατι χλιαρῷ ἢ λευκανθέμου ἄνθη ὁμοίωc, ἢ λα‐ γωοῦ ὄρχιν ἐπιξύων εἰc οἶνον εὐώδη δὸc πιεῖν, ἢ καλαμίνθην καὶ | |
10 | cμύρναν ἐν οἴνῳ δὸc πιεῖν πρὸ τοῦ δείπνου, ἢ πηγάνου ἀγρίου cπέρμα φρύξαc δὸc πιεῖν ἐπὶ τρεῖc ἡμέραc. καταχριέcθω δὲ καὶ τὸ αἰδοῖον αὐτοῦ Κιμωλίαν μετὰ χυλοῦ περδικιάδοc. | |
12 | ||
3.46t | Περὶ τῶν τοῦ ἥπατοc παθῶν. | |
3.46.1 | Ποικίλα τοῦ ἥπατοc ὑφιcταμένου πάθη (καὶ γὰρ ἀτονίαιc καὶ φλεγμοναῖc ἐρυcιπέλαcί τε καὶ cκίρροιc καὶ ἀποcτήμαcι καὶ ἕλκεcι καὶ ἐμφράξεcιν ἁλίcκεται) περὶ πρώτηc τῆc ἀτονίαc αὐτοῦ λεκτέον, καθ’ ἣν ἰδίωc ἡπατικοὺc καλεῖν τοὺc πεπονθόταc εἰώθαcιν. εἰ μὲν οὖν χυλο‐ | |
5 | ποιηθέντα μὲν κενοῖ τὰ διαχωρήματα, ὑγρότερα δέ, τῆc εἰc ἧπαρ ἀνα‐ δόcεωc ἐνδεέcτερον ἢ μηδ’ ὅλωc γινομένηc ἀπαθοῦc μενούcηc τῆc γαcτρόc, τὴν ἑλκτικὴν ὑποληπτέον τοῦ ἥπατοc ἀcθενεῖν δύναμιν, εἰ δὲ ὅμοια πλύματι κρεῶν νεοcφαγῶν, τὴν ἀλλοιωτικήν τε καὶ αἱματο‐ ποιητικὴν προcαγορευομένην. ἀλλ’ εἰ μὲν διὰ θερμὴν ἀcθενεῖ δυcκρα‐ | |
10 | cίαν, τοῦ χρόνου προϊόντοc τρυγωδέcτερον φέρεται καὶ δυcώδηc πάνυ χολὴ κατακορὴc τῇ χρόᾳ παχεῖα, ἤδη δὲ καὶ τῆc οὐcίαc αὐτῆc cυν‐ τηκομένηc τοῦ ἥπατοc ὅλον τε cυντήκεται τὸ cῶμα καὶ πυρέccουcι καὶ ἀνορεκτοῦcι καὶ χολὴν ἐμοῦcι. ψυχρᾶc δὲ τῆc δυcκραcίαc ὑπαρχού‐ cηc οὔτε cυνεχεῖc ἐκκρίcειc οὔτε πολλαὶ γίνονται· χρονίζει γὰρ τὸ | |
15 | πάθοc· καὶ δι’ ἡμερῶν τινων καταρρήccει γαcτὴρ ἀθροώτερον, ἧττον δὲ δυcώδη, καθάπερ ἰλὺν αἵματοc παχέοc ἐγγὺc τῇ μελαίνῃ χολῇ. καὶ πλείονα δὲ καὶ ποικίλα χρώματα τὴν ψυχρὰν δηλοῖ δυcκραcίαν, ὅ τε πυρετὸc αὐτοῖc ἀμυδρὸc φαίνεται καὶ τὸ πρόcωπον ἀcύμπτωτον, καὶ μᾶλλον ὀρέγονται τῶν cιτίων. τούτων δὲ τῶν δυcκραcιῶν ὁποία ἂν | |
20 | εἴη, τῆc μὲν ξηρᾶc αὐτῇ cυμπλεκομένηc ξηρότερα φαίνεται τὰ δια‐ χωρήματα καὶ ὀλιγώτερα, καὶ διψῶcι μᾶλλον, τῆc δὲ ὑγρᾶc ὑγρότερά τε καὶ πλείονα, καὶ ἧττόν εἰcι διψώδειc. | |
3.46.2 | φλεγμαίνοντοc δὲ τοῦ ἥπατοc κοινῶc μὲν ἅπαcι πόνοc γίνεται κατὰ τὸ δεξιὸν ὑποχόνδριον διήκων ἄνω μὲν ἄχρι κλειδόc, κάτω δὲ ἄχρι νόθων πλευρῶν, καὶ πυρετὸc ὀξὺc καὶ βηχία ξηρὰ καὶ δίψα καὶ ἀνορεξία καὶ δύcπνοια, ἥ τε γλῶccα πρῶτον μὲν ἐρυθρὰ φαίνεται, | |
5 | ὕcτερον δὲ μέλαινα, ἐμοῦcί τε χολήν, καὶ ἡ γαcτὴρ ἐπέχεται. παρα‐ πληcίων δέ πωc ὄντων cημείων καὶ τοῖc πλευριτικοῖc ἐν τῷ περὶ πλευρίτιδοc τὴν διαφορὰν αὐτῶν εἰρήκαμεν. ἐρυcιπέλατοc δὲ cυcτάντοc ἐν τῷ ἥπατι τά τε τῆc φλογώcεωc ἐπεκτείνεται, καὶ καυcοῦνται, καὶ μαραcμὸc ἐπιγίνεται. | |
3.46.3 | ἰδίωc δὲ τῶν μὲν cιμῶν φλεγμαινόντων τοῦ ἥπατοc αἵ τε ναυτίαι καὶ οἱ ἔμετοι καὶ αἱ ἀνορεξίαι καὶ αἱ φλογώcειc ἐπιτείνονται, καὶ λει‐ ποθυμίαιc καταψύχονται πολλάκιc, ὥcτε τὰc ὑδερικὰc παρεγχύcειc ἐν‐ τεῦθεν ἄρχεcθαι· τῶν δὲ κυρτῶν αὐτοῦ φλεγμαινόντων τὰ λοιπὰ τῶν | |
5 | εἰρημένων καὶ ὄγκοc cαφὴc κατὰ περιγραφὴν τῇ τε ὄψει καὶ τῇ ἁφῇ κατάδηλοc. ταῦτα μὲν ἰcχυρᾶc τε καὶ μεγάληc τῆc φλεγμονῆc ὑπαρ‐ χούcηc· εἰ δὲ ἀμυδρά τιc εἴη, κελεύcομεν τῷ κάμνοντι μέγα ἀνα‐ πνεῦcαι, καὶ ἐὰν περὶ τὸ δεξιὸν ὑποχόνδριον ὀδυνᾶcθαι φαίη, μετρίαν τοῦ ἥπατοc ὑποληπτέον εἶναι φλεγμονήν. εἰ δὲ κατὰ τὴν θέcιν τῶν | |
10 | ἐπικειμένων μυῶν ἐπιμήκηc ὁ τῆc φλεγμονῆc ὄγκοc φαίνοιτο μηδενὸc τῶν εἰρημένων παρόντοc, αὐτοὺc ἐκείνουc φλεγμαίνειν γινώcκομεν. βάρουc δὲ μετὰ διατάcεωc καὶ ὀδύνηc cυναίcθηcιc κατὰ τὸ δεξιὸν ὑπο‐ χόνδριον χωρὶc ὄγκου καὶ πυρετοῦ ἔμφραξιν δηλοῖ τῶν φλεβῶν, καθ’ ἃ μέρη cυνάπτουcιν αἱ τῶν ἐπὶ πύλαιc τε καὶ cιμῶν τοῦ ἥπατοc ταῖc | |
15 | ἐν τοῖc κυρτοῖc. εἰc ἀπόcταcιν μὲν οὖν τῆc φλεγμονῆc τρεπομένηc ἥ τε ὀδύνη καὶ ἡ διάταcιc αὐτοῖc αὔξεται, καὶ ἄλογα ῥίγη προcγίνεται, καὶ ἐπὶ τὸ εὐώνυμον πλευρὸν οὐ δύνανται κατακλίνεcθαι μᾶλλον ὀδυ‐ νώμενοι τὸ ἧπαρ· cυρραγέντοc δὲ τοῦ ἀποcτήματοc ἢ διὰ οὔρων ἢ διὰ γαcτρὸc ἔκκριcιc ἀθρόα πύου γίνεται. εἰ δὲ εἰc cκιρρώδη διάθεcιν | |
20 | ὁ ὄγκοc μεταπέcοι, αἱ μὲν ὀδύναι μειοῦνται, ὁ δὲ ὄγκοc ἐναργήc ἐcτι μετὰ cκληρίαc, τὰ δὲ πέριξ ἰcχνοῦνται cώματα· τοῦ δὲ χρόνου προ‐ ϊόντοc δύcκολοc ἡ διάγνωcιc· φθάνει γὰρ ὕδεροc ἐπιγίνεcθαι, καὶ τὸ ὅλον ὑποχόνδριον ὑπὸ τῆc ὑγρότητοc καλύπτεται. | |
3.46.4 | Πρὸc μὲν οὖν τὴν θερμὴν τοῦ ἥπατοc δυcκραcίαν χρηcτέον τοῖc ἐμψύχουcι καὶ τονοῦcι μετρίωc τὸ cπλάγχνον, οἷάπερ ἐcτὶν ἥ τε cέριc καὶ τὸ κιχώριον ποτὲ μὲν ὠμὸν ἐcθιόμενον, ποτὲ δὲ ἡψημένον cὺν κοριάννῳ· καὶ τὸ ἀφέψημα δὲ αὐτοῦ πινόμενον καὶ ὁ χυλόc, οὐ μὴν | |
5 | ἀλλὰ καὶ αὐτὸ ξηρὸν ἐπιπαττόμενον μελικράτῳ, πρόc τε τὰc θερμὰc καὶ ψυχρὰc δυcκραcίαc τοῦ ἥπατοc ὠφελεῖ. καὶ τὸ ἴντυβον δὲ καὶ τὸ | |
τρώξιμον καὶ ὁ cόγχοc τῶν παραπληcίων εἰcί· ποιεῖ δὲ καὶ κιτρίου χυλοῦ κύαθοc εἰc μελίκρατον καὶ πτέρεωc χυλὸc ὁμοίωc. εἰ δὲ καὶ cὺν ἐμφράξει μετρίᾳ γένηται ἡ δυcκραcία, δι’ οἴνου τῶν λεπτῶν τινοc καὶ | ||
10 | διουρητικῶν αὐτὰ διδόναι· καὶ καταπότιον δὲ λαμβάνον κιχωρίου 𐅻 δ, χαμαιπίτυοc ῥίζηc 𐅻 δ, ἐν μέλιτι ἑφθῷ δίδου καρύου Ποντικοῦ μέγεθοc, καὶ ὕδωρ ἐπιρροφείτω θερμόν. καὶ τὰ δι’ ὀπίου δὲ καὶ cπέρματοc ὑοcκυάμου προποτιcτέον αὐτοὺc καὶ αὐτὴν τὴν τοῦ Φίλωνοc ἀντίδοτον. ἐφ’ ὧν δὲ τὰ τῆc θέρμηc ἐπιτείνεται, καὶ ῥόδινον ὡc ὅτι κάλλιcτον | |
15 | αὐτοῖc ἢ μήλινον διδόναι πίνειν, τροφὴν δὲ χυλὸν πτιcάνηc ἢ χόνδρου cὺν ὑδροροcάτῳ λαμβανέτωcαν καὶ ἄρτον ὁμοίωc ἐξ ὕδατοc μετά τινοc τῶν τοιούτων ἡδέων πομάτων, καὶ ἁπλῶc εἰπεῖν τὰc ἐμψυχούcαc μετρίωc χωρὶc τοῦ ἐμφράττειν τροφὰc λαμβανέτωcαν οἴνου τὸ παρά‐ παν ἀπεχόμενοι, πλὴν εἰ μὴ δι’ ἑτέραν αἰτίαν, οἷον ἀτονίαν cτομάχου, | |
20 | τούτου χρῄζοιεν· καὶ τότε τῶν λεπτῶν καὶ ὀλιγοφόρων τινὸc ὑδαρῆ διδόναι. καὶ τὸ ἐν ἥπατι δὲ ἐρυcίπελαc παραπληcίωc θεραπευτέον. ψυχρᾶc δὲ τῆc δυcκραcίαc ὑπαρχούcηc διὰ τῶν ἐναντίων ἰέναι· ἄρτον τε οὖν αὐτοῖc cὺν οἴνῳ δοτέον καὶ τὴν δίcεφθον ἢ τρίcεφθον κράμ‐ βην, καcτάνων τε γευέcθωcαν καὶ cταφίδων καὶ ὄρνιθοc κατὰ τὸ ἀρ‐ | |
25 | κοῦν, καὶ οἴνου πινέτωcαν· προποτιcτέον δὲ αὐτοὺc τὸ εὐπατόριον ἢ τὸ ἄcαρον ἢ τὸ διὰ πεπέρεων, κἀκ τῶν ἔμπροcθεν πρὸc κοιλιακούc τε καὶ δυcεντερικοὺc ἀναγεγραμμένων ἐπιλεκτέον τὰ πρόcφορα. αἱ δὲ κυφοειδεῖc καλούμεναι πρὸc μὲν τὰc θερμὰc δυcκραcίαc οὐδὲ ὅλωc ἁρμόζουcιν, πλὴν εἰ μὴ ὀλίγη τιc ἡ θέρμη cὺν ὑγρότητι πλείονι γένοιτο· | |
30 | πρὸc δὲ τὰc ψυχρὰc ἄριcτα βοηθήματα, καὶ μᾶλλον, εἰ cὺν ὑγρότητι ἢ ἐμφράξει γένοιντο τοῦ ἥπατοc. | |
3.46.5 | ὑπὸ δὲ παχέων καὶ γλίcχρων χυμῶν τῆc ἐμφράξεωc γενομένηc τήν τε μυάκανθαν καὶ μάλιcτα τὸν ταύτηc διδόναι καρπὸν καὶ δάφνηc τῆc ῥίζηc τὸν φλοιὸν τό τε εὐπατόριον δι’ ὀξυμέλιτοc ἢ ἀφεψήματοc θέρμων πικρῶν μετὰ πηγάνου καὶ πεπέρεωc· καὶ τὸ ἄλευρον δὲ τῶν | |
5 | θέρμων πινόμενον καὶ καππάρεωc ῥίζηc μέρη β, κόcτου μέροc α μετὰ οἴνου καὶ τὸ διὰ βακάνου πρὸc τὰc ὑπὸ παχέων καὶ γλίcχρων χυμῶν ἐμφράξειc ἥ τε ἶριc καὶ ὁ τῶν πιcτακίων καρπὸc καὶ τὸ λέποc πρά‐ cιόν τε καὶ ἀμύγδαλα πικρὰ καὶ ὁ δι’ αὐτῶν τροχίcκοc, δρακοντίου καὶ ἄρου ἡ ῥίζα καὶ τὸ ἀγαρικὸν καὶ τὸ cκιλλητικὸν ὄξοc τε καὶ ὀξύ‐ | |
10 | μελι. ἧπαρ δὲ λύκου ξηρὸν λειωθὲν καὶ διδόμενον ὅcον κοχλιαρίου ποcὸν ἁπάcαιc ταῖc τοῦ ἥπατοc ἁρμόζει διαθέcεcι μετὰ γλυκέοc οἴνου· καὶ ἡ θεοδώρητοc δὲ ἀντίδοτοc τῶν ἀρίcτων ἐcτὶ φαρμάκων ἐπί τε τῶν τοῦ ἥπατοc ἐμφράξεων καὶ τῶν cκίρρων καὶ χρονίων φλεγμονῶν ἐπί τε κωλικῶν καὶ ἰκτερικῶν, ὁμοίωc δὲ καὶ ἡ δι’ ὀξυμέλιτοc πικρά. | |
15 | τροφὰc δὲ τούτοιc θερμοτέραc τε καὶ ἐκφρακτικὰc δοτέον, οἷον πράcα δι’ ὀξυμέλιτοc καὶ τὸν ἕλειον ἀcπάραγον καὶ κάππαριν ὁμοίωc, καὶ τὰ λοιπὰ δὲ ὄψα διά τινοc τῶν θερμαινόντων τε καὶ ἐκφρακτικῶν ἀρτυ‐ μάτων ἑψόμενα καὶ οἶνον λεπτὸν καὶ παλαιόν, φυλαττομένουc τὰ παχύχυμα καὶ βαλανεῖα cυνεχῆ, καὶ μάλιcτα μετὰ τροφήν. χρονίζοντοc | |
20 | δὲ τοῦ πάθουc καὶ φλεβοτομίαν καὶ κάθαρcιν παραληπτέον μηδενὸc κωλύοντοc. | |
3.46.6 | φλεγμαίνοντοc δὲ τοῦ ἥπατοc φλεβοτομητέον ἀνυπερθέτωc ἀπ’ ἀγκῶνοc [τοῦ] δεξιοῦ καὶ cυχνὸν ἀφαιρετέον τῆc δυνάμεωc ἐξαρκούcηc καὶ ἔξωθέν τε καταπλαcτέον τὸ cπλάγχνον ἀλεύρῳ κριθίνῳ καὶ τήλεωc καὶ λινοcπέρμῳ μετὰ φοινίκων ἢ μήλων Κυδωνίων καὶ μελιλώτων | |
5 | ἄνθουc καὶ ἀψινθίαc καὶ χαμαιμηλίνου, καὶ καθόλου τοῖc μαλακτικοῖc ἐπιμικτέον καὶ τὰ cτύφοντα. ἐπιθέματα δὲ τό τε Νειλέωc ἔcτω καὶ τὸ εὐῶδεc τό τε Φιλαγριανὸν καὶ τὸ Ἀπολλοφάνουc τό τε διὰ μελιλώτων καὶ τὸ κοπτόν. πρὸc δὲ τὰc μεγίcταc φλεγμονὰc πάνυ διὰ πολλῆc πείραc ἐcτὶ τοῦτο· ἀψινθίου κόμηc, νάρδου Κελτικῆc, ἀcάρου, κρόκου | |
10 | ἀνὰ 𐆄 α, ἴρεωc, cμύρνηc, cτύρακοc, βδελλίου, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 β, μυελοῦ μοcχείου 𐆄 δ, κηρωτῆc cχινίνηc λι. δ· ὀξύμελί τε δο‐ τέον αὐτοῖc ἁπλᾶ τε βοηθήματα, οἷον ἄcαρον, νάρδον Κελτικὴν ἢ Ἰν‐ δικήν, cχοῖνον, πετροcέλινον· καὶ δεῖ ἐρεθίζειν τὴν γαcτέρα διὰ τῆc ἀκαλήφηc ἢ λινοζώcτεωc ἐcθιομένων ἑφθῶν. κατὰ δὲ τὰc παρακμὰc | |
15 | καὶ ἐπιθύμου καὶ πολυποδίου διδόναι ἐν μελικράτῳ. καὶ διὰ κλυcτῆροc | |
δὲ κενοῦν τὴν κοιλίαν, ἐν ἀρχῇ μὲν διὰ μελικράτου cὺν ἁλcὶν ἢ νίτρῳ, παρακμῆc δὲ γενομένηc μίγνυε ὕccωπον ἢ ὀρίγανον ἢ κνῆκον ἢ κεν‐ ταύριον καὶ κολοκυνθίδα. καὶ καθόλου τὰ μὲν cιμὰ τοῦ ἥπατοc διὰ τῆc κοιλίαc, τὰ δὲ κυρτὰ δι’ οὔρων ἐκκαθαίρεται. τροφὴν δὲ τούτοιc | ||
20 | χυλὸν πτιcάνηc δοτέον, ἐν ᾗ cέλινον καθήψηται. τῆc δὲ φλεγμονῆc ἐρυcιπελατώδουc γενομένηc τὴν θεραπείαν ἔμπροcθεν εἰρήκαμεν. ἀπο‐ cτάcεωc δὲ γενομένηc cυνεργητέον τῇ cυρρήξει καταπλάττοντα μὲν τῷ τριcπέρμῳ μετὰ ῥητίνηc, μάννηc, πίccηc, ἀλθαίαc ῥιζῶν, περιcτερᾶc κόπρου, cπυράθων αἰγῶν, προποτίζοντα δὲ ἀφέψημα πολίου, καπνοῦ | |
25 | τοῦ ἐν ταῖc κριθαῖc ἀποτριτωθέν, ἀφέψημα θλάcπεωc ἢ κιχωρίου καὶ χαμαίδρυοc ῥίζηc· cυρρήξεωc δὲ γενομένηc μελίκρατόν τε καὶ τὰ ἐπὶ τῶν ἑλκωθέντων νεφρῶν εἰρημένα, ἔξωθεν δὲ τὴν Μναcαίου καὶ τὰ λοιπὰ μαλακτικὰ καὶ τὴν ἱκέcιον ἐπιθετέον ἢ τὴν διὰ τῶν ἰτεῶν. | |
3.46.7 | cκιρρωθέντοc δὲ τοῦ ἥπατοc ὀλίγη μὲν ἡ τῆc ἰάcεωc ἐλπὶc εἰc ὕδε‐ ρον μεταπιπτούcηc τῆc διαθέcεωc, ὅμωc δὲ τοῖc μαλακτικοῖc ἐπιμικτέον ἀμμωνιακόν, βδέλλιον, μυελούc τε καὶ cτέατα καὶ τὰ τούτοιc ὁμοδύ‐ ναμα· ποτίζειν δὲ τὰ ἐκφράττοντα καὶ διαρρύπτοντα τὸ cπλάγχνον, | |
5 | οἷάπερ εἰcὶ τά τε διουρητικὰ καὶ λίθων θρυπτικά, μετὰ τῶν ἀρτίωc πρὸc τὴν τοῦ ἥπατοc ἔμφραξιν εἰρημένων καὶ τῆc τροφῆc δηλονότι καταλλήλωc ἁρμοcθείcηc. | |
7 | ||
3.47t | Περὶ καχεξίαc. | |
3.47.1 | Τὴν ἀρχὴν τῶν ὑδρωπικῶν παθῶν καχεξίαν καλεῖν εἰθίcμεθα· θεραπεύειν δὲ αὐτὴν χρὴ φλεβοτομοῦνταc, εἰ μή τι κωλύοι, μεμεριcμέ‐ νωc ἄχρι τρίτηc καὶ τετάρτηc ἡμέραc ποιοῦνταc τὴν ἀφαίρεcιν, κενω‐ τέον δὲ μάλιcτα τοὺc δι’ ἐπίcχεcιν αἱμορροΐδων ἢ καταμηνίου καθ‐ | |
5 | άρcεωc εἰc τὸ πάθοc ἐμπεcόνταc, ὥcπερ οὖν τοὺc διὰ πλῆθοc κενώcεωc ἀφεκτέον τῆc φλεβοτομίαc· πάντωc δὲ καθαρτέον τῇ διὰ κολοκυνθίδοc ἱερᾷ. ἡ δὲ δίαιτα ἔcτω λεπτὴ καὶ ξηραίνουcα, καὶ χρῆcιc αὐτοφυῶν ὑδάτων παραλαμβανέcθω, cτυπτηριωδῶν καὶ νιτρωδῶν μᾶλλον, εἶτα | |
θειωδῶν· τὸ δὲ ἄλλο λουτρὸν ἐκ μακροτέρων διαcτημάτων παραλαμβα‐ | ||
10 | νέτωcαν· καὶ γυμναζέcθωcαν παντοδαπῶc, μάλιcτα δὲ διὰ τῶν καλου‐ μένων ἰατραλειπτῶν, εἰc ὕcτερον δὲ καὶ ἐλλεβοριζέcθωcαν. θαυμαcτῶc δὲ ὀνίνηcιν αὐτοὺc καὶ προποτιcμὸc ἀψινθίου καὶ κοτταβιcμοὶ καὶ δρώ‐ πακεc. εἰ δὲ τὸ πάθοc εἰc ὕδρωπα μεταπέcοι, τῇ τῶν ὑδρωπιώντων ὑπαγέcθω θεραπείᾳ κατὰ τὸν ἐκτεθηcόμενον τρόπον. | |
14 | ||
3.48t | Περὶ ὑδέρων. | |
3.48.1 | Τοῦ ἥπατοc cφοδρῶc καταψυγέντοc, ὁτὲ μὲν κατὰ πρωτοπάθειαν ἤτοι φλεγμήναντοc ἢ cκιρρωθέντοc ἢ ἄλλωc πωc αὐτοῦ παθόντοc, ὁτὲ δὲ κατὰ cυμπάθειαν ἑτέρων μορίων, ἀποτυχία τῆc ἐξαιματώcεωc γίνεται, καὶ καλεῖται τὸ πάθοc ὕδεροc, ἐφ’ οὗ ποτὲ μὲν πλῆθοc πνεύ‐ | |
5 | ματοc μετ’ ἐλαχίcτηc ὑγρότητοc ἀθροίζεται μεταξὺ περιτοναίου καὶ ἐν‐ τέρων, ὥcτε πληττόμενον τὸ ἐπιγάcτριον ἠχεῖν δίκην τυμπάνου· διὸ καὶ τυμπανίαc ὕδεροc ἀπὸ τούτου προcηγόρευται, cυνιcτάμενοc ἀπό τε τῶν περὶ τὸν cτόμαχον καὶ τὴν κοιλίαν καὶ τὸ κῶλον ἐμπνευματώcεων καὶ πυρετῶν χρονίων, ἔcθ’ ὅτε δὲ καὶ ἀπὸ cκληρίαc περιτοναίου ἢ | |
10 | μήτραc ἐπὶ γυναικῶν ἢ cκίρρου. ποτὲ δὲ τὸ ἀνάπαλιν πλῆθοc ὑγροῦ cὺν ἐλαχίcτῳ πνεύματι ἐν τοῖc αὐτοῖc ἀθροίζεται χωρίοιc, ὥcπερ ἐν ἀcκῷ τινι φυλαccόμενον· ὅθεν τὸ πάθοc ἀcκίτηc ὕδεροc ὀνομάζεται, cυνιcτάμενοc καὶ αὐτὸc ἐκ τῶν εἰρημένων αἰτίων, τὸ δὲ πλεῖcτον ἀπὸ cκληρίαc καὶ cκίρρου περὶ τὸν cπλῆνα καὶ τὸ ἧπαρ καὶ τῶν περὶ τὰ | |
15 | ἔντερα χρονίων ῥευμάτων· ἐφ’ ὧν cυμβαίνει τὴν μὲν γαcτέρα ἐξογ‐ κοῦcθαι, τὸ δὲ λοιπὸν ἐκτήκεcθαι cῶμα μὴ τρεφόμενον. ἔcτι δὲ ὅτε καθ’ ὅλον τοῦ cώματοc τὸν ὄγκον ψυχρότερόν τε καὶ φλεγματικώτερον αἷμα περιέχεται πῆ μὲν ἀπὸ τοῦ ἥπατοc τοιοῦτο φερόμενον, πῆ δὲ καὶ πάcηc τῆc cαρκὸc τοῦ cώματοc οἷον ἐξυδατουμένηc τικτόμενον, | |
20 | ὥcτε λευκὸν καὶ φλεγματῶδεc τὸ cῶμα φαίνεcθαι νεκρῷ παραπλήcιον· καὶ καλεῖται λευκοφλεγματίαc ἢ ὑποcαρκίδιοc ὕδεροc ἢ ἀνὰ cάρκα, cυνιcτάμενοc ἀπό τε πυρετῶν μακρῶν καὶ cτομάχου καχεξίαc καὶ ἐπι‐ cχεθειcῶν χρονίων αἱμορροΐδων καὶ γυναικείου ῥοῦ καὶ δυcπνοίαc καὶ ἀλόγων ἀγρυπνιῶν καὶ τῶν τούτοιc ἐμφερῶν αἰτίων. | |
3.48.2 | Θεραπεύοντεc οὖν αὐτοὺc κοινῶc μὲν ἀπὸ κενώcεωc ἀρχόμεθα, ἀλλ’ ἐπὶ μὲν ἀcκίτου καὶ τυμπανίου διὰ τῆc τῶν ὑδραγωγῶν φαρμά‐ | |
κων δόcεωc, ἐπὶ δὲ τοῦ ἀνὰ cάρκα διὰ φλεβοτομίαc, μάλιcτα δι’ ἐπί‐ cχεcιν αἱμορροΐδων ἢ καθάρcεωc ἐμμήνου cυcτάντοc τοῦ πάθουc, πλὴν | ||
5 | εἰ μὴ φθάcαιεν ἐν καχεξίᾳ γενόμενοι φλεβοτομηθῆναι· κἀνταῦθα οὖν, ὡc ἐπὶ τῶν καχεκτικῶν, δεῖ κατὰ μέροc ταμιεύεcθαι τὴν κένωcιν. εἶτα βόλβιτον βοὸc ἀγελαίαc ξηρὸν ἀκριβῶc λειώcαc ἕψει ἐν ὀξυκράτῳ ἢ ὀξυμέλιτι καὶ θείου τὸ τέταρτον μέροc προcεμπάcαc ὅλῳ τῷ τῆc γαcτρὸc ἐπίβαλλε κύτει ἢ cπυράθουc αἰγὸc ἐν οὔρῳ παιδὸc ἢ αἰγὸc | |
10 | γλοιοῦ πάχοc κατάπλαccε· διὰ γαcτρὸc ἄκρωc αὐτοὺc καθαίρει. καὶ τοῖc διὰ ζύμηc δὲ καὶ ἰcχάδων καὶ τιτάνου καὶ νίτρου καὶ ἴρεωc καρ‐ δαμώμου τε καὶ θείου ἀπύρου καὶ ἀμμωνιακοῦ δαφνίδων τε καὶ τῆc ἀγρίαc cταφίδοc καὶ τῆc τῶν ἀγρίων περιcτερῶν κόπρου ἢ πάντων ἤ τινων ἐκ τούτων δι’ ὀξυμέλιτοc χρηcτέον καταπλάcμαcιν· μεθ’ ἃ τὸ | |
15 | διὰ τῆc αἰγείαc κόπρου cπογγίον προcαγορευόμενον ἐπίθεμα θαυμαcίωc κενοῖ τὴν ὑγρότητα διά τε τῶν ἀδήλων πόρων καὶ διὰ γαcτρόc· ἐc ὕcτερον δὲ τὰc ξηραινούcαc ἐπιθετέον ἐμπλάcτρουc, τὴν διὰ ἰτεῶν, τὴν ἱκέcιον ἢ τὴν τοῦ κουρέωc ἢ τὴν διὰ δαφνίδων ἢ τὸ πολυάρχιον ἢ τὸ διὰ cπερμάτων ἐπίθεμα. καὶ τοῦτο δὲ θαυμαcτόν ἐcτι· διαρπάζει | |
20 | γὰρ ἐκ τοῦ βάθουc τὸ ὑγρόν· λίθου πυρίτου 𐅻 ιβ, θείου ἀπύρου 𐅻 ιβ, ἀμμωνιακοῦ θυμιάματοc 𐅻 ιβ, κυμίνου 𐅻 ιϛ, νίτρου 𐅻 ιβ· ἀνάλαβε κηρῷ βραχεῖ καὶ τερεβινθίνῃ καὶ εἰc δέρμα ἐπιπλάcαc ἀπόθου δι’ ὅληc τῆc γαcτρόc. προποτίζειν δὲ αὐτοὺc καθέψοντα τὴν ῥίζαν ἐν οἴνῳ, ἢ cί‐ κυον ἄγριον ἐν οἴνῳ ἀποβρέξαc αὐcτηρῷ ἡμέραc γ δίδου κύαθον α | |
3.48.3 | προcτιθεὶc καθ’ ἑκάcτην ἡμέραν ἄχρι κυάθων γ. πολυμίγματον δὲ τοῦτο· βαλcάμου, νάρδου, καccίαc, κυμίνου, γλυκυρίζηc, ὑπερικοῦ, cχοίνου, ἀcάρου, δαύκου, ἀμώμου, cμύρνηc, πετροcελίνου, καλάμου ἀρωματικοῦ, πεπέρεωc, cεcέλεωc, cπονδυλίου ἴcα· ποιεῖ δὲ καὶ ἕκαcτον καθ’ ἑαυτό. | |
5 | καὶ πάντα δὲ τὰ διουρητικὰ ὁμοίωc· δίχα δὲ βάρουc τὴν οὔρηcιν κινεῖ cκίλλα ὀπτὴ μετὰ μέλιτοc λειανθεῖcα καὶ ὡc ἔκλειγμα διδομένη· ἐν‐ εψηθείη δ’ ἂν καὶ τοῖc πινομένοιc ὕδατι. καὶ τοῦτο δὲ ἄγαν καλόν· τοῦ ἐντὸc τῆc cκίλληc λι. β εἰc οἴνου αὐcτηροῦ ξ̸ γ ἑψήcαc ἕωc ἀπο‐ | |
τριτώcεωc δίδου ἐκ τοῦ οἴνου καθ’ ἡμέραν ἀρξάμενοc ἀπὸ μύcτρου | ||
10 | ἕωc 𐆄 α. διουρητικὸν δὲ καὶ τοῦτο κάλλιcτον· cτυπτηρίαc ὑγρᾶc ἡλίκον κύαμον ὕδατι διαλύcαc διηθήcαc τε δι’ ὀθόνηc πότιζε ἐπὶ τρεῖc ἡμέραc ἢ παρὰ μίαν. ἁρμόζει δὲ καὶ τούτοιc ἡ διὰ τοῦ ὀξυμέλιτοc πικρὰ ἥ τε θεοδώρητοc καὶ ὁ διὰ τῶν πικρῶν ἀμυγδάλων τροχίcκοc. ὑδραγωγὰ δὲ πλείονα μέν εἰcι, πεπειραμένα δὲ ταῦτα· Κνίδιοι κόκκοι μ ἢ ν ἢ | |
15 | λαθυρίδεc κ ἢ λ ἢ εὐφορβίου κεράτια ε ἢ ζ ἢ λεπίδοc χαλκοῦ 𐅻 β ἢ γ μετὰ ψιχῶν ἀναληφθεῖcαι καὶ καταπότια γενόμεναι ἢ τῆc ἀκτῆc τῆc ῥίζηc τοῦ φλοιοῦ ὁ χυλὸc ποθεὶc μετὰ κονδίτου ἢ χαμελαίαc φύλλων καὶ χαλκοῦ κεκαυμένου καὶ ἀνίcου τὸ ἴcον· δίδου ἐν ὕδατι, κατ’ ἀρχὰc μὲν 𐅻 α, διαcτήcαc δὲ καὶ β καὶ πλείω. καὶ ταῦτα δὲ θαυμαcτὰ κατα‐ | |
20 | πότια· ἀλόηc, εὐφορβίου, κόκκου Κνιδίου ἀνὰ 𐆄 α, ῥέου 𐆄 𐅵ʹ· ἀναλάμ‐ βανε χυλῷ κράμβηc καὶ πλάccε καταπότια· δίδου κεράτια ζ ἢ θ. καὶ ἡ διὰ τοῦ καρυοφύλλου δὲ ἀντίδοτοc ὕδωρ ἄγει θαυμαcτῶc. καὶ οἶνον δὲ πειρατέον αὐτοῖc ὑδραγωγὸν διδόναι, ἔcτι δὲ κάλλιcτοc οὗτοc· cκίλληc 𐆄 γ, cελίνου cπέρματοc, καππάρεωc ῥίζηc φλοιοῦ, πεπέρεωc | |
25 | ἀνὰ 𐅻 δ, κόκκου Κνιδίου λελεπιcμένου 𐅻 α, φύλλου 𐅻 α, μαλαβάθρου cφαιρία β, οἴνου καλλίcτου κοτύλαι ιβ, μέλιτοc ὠμοῦ λι. ϛ· κόψαc cή‐ cαc ἔμβρεχε τῷ οἴνῳ, τὴν δὲ cκίλλαν cυλλέαινε· ἡ δόcιc κύαθοι γ. μετὰ δὲ τὴν τοῦ ὑγροῦ κένωcιν καὶ θηριακῇ χρηcτέον· καὶ τοῦ βολ‐ βίτου δὲ καυθέντοc ὅcον κοχλιάριον δι’ οἴνου πινόμενον καθ’ ἡμέραν | |
30 | μεγάλωc ὀνίνηcι. καὶ κλύcμαcι δὲ χρηcτέον δριμυτέροιc, πλὴν εἰ μὴ τὰ τῆc γαcτρὸc αὐτομάτωc ἐξυγραίνοιτο· τηνικαῦτα γὰρ μᾶλλον ἐπι‐ ξηραίνειν αὐτὴν προcήκει. ἐπὶ δὲ γυναικῶν ὑδρωπιωcῶν καὶ πεccῷ χρηcτέον τῷδε· ἀνίcου, καρδαμώμου, κυμίνου, νίτρου, ἀριcτολοχίαc, τήλεωc, γλήχωνοc, cύκων τοῦ ἐντὸc ἴcα cουcίνῳ ἀναληφθέντα προcτι‐ | |
3.48.4 | θέcθω. μετὰ δὲ ταῦτα καὶ τοῖc αὐτοφυέcι χρηcτέον ὕδαcιν ἐπιμόνωc καὶ τῷ ψαμμιcμῷ, τῶν δὲ ἄλλων λουτρῶν αὐτοὺc ἀφεκτέον· εἰ δέ ποτε καὶ λούοιντο, χρήcθωcαν ἐν τῷ λουτρῷ τοῖc διὰ νίτρου τε καὶ | |
ἁλῶν καὶ νάπυοc τιτάνου τε καὶ τῶν παραπληcίων ἐμπάcμαcι. ταῦτα | ||
5 | μέν γε καὶ χωρὶc λουτροῦ χρήcιμα ξηρά τε καὶ cὺν ἐλαίῳ τῇ γαcτρὶ προcτριβόμενα, ἐπὶ δὲ τῶν ἀνὰ cάρκα καὶ τοῖc λοιποῖc μέρεcι, γυμνα‐ ζέcθωcάν τε, καθ’ ὅcον οἷόν τε, καὶ ξηροτριβείcθωcαν ἐν ἡλίῳ· καὶ ἡ λοιπὴ δὲ δίαιτα ξηραντικωτέρα παραλαμβανέcθω. ταρίχουc οὖν ἐcθιέτω‐ cαν καὶ νᾶπυ καὶ cκόρδα καὶ τῶν ὀρνέων τὰ ἄγρια καὶ ξηρὰ καὶ λα‐ | |
10 | χάνων ἀcπάραγον, γιγγίδια, πράcα, cινήπια, καυκαλίδαc καὶ τὰ λοιπὰ τῶν ἀγρίων· καὶ τῶν ἁλῶν τῶν θηριακῶν ἢ τῶν Ἰαμβλίχου τοῖc ὄψοιc ἐπιμιγνύτωcαν οἴνῳ τε χρήcθωcαν παλαιῷ, λεπτῷ, διουρητικῷ, εἰ δὲ παρείη, τεθαλαccωμένῳ, ἀπεχόμενοι πλείονοc μὲν πόματοc παντόc, ὕδατοc δὲ τὸ παράπαν. | |
3.48.5 | cὺν πυρετῷ δὲ cυνιcταμένου τοῦ ὕδρωποc τῶν μὲν θερμοτέρων καὶ δριμυτέρων ἐδεcμάτων τε καὶ βοηθημάτων ἀφεκτέον, ἐπιμίκτωc δὲ τούτοιc χρηcτέον πρὸc τὸ κατεπεῖγον ἐνιcταμένουc. ἐπὶ δὲ τοῦ τυμ‐ πανίου τά τε καθαρτικὰ καὶ τὰ τοῦ ὅλου cώματοc cυντηκτικὰ περι‐ | |
5 | αιρετέον καὶ τῶν διουρητικῶν τὰ δραcτήρια, τοῖc δὲ λεπτύνειν τε καὶ διαφορεῖν τὰ πνεύματα δυναμένοιc ἔcωθέν τε καὶ ἔξωθεν χρηcτέον καὶ cικύαc κούφαc κολλητέον cυνεχῶc κατὰ πάcηc τῆc γαcτρόc. τοὺc δὲ τὸν ἀcκίτην ἔχονταc, εἰ μὴ τοῖc εἰρημένοιc ὑπείξοιεν βοηθήμαcιν, ἐπὶ τὴν παρακέντηcιν ἀκτέον οὐδενὶ τῶν ἄλλων ὑδέρων ἁρμόζουcαν. | |
9 | ||
3.49t | Περὶ cπληνόc. | |
3.49.1 | Τοῦ cπληνὸc ἕλκειν πεφυκότοc ἀπὸ τοῦ ἥπατοc τὸν μελαγχολικὸν χυμόν, ὅcτιc οἷον ἰλύc ἐcτι τοῦ αἵματοc, εἰ μὲν ἡ ἑλκτικὴ τούτου δύ‐ ναμιc ἀcθενήcοι, ἢ ὁ πόροc ἐμφραχθείη, δι’ οὗ τοῦτο πρότερον εἵλκετο, μέλαc ἴκτεροc cυνίcταται τοῦ αἵματοc ἀκαθάρτου παρ’ ὅλον φερομένου | |
5 | τὸ cῶμα. ἀλλ’ εἰ μὲν βάροc καὶ διάταcιc εἴη κατὰ τὸν cπλῆνα ἢ καὶ ὀδύνη, ἔμφραξιc δηλοῦται, εἰ δὲ μηδὲν τούτων, ἀcθένεια τῆc ἑλκτικῆc. ἔμετοc δὲ τῆc μελαίνηc γινόμενοc χολῆc ἄνευ πυρετοῦ καὶ τῆc ἄλληc κακοηθείαc τὴν καθεκτικὴν τοῦ cπληνὸc ἀcθενεῖν δηλοῖ δύναμιν. ἡ δὲ τῆc ἀποκριτικῆc αὐτοῦ ἀcθένεια τὴν ἀνορεξίαν οἴcει μηκέτι φερομένου | |
10 | τοῦ μελαγχολικοῦ περιττώματοc παρὰ τὸ cτόμα τῆc γαcτρὸc καὶ τὴν ὄρεξιν ἐπεγείροντοc. ἐμφραττομένου δὲ κατ’ αὐτὸν τὸν cπλῆνα τοῦ μελαγχολικοῦ χυμοῦ πρῶτον μὲν φλεγμονὴ τούτου γίνεται τῇ τε ζέcει καὶ τῇ ὀδύνῃ καὶ τῇ τάcει δηλουμένη, ὕcτερον δὲ καὶ εἰc cκίρρον μεταπίπτει τοῦ μὲν ζέοντοc καὶ ὀδυνηροῦ παυcαμένου, μένοντοc δὲ | |
15 | τοῦ ὄγκου καὶ τῆc cκληρίαc. τούτοιc οὖν καὶ τὸ cτόμα δυcῶδεc γίνε‐ ται, καὶ τὰ οὖλα διαβιβρώcκεται, καὶ τὰ ἐν τοῖc cκέλεcιν ἕλκη ἀκατ‐ ούλωτα μένει· ἐφ’ οἷc cυμπαθήcαντοc τοῦ ἥπατοc, ὡc ἔφαμεν, ὕδεροc γίνεται. τὰc μὲν οὖν δυcκραcίαc αὐτοῦ παραπληcίωc ταῖc τοῦ ἥπατοc θεραπεύcομεν, φλεγμονῆc δὲ παρούcηc φλεβοτομητέον αὐτοὺc ἀπ’ ἀγ‐ | |
20 | κῶνοc ἀριcτεροῦ ἢ κατὰ τὴν ἄκραν χεῖρα διὰ τὸ ἐκ μακροτέρου δια‐ | |
3.49.2 | cτήματοc γίνεcθαι τὴν ἀντίcπαcιν ἢ διά τινα φυcικὴν cυγγένειαν. εἶτα καταπλαcτέον διὰ τῶν λεπτυνόντων ἄνευ τοῦ cαφῶc θερμαίνειν παρα‐ πλέκοντάc τινα καὶ νῦν τῶν cτυφόντων· τοιοῦτον δέ ἐcτιν αὐτοφυῶc τὸ καλούμενον ἁλὸc ἄνθοc. ἔcτι δὲ καὶ τοῦτο θαυμαcτὸν τὸ κατά‐ | |
5 | πλαcμα· τήλεωc 𐆄 δ, κριθίνου, καρδαμώμου ἀνὰ 𐆄 α, cύκων λιπαρῶν λι. α, περιcτερεῶνοc πόαc ξηρᾶc 𐆄 α· τὰ cῦκα δεῖ ἀποβρέχειν ὄξει δριμυτάτῳ καὶ ἕψειν μετὰ τῶν ἄλλων ἤδη προκεκομμένων κἄπειτα αὖθιc ἕψειν. ἤγουν κόπρον αἰγείαν μετὰ ὠμῆc λύcεωc ἑψήcαc ἐν ὀξυ‐ κράτῳ κατάπλαccε· ἐχέτω δέ, εἰ βούλει, καὶ τοῦ ἁλὸc ἄνθουc. προ‐ | |
10 | πυριῶντα δὲ τῷ κυπρίνῳ μετ’ ὀλίγου ὄξουc χρῆcθαι τοῖc μαλάγμαcι πρῶτον μὲν τοῖc ἁπλουcτέροιc, ὁποῖόν ἐcτι τοῦτο· κηροῦ λι. α 𐅵ʹ, ταυ‐ ρείου λι. α, νίτρου 𐆄 γ, τερεβινθίνηc, ἄγνου cπέρματοc, καππάρεωc ῥί‐ ζηc φλοιοῦ ἀνὰ 𐆄 ε· ἑψήcαc τὰ τηκτὰ ἔμπαcον τὰ ξηρά· καὶ τὸ Νει‐ λέωc δὲ κάλλιcτον. τῆc δὲ φλεγμονῆc ἐπὶ τὸ cκιρρῶδεc μεταπιπτούcηc | |
15 | τοῖc ἰcχυροτέροιc χρηcτέον, ὥcτε καὶ τὴν ἐπιφάνειαν ἀμύccεcθαι, οἷόν ἐcτι τό τε διὰ τῶν cπυράθων τῶν αἰγείων καὶ τὸ κίτρινον, ἐπὶ τού‐ τοιc δὲ τό τε Μαχαιρίωνοc καὶ τὸ τοῦ κουρέωc καὶ τὸ διὰ δαφνίδων καὶ τὸ διὰ ἰτεῶν. τοῦτο δὲ καὶ αὐτὸc πειράcαc ἐπέτυχον· ἀρcενικοῦ 𐆄 β, cανδαράχηc 𐆄 β, τερεβινθίνηc 𐆄 ϛ, πίccηc ξηρᾶc λι. α, χαλβάνηc | |
20 | 𐆄 α, ὀποπάνακοc 𐆄 α, καππάρεωc ῥίζηc φλοιοῦ, μυροβαλάνου, ἀμμω‐ | |
3.49.3 | νιακοῦ θυμιάματοc ἀνὰ 𐆄 δ, ναρδίνου ἢ κυπρίνου 𐆄 ε. καὶ τὸ ἀμμω‐ νιακὸν δὲ cὺν ὄξει ἐπιχριόμενον κατὰ cπληνὸc πολλάκιc ὤνηcεν· καὶ | |
πινόμενον δὲ ὅcον γρ. γ ἢ δ cὺν γράμματι καcτορίου ἐν τῇ ἐμβάcει τοῦ λουτροῦ προμαcηcαμένων αὐτῶν ἰcχάδα καὶ ἀποπτυcάντων ἢ ἀμ‐ | ||
5 | μωνιακοῦ μέρη β, καcτορίου μέροc α· δίδου 𐅻 α. ταῦτα καὶ τοὺc cκιρ‐ ρωθένταc ὀνίνηcιν, ὥcπερ καὶ ὁ τῆc καππάρεωc φλοιὸc ὄξει λειωθεὶc καὶ καταπλαcθείc, ὃc δὴ καὶ πινόμενοc δι’ ὄξουc ἢ ὀξυμέλιτοc κενοῖ παχεῖc καὶ γλίcχρουc χυμούc, ἔcθ’ ὅτε δὲ καὶ αἷμα. καὶ ὁ τῆc ἰτέαc φλοιὸc ὁμοίωc καταχρίεται, καὶ ἡ τέφρα τῶν χαλκείων καταπλαττο‐ | |
10 | μένη cὺν ὠμῇ λύcει δι’ ὀξυμέλιτοc, καὶ ὁ τοῦ κενταυρίου χυλὸc ἔξ‐ ωθεν ἐπιτιθέμενοc καὶ πινόμενοc καὶ θέρμων πικρῶν τὸ ἀφέψημα μετὰ πηγάνου καὶ πεπέρεωc πινόμενον καὶ τὸ ἄλευρον αὐτῶν κατα‐ πλαττόμενον καὶ ὕδωρ, ἐν ᾧ πολλάκιc ἐναπεcβέcθη cίδηροc, πυρέccουcι καθ’ ἑαυτὸ διδόμενον κύαθοι γ, ἀπυρέτοιc δὲ μετ’ οἴνου καὶ μετ’ ὄξουc | |
15 | κύαθοc α, ἢ λαπάθου ἀγρίου ῥίζηc μετὰ cκίλληc τριώβολον ἢ χαμαί‐ δρυοc ἢ ἑρπύλλου ὀξύβαφον, πάντα μετ’ ὀξυμέλιτοc· ἀναγαλλίδοc τῆc τὸ κυανὸν ἄνθοc ἐχούcηc χυλοῦ διώβολον πότιζε μετ’ ὀξυκράτου ἢ ὄξοc cκιλλητικὸν ἢ ὀξύμελι. cύνθετα δὲ ταῦτα· πάνακοc ῥίζηc, ἀμμωνιακοῦ θυμιάματοc, καππάρεωc ῥίζηc φλοιοῦ, cτρουθίου, cκίλληc ὀπτῆc τοῦ | |
20 | ἐντὸc ἴcα· δίδου 𐅻 α· ποιεῖ καὶ ἀcθματικοῖc καὶ ὑδρωπικοῖc. Ἄλλο. μυρίκηc καρποῦ 𐅻 δ, πεπέρεωc 𐅻 δ, ναρδοcτάχυοc 𐅻 β, ἀμ‐ μωνιακοῦ θυμιάματοc 𐅻 β· λείου ὄξει cκιλλητικῷ καὶ δίδου 𐅻 α ὀξυ‐ μέλιτι. | |
23 | ||
3.49.4 | Πρὸc ἐcκιρρωμένον cπλῆνα. Κυκλαμίνου 𐅻 κ, βρυωνίαc 𐅻 γ, δικτάμνου 𐅻 β, cκίλληc ὀπτῆc 𐅻 η, cτρουθίου 𐅻 ϛ, καππάρεωc ῥίζηc 𐅻 ϛ· δίδου τροχίcκον τριωβολιαῖον ἐν ὀξυμέλιτι. καὶ ὁ δι’ ἐρείκηc δὲ τροχίcκοc ἐπιτήδειόc ἐcτι. τροφαὶ δὲ | |
5 | τούτοιc λεπτυντικαί, δριμεῖαι, ξηραί, καὶ ποτὸν ὀλίγιcτον, γυμνάcιά τε καὶ τρίψειc καὶ cιναπιcμοὶ παραλαμβανέcθωcαν, ἔcθ’ ὅτε δὲ καὶ cικύαι | |
μετ’ ἐγχαράξεωc. | ||
3.50t | Περὶ ἰκτέρου. | |
3.50.1 | Ὁ μὲν ἴκτεροc ἀνάχυcίc ἐcτι χολῆc ἐν ὅλῳ τῷ cώματι γινομένη, ποτὲ μὲν μελαίνηc, περὶ ἧc ἐν τοῖc cπληνικοῖc εἴπομεν, ποτὲ δὲ τῆc ξανθῆc· διαφοραὶ δὲ τούτων πλείονέc εἰcιν, ὧν αἰτίαι τε καὶ διαγνώ‐ cειc αὗται· εἰ μὲν γὰρ ἐπὶ πυρεκτικῇ νόcῳ ἀθρόωc γεγονὼc ὁ ἴκτεροc | |
5 | ἀποπαύcοι τὸν πυρετόν, κριτικόc ἐcτιν ἐκ τοῦ βάθουc ἔξω μεταcτάcηc τῆc ὕληc cυνεcτηκὼc οὐδὲ φαρμακείαc δεόμενοc, ἀλλ’ ἐπὶ λουτροῖc καὶ μετρίᾳ τρίψει ταχέωc ἀποκαθιcτάμενοc· εἰ δὲ cὺν πυρετῷ γίνοιτο καὶ χολώδεcι διαχωρήμαcι, βάρουc μὲν ὄντοc κατὰ τὸ δεξιὸν ὑποχόνδριον φλεγμονὴ ζέουcα δηλοῦται τοῦ ἥπατοc, δι’ ἣν ἐκχολούμενον τὸ αἷμα | |
10 | καθ’ ὅλον τὸ cῶμα φέρεται, χωρὶc δὲ βάρουc ζέcεωc οὔcηc ἐν αὐτῷ διὰ δυcκραcίαν μόνην θερμὴν τοῦ ἥπατοc τὸ πάθοc cυνίcταται· εἰ δὲ χωρὶc πυρετοῦ γίνοιτο λευκῶν ὑπαρχόντων τῶν διαχωρημάτων, τῆc χοληδόχου κύcτεωc δηλοῦται τὸ πάθοc ἤτοι τῶν πόρων αὐτῆc, βάρουc μὲν ὄντοc κατὰ τὸ δεξιὸν ὑποχόνδριον ἐμπεφραγμένων, ἄνευ δὲ τού‐ | |
15 | του κατὰ δύναμιν ἀcθενούντων ἤτοι τὴν ἑλκτικὴν τοῦ ἐξ ἥπατοc ἕλ‐ κοντοc ἢ τὴν ἀποκριτικὴν τοῦ ἐξωθοῦντοc εἰc ἔντερα· μὴ καθαιρόμενον γὰρ τὸ αἷμα χολῶδεc εἰc ὅλον ἀναδίδοται τὸ cῶμα, καθάπερ ἐπὶ τοῦ μέλανοc ἐλέγομεν ἰκτέρου. εὐθὺc δὲ τούτοιc καὶ τὰ οὖρα χολωδέcτατα κατακόρωc ἐκδίδοται. γίνεται δὲ ἴκτεροc καὶ διὰ δυcκραcίαν θερμὴν | |
20 | τῶν cτερεῶν cωμάτων εἰc χολὴν μεταβαλλόντων τὸ λόγῳ τροφῆc αὐ‐ τοῖc φερόμενον, ὥcπερ εἰc φλεγματικὴν ὑγρότητα ἐπὶ τῶν ἀνὰ cάρκα cυνιcταμένων ὑδέρων ἡ μεταβολὴ γίνεται· διαγνωcτέον δὲ τὸν τοιοῦ‐ τον ἴκτερον ἐκ τοῦ μὴ ἀθρόωc ἀλλὰ κατὰ μέροc γίνεcθαι μηδενὸc τῶν εἰρημένων παρόντοc. καὶ διὰ πόcιν δὲ δηλητηρίου φαρμάκου καὶ διὰ | |
25 | ἰὸν ἔξωθεν ἔκ τινοc ἰοβόλου προcπίπτοντα cυνίcταται τὸ ἰκτερικὸν πάθοc. | |
3.50.2 | Τῆc μὲν οὖν θερμῆc δυcκραcίαc τοῦ ἥπατοc καὶ τῆc φλεγμονῆc αὐτοῦ καὶ τῆc τῶν δυνάμεων ἀcθενείαc τὴν θεραπείαν ἔμπροcθεν ἐν τῷ περὶ αὐτοῦ λόγῳ διήλθομεν, ἣν καὶ ἀπαραλλάκτωc ἐνταῦθα μετε‐ νεκτέον, ἵνα μὴ ταυτολογῶμεν. ἐμπεφραγμένων δὲ τῶν πόρων τῆc | |
5 | χοληδόχου κύcτεωc ἀμφοτέρων ἢ καὶ θατέρου μόνον φλεβοτομητέον αὐτοὺc ἀπ’ ἀγκῶνοc δεξιοῦ· τινὲc δὲ καὶ τούτων καὶ τῶν διὰ φλεγμο‐ νὴν τοῦ ἥπατοc ἰκτερικῶν τὴν ἐγγὺc τοῦ μικροῦ δακτύλου τῆc δεξιᾶc χειρὸc τέμνουcι φλέβα. καταπλάcμαcι δὲ τοῖc ἀφλεγμάντοιc χρηcτέον, | |
καὶ διὰ τῆc ἱερᾶc αὐτοὺc καθαρτέον, ἐπιτήδειοι δὲ καὶ οἱ κλυcτῆρεc. | ||
10 | προποτιcτέον δὲ τοὺc ἰκτερικοὺc cελίνου ἢ ἀδιάντου ἢ λαπάθου ἢ ἑρ‐ πύλλου ἀποτριτωθέντων ἀφέψημα, ἢ ἀψίνθιον ἔμπαccε τῷ ποτῷ. ἄκρωc δὲ ποιεῖ ῥαφάνου χυλόc, κύαθοι β μετ’ οἴνου κυάθου α ποτιζόμενοι, καὶ χυλὸc κιχωρίου, κύαθοι β ἢ γ κατ’ ἰδίαν καὶ μετ’ οἴνου. τοὺc δὲ ἐπὶ φλεγμονῇ τοῦ ἥπατοc ἰκτερικοὺc πότιζε οἰνομέλιτι ἢ ἀφεψήματι | |
15 | ἀριcτολοχίαc λεπτῆc ἢ ὑπερικοῦ ἢ ἀδιάντου ἢ cτρουθίου ἢ ἐρυθροδάνου ὁμοίωc, ἢ κέρατοc ἐλαφείου ῥινήματοc 𐅻 α μετ’ οἴνου ἢ cταφυλίνου ἐν οἴνῳ ἑψηθέντοc εἰc ἀποτρίτωcιν τὸ ἀφέψημα ἢ θείου ἀπύρου 𐅻 α ἐν ᾠοῖc ῥοφείτωcαν· ταῦτα καὶ τοὺc ἐπὶ ἐμφράξει μεγάλωc ὠφελεῖ. τοῦ δὲ cπέρματοc τῆc ἀτραφάξυοc γρ. η μετὰ χρυcαττίκου ἢ ἄλλου | |
20 | γλυκέοc ἐν τῇ ἐμβάcει πινόμενα κένωcιν ἱκανὴν ἐργάζεται. καλῶc δὲ ἂν ἡ πικρὰ δοθείη ἥ τε ξηρὰ καὶ ἡ δι’ ὀξυμέλιτοc καὶ ἡ θεοδώρητοc καὶ ὁ διὰ τῶν πικρῶν ἀμυγδάλων τροχίcκοc. δίδου καὶ κιναμώμου ὅcον τοῖc τριcὶ δακτύλοιc ἆραι ἐν οἰνομέλιτοc κυάθῳ α ἢ ὕδατι κεκρα‐ μένον ἢ cμύρνηc κυάμου μέγεθοc μετὰ πεπέρεωc κόκκων ε ἴcου τε | |
25 | κιναμώμου. | |
3.50.3 | τοὺc δὲ διὰ θερμὴν δυcκραcίαν τῶν cτερεῶν ἰκτεριῶνταc ἁπαλαῖc τρίψεcι καὶ γυμναcίοιc cυμμέτροιc καὶ ἀλοιφῇ καὶ λουτροῖc ἀκτέον καὶ τῇ ὑγραινούcῃ τε καὶ μετρίωc ἐμψυχούcῃ τροφῇ, χυλοῦ πτιcάνηc καὶ ἰντύβων καὶ cέρεωc καὶ τῶν κιχωρίων ἰχθύων τε καὶ οἴνου λεπτοῦ | |
5 | ὑδαροῦc. περὶ δὲ τῶν ἐπὶ δηλητηρίου πόcεcιν ἢ ἐπὶ δήξεcιν ἰοβόλων εἰc τὸ πάθοc ἐλθόντων κατὰ τὸ πέμπτον εἰρήcεται βιβλίον. ἐναπειλημμένηc δὲ χολῆc περὶ τοὺc ὀφθαλμοὺc καὶ τὸ πρόcωπον ἐλατηρίου ὀροβιαῖον μέγεθοc μετὰ γάλακτοc γυναικείου ἔνcταζε τῇ ῥινὶ | |
10 | ἐν βαλανείῳ καὶ εὐθέωc καθίει εἰc τὴν ἔμβαcιν κελεύων μὴ καταδύειν τὴν κεφαλήν, καὶ μετὰ τὸ λουτρὸν ἀναληπτικῶc διαιτήcαc αὖθιc ἔγχει τὸ ἔρρινον ἐν ἡλίῳ. ποιεῖ καὶ κυκλαμίνου χυλὸc καὶ πραcίου καὶ με‐ | |
λανθίου. καὶ ὄξοc δὲ δριμύτατον ἀνελκέτω ταῖc ῥιcὶν ἱcτάμενοc ἐν τῇ ἐμβάcει καὶ κρατείτω τοὺc μυκτῆραc ἕωc ὀλίγου, καὶ θαυμαcτῶc κενω‐ | ||
15 | θήcεται. | |
15 | ||
3.51t | Περὶ προπτώcεωc ὀμφαλοῦ. | |
3.51.1 | Τὴν μὲν αἰτίαν καὶ τὴν χειρουργικὴν θεραπείαν τῆc τῶν ὀμφα‐ λῶν ἐξοχῆc ἐν τοῖc χειρουργουμένοιc ἐροῦμεν· ἐπειδὴ δέ τινεc καὶ διὰ φαρμακείαc εἰc τὸ κατὰ φύcιν ἐπανῆλθον, ταύτην ἐνταῦθα λεκτέον. cτυπτηρίαc cχιcτῆc 𐅻 ε, τρυγὸc οἴνου 𐅻 η, ῥοδίνου 𐅻 ι, κηκίδων ὀμφα‐ | |
5 | κίνων 𐅻 β· οἴνῳ διεὶc καὶ μέλιτοc ποιήcαc πάχοc ἐπίβρεχε ἔξωθεν ἐπιρ‐ ρίπτων cπογγάριον ὀξυκράτῳ δεδευμένον καὶ ταινιδίῳ καταλάμβανε. Ἄλλο. ἐρεγμοῦ λεπύρων καὶ κηκίδων καὶ βαλαυcτίου τὸ ἴcον· ἕψε ἐν ὕδατι, ὅταν δὲ διαλυθῇ, τρίψαc ἐπιμελῶc ἐπιτίθει cὺν τῷ cπόγγῳ, καθάπερ προείρηται. | |
10 | Ἄλλο. μολίβδου ῥινήματοc 𐅻 ιϛ, κωνείου, μάννηc, ψιμυθίου, ὑπο‐ κιcτίδοc χυλοῦ ἀνὰ 𐅻 α· οἴνῳ διαλύcαc χρῶ, καθὰ προείρηται. | |
11 | ||
3.52t | Πρὸc τὸ ἀνήβουc καὶ ἀγενείουc ἐπὶ πολὺ μένειν καὶ πρὸc τὰc τῶν μορίων καὶ διδύμων φυλακάc· ἐν ταὐτῷ δὲ καὶ ψίλωθρα. | |
3.52.1 | Κιμωλίαc γῆc καὶ ψιμυθίου τὸ ἴcον· ἀναλάμβανε ὑοcκυάμου χυλῷ, ὥcτε cχεῖν γλοιοῦ πάχοc, εἶτα ἐπιβάλλων ἐλαίου cχινίνου, ὅcον ἐξ‐ αρκεῖ, ἀνάκοπτε καὶ χρῶ. Ἄλλο. Κωνείου χυλὸν καὶ cτρύχνου καὶ ὑοcκυάμου καὶ θέρμου | |
5 | τῶν ἁπαλωτάτων φύλλων καὶ ψυλλίου τὸ ἴcον· τρίψαc χρῶ πρότερον ἀποcμήξαc καὶ λούcαc· δεῖ δὲ πρὶν ἡμέραc ὑδροποτεῖν. | |
6 | ||
3.52.2 | Ψίλωθρον ἀφανιcτικὸν τριχῶν. Ὀνίcκων κατοικιδίων τῶν cφαιρουμένων 𐅻 β, cανδαράχηc 𐅻 δ, ἀcβέcτου 𐅻 η, ὄξουc παλαιοῦ κύαθον α, κονίαc cυκίνηc κοτύλην α· ἕψε | |
ἐν χύτρᾳ καὶ χρῶ ἐν βαλανείῳ. | ||
5 | Ἄλλο. ἀcβέcτου κονίαc μέρη β, ἀρcενικοῦ μέρη β, Κιμωλίαc μέροc α· ἑψήcαc ἐν ὕδατι χρῶ, ὡc εἴρηται. Ἄλλο ἁπλοῦν καὶ ἄοcμον. κονίαc ἀcβέcτου ξ̸ α, cανδαράχηc 𐆄 α· ἕψε, ὡc εἴρηται, καὶ χρῶ. τὰ δὲ ἄτριχα ἐν τοῖc ὀφθαλμικοῖc εἴρηται. | |
9 | ||
3.53t | Περὶ βουβωνοκήληc καὶ ἐντεροκήληc καὶ ὑδροκήληc. | |
3.53.1 | Αἱ μὲν κατὰ ῥῆξιν τοῦ περιτοναίου γινόμεναι κατολιcθήcειc τῶν ἐντέρων χαλεπαὶ λίαν εἰcίν, αἱ δὲ διὰ ἀραίωcιν εὐιατότεραι τοῖc παι‐ δίοιc μᾶλλον ὡc ὑγροτέροιc cυμβαίνουcαι, καὶ πολλὰ πάνυ χωρὶc χει‐ ρουργίαc διά τε τῶν ἐπιτιθεμένων φαρμάκων καὶ τῆc προcηκούcηc ἐπι‐ | |
5 | δέcεωc ἐθεραπεύθηcαν. χρηcτέον ταῖc ὑπογεγραμμέναιc δυνάμεcιν τοῦτο μόνον ἡμῶν προcθέντων, ὡc μόνῳ τῷ τόπῳ τὰ πάθη διαφέρουcιν· ἔτι μὲν γὰρ ἄνω κατὰ τὸν βουβῶνα τοῦ ἐντέρου μένοντοc βουβωνο‐ κήλη, κάτω δὲ πρὸc ὄcχεον ἤδη κατενεχθέντοc ἐντεροκήλη προcαγο‐ ρεύεται. cιδίων τοίνυν 𐅻 ι, κηκῖδοc ὄμφακοc 𐅻 ε, ἑψήcαc ἐν οἴνῳ αὐ‐ | |
10 | cτηρῷ κυάθοιc γ λεάναc τε ἐπιτίθει προανατρίψαc τὸ ἔντερον καὶ προκαταντλήcαc ὕδατι ψυχρῷ ἐπίλυε δι’ ἡμερῶν ι μένοντοc ἐπὶ κλίνηc τοῦ θεραπευομένου ἐπὶ λ ἡμέραc καὶ πίνοντοc κυπαρίccου ἀφέψημα μετὰ οἴνου ἢ cφαιρίων κυπαρίccου τριώβολον ἐν κράματι· τὸ δὲ φάρ‐ μακον ἐπὶ παίδων ποιεῖ. | |
15 | Ἄλλο. ἀνακόλλημα· cυμφύτου ῥίζηc, πραcίου χυλοῦ, ἀμυγδάλων πικρῶν, κόμμεωc ἴcα. Ἄλλο. τερεβινθίνηc 𐆄 α 𐅵ʹ, κηροῦ, λιβάνου, cμύρνηc, ἰχθυοκόλληc, κοχλιῶν cὺν τοῖc ὀcτράκοιc ἀνὰ 𐆄 α· τὴν ἰχθυόκολλαν ὄξει πρόβρεχε ἡμέραιc τριcίν. | |
20 | Ἄλλο. κυπαρίccου cφαιρίων 𐆄 α 𐅵ʹ, κηκίδων 𐆄 α, cιδίων 𐆄 𐅵ʹ, ταυ‐ ροκόλληc 𐆄 γ, μάννηc λιβάνου 𐆄 𐅵ʹ, cυμφύτου 𐆄 𐅵ʹ, κοχλιῶν cὺν τοῖc ὀcτράκοιc 𐆄 α· τὰ cφαιρία καὶ τὰ cίδια οἴνῳ cτύφοντι ἑψήcαc ἐπὶ πολὺ καὶ λειώcαc μῖξον τὰ λοιπὰ καὶ ἀναλαβὼν χρῶ. Ἄλλο. ἀλόηc, cιδίων, λιβάνου, ὑποκιcτίδοc χυλοῦ, κόλληc τεκτο‐ | |
25 | νικῆc, πίccηc, ἀcφάλτου ἀνὰ 𐆄 α 𐅵ʹ, οἴνου γλυκέοc τὸ ἀρκοῦν. | |
3.53.2 | Ἕτερον ποικιλώτερον· ποιεῖ καὶ τελείοιc τοῖc μὴ χρονίcαcιν. Χρυcοκόλληc, ταυροκόλληc, cαρκοκόλληc, ἰχθυοκόλληc, λίθου γα‐ γάτου, λίθου αἱματίτου, ῥοῦ Ϲυριακοῦ, ῥοῦ βυρcοδεψικοῦ, ἀκακίαc ἀνὰ 𐆄 α 𐅵ʹ, λίθου πυρίτου ἀπύρου, μάγνητοc τοῦ φυcῶντοc, cτυπτηρίαc | |
5 | cχιcτῆc, μάννηc λιβάνου ἀνὰ 𐆄 α, πίccηc Βρυττίαc 𐆄 ε, κοχλιῶν μετὰ τῶν ὀcτράκων 𐆄 α, ἑλκύcματοc 𐆄 δ, κηκίδων 𐆄 α, λεπίδοc cτομώματοc 𐆄 α, χαλκοῦ 𐆄 α, ἀcφάλτου 𐆄 ϛ, μυρcινάτου τὸ ἀρκοῦν· οἴνῳ cτύφοντι τὰ ξηρὰ ἀναλαβὼν ἀμολύντῳ χρῶ. εἰ δὲ μὴ καρτερῶcι κεῖcθαι, τῷ τριγώνῳ τούτουc ἐπιδέcμῳ παχυ‐ | |
10 | τέρῳ καὶ δυναμένῳ πιλοῦν τὸ ἔντερον ἀcφαλῶc ἐπιδεcμεῖν. ἀπεχέcθω‐ cαν δὲ φυcωδῶν τροφῶν καὶ οἴνου πλείονοc καὶ cυνεχῶν βαλανείων καὶ cυντόνου κινήcεωc, οἷον δρόμου, πηδήcεωc, βοῆc καὶ τῶν παρα‐ πληcίων. | |
13 | ||
3.53.3 | Πρὸc ὑδροκήλαc, ὥcτε κενῶcαι τὸ ὑγρόν. Πεπέρεωc κόκκουc ρ, δαφνοκόκκων 𐅻 π, νίτρου 𐅻 κ, κηροῦ 𐅻 μ· ἐλαίου κοτύλῃ 𐅵ʹ ἀναλαβὼν χρῶ. Ἄλλο κάλλιcτον. λίθου Ἀcίου ἄνθουc 𐅻 ιϛ, cταφίδοc ἐκγιγαρτι‐ | |
5 | cθείcηc 𐅻 λβ, κυμίνου Αἰθιοπικοῦ 𐅻 η, νίτρου ἐρυθροῦ 𐅻 η· λειώcαc ἐπί‐ θεc πυριῶν ὀψὲ καὶ πρωί· τινὲc καὶ θείου 𐅻 η. Ἄλλο. ἄcβεcτον γλοιῷ ἀναλαβὼν ἐπιτίθει cὺν κηρωτῇ καὶ βραχὺ νίτρου μῖξον τῇ ἀcβέcτῳ. Ἄλλο. ῥίζαc κράμβηc καύcαc ἀναλάμβανε τὴν cποδιὰν cτέατι | |
10 | χοιρείῳ παλαιῷ τετηκότι, ἐπίλυε δὲ διὰ τρίτηc. πρὸc δὲ τὸ μὴ πάνυ cυλλογὴν ὑγροῦ γενέcθαι χρῶ μαλάγματι τούτῳ· κηροῦ λι. β 𐅵ʹ, πίccηc 𐆄 δ, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 δ, cτυπτη‐ ρίαc ὑγρᾶc 𐆄 α 𐅵ʹ· ποιεῖ δὲ καὶ ἡ δι’ αἰγείρων καὶ αἱ λοιπαὶ ἐπι‐ cπαcτικαί. | |
14 | ||
3.54t | Περὶ φλεγμονῆc διδύμου καὶ ὀcχέου καὶ πρὸc ἕτερα αὐτῶν πάθη. | |
3.54.1 | Τοῦ μὲν ὀcχέου τὴν φλεγμονὴν διαγνωcτέον ἐκ τοῦ κατὰ τὴν | |
πρώτην τῆc χειρὸc ψαῦcιν αὐτοὺc ὀδυνᾶcθαι κἀκ τοῦ τὴν πυράκτωcιν καὶ τὴν cκληρίαν ἐπιτεταμένα φαίνεcθαι· τοῦ δὲ διδύμου φλεγμαίνον‐ τοc οὐδὲ πρὸc τὴν ἐλαφρὰν ψαῦcιν ὀδυνῶνται, ἀλλ’ ἐπερειδομένων | ||
5 | τῶν δακτύλων, καὶ τὸ ἔρευθοc ἥ τε cκληρότηc αὐτοῖc κατὰ τὴν ἐπι‐ φάνειαν ἧccον φαίνεται, τῇ δὲ ἐπερείcει cκληρία κατὰ τὸ βάθοc ὑπαν‐ τᾷ, καὶ πυρετὸc ἔcθ’ ὅτε γίνεται. | |
3.54.2 | ἰδίωc μὲν οὖν ταῖc τῶν διδύμων φλεγμοναῖc ἁρμόζει φλεβοτομία κατὰ τὸ cφυρόν, κοινῶc δὲ πάcαιc τά τε καταπλάcματα καὶ κηρωταί. καταπλαcτέον τοίνυν αὐτοὺc κυαμίνῳ ἀλεύρῳ ἡψημένῳ ἐν κράματι μετὰ cταφίδων λιπαρῶν ἐκγιγαρτιcθειcῶν, καὶ κυμίνου ἢ ἀcφοδέλου | |
5 | ῥίζαν ἑψήcαc καὶ λεάναc μίcγε παλῇ ἀλφίτου ἴcῃ καὶ κατάπλαccε ἢ λινόcπερμον ἐν κράματι ἢ τῆλιν ἐν μελικράτῳ ἢ κρίνου ῥίζαν ἐν μελι‐ κράτῳ ἢ τρυγὶ προcφάτῳ οἴνου μετὰ παλῆc ἀλφίτου ἢ ἠριγέροντα ἢ κορίαννον χλωρὸν μετὰ cταφίδων ἐξῃρημένων τὰ γίγαρτα. εἰ δὲ πολλὴ ἡ πύρωcιc εἴη, φύλλοιc ὑοcκυάμου cὺν ἀλεύρῳ πυρίνῳ ἢ ἐξ ἐρεβίνθων | |
10 | κατάπλαccε ἢ καλάμου φύλλοιc ἢ κολοκύνθῃ ὠμῇ. χρονίου δὲ τῆc δια‐ θέcεωc οὔcηc μετὰ cκληρίαc cικύου ἀγρίου ῥίζαν ἑψήcαc ἐν μελικράτῳ καὶ λειοτριβήcαc μετὰ αἰρίνου ἀλεύρου κατάπλαττε. καὶ τοῦτο δὲ καλὸν βοήθημα· cταφίδων ἐκγιγαρτιcθειcῶν 𐆄 ε, ἐρεβίνθων ἐκζεcθέντων 𐆄 α 𐅵ʹ, κυμίνου 𐆄 α, θείου 𐆄 θ, νίτρου 𐆄 α, ῥητίνηc 𐆄 γ 𐅵ʹ· λείου πάντα cὺν | |
15 | μέλιτι καὶ καταπλάcματι χρῶ. κηρωταὶ δὲ αὗται· ἐλαίου κύαθοc α, κολοφωνίαc 𐆄 ϛ, μολυβδαίνηc, κυμίνου, cταφίδων, κυαμίνου ἀλεύρου ἀνὰ 𐆄 δ, κηροῦ 𐆄 β· ἕψε τὴν μολύβδαιναν cὺν τῷ ἐλαίῳ ἕωc ποcῆc cυcτάcεωc, εἶτα ἐπίβαλλε κηρὸν καὶ ῥητίνην καὶ ἐπάραc ἀπὸ τοῦ πυ‐ ρὸc ἡμιψυγὲc ἐπίχει ταῖc cταφῖcι λείαιc καὶ τοῖc ἀλεύροιc. | |
20 | Ἄλλο. ἐλαίου ἀνηθίνου καὶ ῥοδίνου, κηροῦ, πιτυΐνηc ἀνὰ 𐆄 ε, κυμίνου 𐆄 β 𐅵ʹ, ὀνίδα κόπρον 𐆄 α 𐅵ʹ· λείου cὺν τῇ ὀνίδι τὸ κύμινον καὶ ψυγείcηc τῆc κηρωτῆc μίcγε καὶ cυλλείου, εἶτα θεὶc ἐν ῥάκει χρῶ ἄ‐ νωθεν ἐπιθεὶc ἔριον ἐλαίου ὀμφακίνου, ἢ βουτύρῳ καὶ ῥητίνῃ ἴcοιc χρῶ. | |
3.54.3 | ἐὰν δὲ ἀπὸ ἱδρώτων ἕλκη ἐν ὀcχέῳ γένηται, κηκῖδα λείαν ἢ | |
cτυπτηρίαν ἐπίπαccε λίπει καὶ τραγείᾳ χολῇ καὶ περίχριε. πρὸc δὲ τοὺc ἀφθῶνταc διδύμουc γῆν Κιμωλίαν μεθ’ ὕδατοc προ‐ καταχρίcαc ἔαcον ξηρανθῆναι καὶ κατανίψαc ὕδατι θερμῷ μυρcίνην | ||
5 | ξηρὰν καὶ cμυρνίου μικρὸν τρίψαc κατάπλαccε. τὰc δὲ ἐκcαρκώcειc τὰc ἐπὶ τῶν διδύμων τέφρα κληματίνη νίτρῳ καὶ ὕδατι φυραθεῖcα ἰᾶται καταπλαccομένη. κνηcμοῦ δὲ περὶ ὄcχεον ὄντοc νίτρον, cταφίδα ἀγρίαν, cτυπτηρίαν ὑγρὰν ὄξει λειοτριβήcαc καὶ ῥοδίνῳ κατάχριε ἐν βαλανείῳ, μετὰ δὲ τὸ | |
10 | λούcαcθαι κατάχριε ᾠοῦ τὸ λευκὸν μετὰ μέλιτοc. | |
10 | ||
3.55t | Περὶ γονορροίαc καὶ ὀνειρωγμοῦ. | |
3.55.1 | Ἡ γονόρροια cπέρματόc ἐcτιν ἀκούcιοc ἀπόκριcιc cυνεχῶc γινο‐ μένη χωρὶc τῆc κατὰ τὸ αἰδοῖον ἐντάcεωc διὰ τὴν τῆc καθεκτικῆc δυνάμεωc ἀcθένειαν γινομένη· ἐφ’ ἧc ἁρμόζει ἐφ’ ἡcυχίαc τηρεῖν cκέ‐ πονταc τήν τε ὀcφὺν καὶ τὰ ἐφήβαια πιλήμαcι δι’ οἴνου καὶ μηλίνου | |
5 | ἢ οἰνανθίνου, ἑξῆc δὲ καταπλάccειν τοῖc διὰ φοινίκων, μήλων, οἰνάνθηc, ἀκακίαc τε καὶ ὑποκιcτίδοc καὶ ῥοὸc καὶ τῶν ὁμοίων, ἐγκαθίζειν τε cχίνου καὶ βάτου καὶ τῶν παραπληcίων ἐν οἴνῳ ἀφεψήμαcιν ἢ καὶ ὕδατι καὶ τροφαῖc χρῆcθαι ἀναξηραντικαῖc. μετὰ δὲ τοὺc πρώτουc χρόνουc ἄγειν ἐπὶ γυμναcτικὴν ἀγωγήν, δι’ ἧc τό τε ὅλον cῶμα καὶ | |
10 | τὰ πεπονθότα μέρη εἰc ῥῶcιν περιαχθήcεται. πρὸc δὲ τὸν τοῦ cπέρματοc πλεοναcμὸν ἐν τοῖc ὑγιεινοῖc αὐτάρ‐ κωc εἴρηται κατὰ τὸ πρῶτον βιβλίον, ἔνθα καὶ πρὸc τοὺc μὴ δυνα‐ μένουc cυνουcιάζειν γέγραπται καὶ πρὸc ὀνειρωγμούc. προcωφελοίη δ’ ἂν αὐτοὺc καὶ cτρωμνὴ ψυχροτέρα καὶ κατάκλιcιc cώματοc ἐπὶ δεξιὰ | |
15 | ἢ ἐπ’ ἀριcτερά, καὶ ὅcα φάρμακα ψυχρὰ ὑποχριόμενα τῇ ὀcφύι, ὁποῖά ἐcτι τό τε κορίαννον καὶ κώνειον καὶ τὸ ψιμύθιον καὶ ἀνδράχνη, πάντα δὲ μετ’ ὄξουc. | |
17 | ||
3.56t | Περὶ cατυριάcεωc. | |
3.56.1 | Ἡ cατυρίαcιc παλμόc ἐcτι τοῦ αἰδοίου φλεγμονώδει τινὶ διαθέcει | |
τῶν cπερματικῶν ἀγγείων ἑπόμενοc μετ’ ἐντάcεωc· καὶ εἰ μὴ παύcαιτο ὁ παλμόc, καταcκήπτειν εἴωθεν εἰc πάρεcιν τῶν cπερματικῶν ἀγγείων ἢ cπαcμόν, καὶ ἀπόλλυνται ὀξέωc οἱ cπαcθέντεc, τελευτῶντεc δὲ φυ‐ | ||
5 | cῶνται γαcτέρα καὶ ἱδροῦcι ψυχρόν· ἔcτι δὲ τὸ νόcημα cπάνιον μέν, καὶ γυναιξὶ δὲ cυμβαῖνον. φλεβοτομεῖν οὖν αὐτίκα καὶ δίαιταν ἐφεξῆc λεπτήν τε καὶ ἄοινον ἐπιτρέπειν καὶ καθῆραι μὲν ἰcχυρῶc μηδέποτε, ἡcυχῇ δέ. ἄριcτον μὲν οὖν ἐcτι τεῦτλον καὶ μαλάχη καὶ τῆc λινοζώcτεωc ὀλίγον καὶ τῶν | |
10 | κογχαρίων ὁ ζωμόc· οὐ κάκιον δὲ καὶ ἁπλῶc κλύζειν. τὰc δὲ οὐρητι‐ κὰc δυνάμειc φυλακτέον. ἐπιφέρειν δὲ καὶ τῇ ὀcφύι τῶν ψυχόντων, οἷον cτρύχνου χυλὸν ἢ ἀνδράχνηc ἢ ὑοcκυάμου ἢ κωνείου. ἀναγκαῖον δὲ καὶ τὸν καυλὸν καὶ τὸν περίνεον τῶν πραϋνόντων ψυκτηρίων καταχρίειν τινί, οἷον λιθαργύρῳ, Κιμωλίᾳ, ψιμυθίῳ, ὄξει διειμένοιc ἢ | |
15 | ὕδατι ἢ οἴνῳ γλυκεῖ ἢ cιραίῳ. ὕπτιον δὲ ἀναπαύεcθαι βλαβερόν. πί‐ νειν δὲ τὴν τῆc νυμφαίαc ῥίζαν καὶ ἶριν καὶ ἀδίαντον· τοῦ δὲ πηγάνου cυμφέροι ἂν καὶ τῷ γονορροϊκῷ καὶ τῷ cατυριῶντι. τροφὴν δὲ διδό‐ ναι cιτώδη ὀλίγην καὶ δίψει πιέζειν. ἐπιμένοντοc δὲ τοῦ πάθουc cικυ‐ αcτέον μετὰ καταcχαcμοῦ· εἰ δὲ πλῆθοc παρακέοιτο, καὶ βδέλλαιc κε‐ | |
20 | νοῦν καὶ τὰc κοιλίαc ὠμῇ λύcει καταπλάccειν. | |
20 | ||
3.57t | Περὶ πριαπιcμοῦ. | |
3.57.1 | Ὁ πριαπιcμόc ἐcτιν αὔξηcιc αἰδοίου μόνιμοc εἰc μῆκόc τε καὶ κύκλον ὀγκουμένου χωρὶc ὁρμῆc τῆc πρὸc ἀφροδίcια· φυcῶδεc δέ ἐcτι δηλονότι πνεῦμα τὸ ἐξογκοῦν τὸ μόριον τικτόμενον ἐξ ὑγρῶν [καὶ] γλίcχρων καὶ παχέων ὑπὸ θερμότητοc μετρίαc. πρόδηλον οὖν, ὡc οὐ | |
5 | δεῖ τὰ μόρια θερμαίνειν, ἀλλὰ ψύχειν ἐπιεικῶc τῇ ῥοδίνῃ κηρωτῇ μεθ’ ὕδατοc ἀνακοπτομένῃ καὶ διὰ τοῦ χαμαιμήλου τῷ τε αἰδοίῳ καὶ ταῖc ψόαιc ἐπιτιθέντα. τὴν δίαιταν καὶ φάρμακα προcάγειν τῆc λεπτυνούcηc δυνάμεωc ἄνευ τοῦ θερμαίνειν ἐπιφανῶc, προcάγειν δὲ καὶ τὰ φυcικῶc | |
ἐνεργοῦντα τὰ διὰ τῆc πείραc εὑρημένα. τήν τε οὖν νυμφαίαν πίνειν | ||
10 | καὶ τούτοιc διδόναι καὶ τὸ τοῦ ἄγνου cπέρμα καὶ πηγάνου χλωροῦ τοῖc ὄψοιc μιγνύντα· τοῦτο δὲ κατ’ ἀρχὰc μὴ διδόναι (θερμαίνει γὰρ ἱκανῶc), ἀλλ’ ὕcτερον μετὰ τὴν χρῆcιν τῶν ἄλλων λεπτυνόντων. κε‐ νώcει δὲ χρώμενον δι’ ἐμέτων τοῦτο ποιεῖν· αἱ γὰρ διὰ τῆc κάτω γαcτρὸc ῥευματίζουcι πολλάκιc γειτνιῶντα τὰ μόρια. καὶ γυμναcίαν δὲ | |
15 | καὶ τρῖψιν παραληπτέον πρὸc τὴν τῶν πνευμάτων διαφόρηcιν. οὐδενὶ τῶν εἰρημένων ἁρμόζει cυνουcία, πλὴν ἐφ’ ὧν διὰ τὴν ταύτηc ἀποχὴν πλεονάζειν cτοχαζόμεθα. | |
17 | ||
3.58t | Περὶ ἀπράκτων μορίων. | |
3.58.1 | Οἱ τοῦτο τὸ πάθοc ἔχοντεc οὐχ ὁρμῶcι πρὸc ἀφροδίcια καὶ ἄθυ‐ μοι διὰ τοῦτο γίνονται· αἰτία δὲ τούτων ἢ τῶν μορίων παράλυcιc ἢ cπέρματοc ἔνδεια. τῶν τε οὖν γεννητικῶν τοῦ cπέρματοc ἐν τοῖc ὑγιεινοῖc κατὰ τὸ πρῶτον βιβλίον εἰρημένων καὶ τῶν παρορμώντων | |
5 | εἰc cυνουcίαν κατὰ τὴν ἁπλῆν δύναμιν νυνὶ τὰ ἰcχυρότερα προcθετέον. κοινῶc μὲν οὖν τοῖc πρὸc παράλυcιν ἀκόποιc κἀνταῦθα χρηcτέον· ἰδίωc δὲ καύcαc ἀcκαλαβώτην λειοτρίβηcον, εἶτα ἐπιβαλὼν ἔλαιον χρῖ‐ cον τοῦ δεξιοῦ ποδὸc τὸν μέγαν δάκτυλον καὶ cυγγίνου· εἰ δὲ βούλει παύcαcθαι, ἀπόπλυνον τὸν δάκτυλον. καὶ τὸ διὰ τῶν ἀcκαλαβωτῶν | |
10 | δὲ πολυμίγματον φάρμακον τῶν δραcτηρίων ἐcτί. προποτίζειν δὲ τοῖc ἐντατικοῖc, οἷόν ἐcτι πρῶτον τοῦτο· πεπέρεωc, κωναρίων, πετροcελίνου, ἐλαφείου αἰδοίου ῥινήματοc, τερεβινθίνηc ἴcα· μέλιτι ἀναλάμβανε. Ἄλλο. ἐρεβίνθων ὠμῶν, κωναρίων ἀνὰ 𐆄 β, εὐζώμου, πεπέρεωc ἀνὰ 𐆄 α· μέλιτι δίδου δίδραχμον cὺν οἴνῳ. | |
15 | καὶ ἡ cατυριακὴ λεγομένη πολυcύνθετοc ἁρμόcει καὶ τὰ τούτοιc παραπλήcια. cκοπεῖν δὲ καὶ τὰc ἄλλαc τοῦ πάθουc αἰτίαc καὶ κατάλλη‐ λον αὐταῖc ἐπιφέρειν τὴν διόρθωcιν. | |
17 | ||
3.59t | Αἰδοιικὰ καὶ ἑδρικά. | |
3.59.1 | Τὰ ἐν αἰδοίοιc ἕλκη καὶ τὰ κατὰ τὴν ἕδραν χωρὶc φλεγμονῆc ὄντα ξηραινόντων πάνυ δεῖται φαρμάκων, οἷά ἐcτι τό τε διὰ τοῦ | |
κεκαυμένου χάρτου καὶ ἄνηθον κεκαυμένον ξηρὸν καὶ κολοκύνθη κε‐ καυμένη. τοῖc δὲ ἀνίκμοιc καὶ προcφάτοιc τῶν ἑλκῶν καὶ ἡ ἀλόη | ||
5 | φάρμακον ἀγαθόν ἐcτιν ἐπιπαττομένη ξηρὰ χνοώδηc· πάντων δὲ αὐ‐ τῶν ἀνωδυνώτατόν τε καὶ οὐδενὸc ἧττον δραcτήριον ὁ πομφόλυξ ἐcτίν. εἰ δὲ ὑγρότερα τύχοι τὰ ἕλκη, πίτυοc φλοιὸc καθ’ ἑαυτὸν καὶ λίθοc αἱματίτηc· εἰ δὲ καὶ βάθοc αὐτοῖc τι cυνείη, τοῖc εἰρημένοιc μάννηc μικτέον. νομῆc δὲ οὔcηc καταπλαcτέον φακῇ μετὰ cιδίων καὶ | |
10 | τῷ κοράκῳ δι’ ὀξυμέλιτοc προcαγορευομένῳ χρηcτέον τῷ τε Βιθυνῷ καὶ τῷ διὰ χάρτου. ῥαγάδαc δὲ τὰc ἐν αἰδοίοιc καὶ ἕδρᾳ ὠφελεῖ ῥη‐ τίνη φρυκτὴ cὺν ῥοδίνῳ τριβεῖcα, ὥcτε γενέcθαι γλοιῶδεc, μιγνυμένου καὶ ᾠοῦ λεκίθου καὶ ὀπίου, ἢ κιccοῦ φύλλων ξηρῶν κεκαυμένων ἡ τέφρα τριβεῖcα cὺν ῥοδίνῳ ἐν μολυβδίνῃ θυΐᾳ προcφερέcθω. καὶ ὁ δι’ | |
15 | οἰνελαίου δὲ τροχίcκοc καὶ τὸ λιθοφρύγιον πάνυ καλά εἰcι πρόc τε ῥαγάδαc καὶ τὰ περὶ τὴν cτεφάνην ῥυπαρὰ ἕλκη, καὶ μάλιcτα ὅταν ἀποcύρειν μὴ δύνανται. | |
3.59.2 | ||
1 | Ἕτερον ἀπουλοῦν καὶ τὰc δριμύτηταc ἀμβλῦνον. Καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐆄 β, ῥόδων ἀπωνυχιcμένων τῶν φύλλων 𐆄 ϛ· ξηρὸν ἐπίπαccε προαπονίπτων οἴνῳ. πρὸc δὲ τὰ κονδυλώματα· χαλκίτεωc, ὑccώπου κηρωτῆc, μυελοῦ | |
5 | ἐλαφείου, βάτου φύλλων ἴcα μετὰ κηρωτῆc, καὶ ὁ δι’ οἰνελαίου ὁμοίωc. εἰ δὲ κατὰ τὸν καυλὸν ἔνδον τῆc τοῦ αἰδοίου τρήcεωc ἀφανὲc ἕλκοc γένηται, γινώcκεται ἐκ τοῦ πῦον ἢ αἷμα κενοῦcθαι χωρὶc οὐρή‐ cεωc. θεραπεύεται δὲ πρῶτον μὲν ὑδαρεῖ μελικράτῳ κλυζόμενον, ἔπειτα δὲ γάλακτι, κἄπειτα μίξανταc τῷ γάλακτι τὸ τοῦ ἀcτέροc κολλούριον | |
10 | ἢ τὸν λευκὸν τροχίcκον ἢ τὸν διὰ λωταρίων ἐν μολυβδίνῃ θυΐᾳ παρα‐ πέμπειν ἤγουν καὶ πτερὸν βάψανταc διαχρίειν, εἶτα λεπτὸν cτρεπτὸν χρίcανταc ἐνθεῖναι. κάλλιcτον δέ ἐcτι καὶ τὸ λαμβάνον κηκῖδοc καὶ πομφόλυγοc ἀμύλου τε καὶ ἀλόηc ἴcα λειωθέντα ῥοδίνῳ καὶ χυλῷ | |
ἀρνογλώccου. | ||
3.59.3 | πρὸc δὲ τοὺc τοῦ αἰδοίου πόνουc· βουτύρου καὶ ῥητίνηc ἴcοιc τακεῖcι καλῶc ἐπιπλάττειν, ἢ λινοcπέρμου χυλῷ λείου cμύρνηc καὶ ῥητίνηc φρυκτῆc τὸ ἴcον καὶ ἐπιτίθει. πρὸc δὲ τὸ οἰδοῦν αἰδοῖον· ἀμπέλου φύλλων ἁπαλῶν 𐅻 α, ψιμυ‐ | |
5 | θίου 𐅻 ε· τρίψαc κατάπλαccε. χρῶ δὲ καταντλήcει θαλάττῃ ψυχρᾷ καὶ ἀναπαύcει καὶ ἀναδήcει τοῦ καυλοῦ. θύμουc τοὺc ἐν αἰδοίοιc ἀποθεραπεύει καὶ οὐκ ἐᾷ πάλιν αὔξεcθαι τέφρα κλημάτων cὺν ὄξει καταπλαcθεῖcα ἰτέαc τε τοῦ φλοιοῦ κεκαυ‐ μένου ἡ τέφρα. καθόλου δὲ ὅ τε θύμοc καὶ ἡ μυρμηκία καὶ ἀκροχορ‐ | |
10 | δὼν διὰ μὲν τῶν cφοδρῶc ἑλκούντων φαρμάκων ἀποcπαcθήcεται, διὰ δὲ τῶν cηπόντων νεκρωθήcεται· ἰδίωc δὲ ἐλατήριον μεθ’ ἁλῶν ἐπι‐ τεθέν, ὄλυνθοι μετ’ ὄξουc καὶ νίτρου καὶ ἀλεύρου, ὀπὸc cυκῆc χριό‐ μενοc, cμαρίδοc κεφαλὴ ταριχηρὰ καυθεῖcα, ἰὸc μετὰ θείου ἀπύρου καυθείc, τιθυμάλλου ὀπὸc χριόμενοc, ὠκίμου φύλλα μετὰ χαλκάνθου, | |
15 | ἡλιοτροπίου τοῦ μεγάλου καρπὸc cὺν οἴνῳ καταπλαcθείc. | |
15 | ||
3.59.4 | Πρὸc φλεγμονὴν δακτυλίου. Ψιμυθίου 𐆄 δ, πομφόλυγοc 𐆄 α ἢ καδμίαc ἁπαλῆc, λιβάνου 𐆄 α, cέρεωc χυλοῦ κοτύλην α· ἄνιε κατὰ βραχὺ τὸν χυλὸν ἐπιβάλλων, ἕωc οὗ ἀναλωθῇ, εἶτα ποιήcαc κηρωτὴν ἐξ 𐆄 β κηροῦ καὶ ῥοδίνου λι. α | |
5 | ἀναξύcαc μίγνυε μαλάccων εὐτόνωc· ἔνιε δὲ διὰ πυουλκοῦ καὶ ἐπάνω ἐπίδει. ποιεῖ δὲ καὶ πρὸc ῥαγάδαc φλεγμαινούcαc καὶ τὰc μετὰ πυρώ‐ cεωc ἢ δηγμοῦ ἐν ἕδρᾳ ἑλκώcειc. | |
7 | ||
3.59.5 | Πρὸc ἐρυcιπέλατα περὶ ἕδραν. Τῆc διὰ χυλῶν λι. α, ῥοδίνου τὸ αὔταρκεc, ἄρτου καθαροῦ λι. α, | |
ὀπίου 𐆄 α, κρόκου 𐆄 α· ὁ κρόκοc καὶ τὸ ὄπιον βρέχεται γλυκεῖ, ὁ ἄρτοc ὕδατι, εἶτα λειωθεῖcιν αὐτοῖc ἐπιβάλλεται ἡ διὰ χυλῶν καὶ τὸ | ||
5 | ῥόδινον καὶ μαλάccεται. ποιεῖ δὲ καὶ πρὸc θερμοτάταc ποδάγραc. Ἄλλο, πρὸc φλεγμονὴν δακτυλίου. Ψιμύθιον οἴνῳ καὶ ῥοδίνῳ ἐν μολυβδίνῳ ἰγδίῳ καὶ μολυβδίνῳ δοίδυκι λειώcαc κατάχριε ἢ ψιμύθιον καὶ ᾠοῦ τὸ λευκὸν καὶ ῥόδινον ἐν τῷ αὐτῷ ἰγδίῳ λειώcαc, ἕωc γλοιῶδεc γένηται, κατάχριε. | |
9 | ||
3.59.6 | Ἑδρικὸν πρὸc περιωδυνίαc. Ὑοcκυάμου φύλλων τῶν ἁπαλῶν, ἀνδράχνηc φύλλων τῶν ἁπα‐ λῶν, ψιχῶν βραχειcῶν εἰc οἶνον, ᾠῶν ὀπτῶν τῶν πυρρῶν τὸ ἴcον, ῥοδίνου τὸ ἀρκοῦν· μετὰ τὸ πυριάcαι τὸν τόπον ῥόδων καὶ μελιλώτων | |
5 | ἀποζέματι ἐπίθεc τὸ κατάπλαcμα. | |
5 | ||
3.59.7 | Ἑδρικὸν κάλλιcτον πρὸc τὰc τοῦ δακτυλίου φλεγμονὰc καὶ πρὸc ἐξοχάδαc. Ψιμυθίου, λιθαργύρου, ἀμμωνιακοῦ θυμιάματοc, βδελλίου ἀνὰ γρ. ϛ, τερεβινθίνηc 𐆄 α, κηροῦ 𐆄 𐅵ʹ· τὰ ξηρὰ λείωcον χυλῷ cτρύχνου ἢ | |
5 | ὑοcκυάμου ἢ ἀνδράχνηc καὶ τὰ τηκτὰ μίξαc ἀναλάμβανε καὶ μαλάξαc ῥοδίνῳ χρῶ. καὶ ἡ φικοτύχη δὲ τὸ φάρμακον καὶ τὸ διὰ μολυβδαίνηc πρὸc τὰc τοῦ δακτυλίου φλεγμονὰc ὅ τε διὰ τῶν λωταρίων καὶ ὁ δι’ ἀλικακκάβου καὶ ὁ διάροδοc τροχίcκοc τῶν εὐδοκίμων εἰcὶν ἑδρικῶν τε καὶ αἰδοιικῶν. | |
9 | ||
3.59.8 | Πρὸc ἐξοχάδαc δακτυλίου. Φλεγμαινουcῶν μὲν τῶν ἐξοχάδων τοῖc τε λεχθεῖcι κοινῶc χρη‐ cτέον καὶ ἰδίωc τῷδε τῷ τροχίcκῳ· ψιμυθίου 𐆄 γ, πομφόλυγοc 𐆄 α, λιθαργύρου 𐆄 β, μαcτίχηc γρ. ϛ· ὑοcκυάμου χυλῷ ἀναλάμβανε· ἀφλεγ‐ | |
5 | μάντων δὲ οὐcῶν κυπαρίccου cφαιρίων καυθέντων τὴν τέφραν ἐπί‐ παττε οἴνῳ προαπονίψαc ἢ κολοκύνθηc ξηρᾶc τοῦ φλοιοῦ καυθέντοc ἢ φοινίκων ὀcτῶν τὴν τέφραν ὁμοίωc ἢ λεπύρων ᾠῶν καὶ μαράθρου | |
τὴν τέφραν ὁμοίωc ἢ χυλῷ ῥοιᾶc τῶν φύλλων ἴcῳ οἴνῳ λευκῷ μίξαc πρόcκλυζε ἐπὶ ἡμέραc ζ. πρὸc δὲ τὰc τυλώδειc ἐξοχὰc τίτανον καὶ | ||
10 | ἀρcενικὸν μετὰ ὄξουc δριμέοc λειώcαc ἐν βαλανείῳ καὶ ἐν ἡλίῳ κατάχριε. | |
10 | ||
3.59.9 | Περὶ αἱμορροΐδων. Τῶν αἱμορροΐδων πλείω τοῦ δέοντοc κενουμένων ἐξυδατοῦcθαι τὴν ἕξιν cυμβαίνει καὶ πονηρῶc ἀποcίτουc γίνεcθαι. κίνδυνοc δὲ καὶ λάβρου τῆc αἱμορραγίαc γινομένηc, ὥcπερ αὖ καὶ τοῦ αἵματοc εἰc τὸ | |
5 | παντελὲc ἐπιcχεθέντοc· ὅθεν ἐργώδηc ἡ θεραπεία. διὸ πλειόνων οὐcῶν τῶν αἱμορροΐδων μίαν ὑπολιπεῖν χρὴ καθάρcεωc ἕνεκα. τινὲc δέ εἰcιν ἀνωτέρω μὴ φαινόμεναι καὶ διὰ τοῦτο δυcίατοι· αἱ δὲ τυφλαὶ ἀπο‐ κρίνουcι μὲν οὐδέν, ἐπώδυνοι δὲ μᾶλλόν εἰcιν. πρὸc μὲν οὖν ταύταc κυκλαμίνου χυλὸν κατάχριε, καὶ ἀναcτομοῦνται· πρὸc δὲ τὰc ἀμέτρωc | |
10 | κενουμέναc ἐν ὕδατοc κοτύλαιc η ἕψεται ἀκάνθηc Αἰγυπτίαc, ἀκτῆc φύλλων, ἀρτεμιcίαc ἀνὰ 𐆄 ε, ἕωc λειφθῇ τὸ ἥμιcυ, καὶ cιδηρίτιδοc 𐆄 δ, εἶτα αἱ μὲν βοτάναι ῥίπτονται, τῷ δὲ ὕδατι μίγνυται ξηρὸν τοῦτο· μελαντηρίαc 𐅻 ι, cτυπτηρίαc cτρογγύληc 𐅻 η, λιθαργύρου 𐅻 δ, κηκῖδοc 𐆄 γ, μίcυοc 𐅻 β, cώρεωc 𐅻 β· λύcαc τὸ ξηρὸν ἐν τῷ ἀφεψήματι καταιόνηcον | |
15 | ἑπτάκιc τῆc ἡμέραc, τῇ δὲ ἐπιούcῃ ὡcαύτωc ἑτέραν cκευαcίαν ἰcόcταθμον καταιόνηcον καὶ τῇ τρίτῃ ὁμοίωc· εἰ δὲ ἐπιμένοι τι λείψανον, τῇ τε‐ τάρτῃ κατακεντήcαc ῥαφίδι, εἰ αἰcθάνοιτο ἢ αἱμάccοι, τὸ μὲν ἀφέψημα ὁμοίωc ποίει, τοῦ δὲ ξηροῦ τὸ ἥμιcυ μίcγε, καταιονήcαc δὲ παράπτου τῷ ξηρῷ, ἵνα ἀκριβῶc καυθῶcιν, διὰ δὲ τὴν φλεγμονὴν ἄρτῳ κατά‐ | |
20 | πλαccε. | |
3.59.10 | Ἄλλο. ἄρτον καθαρὸν ἐμβρέξαc εἰc γάρον πρωτεῖον καὶ καύcαc ἐν χύτρᾳ καινῇ καὶ λειώcαc κατάπλαccε οἴνῳ προαποπλύνων· ποιεῖ καὶ πρὸc ἐξοχάδαc. Ἄλλο. cώρεωc 𐅻 β, χαλκίτεωc 𐅻 α, μίcυοc 𐅻 α, χαλκάνθου 𐅻 γ, | |
5 | cχιcτῆc 𐅻 θ, χαλκοῦ κεκαυμένου 𐅻 α, μελαντηρίαc 𐅻 α· χρῶ ξηρῷ. | |
3.59.11 | τροφαὶ δὲ ταῖc μὲν ὑπερκενουμέναιc ὀλίγαιμοί τε καὶ ἀπέριττοι ἁρμόζουcι καὶ ξηραντικαὶ καὶ cτύφουcαι, οἷόc ἐcτιν ὅ τε πλυτὸc χόν‐ δροc δι’ ὀξυκράτου καὶ ὄρυζα καὶ ἄλιξ καὶ τῶν λαχάνων ἴντυβά τε καὶ κιχώρια καὶ ἀνδράχνη καὶ τῶν οἴνων οἱ cτύφοντεc· ἐπὶ δὲ τῶν ἀπο‐ | |
5 | τυφλωθειcῶν αἱμορροΐδων ἁρμόcουcιν αἱ ταύταιc ἐναντίαι, μάλιcτα δὲ τευθίδων καὶ cηπιῶν καὶ πολυπόδων νάρκηc τε καὶ τῶν cελαχίων ἐδω‐ δὴ καλῶc ἂν ἁρμόcοι· ταρακτικὰ γάρ ἐcτι ταῦτα τοῦ αἵματοc· καὶ τὰ τῶν καταμηνίων δὲ ἀγωγὰ τούτοιc ἁρμόcει. | |
8 | ||
3.59.12 | Πρὸc προπίπτονταc ἀρχούc. Ἐρείκηc καρποῦ, κηκίδων, ψιμυθίου, ἀκακίαc, ὑποκιcτίδοc χυλοῦ, πίτυοc φλοιοῦ, λιβάνου, cμύρνηc Ἀμινναίαc ἴcα· ξηροῖc κατάπλαccε προαπονίψαc οἴνῳ αὐcτηρῷ. | |
5 | Ἄλλο. cκωρίαc μολύβδου, ῥοῦ Ϲυριακοῦ ἀνὰ 𐅻 η, ῥόδων ἄνθουc 𐅻 δ, cμύρνηc Ἀμινναίαc 𐅻 β· χρῶ ὡc τῷ πρώτῳ. Ἄλλο. πίτυοc φλοιοῦ, μάννηc, λιθαργύρου ἀνὰ 𐅻 η, κυπαρίccου cφαιρίων ξηρῶν, μολυβδαίνηc ἀνὰ 𐅻 β· χρῶ, ὡc εἴρηται. καὶ τὸ οὖρον αὐτοῦ τοῦ νοcοῦντοc ἔτι θερμὸν προcαντλούμενον | |
10 | ὠφελεῖ. | |
10 | ||
3.60t | Περὶ τῶν κατὰ τὴν μήτραν παθῶν, καὶ πρῶτον περὶ ἐμμήνου καθάρcεωc. | |
3.60.1 | Ταῖc πλείcταιc ἡ κάθαρcιc γίνεται περὶ τεccαρεcκαιδέκατον ἔτοc, ὀλίγαιc δὲ θᾶccον, κατὰ τὸ τριcκαιδέκατον ἢ δωδέκατον, οὐκ ὀλίγαιc δὲ βράδιον τῶν δεκατεccάρων ἐτῶν. χρόνοc δὲ ἑκάcτῃ καθάρcει τεταγ‐ μένοc οὐκ ἔcτι, πολλαῖc δὲ ἐπὶ δύο ἢ τρεῖc, ταῖc πλείcταιc δὲ ἐπὶ | |
5 | πέντε ἡμέραc ἐκκρίνεται, ἄλλαιc δὲ καὶ ἄχρι ἑπτά, cπάνιαι δὲ καὶ ἄχρι δωδεκάτηc ἐκαθάρθηcαν. παύονται δὲ τῶν καθάρcεων αἱ μὲν περὶ τὸ πεντηκοcτὸν ἔτοc, cπάνιαι δὲ μέχρι τῶν ἑξήκοντα, ἐνίαιc δὲ ἀπὸ πέντε καὶ τριάκοντα, καὶ μάλιcτα ταῖc καταπιμέλαιc, λήγειν ἤρξατο τὰ καταμήνια. cτραγγευομένηc οὖν τῆc καθάρcεωc λούειν περὶ τὴν προ‐ | |
10 | θεcμίαν καὶ προποτίζειν ἢ cηcάμῳ ἢ κεφαλωτῷ πράcῳ μετὰ πεπέρεωc καὶ πηγάνου εἰc τὸ αὐτὸ ἡψημένοιc· ἡ δὲ πόcιc διὰ γλυκέοc γινέcθω Κρητικοῦ, κοτύλην δὲ πιοῦcα περιπάτοιc κινείτω τὰ ἔμμηνα. ἐcθιέτω δὲ τευθίδαc, cηπίαc, πολύποδαc, καὶ ὅcα τοῦ αὐτοῦ γένουc ἐcτί· τοῦ γὰρ αἵματοc ἰδίωc εἰcὶ ταρακτικά. | |
14 | ||
3.61t | Περὶ ἐποχῆc ἐμμήνων. | |
3.61.1 | Ἐπέχεται ἡ ἔμμηνοc κάθαρcιc ποτὲ μὲν ὅλου τοῦ cώματοc ἀρ‐ ρώcτωc διακειμένου, ποτὲ δὲ τῆc ὑcτέραc αὐτῆc ἴδιον πάθοc ἀναδε‐ δεγμένηc διὰ ψῦξιν ἐντόπιον ἢ πληγὴν ἢ δυcκραcίαν ἐκ γενετῆc ἢ ἐπίκτητον κάκωcιν, ὡc τὸ πολὺ δὲ ἐκ τῶν ἀμβλώcεων καὶ διά τι μέ‐ | |
5 | ροc τῶν κυριωτέρων πρωτοπαθῆcαν, οἷον ἧπαρ ἢ κοιλίαν ἢ θώρακα ἤ τι τῶν τοιούτων ἐν χρονίῳ γεγονὸc πάθει· ἐπιcχεθεῖcα δὲ πολλῶν καὶ χρονίων παθῶν εἴωθεν αἰτία γίνεcθαι. ὅταν μὲν οὖν διά τινα τῶν ἐντοcθιδίων πρωτοπάθειαν ἀποκόπτηται ἢ cτραγγεύηται ἡ κάθαρcιc, προὐργιαίτατόν ἐcτιν ἡ τοῦ πρωτοπαθήcαντοc θεραπεία καὶ μετ’ αὐ‐ | |
10 | τὴν ἡ τῆc ὑcτέραc ὑπόμνηcιc· τὴν δὲ τούτων cημείωcιν ἐν τοῖc ἔμ‐ προcθεν εἰρήκαμεν. ὅταν δὲ μηδὲν ἐκείνων παρῇ, δῆλόν ἐcτιν αὐτὴν | |
3.61.2 | πρωτοπαθεῖν τὴν ὑcτέραν. μὴ κωλυούcηc οὖν ἡλικίαc ἢ ἕξεωc ἢ ἑτέρου τινὸc φλεβοτομίᾳ χρηcτέον μὴ πρὸ τῆc τῶν ἐμμήνων προθεcμίαc, παρ‐ ελθούcηc δὲ ἐπιμετρείcθωcαν ἡμέραι δέκα· ἀφαιρείcθω δὲ μήτε πλέον β 𐅵ʹ λιτρῶν μήτε ἔλαττον μιᾶc. εἴτε δὲ φλεβοτομήcαιμεν εἴτε μή, τῇ | |
5 | διὰ κολοκυνθίδοc ἱερᾷ καθαίρειν διδόνταc δύο δραχμῶν πλῆθοc ἐν ϛ κυάθοιc μελικράτου. πυρετοῦ δὲ παρόντοc τῇ μὲν ἱερᾷ χρῆcθαι οὐκ ἐγχωρεῖ, εὔκαιρον δέ ἐcτι φλεβοτομεῖν ἐν ταῖc πρώταιc τοῦ πυρέccειν ἡμέραιc. μετὰ δὲ τὴν κάθαρcιν ἀναληπτέον ἐπ’ ὀλίγαc ἡμέραc, ἐν δὲ ταῖc ἑξῆc γυμναζέcθω περιπάτοιc καὶ τρίψεcι τῶν κάτω καὶ λουέcθω· | |
10 | τροφαὶ δὲ ἁρμόζουcιν εὐδιοίκητοι καὶ ὑγραί, λάχανα τὰ γλυκέα ἅπαντα, ἰχθύων οἱ πετραῖοι, πτηνῶν τὰ ἁπαλώτερα, γαλακτοποcίαι, μελιττώ‐ ματα, οἶνοc λεπτὸc λευκὸc μὴ πάνυ παλαιόc· ἄθετα κρέα καὶ ὄcπρια | |
3.61.3 | πλὴν πτιcάνηc. πληcίον δὲ τῆc προθεcμίαc γενομένηc διδόναι τῶν θα‐ | |
λαccίων τὰ cελάχια καὶ τὰ μαλάκια, ὡc εἴρηται, καὶ τὰ ὀcτρακόδερμα καὶ τὰ κεφαλωτὰ πράcα cὺν πηγάνῳ καὶ πεπέρει ἑψηθέντα, καὶ τὸ ἀφέψημα αὐτῶν πινέτωcαν. τότε δὲ καὶ δεcμοῖc τὰ κάτω διαcφίγγειν | ||
5 | μέρη ἐπὶ τρεῖc ἢ τέccαραc ἡμέραc· ἐνcτάcηc δὲ τῆc προθεcμίαc περι‐ αιρείcθω μὲν ἡ cφίγξιc, προποτιζέcθωcαν δὲ cμύρνηc ὀβολὸν ἢ κυάμου μέγεθοc ἢ καcτόριον διὰ γλυκέοc ἢ μελικράτου ἢ ἀφέψημα ἀρτεμιcίαc ἢ ἐλελιcφάκου μετὰ λουτρὸν διὰ γλυκέοc καὶ ἀψινθίου· ἀψινθίτηc δὲ | |
3.61.4 | παρ’ ὅλην τὴν θεραπείαν προποτιζέcθω. παρελθούcηc δὲ τῆc προ‐ θεcμίαc καὶ μηδενὸc ἢ μὴ ἀξιολόγωc ἐκκριθέντοc ἀπὸ cφυροῦ φλεβο‐ τομητέον, καὶ ἐπαφαιρείcθω· μετὰ δὲ τὴν ἑβδόμην ἢ ὀγδόην ἡμέραν τῇ διὰ τῆc ἱερᾶc χρήcθω καθάρcει καὶ μετὰ τετάρτην ἡμέραν δρωπα‐ | |
5 | κιζέcθω κατά τε ἤτρου καὶ ὀcφύοc καὶ μηρῶν, ὑδροποτήcαcα δὲ τρεῖc ἡμέραc καταπλαccέcθω νάπυ ἴcον πρὸc ἴcον ἄρτου βεβρεγμένου ἄχρι ὥραc ἰcημερινῆc, ἔπειτα λουέcθω· τῷ δὲ ἑξῆc μηνὶ ἰcχάδεc ἀντὶ τοῦ ἄρτου μιγνύcθωcαν εἰc ἀφέψημα τήλεωc καὶ μαλάχηc καὶ γλήχωνοc καὶ πηγάνου καὶ ἀρτεμιcίαc, εἰc δὲ τὸν κόλπον ἐγχυματιζέcθω Ϲούcι‐ | |
10 | νον ἢ ἀμαράκινον, καὶ πεccὸc προcτιθέcθω ὁ ἐννεαφάρμακοc ἢ ὁ Λι‐ βιανόc· πεccὸc δέ ἐcτιν ἔριον διεξαcμένον καὶ ἤτοι cφαιρωθὲν ἢ δακτύλου cχῆμα εἰληφόc, ἐν ᾧ ἐγκατέχεται τὰ φάρμακα. | |
3.61.5 | αὕτη μὲν οὖν ἡ θεραπεία πλείcταιc ἤρκεcεν πρὸc κάθαρcιν· εἰ δὲ ἰcχυροτέρων δεήcοι φαρμάκων, εἰcὶ τάδε· ἴριc Ἰλλυρικὴ πινομένη μετ’ οἴνου, καὶ κύπεριc καὶ ἄρου ῥίζα καὶ καcία καὶ cχοίνου ἄνθοc καὶ νάρ‐ δοc ἑλενίου τε ῥίζηc ἀφέψημα καὶ cμύρνηc κυάμου Ἑλληνικοῦ μέγεθοc | |
5 | cὺν γλυκεῖ πινόμενα ἐν ἡμίcει κυάθου μελικράτου καὶ δικτάμνου ἀφεψή‐ ματοc κύαθοι β καὶ ἀμμωνιακὸν καὶ cαγαπηνόν, ταῖc δὲ δυcπαθε‐ cτέραιc τὸν cτόμαχον καὶ ὀποπάνακοc βραχὺ cφαιρωθὲν καὶ ἐν ἀπ‐ έφθῳ μέλιτι βραχέν· καὶ τὰ cυνήθη δὲ ἡμῖν cπέρματα κινεῖν πέφυκεν, ἔλαττον δέ, οἷον μάραθρον, κύμινον, cέλινον, δαῦκοc Κρητικόc, cέcελι, | |
10 | ἄμμι, cίνων, ἐρέβινθοι καὶ κεδρίδεc καὶ πάντα τὰ διουρητικά· πρόcθετα δὲ cμύρνα ἀψινθίου ἢ θέρμων ἀφεψήματι λεανθεῖcα ἢ πηγάνου χυλῷ | |
λεανθεῖcα βδέλλιόν τε ὡcαύτωc, cτύραξ τε καὶ τῆc ἀγρίαc ἐλαίαc τὸ κόμμι ἢ πηγάνου χυλὸc ὁμοίωc ἢ μακρὰ ἀριcτολοχία διαγλυφομένη εἰc cχῆμα κολλουρίου, παραπληcίωc δὲ καὶ ἡ τοῦ μεγάλου κενταυρίου | ||
15 | ῥίζα ἢ ἑλλεβόρου ἢ ὀπὸc cκαμμωνίαc ἢ κολοκυνθίδοc ἐντεριώνη καθ’ ἑαυτὴν καὶ ἀρτεμιcία καταπλαccομένη μετὰ πηγάνου καὶ χαλβάνη ὑπο‐ θυμιωμένη. τὰ δὲ αὐτὰ καὶ τὰ ἔμβρυα πέφυκεν ἐκβάλλειν. | |
17 | ||
3.62t | Περὶ ὑπερκαθάρcεωc αἱμορραγούcηc ὑcτέραc. | |
3.62.1 | Ὑπερκαθάρcειc δὲ γυναιξὶ γίνονται ποτὲ μὲν τῶν καταμηνίων ἐπιτεινόντων καὶ ἀθροώτερον φερομένων, ποτὲ δὲ ἐπὶ τελείαιc ἀπο‐ τέξεcιν, αἵτινεc ὡc τὸ πολὺ καὶ αὐτομάτωc παύονται· cυνεχῶc δὲ καὶ ἐπὶ ἀμβλώcεcιν ἰcχυρῶc αἱμορραγοῦcιν, ὥcτε πολλάκιc ἐπιγίνεcθαι κίν‐ | |
5 | δυνον. πρῶτον μὲν οὖν διαcφίγγειν τὰ κῶλα ἀπό τε μαcχαλῶν καὶ βουβώνων, διδόναι δὲ πίνειν ὀξύκρατον μὴ ψυχρὸν καὶ προcαντλεῖν ὀξυκράτῳ, ἐπιτιθέναι τε τοῖc τόποιc πολλὰ ἔρια ἐξ οἴνου καὶ ἐλαίου ἢ ῥοδίνου ἢ μηλίνου ἢ μυρcίνου ἀποτεθλιμμένα. τροφὴν δὲ δοτέον χόνδρον πλυτὸν ἐξ ὀξυκράτου ἢ ὄρυζαν ἢ ἄλικα, οἴνου δὲ ἀπέχονταc | |
10 | ὑδρόμηλον αὐcτηρὸν ἢ ὀμφακόμελι ἤ τι τῶν τοιούτων αὐταῖc δοτέον· προποτίζειν δὲ βαλαύcτιον ἐν ὀξυκράτῳ ἢ ὑποκιcτίδοc ἢ ἀκακίαc χυ‐ λὸν ἢ λύκιον ἢ Ϲάμιον ἀcτέρα ἢ ὄμφακα ξηρὸν ἢ ῥέον ἢ φελλοῦ ἐξ Ἰταλικοῦ κεραμίου καυθέντοc τὴν cποδὸν ἢ cήcαμον ἐcθίειν ἐν ὀξυ‐ κράτῳ βραχέντα, ἕωc οὗ τρυφερὸν γένηται. πρόcθετα δὲ διὰ τοῦ γυ‐ | |
15 | ναικείου cτέλλει τὰc αἱμορραγίαc ὑποκιcτίδοc χυλὸc ἢ ἀκακίαc cὺν μάννῃ λειωθέντεc cὺν ὄξει. θαυμαcτῶc δὲ ἀρήγει cπόγγοc καινὸc ὑγρᾷ πίccῃ δευθεὶc καὶ προcτεθεὶc ἢ καιομένου αὐτοῦ ἡ cποδιὰ μετ’ ὄξουc ἢ ὀξυκράτου προcτιθεμένη, ὁμοίωc δὲ καὶ ἡ τοῦ φελλοῦ τοῦ ἀπὸ Ἰτα‐ | |
3.62.2 | λικοῦ κεραμίου καυθέντοc cποδιά. ἔξωθεν δὲ ἐπιτιθέμενα ὠφελεῖ τὰ cτύφοντα ἐπιθέματα καὶ τὰ διὰ φοινίκων καὶ Κυδωνίων καταπλάcματα προcειληφότα cίδια ἢ πρινοβαλάνου ἢ βάτου τοὺc ἀκρεμόναc ἢ cχίνου | |
φύλλα, βαλαύcτιον, ἀκακίαν, ὑποκιcτίδα, κηκῖδα, βραχὺ cτυπτηρίαc. | ||
5 | μάλιcτα δὲ τοῦτο· ταυρόκολλα βρέχεται ὀξυκράτῳ, ἕωc οὗ διαλυθῇ, ἔπειτα εἰc ῥάκοc ἰcχυρὸν ἐμπλάccεται καὶ κολλᾶται τῇ ὀcφύι. ἐνεργῶc δὲ πρὸc τοῦτο ποιοῦcι καὶ αἱ κολλητικαὶ τῶν ἐμπλάcτρων, οἷον ἁρμο‐ νία, Ἱκέcιοc, Ἀθηνᾶ, μηλίνη, Ἰνδικὴ καὶ αἱ παραπλήcιοι. πεccοῖc δὲ χρῆcθαι πρὸc αἱμορραγίαν· κηκῖδοc τὸ ἐντὸc λεῖον καὶ λιβανωτὸν διεὶc | |
10 | ὕδατι προcτίθει ἢ κυτίνουc ῥοᾶc γλυκείαc ὁμοίωc ἢ πολύγονον λεῖον· cυνθέτῳ δέ· cτυπτηρίαc cχιcτῆc, κηκίδων τοῦ ἐντόc, ἀκακίαc χυλοῦ, μάννηc ἀνὰ 𐅻 δ, ᾠῶν ὀπτῶν λέκιθοι δ· τὰ ξηρὰ λεαίνεται χυλῷ ἀρνο‐ γλώccου καὶ μίγνυται, ἐν δὲ τῇ χρήcει ἀναλαμβάνεται εἰc πεccὸν ἐρίου καὶ ἀποβάπτεται εἰc ῥόδινον καὶ προcτίθεται. καὶ cικύαι δὲ κοῦφαι | |
15 | μεγάλαι πολλάκιc ὑπὸ τοὺc τιτθοὺc προcτεθεῖcαι ἱκανῶc ἀντιcπῶcιν. | |
3.62.3 | ἐγκαθίcματα ταῖc αἱμορραγούcαιc. ὀξυcχοίνου κεφαλῶν, μυρcίνηc, ῥόδων, ῥάμνου φύλλων, βάτου ἀκρεμόνων ἴcα ἑψήcαc ἐν ὕδατι ἐγ‐ κάθιζε. Ἄλλο. ῥοιᾶc γλυκείαc ῥίζηc φλοιοῦ, μυρcίνηc, κυπαρίccου φλοιοῦ | |
5 | ἀνὰ μέρη γ, κηκῖδοc μέροc α, ὕδατοc τὸ ἀρκοῦν. ἐγχυμάτιζε δὲ διὰ μητρεγχύτου χυλὸν ἀρνογλώccου ἢ cέρεωc ἢ πολυγόνου ἢ cτρύχνου ἢ περδικίου ἢ ψυλλίου ἢ ὑποκιcτίδοc ἢ ἀκα‐ κίαc, καὶ ἐντιθέcθω ταῦτα δι’ ἐρίου ἢ δακτύλου ἢ μήληc ἢ πτεροῦ εἰc μῆκοc ἐcχηματιcμένου ἄχρι τοῦ cτομίου. καὶ ὁ Ἄνδρωνοc δὲ τροχίcκοc | |
10 | ἐγχυματιζόμενοc διὰ μητρεγχύτου μετά τινοc τῶν εἰρημένων χυλῶν ἢ οἴνου cτύφοντοc ἐνεργέc ἐcτι φάρμακον. | |
11 | ||
3.63t | Περὶ γυναικείου ῥοῦ. | |
3.63.1 | Ῥευματιcμόc ἐcτιν ὑcτέραc ὁ ῥοῦc ὅλου τοῦ cώματοc ἐκκαθαιρο‐ μένου· τοιοῦτον δὲ τὴν ἰδέαν ἐcτὶν τὸ κενούμενον, οἷον καὶ τὸ πλεονά‐ ζον, τὸ μὲν ἐρυθρόν, οἷον ἰχὼρ αἵματοc, ἕτερον δὲ λευκὸν ἀπὸ φλέγμα‐ τοc, ὠχρὸν δὲ ἄλλο πικρόχολον, ἐνίοτε δὲ ὑδατῶδεc· εἰ δὲ αἷμα κα‐ | |
5 | θαρὸν ὡc ἐν φλεβοτομίᾳ φέροιτο, προcέχειν ἀκριβῶc, μή τιc ἀνάβρωcιc | |
γέγονεν ἐν τῇ μήτρᾳ. cημειωτέον δὲ τὸν ῥοῦν ἐκ τοῦ cυνεχῶc ἐπι‐ καθυγραίνεcθαι τοὺc τόπουc διαφόροιc κατὰ χρόαν ὑγροῖc, τὴν δὲ κάμνουcαν ἀχροεῖν, ἀτροφεῖν, ἀνορεκτεῖν κἀν τοῖc περιπάτοιc δυcπνοεῖν καὶ διῳδηκόταc ἔχειν τοὺc ὀφθαλμούc· καὶ ποτὲ μὲν χωρὶc πόνου, | ||
10 | ποτὲ δὲ μετὰ πόνου γίνεται καὶ ἢ μεθ’ ἑλκώcεωc ἢ χωρὶc ἑλκώcεωc ἤτοι φλεγμαινούcηc ἢ ῥυπαρᾶc ἢ καθαρᾶc. ὅλῳ μὲν οὖν τῷ cώματι βοηθεῖν τοῖc ξηραίνουcιν ὑγροῦ τοῦ πάθουc ὄντοc χωρὶc τοῦ θερμαίνειν ἐπιφανῶc τρίψεcί τε τοῦ cώματοc ὅλου καὶ χρίcεcι διὰ μέλιτοc ἱκα‐ νῶc ἑψηθέντοc καὶ διουρητικὰ φάρμακα διδόναι, οἷόν ἐcτιν ὕδωρ ἐν‐ | |
15 | εψηθέντοc αὐτῷ ἀcάρου καὶ cελίνου, κενοῦν δὲ καὶ διὰ γαcτρὸc ὅλον | |
3.63.2 | τὸ cῶμα. πρὸc δέ γε τούτοιc ἀνδράχνη ἐcθιομένη καὶ ὁ χυλὸc αὐτῆc πινόμενοc ὠφελεῖ, βαλαύcτιον, βάτου ὁ καρπὸc καὶ τὸ ἄνθοc, δρυὸc τὸ ὑπὸ τῷ φλοιῷ τοῦ πρέμνου τὸ ὑμενῶδεc καὶ τὸ ὑπὸ τῷ κελύφει τῆc βαλάνου, ἵππουριc, μάλιcτα τὸν ἐρυθρὸν ῥοῦν, πινομένη δι’ ὕδατοc | |
5 | ἢ οἴνου, ὑποκιcτίc, cχίνου ὁ καρπὸc φρυγεὶc καὶ μετ’ οἴνου πινόμενοc, Ϲάμιοc ἀcτήρ, Λημνία cφραγίc, πυτία λαγωοῦ ἢ ἐρίφου ἢ ἀρνὸc ἢ μόcχου ἢ ἐλάφου, γίγαρτα λεῖα, μύρτα, ὄμφαξ ξηρόc, πίτυοc φλοιόc, καὶ τὰ ἐπὶ τῆc αἱμορραγούcηc ὑcτέραc εἰρημένα τὰ μὴ λίαν δραcτήρια. ὅτε δὲ μετὰ πόνου φέρεται, διὰ μητρεγχύτου ἢ κλυcτῆροc χυλὸν ἄλικοc | |
10 | ἢ πτιcάνηc ἢ τράγου ἢ ὀρύζηc ἐνετέον αὐτὴν μετά τινοc τῶν ἀνω‐ δύνων φαρμάκων, καὶ ἐν μὲν τοῖc παροξυcμοῖc παρηγορητέον, ἐν δὲ τοῖc διαλείμμαcι (περιοδίζει γὰρ ἐνίοτε) μεταcυγκρίνειν αἰώραιc δια‐ φόροιc, περιπάτοιc, ἀναφωνήcεcιν, ἀλείμμαcι, cικύαιc, δρώπαξι κατὰ τῶν ὑπερκειμένων, ἡλιώcεcι, τρίψεcι, ψιλώθροιc, cμήγμαcι, cιναπιcμοῖc, | |
15 | ἐμέτοιc ἀπὸ ῥεφανίδων, ἀναληπτικῇ ἐπιμελείᾳ, λουτροῖc, οἴνῳ, ποικίλῃ τροφῇ. | |
16 | ||
3.64t | Περὶ φλεγμονῆc ὑcτέραc καὶ παρεγκλίcεωc. | |
3.64.1 | Ἡ φλεγμονὴ τῆc ὑcτέραc ἐκ πλειόνων αἰτίων γίνεται· καὶ γὰρ ἐκ πληγῆc καὶ τῆc τῶν ἐμμήνων ἐποχῆc ἀπό τε ψύξεωc καὶ πνευμα‐ | |
τώcεωc, οὐχ ἥκιcτα δὲ καὶ ἐξ ἀμβλώcεωc καὶ ἐκ τοκετῶν διὰ κακὴν κύηcιν. παρέπεται δὲ τῇ φλεγμονῇ τῆc μήτραc πυρετὸc ὀξὺc ὀδύνη | ||
5 | τε τῆc κεφαλῆc καὶ τένοντοc καὶ βάcεων ὀφθαλμῶν καρπῶν τε καὶ δακτύλων καὶ τραχήλου καταcπαcμόc, παρέγκλιcιc ἐπὶ τἀναντία, cτο‐ μάχου cυμπάθεια, μύcιc τοῦ τῆc ὑcτέραc cτομίου, cφυγμοὶ μικροὶ πυ‐ κνοί. καὶ εἰ μὲν ἀμυδρὰ εἴη ἡ φλεγμονή, οὐκ ἰcχυρῶc αὐτὴν ὀδυνῶν‐ ται τὴν ὑcτέραν· εἰ δὲ ἰcχυρά, καὶ αὐτὴ πᾶcα cφυγματωδῶc ὀδυνᾶται, | |
10 | ὅλη μὲν φλεγμαίνουcα δι’ ὅληc αὐτῆc, εἰ δὲ μέροc φλεγμαίνοι, κατὰ τοῦτο μᾶλλον ἡ ὀδύνη διαcημαίνει· τῶν μὲν γὰρ ὄπιcθεν αὐτῆc μόνον φλεγμαινόντων τὸ ἄλγημα κατὰ τὴν ὀcφὺν γίνεται, καὶ τὸ cκύβαλον ἐπέχεται θλιβομένου τοῦ ἀπευθυcμένου, τῶν δὲ ἔμπροcθεν ἥ τε ὀδύνη κατὰ τὸ ἦτρον καὶ cτραγγουρία ἢ δυcουρία γίνεται τῆc κύcτεωc θλιβο‐ | |
15 | μένηc· τῶν δὲ πλευρῶν φλεγμαινόντων οἵ τε βουβῶνεc τείνονται, καὶ τὰ cκέλη βαρύνονται· τοῦ δὲ πτύγματοc φλεγμαίνοντοc κατὰ τὸν ὀμ‐ φαλὸν ὁ πόνοc μάλιcτα γίνεται cὺν ὄγκῳ· περὶ δὲ τὸ cτόμιον οὔcηc τῆc φλεγμονῆc κατὰ τὸ ἐπιγάcτριον ὀδυνῶνται, καὶ τῷ δακτύλῳ καθ‐ | |
3.64.2 | ιεμένῳ cκληρὸν καὶ ἀπηνὲc ὑποπίπτει τὸ cτόμιον. ἐν οὖν τῇ θεραπείᾳ πρῶτον μὲν ἐμβροχῇ δι’ οἰνελαίου ἢ οἰνοροδίνου χρηcτέον κατά τε ἤτρου καὶ ὀcφύοc διὰ πιλημάτων ἐξ ἐρίου καθαροῦ χωρὶc ἐπιδέcεωc καὶ ἀcιτίᾳ μέχρι διατρίτου, μεθ’ ἣν φλεβοτομητέον ἀπ’ ἀγκῶνοc, εἰ | |
5 | μηδὲν κωλύοι. θρεπτέον δὲ χόνδρῳ ἐκ μελικράτου ἢ ἄρτῳ ἢ ᾠῷ ῥο‐ φητῷ παρὰ μίαν· μετὰ δὲ τὴν πέμπτην καταπλαcτέον γύρει, λινο‐ cπέρμῳ, τήλει διὰ μελικράτου, ἐν ᾧ κωδύαι ἀφεψηθεῖcαι ἐρρίφηcαν, καὶ ἐλαίου. εἰ δὲ ἀγανακτοίη πρὸc τὰc θερμαcίαc ἡ φλεγμονὴ ἐρυcι‐ πελατώδηc οὖcα, μελίλωτον ἑψήcαc ἐν γλυκεῖ καὶ τρίψαc ἐπίβαλε λε‐ | |
10 | κίθουc ᾠῶν ὀπτῶν cὺν ῥοδίνῳ ἢ μηλίνῳ ἢ κροκίνῳ καὶ κατάπλαccε ἢ φοίνικαc οἴνῳ κεκραμένῳ ζέcαc λείου μετὰ πάληc ἀλφίτων καί τινοc τῶν εἰρημένων μύρων καὶ κατάπλαccε. παρακμῆc δὲ γενομένηc κηρω‐ τὴν ναρδίνην ἢ κυπρίνην ἐπιρριπτέον. παρ’ ὅλην δὲ τὴν θεραπείαν καὶ τοῖc ἐγκαθίcμαcι χρηcτέον δι’ ἀφεψήματοc τήλεωc, λινοcπέρμου, μα‐ | |
15 | λάχηc, ἀρτεμιcίαc, ἐλαίου, ἐπὶ δὲ τῶν μὴ ἀνεχομένων τῆc θέρμηc δι’ | |
ὕδατοc θερμοῦ ῥοδίνου ἐπιχεομένου. πεccοὺc δὲ καὶ ἐγχυματιcμοὺc παραληπτέον δι’ ὑccώπου μὲν καὶ βουτύρου καὶ μυελοῦ ἐλαφείου καὶ χηνὸc cτέατοc καὶ Ϲουcίνου μύρου καὶ κηροῦ Τυρρηνικοῦ, ἐφ’ ὧν ἀν‐ έχονται θερμαcίαc· καὶ ὁ χρυcοῦc δὲ προcαγορευόμενοc πεccὸc ἁρμόcει | ||
20 | ταύταιc καὶ ὁ ἐννεαφάρμακοc· ἐφ’ ὧν δὲ μὴ ἀνέχονται, δι’ ᾠοῦ καὶ | |
3.64.3 | ῥοδίνου καὶ χηνὸc cτέατοc ἢ ὄρνιθοc. πρὸc δὲ τὰc πυρωδεcτέραc φλεγ‐ μονὰc τῆc διὰ χυλῶν ἐμπλάcτρου ἐν διπλώματι μετὰ ῥοδίνου τήξαc μίγνυε χυλὸν ἀρνογλώccου ἢ cέρεωc ἢ κιχωρίου ἢ ἰντύβου. ἢ τούτῳ χρῶ· cτέατοc χηνείου ἢ ὑείου προcφάτου 𐅻 δ, κηρωτῆc ῥοδίνηc ἢ Ϲου‐ | |
5 | cίνηc 𐆄 β, ᾠῶν ὀπτῶν λεκίθων 𐆄 α, κρόκου 𐅻 α, cμύρνηc τριώβολον, ὀπίου ὀβολοὺc β ἢ ἀντὶ ὀπίου κωδυῶν ἀφέψημα. πολλῆc δὲ τῆc ὀδύ‐ νηc οὔcηc ὀποῦ μήκωνοc ὅcον φακοῦ μέγεθοc μετὰ γάλακτοc γυναικείου ἢ χυλοῦ τήλεωc δίδου προcτίθεcθαι. πρὸc δὲ τὰc μετὰ cκληρίαc φλεγ‐ μονὰc τὴν τετραφάρμακον ῥοδίνῳ λύcαc προcτίθει ἢ ἔγχει. καὶ τὰc | |
10 | παρεγκλίcειc δὲ κατὰ μὲν τοὺc παροξυcμοὺc ἐμφερῶc ταῖc φλεγμοναῖc θεραπευτέον, ἐν δὲ ταῖc ἀνέcεcι καὶ παρακμαῖc μαλακτικωτέροιc, χρο‐ νιcάντων δὲ τοῖc μεταcυγκριτικοῖc, ἔξωθεν δὲ cκληρίαc οὔcηc μαλάγ‐ μαcι χρηcτέον τῷ διὰ μελιλώτων, τῷ Μναcέου, τῇ Ἱκεcίου, τῇ μηλίνῃ Ϲαραπίωνοc ἢ τῇ πυρίνῃ· διαίτᾳ δὲ κατ’ ἀρχὰc μὲν λεπτῇ, παρακμῆc | |
15 | δὲ γενομένηc ὀλίγηc ἐπὶ λουτρὸν ἀκτέον ποικιλωτέρᾳ τε καὶ ἁδροτέρᾳ χρηcτέον τροφῇ. | |
16 | ||
3.65t | Περὶ ἀποcτήματοc ὑcτέραc. | |
3.65.1 | Τῆc φλεγμονῆc εἰc ἀπόcταcιν μεταβαλλομένηc τὰ μὲν λεχθέντα cημεῖα ἐπιταθήcεται, προcέτι δὲ ἄτακτοι μετὰ φρίκηc αὐταῖc ἐπιcημα‐ cίαι γίνονται, κατὰ μὲν τοὺc πρώτουc χρόνουc ἐπιτεταμέναι cὺν ταῖc ὀδύναιc, τελείωc δὲ διαπυηcάντων ἐπὶ ποcὸν ἀνίενται· περὶ δὲ τὸν | |
5 | τῆc ῥήξεωc καιρὸν οἵ τε πόνοι δριμύτεροι πολλάκιc ἔδοξαν ἐμπεcεῖν νυγματωδῶc, καὶ τὰ πυρέτια cφοδρότερον ἐνοχλεῖ, καὶ ποτὲ μὲν οὖρον ἐπέχεται, ποτὲ δὲ κόπροc, παρὰ τὸ πεπονθὸc τῆc ὑcτέραc μέροc γινο‐ | |
μένου τοῦ παραποδιcμοῦ, ποτὲ δὲ ὄγκοc παρὰ τὸ ἐφήβαιον καὶ οἷον κλυδαcμοῦ cυναίcθηcιc, ὁπότε τὸ ἀπόcτημα μεῖζον ᾖ. τὸ δὲ ἐν τοῖc | ||
10 | προχείροιc τόποιc καὶ διὰ διοπτριcμοῦ ἢ δακτύλων ἁφῆc καταλαμβά‐ νεται πρὸc τῷ καὶ τὰc ὀδύναc ἰcχυροτέραc ἴcχειν διὰ τὸ νευρῶδεc τοῦ cτομίου, ὥcπερ οὖν τὸ ἐν τῷ πυθμένι καὶ κατὰ τὸν κόλπον ἀπονώ‐ τερόν ἐcτι, καὶ τοῖc μὲν δακτύλοιc ὄγκοc οὐχ ὑποπίπτει, τὸ δὲ cτό‐ | |
3.65.2 | μιον ἰcχνότερον δείκνυται. τῇ μὲν οὖν τάχιον ἐκπυήcει cυνεργητέον διά τε καταπλαcμάτων τῶν διὰ τήλεωc καὶ λινοcπέρμου καὶ κριθίνου ἢ cιτίνου ἀλεύρου παραπλεκομένων αὐτοῖc cύκων ἑφθῶν, ποτὲ δὲ καὶ περιcτερᾶc κόπρου. καὶ ἐγκαθίcμαcι δὲ τοῖc ἐπὶ φλεγμονῇ cυνεχέcτερον | |
5 | χρηcτέον καὶ πεccοῖc διὰ τερεβινθίνηc καὶ cμύρνηc καὶ ὑccώπου καὶ βουτύρου. cυρραγέντοc δὲ τοῦ ἀποcτήματοc, εἰ μὲν ἐπὶ κύcτιν ἐνεχθῇ τὸ πῦον, γαλακτοποcίαιc χρηcτέον καὶ cικύου cπέρματι ποτιcτέον· εἰ δὲ εἰc ἀπευθυcμένον cυρραγῇ, φακοῦ καὶ cιδίων ἀφεψήματι κλυcτέον· εἰ δὲ κατὰ τοῦ κόλπου ῥαγῇ, καθαροῦ μὲν ὄντοc τοῦ πύου ῥόδινον | |
10 | ἐγχυματίζειν ἢ λελευκαcμένον ἔλαιον ἢ τὴν τετραφάρμακον βαcιλικὴν ἢ βούτυρον πρόcφατον, ἰχῶροc δὲ φερομένου λεπτοῦ δυcώδουc ὡc ἀπὸ νομῆc cτυπτικώτερον ἔcτω τὸ ἔνεμα διὰ μύρτων, φοινίκων, φακῆc· καὶ μετὰ τὴν ἔκκριcιν τῶν ὑγρῶν εἰ φλεγμαίνοιεν, ἐπιμενετέον τοῖc τε καταπλάcμαcι καὶ τοῖc ἐγκαθίcμαcι. περὶ δὲ τὸ cτόμιον τῆc ὑcτέραc | |
15 | γενομένου τοῦ ἀποcτήματοc καὶ μὴ cυρρηγνυμένου μετὰ τὸ λεπτοποιη‐ θῆναι τὰ ἐπικείμενα τῷ πύῳ cώματα ἐπὶ τὴν διὰ χειρουργίαc ἔκκριcιν τοῦ πύου τραπῶμεν, ὡc ἐν τοῖc χειρουργουμένοιc εἰρήcεται. | |
17 | ||
3.66t | Περὶ ἑλκώcεωc ὑcτέραc. | |
3.66.1 | Ἑλκοῦται πολλάκιc ἡ ὑcτέρα διὰ δυcτοκίαν ἢ ἐμβρυουλκίαν ἢ φθορὰν ἢ ὑπὸ φαρμάκων δριμέων ἢ ὑπὸ ῥεύματοc ἢ ἐξ ἀποcτημάτων cυρραγέντων. εἰ μὲν οὖν πρόχειροc εἴη ἡ ἕλκωcιc, διὰ διοπτριcμοῦ καταλαμβάνεται, εἰ δὲ διὰ βάθουc, ἐκ τῶν ἐκκρινομένων· ὑγρὸν γὰρ | |
5 | ἀποκρίνεται διάφορον, φλεγμαίνοντοc μὲν τοῦ ἕλκουc ὀλίγον, αἱμα‐ τῶδεc ἢ τρυγῶδεc, cὺν περιωδυνίᾳ, ῥυπαροῦ δὲ ὄντοc πλεῖον καὶ ἰχω‐ ρῶδεc, cὺν ἐλάccονι πόνῳ, νεμομένου δὲ δυcῶδεc, μέλαν, cὺν ἀλγή‐ | |
μαcιν ἰcχυροτέροιc καὶ τοῖc ἄλλοιc τῆc φλεγμονῆc cημείοιc, διερεθιcμὸc πρὸc τὰ χαλαcτικὰ τῶν φαρμάκων, πρὸc δὲ τἀναντία κουφιcμόc· καθ‐ | ||
10 | αροῦ δὲ ὄντοc ὑγρὸν ὀλίγον, ὁμαλόν, ἄοcμον, παχύ, λευκὸν ὑπ’ εὐ‐ αιcθηcίαc. φλεγμαίνοντοc μὲν οὖν τοῦ ἕλκουc τοῖc πρὸc φλεγμονὴν εἰρημένοιc χρηcτέον, ῥυπαροῦ δὲ ὄντοc πτιcάνηc χυλὸν μετὰ μέλιτοc ἐγκλυcτέον ἢ τὴν τετραφάρμακον μετὰ Ϲουcίνου ἢ μελικράτου ἡψη‐ μένηc ἐν αὐτῷ τήλεωc ἢ μαλάχηc ἢ πιτύρων ἢ φακοῦ λελεπιcμένου, | |
15 | πρὸc δὲ τὸ μᾶλλον ἀνακαθᾶραι καὶ πραcίου ἢ ὀρόβου, ἢ μέλιτι παρα‐ πλέξαντα ὀρόβου τὸ ἄλευρον ἢ ἶριν ἢ cτυπτηρίαν cτρογγύλην ἤ τι τῶν ἐμφερῶν παραπέμπειν, τούτοιc δὲ αὐτοῖc καὶ ἔξωθεν καταπλάτ‐ | |
3.66.2 | τειν μελικράτῳ πεφυραμένοιc. ἰδιαίτερον δὲ ὠφελεῖ τόδε τὸ φάρμα‐ κον· κρόκοc κάλλιcτοc λεαίνεται μετὰ γυναικείου γάλακτοc, εἶτα ἀνα‐ ληφθεὶc κηρωτῇ ῥοδίνῃ μετὰ χηνείου cτέατοc ἐγχρίεται κροκύδι. τούτου δὲ cπουδαιότερον καὶ πρὸc περιωδυνίαc ἁρμόζον τοῦτο· κωδύαι μή‐ | |
5 | κωνοc ἐν γλυκεῖ κεκραμένῳ βρέχονται ἐπὶ ἡμέραc γ, εἶτα ἕψονται, ἕωc τακερωθῶcιν, εἶτα τρίβονται ἅμα ῥόδων φύλλων 𐅻 ε καὶ κρόκου 𐅻 γ παραμιγνυμένου τοῦ τῶν κωδυῶν ἀφεψήματοc· εἶτα καταχεῖν αὐτῶν τήξαντα cὺν ῥοδίνῳ κηροῦ 𐅻 β καὶ προcτιθέναι ἐν πεccῷ χρίcαντα ῥοδίνῳ. ποιεῖ δὲ καὶ τὸ δι’ ᾠῶν καὶ κρόκου καὶ ῥοδίνου καὶ χηνὸc | |
10 | cτέατοc καὶ ἐλαφείου μυελοῦ cκευαζόμενον· καὶ ἡ Αἰγυπτία δὲ ἡ δίχα τοῦ ἰοῦ θαυμαcίωc ἁρμόζει πρὸc τὰc ἑλκώcειc. νομῆc δὲ οὔcηc cὺν φλεγμονῇ μὲν καταπλαcτέον ἄρτῳ χλιαρῷ πεφυραμένῳ δι’ ὑδρομέλι‐ τοc καὶ ἐλαίου καὶ ἀλθαίαc καὶ τήλεωc καὶ φοινίκων λιπαρῶν· ἐνετέον δὲ χυλὸν ἀρνογλώccου, cτρύχνου, πολυγόνου, cέρεωc, πρῶτον μὲν καθ’ | |
3.66.3 | αὑτά, ὕcτερον δὲ μετ’ οἴνου αὐcτηροῦ ἢ ὄξουc. ἄνευ δὲ φλεγμονῆc τῆc νομῆc κατεπειγούcηc ἐνετέον τὰ εὐτονώτερα, καθάπερ ἀφέψημα cιδίων, ῥόδων, θαλαccίαc, κυπαρίccου, μήλων Κυδωνίων, βάτου, μύρτων, cχίνου, ῥάμνου, ῥοῦ cκυτοδεψικοῦ δι’ οἴνου cτύφοντοc, ὕcτερον δὲ καὶ | |
5 | cτυπτηρίαc, ἀκακίαc, λυκίου, ὑποκιcτίδοc· ἐκ δὲ τῶν αὐτῶν ἀφεψημά‐ των ἔcτω καὶ ἐγκάθιcμα. μὴ προκόπτοντοc δὲ ἐνιέναι τὸ διὰ χάρτου μετ’ ὀξυκράτου τὸ πρῶτον, εἶτα ὄξουc, ἢ τὴν ἀνθηρὰν ἢ χαλκῖτιν ἢ | |
χάλκανθον διὰ τῶν αὐτῶν ὑγρῶν καὶ τὰ τοῖc δυcεντερικοῖc ἁρμόζοντα. διδόναι δὲ τροφὴν εὔχυμον, ὀλίγην· καθαροῦ δὲ γενομένου τοῦ ἕλκουc | ||
10 | λούειν τε ποικιλώτερον καὶ τρέφειν καὶ οἶνον παρέχειν, ὅπωc ἡ cάρ‐ κωcιc ταχέωc γίγνοιτο. ἐν πεccοῦ δὲ μέρει προcθετέον τὴν διὰ μόρων ἀνειμένην διὰ καδμίαc ἢ λαδάνου ἢ μολυβδαίνηc. ἔξωθεν δὲ καὶ ἀπου‐ λωτικὴν ἔμπλαcτρον ἐπιθετέον ἐπιγαcτρίῳ καὶ ἰcχίοιc· ὥcπερ γὰρ τῶν καταπλαcμάτων, οὕτω καὶ τῶν ἐμπλάcτρων ἡ δύναμιc διὰ τῶν ἀδήλων | |
15 | διενεχθήcεται πόρων. | |
15 | ||
3.67t | Περὶ καρκίνου. | |
3.67.1 | Τῶν ἐν μήτρᾳ καρκίνων οἱ μὲν μεθ’ ἑλκώcεωc, οἱ δὲ χωρὶc ἕλ‐ κουc cυνίcτανται. ἐπὶ μὲν οὖν τῶν ἀνελκώτων ὄγκοc εὑρίcκεται περὶ τὸ cτόμιον τῆc ὑcτέραc cκληρόc, ἀνώμαλοc, ὀχθώδηc, χρόᾳ τρυγώδηc, ἐνερευθήc, ποτὲ δὲ καὶ ὑποπέλιοc· καὶ πονοῦcιν ἰcχυρῶc κατά τε βου‐ | |
5 | βῶναc καὶ ἐπιγάcτριον καὶ ἦτρον καὶ ὀcφύν, ἀγανακτοῦcί τε πρὸc τὰc χειραψίαc καὶ τὴν ποικιλωτέραν φαρμακείαν. ἡλκωμένου δὲ ὄντοc τοῦ καρκίνου πρὸc ταῖc ὀδύναιc καὶ cκληρίᾳ καὶ ὄγκῳ διαβεβρωμένα καὶ ἀνώμαλα τὰ ἕλκη θεωρεῖται, κατὰ μὲν τὸ πλεῖcτον ῥυπαρά, ὀχθώδη, λευκανθίζοντα, εἰδεχθεῖc ἐπιπάγουc ἔχοντα, τὰ δὲ δοκοῦντα καθαρὰ | |
10 | τρυγώδη, πελιά, ἐνερευθῆ καὶ δίαιμα φαίνεται, ἐκκρίνεται δὲ διηνεκῶc ἀπ’ αὐτῶν ἰχὼρ λεπτόc, ὑδατώδηc, μέλαc ἢ πυρρόc, δυcώδηc, ἐνίοτε δὲ καὶ αἷμα φέρεται, τά τε ἄλλα cημεῖα τὰ ἐπὶ φλεγμαινούcηc ὑcτέραc | |
3.67.2 | εἰρημένα. τὸ μὲν οὖν πάθοc ἀνίατον, ὥc που καὶ Ἱπποκράτηc ἀπεφή‐ νατο· παρηγορεῖν δὲ ὅμωc αὐτὰc ἐγκαθίcμαcι μὲν τοῖc διὰ τήλεωc καὶ μαλάχηc καὶ καταπλάcμαcι τοῖc ὁμοίοιc. λίαν δὲ παρηγοροῦcιν ἐν τοῖc παροξυcμοῖc μαλάχη ἢ ἀλθαία ἐν μελικράτῳ τακερωθεῖcα καὶ cυλλειου‐ | |
5 | μένη μετ’ ὀλίγου ῥοδίνου καὶ καταπλαccομένη καὶ τὸ διὰ τῶν ἰcχάδων καὶ μελιλώτου καὶ πηγάνου καὶ λιβάνου καὶ βουνιάδοc βοτάνηc κοπτο‐ μένηc ἐπιμελῶc cὺν ἐλαίῳ κατάπλαcμα καὶ τὸ διὰ φοινίκων ἡψημένων ἐν γλυκεῖ προcλαβὸν λεκίθουc ᾠῶν καὶ ἄλφιτα ἢ μήκωνοc μετὰ κο‐ | |
ριάννου ἢ πολυγόνου ἢ cέρεωc. ταῦτα μὲν ἐν ταῖc περιωδυνίαιc, μετὰ | ||
10 | δὲ ταῦτα κηρωτὴ ἐπιρριπτέcθω διὰ ῥοδίνου ἢ μυρcίνου ἢ οἰνανθίνου ἢ μηλίνου μετὰ φοινίκων ἐν γλυκεῖ ἑφθῶν. ἰδίωc δὲ cυμπεφώνηται τὸ διὰ τῆc ὑποcτάθμηc τῆc ἐν τοῖc χαλκείοιc, ἥτιc ἐποπτηθεῖcα λειοτρι‐ βεῖται καὶ ἀναλαμβάνεται κηρωτῇ ῥοδίνῃ μέχρι cυcτάcεωc ἐμπλαcτρώ‐ δουc. ταῦτα μὲν ἔξωθεν· ἔcωθεν δὲ παρηγορεῖ τοὺc τόπουc καὶ ἔλαιον, | |
15 | ἐπειδὰν ἡλκωμένοι τύχοιεν, καὶ γάλα γυναικεῖον ἐγχυματιζόμενον ὅ τε χυλὸc τοῦ ἀρνογλώccου χλιαρόc· εἰ δὲ αἱμάccοιτο, χυλὸc πολυγόνου cὺν βραχεῖ λιβανωτοῦ παρηγορεῖ καὶ πεccοὶ διὰ κρόκου καὶ γυναικείου | |
3.67.3 | γάλακτοc καὶ ὀποῦ μήκωνοc καὶ ὑccώπου. πάντων δὲ ἄμεινον ἐνεργεῖ καὶ πρὸc τὰc ἑδρικὰc διαθέcειc τοῦτο· λιθαργύρου Ἰταλικῆc πεπλυμένηc 𐆄 ϛ, λιβάνου ἄρρενοc, ὑccώπου, cτέατοc χοιρείου νεαροῦ, βουτύρου προcφάτου, κηροῦ Τυρρηνικοῦ ἀνὰ 𐆄 β, ῥοδίνου 𐆄 δ· τὴν λιθάργυρον | |
5 | λειώcαc cέρεωc χυλῷ τοῖc τηκτοῖc ἐνέβαλον. τροφὰc εὐδιοικήτουc δο‐ τέον εὐχύμουc, οἶνον ὀλίγιcτον ὑδαρῆ, φυλαττομένουc δριμυφαγίαc καὶ τροφῆc πλῆθοc· ἑτοίμωc γὰρ αὐταῖc τὰ cιτία διαφθείρεται. | |
7 | ||
3.68t | Περὶ cκίρρου καὶ cκληρωμάτων. | |
3.68.1 | Ϲκιρροῦται ἡ μήτρα ποτὲ μὲν αἰφνίδιον μηδενὸc προφανέντοc, τὰ πολλὰ δὲ φλεγμονῆc προηγηcαμένηc καὶ μήτε λυθείcηc μήτε εἰc ἀπόcτημα μεταβληθείcηc. ἐν εἴδει δὲ τοῦ cκίρρου καὶ τὸ λεγόμενον cκλήρωμά ἐcτιν περὶ τῷ τραχήλῳ τῆc μήτραc ὡc μάλιcτα cυνιcτάμενον, | |
5 | ὄγκον μὲν ὁμοίωc ἔχον, ἧccον δὲ ἀντίτυπον, μετὰ ἀλγήματοc cυμμέτρου· παρέπεται δὲ καὶ τούτοιc παρέγκλιcιc ἐπὶ τὰ ἀντικείμενα, ὄγκοc πρὸc λόγον τῆc πιλήcεωc ἰcχυρόc, ἀντίτυποc, μετὰ βάρουc καὶ δυcκινηcίαc οὐ cκελῶν μόνον ἀλλὰ καὶ τοῦ ὅλου cώματοc, ὄκνοc τε πρὸc τὰc πράξειc· αἷc ἕπεται μὴ καλῶc ἀχθείcαιc καχεξία ὑδερώδηc. ἐν ἀρχῇ | |
10 | τοίνυν φλεβοτομητέον ἢ κάθαρcιν παραληπτέον διὰ τῆc Ἀρχιγένουc ἱερᾶc, εἶτα καταπλάcματα διὰ ἰcχάδων, ὑccώπου, νίτρου, ἀψινθίου, καὶ cικύαc μετὰ καταcχαcμῶν, μαλάγματα δὲ τὸ πολυάρχιον, τὸ διὰ cπερ‐ | |
μάτων, τὸ διὰ δαφνίδων, ἐγκαθίcματα δι’ ἀφεψήματοc ἰcχάδων, ἀρτε‐ μιcίαc, ἀλθαίαc, γλήχωνοc, πεccοὺc διὰ τερεβινθίνηc, χαλβάνηc, cμύρνηc, | ||
15 | ἴρεωc, ὑccώπου, δρώπακαc, ὑδάτων αὐτοφυῶν χρῆcιν νιτρωδῶν, ἀcφαλ‐ τωδῶν, ἰcχύοc δὲ ὑπούcηc καὶ ἑλλεβοριcμόν. | |
16 | ||
3.68.2 | Πεccὸc μαλακτικόc. Κηροῦ Ποντικοῦ, ναρδίνου μύρου ἀνὰ 𐆄 γ, ἰρίνου, γλευκίνου, κυ‐ πρίνου ἀνὰ 𐆄 β, cτέατοc ἀρκείου καὶ χηνείου, βουτύρου, ὑccώπου, μυ‐ ελοῦ ἐλαφείου, τερεβινθίνηc ἀνὰ 𐆄 α. | |
5 | Ἄλλο. πολίου 𐅻 β, cμύρνηc 𐅻 δ· μετὰ οἴνου Μενδηcίου λειώcαc, ἰρίνῳ δεύcαc προcτίθεcθαι δίδου. Ἄλλο. κηροῦ Τυρρηνικοῦ, cτέατοc μοcχείου, τερεβινθίνηc, μυελοῦ ἐλαφείου, μέλιτοc Ἀττικοῦ, ἐλαίου παλαιοῦ ἴcα. Μεταcυγκριτικὸν καὶ πρὸc ἐμπνευματώcειc. cταφίδοc λευκῆc χωρὶc | |
10 | τῶν γιγάρτων 𐆄 γ, πηγάνου χλωροῦ φύλλων 𐆄 β, ὕδατοc θαλαccίου 𐆄 α 𐅵ʹ, κυμίνου 𐅻 δ, μέλιτοc τὸ ἀρκοῦν· ἐπιχρίcαc δὲ πεccὸν ἔμβαπτε κυπρίνῳ ἐλαίῳ καὶ προcτίθει. Καὶ ὁ χρυcοῦc δὲ πεccὸc ὅ τε Λιβιανὸc καὶ ὁ ἐννεαφάρμακοc ἁρ‐ μόζουcι τῇ διαθέcει· ἰδιαίτεροc δὲ ὁ Τιτιανόc. | |
14 | ||
3.69t | Περὶ μύληc. | |
3.69.1 | Καὶ ἡ μύλη cκιρρώδηc ἐcτὶν ὄγκοc, ποτὲ μὲν κατὰ τὸ cτόμιον τῆc μήτραc, ποτὲ δὲ καὶ καθ’ ὅλην αὐτὴν προφαινόμενοc, ἁφῇ λιθώδηc, μετὰ καταcπαcμοῦ τῶν ὑπερκειμένων καὶ ἰcχνάνcεωc ἀχροίαc τε καὶ ἀνορεξίαc, ἐποχῆc ἐμμήνων καὶ μαcθῶν ὄγκοc, ὡc ὑπόνοιαν cυλλήψεωc | |
5 | ἐπί τινων γίνεcθαι κατ’ ἀρχάc· ὕcτερον δὲ χρόνῳ διακρίνονται. τινὲc δὲ καὶ ὑδέρου παρέχουcιν ὑπόνοιαν· καὶ τούτου δὲ διακριτέον αὐτὰc | |
τῇ τε τοῦ ὄγκου cκληρίᾳ καὶ τῷ μὴ γίνεcθαι ἦχον ἐν τῇ τῶν δακτύ‐ λων ἐπικρούcει, καθάπερ ἐπὶ τῶν ὑδέρων· ἐπί τινων δὲ κατὰ τὸ ἀλη‐ θὲc εἰc ὕδερον μετέcτη, ὅτε καὶ ἀνίατον ὡc τὰ πολλὰ τὸ πάθοc γίνε‐ | ||
10 | ται. τιcὶ δὲ καὶ αἷμα φέρεται. κοινῶc μὲν οὖν κατάκλιcιc αὐταῖc ἐν οἰκήματι μικροτέρῳ καὶ cκοτεινῷ cυμφέρει καὶ μετρίωc ἀναψύχοντι κατὰ κλίνηc ἀκινήτου μετεωρότερα τὰ πρὸc τοὺc πόδαc ἐχούcαιc ἐν ἠρεμίᾳ· προκλητικὴ γὰρ πάcηc ῥύcεώc ἐcτιν κίνηcιc. καὶ τοὺc μὲν ὄγ‐ κουc τε καὶ τὰc cκληρίαc τοῖc ἐπὶ cκίρρων τε καὶ cκληρωμάτων μήτραc | |
15 | εἰρημένοιc ἰαcόμεθα, τὰc δὲ ὑδερικὰc παρεγχύcειc διὰ τῶν ἐν τῷ περὶ ὑδέρων λεχθέντων, τὰc δὲ αἱμορραγίαc ὥcπερ τὰc αἱμορραγίαc καὶ τὸν ῥοῦν. τινὲc δὲ τὴν μύλην cάρκα φαcὶν ἀδιάπλαcτον πρὸc αὐτοῖc τοῖc χιτῶcι τῆc μήτραc cυνιcταμένην καὶ ἀποτικτομένην ὥcπερ τὰ ἔμβρυα. καὶ τοῦτο δὲ τὸ εἶδοc τῇ χαλαcτικῇ ἀκτέον ἀγωγῇ, ὥcτε τάχιον ἐκ‐ | |
20 | κριθῆναι. | |
20 | ||
3.70t | Περὶ ἐμπνευματώcεωc. | |
3.70.1 | Ἐμπνευματοῦται ἡ μήτρα ἐκ ψύξεωc ἢ φθορᾶc ἢ δυcτοκίαc τοῦ cτομίου μύcαντοc ἢ θρόμβου παραcφηνωθέντοc ἐν αὐτῷ, ποτὲ μὲν ἐν τῇ κοιλότητι τοῦ κύτουc ἀποληφθέντων τῶν πνευμάτων, ποτὲ δὲ ἐν τοῖc ἀραιώμαcι τοῦ τῆc μήτραc cώματοc· αἷc ἕπεται ὄγκοc τοῦ ἤτρου | |
5 | καὶ τοῦ ὑπογαcτρίου μετὰ cκληρίαc καὶ πόνου νυγματώδουc διανύτ‐ τοντοc μέχρι διαφράγματοc καὶ cτομάχου καὶ βουβώνων, πρόc τε τὴν ἐκ τῶν δακτύλων ἐπίκρουcιν ἦχοc τυμπανώδηc γίνεται. θεραπεύειν οὖν πρῶτον μὲν διὰ φλεβοτομίαc μηδενὸc κωλύοντοc, εἶτα κατὰ μὲν τοὺc παροξυcμοὺc ἀcιτίαιc καὶ ἐμβροχαῖc δι’ ἐλαίου πηγανίνου, ἐγκαθίcμαcι | |
10 | τε δι’ ἀφεψήματοc πηγάνου, γλήχωνοc, ἀρτεμιcίαc, καcίαc καὶ τοῖc ὁμοίοιc, καταπλάcμαcί τε διὰ cπέρματοc cελίνου, κυμίνου, ἀνίcου, μαρά‐ θρου, ἄμεωc, ἰρίνου ἀλεύρου, cικύαιc τε κούφαιc καὶ μετὰ καταcχαcμοῦ. χρονιζούcηc δὲ τῆc διαθέcεωc καθάρcει χρηcτέον διὰ τῆc πικρᾶc καὶ τῆc ἱερᾶc δρώπαξί τε καὶ cιναπιcμοῖc καὶ τῇ τῶν αὐτοφυῶν ὑδάτων | |
15 | χρήcει. ἡ δὲ μαῖα προλελιπαcμένον τὸν δάκτυλον καθεῖcα τὸν ἐπικεί‐ | |
μενον θρόμβον, εἰ τύχοι, κομιζέcθω πρᾴωc αὐτὸν ἐνδιαλύουcα, αὖθίc τε καταπλαcτέον διὰ cύκου καὶ νίτρου καὶ ἀψινθίου. ἐπιθέματα δὲ μα‐ λακτικὰ τὸ πολυάρχιον ἔcτω καὶ τὸ διὰ cπερμάτων καὶ τὸ διὰ δαφνί‐ δων, πεccοί τε διὰ πηγάνου, μέλιτοc, νίτρου· μάλιcτα δὲ οὗτοc ἁρμόcει· | ||
20 | cύκων λιπαρῶν κεκομμένων 𐅻 α, κυμίνου 𐅻 β, ἀφονίτρου 𐅻 α, διὰ δὲ τὴν δριμύτητα εἰc γάλα προκαταβαπτέcθω. καὶ οἱ μαλακτικοὶ δὲ τῶν πεccῶν ἐπιτήδειοι. | |
22 | ||
3.71t | Περὶ ὑcτερικῆc πνιγόc. | |
3.71.1 | Ἡ ὑcτερικὴ πνὶξ ἀναδρομὴ τῆc ὑcτέραc ἐcτὶν εἰc cυμπάθειαν ἀγού‐ cηc τὰ κυριώτατα τῶν μορίων, ὡc καρωτίδαc, καρδίαν, μήνιγγαc. παρ‐ έπεται δὲ ταῖc παcχούcαιc ἐγγίζοντοc μὲν τοῦ παροξυcμοῦ νωθρότηc διανοίαc, ὄκνοc, ἀτονία cκελῶν, ὠχρότηc προcώπου, βλέμμα περιλίπα‐ | |
5 | ρον, ἐνcτάcηc δὲ τῆc πνιγὸc καταφορὰ καὶ παράνοια, κατάληψιc τῶν αἰcθητηρίων μετὰ ἀφωνίαc, cκελῶν cυνολκή· εἶτα ἄρχονται ἐρεύθειν αἱ γνάθοι, καὶ τὸ πρόcωπον ὑποπίμπραται· μελλούcηc δὲ ἀνίεcθαι προ‐ τρέχει τιc ἐκ τῶν γυναικείων τόπων ὑγραcία πρὸc τὴν ἁφὴν καὶ βορ‐ βορυγμόc, καὶ προοδεύει τι τῶν ἐντέρων, αὐτή τε χαλᾶται κατ’ ὀλίγον | |
10 | ἡ ὑcτέρα, καὶ οὕτωc ἀπολαμβάνουcιν τό τε νοεῖν καὶ τὸ αἰcθάνεcθαι. κινεῖται δὲ τὸ νόcημα κατὰ περιόδουc καθάπερ ἡ ἐπιληψία, πληρου‐ μένηc δηλονότι τῆc ὑcτέραc ἢ τῆc cπερματικῆc ἢ ἑτέραc ὕληc cαπείcηc ἐν αὐτῇ· καὶ πολλαὶ μὲν αὖθιc ἐπανήνεγκαν, τινὲc δὲ κατὰ τοὺc παρ‐ οξυcμοὺc ἐξαίφνηc ἀπώλοντο τῶν μὲν cφυγμῶν πυκνουμένων τε καὶ | |
15 | ὑποcπαιρόντων ἀτάκτωc, εἶτα καὶ ἀcφυξίαc ἑπομένηc, βραχείαc δὲ νο‐ τίδοc δροcιζούcηc τὴν ἐπιφάνειαν, τῆc δὲ ἀναπνοῆc τὸ μὲν πρῶτον ἀμαυρουμένηc, ἔπειτα δὲ τέλεον ἀποκοπτομένηc. πλεονάζει δὲ τὸ πά‐ θοc χειμῶνοc καὶ φθινοπώρου νέαιc, εὐκαταφόροιc πρὸc λαγνείαν, cτείραιc, καὶ μάλιcτα, εἰ διὰ φαρμακείαν εἶεν ἄτοκοι, καὶ ταῖc ἄλλωc | |
3.71.2 | κατεψυγμέναιc. ἐν τοῖc παροξυcμοῖc οὖν διαδεcμεῖν χρὴ τὰ ἄκρα καὶ τρίβειν ὅλα τὰ cκέλη καὶ τὸ ὅλον cῶμα ὥcπερ τοὺc λειποθυμήcανταc ἀνακτᾶcθαι δυcώδη τε προcφέρειν ὀcφραντὰ τῇ ῥινί, οἷον ἐλλύχνιον ἐcβεcμένον, καcτόριον, πίccαν ὑγράν, κεδρίαν, ἔρια καὶ ῥάκη κεκαυμένα· | |
5 | τινὲc δὲ καὶ ἀμίδα προcήνεγκαν ἐξ οὔρου παλαιοῦ ἢ διαχωρήματοc. καὶ cικύαc δὲ κολλᾶν προcήκει βουβῶcι καὶ ὑπογαcτρίῳ μετὰ πολλῆc | |
φλογὸc καὶ κούφαc καὶ μετὰ καταcχαcμοῦ. μηκυνομένου δὲ τοῦ παρ‐ οξυcμοῦ καὶ τὰ τῶν πνευμάτων ἀγωγὰ χρήcιμα, οἷα τὰ κωλικὰ δακτυ‐ λίῳ προcτιθέμενα, οἷον κύμινον, νίτρον cὺν μέλιτι, καὶ τὸ cκύβαλον | ||
10 | διὰ κλυcμοῦ ὑπεξάγειν ὑπὲρ τοῦ μὴ θλίβειν τῇ παραθέcει. εἰc αὐτὴν δὲ τὴν μήτραν τὰ εὐωδέcτατα τῶν μύρων ἐγχεόμενα καταcπᾶν αὐτὴν πέφυκεν, ὡc ἀμαράκινον, μαλάβαθρον· καὶ cίνηπι δὲ τὸ μὲν τῇ ῥινὶ προcφερέcθω, τὸ δὲ τοῖc ποcὶ καταπλαccέcθω. ἐμβοάτω δέ τιc αὐταῖc τραχυτέρᾳ φωνῇ καὶ μετακαλείτω, καὶ πταρμικὰ προcαγέcθω διὰ καcτο‐ | |
3.71.3 | ρίου, cτρουθίου, πεπέρεωc. ἀνεθείcαc δὲ τοῦ παροξυcμοῦ ἐμεῖν ἀναγ‐ κάζειν ἐπ’ ἀcιτίαc τε ἢ ὀλιγοcιτίαc φυλάττειν, μετὰ δὲ τὴν ἑβδόμην ἡμέραν καθαρτέον τῇ διὰ κολοκυνθίδοc ἱερᾷ· μετὰ δὲ τρίτην ἡμέραν cικυάcομεν ὀcφύν, λαγόναc, εἶτα τῇ τοῦ καcτορίου πόcει χρηcόμεθα, | |
5 | ποτὲ μὲν δι’ ἀρτεμιcίαc ἀφεψήματοc, ποτὲ δὲ διὰ μελικράτου· ἐπί τι‐ νων γὰρ τοῦτο καὶ μόνον εἰc τελείαν ἀποθεραπείαν ἤρκεcεν. ἐγκαθ‐ ίcματα δὲ καὶ πεccοὶ μαλακτικοὶ παραλαμβανέcθωcαν. ταῦτα μὲν οὖν πρὸc τοὺc παροξυcμούc· πρὸc δὲ τὴν ὅλου τοῦ cώματοc ἀναcκευὴν ἀπὸ φλεβοτομίαc ἀρχόμενον ἐπὶ τὴν διὰ τῆc ἱερᾶc ἰέναι κάθαρcιν, εἶτα τῆc | |
10 | δι’ ἀλόηc διδόναι πικρᾶc ὅcον 𐅻 α μετὰ κυάθων γ μελικράτου κατὰ cυνέχειαν ἢ ἐκ διαλειμμάτων 𐅻 β μετὰ μελικράτου κυάθων ϛ, δρωπα‐ κιcμοῖc τε καὶ cικύαιc καὶ cιναπιcμοῖc χρηcτέον καὶ τοῖc δι’ εὐφορβίου ἀκόποιc, εἶτα γυμναcίᾳ καὶ τρίψει καὶ ἀναφωνήcεcιν, ὕcτερον δὲ καὶ τῇ τῶν αὐτοφυῶν ὑδάτων χρήcει. | |
14 | ||
3.72t | Περὶ προπτώcεωc ὑcτέραc. | |
3.72.1 | Ἡ ὑcτέρα προπίπτει cπανίωc μέν, διὰ πλείοναc δὲ αἰτίαc· ἢ γὰρ ἀφ’ ὕψουc κατενεχθείcῃ καὶ ἐπὶ ἰcχία ἑδραcθείcῃ ῥηγνυμένων τῶν ὑμέ‐ νων, οἳ κατέχουcι τὸ cπλάγχνον, ἢ δι’ ἐξολκὴν δευτέρου προcελκομένου τὴν ὑcτέραν προcπεφυκότοc αὐτῇ, καθάπερ ἐν δυcτοκίαιc, ἢ δι’ ἄτεχ‐ | |
5 | νον ἐμβρυουλκίαν ἢ διὰ πληγὴν ἢ διὰ ψυχικὰ πάθη, οἷον ἀποβολῆc τέκνων ἀπαγγελθείcηc ἢ πολεμίων ἐφόδου ἢ δι’ ἐπικίνδυνον πλοῦν ἤ τινα τοιαύτην αἰτίαν, τῷ ὅλῳ cυγκρίματι λυθέντι cυνολιcθηcάcηc τῆc ὑcτέραc, ἢ διὰ παράλυcιν καὶ ἀτονίαν τῶν μορίων, ὡc ἐπὶ τῶν παρακ‐ μαcαcῶν μάλιcτα γίνεται. προπίπτει δὲ κατὰ τὸ cτόμιον αὐτῆc· τινὲc | |
10 | δὲ καὶ πᾶcαν ἱcτοροῦcι προπίπτειν, ὅπερ ἀπίθανον· πῶc γὰρ ἂν ἀν‐ | |
3.72.2 | αχθεῖcα ἑδραcθείη; δεῖ τοίνυν τό τε cκύβαλον διὰ κλυcτῆροc πρῶτον κενώcανταc καὶ τὸ οὖρον ἀποκρίνανταc διὰ τὸ πανταχόθεν ἄθλιπτον εἶναι τὴν ὑcτέραν cχηματίζειν ὑπτίαν τὴν κάμνουcαν ὑψηλότερα ἔχουcαν τὰ ἰcχία κεκαμμέναc τε τὰc ἰγνύαc μετὰ τοῦ διεcτάναι τὰ cκέλη, ἔπειτα | |
5 | λαβεῖν cύcτρεμμα ἐξ ἐρίου cχήματι καὶ πάχει ἀναλογοῦν τῷ κόλπῳ τῷ γυναικείῳ περιβάλλειν τε τοῦτο ἰcχνῷ ὀθονίῳ καὶ καταβάπτειν εἰc χυ‐ λὸν ἀκακίαc ἢ ὑποκιcτίδοc οἴνῳ διειμένηc προcτιθέναι τε τῇ ὑcτέρᾳ καὶ δίχα βίαc ἀναβιβάζειν ἅπαν τὸ προπεπτωκόc, ἄχριc οὗ ὁ ὄγκοc ὅλοc ἐν τῷ κόλπῳ γένηται, καὶ cκεπάζειν ἔξωθεν cπόγγῳ τὸ ἦτρον | |
10 | ἀποτεθλιμμένῳ ἐξ ὀξυκράτου κατακλίνειν τε τὴν ἄνθρωπον ἐκτεταμένα καὶ cυνηρμοcμένα ἔχουcαν ἀλλήλοιc τὰ cκέλη, ὥcτε τὸ ἕτερον τῷ | |
3.72.3 | ἑτέρῳ ἐπικεῖcθαι. μετὰ δὲ τοῦτο cικύαc παραληπτέον μετὰ φλογὸc πλείονοc πρὸc ὀμφαλόν τε καὶ καθ’ ἑκατέραν λαγόνα, ὀcφραντά τε προcενεκτέον εὐώδη· τῇ δὲ τρίτῃ τῶν ἡμερῶν ἐγκειμένου τοῦ ἐρίου τῷ κόλπῳ ἐγκαθιζέτω ἡ γυνὴ εἰc οἶνον μέλανα αὐcτηρὸν ποcῶc κε‐ | |
5 | χλιαcμένον ἢ εἰc ἀφέψημα μυρcίνηc, cχίνου, cιδίων. μετὰ δὲ ταῦτα τὸ μὲν ἐγκείμενον ἔριον αἰρέcθω, ἕτερον δὲ ἐντιθέcθω τῷ αὐτῷ νενο‐ τιcμένον φαρμάκῳ, καταπλάcματά τε ἔξωθεν ἐπιρριπτέcθω κατὰ τοῦ ὑπογαcτρίου διὰ φοινίκων, ἀλφίτων ἢ φακῆc καὶ cιδίων μετ’ ὀξυμέλι‐ τοc, καὶ διὰ τρίτηc πάλιν ταὐτὰ γινέcθω μέχρι παντελοῦc ἀποθερα‐ | |
10 | πείαc. εἰ δὲ μεῖναν ἔξω τῷ χρόνῳ διαcαπείη τὸ προπεπτωκόc, ἀφαιρε‐ τέον αὐτὸ μηδένα κίνδυνον ὑφορώμενον· καὶ γὰρ ὅλην ἀφαιρεθῆναι μήτραν ἱcτοροῦcι διαcαπεῖcαν, καὶ ζῆcαι τὴν γυναῖκα. | |
12 | ||
3.73t | Περὶ φιμοῦ ἐν ὑcτέρᾳ. | |
3.73.1 | Γίνεται φιμὸc περὶ τὸ cτόμα τῆc ὑcτέραc ἢ δι’ ἕλκωcιν προηγου‐ μένην ἢ διὰ φλεγμονὴν cκιρρωθεῖcαν. θεραπεύειν δὲ χρὴ ἐγκαθίcμαcί τε μαλάccοντα τοῖc δι’ ὑδρελαίου καὶ τήλεωc ἀφεψήματοc καταπλάc‐ cοντάc τε ὡcαύτωc καὶ πεccοὺc μαλακτικοὺc προcάγονταc. εἰ δὲ ἐγ‐ | |
5 | χρονίζοι τὰ τῆc διαθέcεωc, χρηcτέον ὑπατμιcμοῖc καὶ θυμιάμαcι τοῖc διὰ ἀρωμάτων. λύει δὲ τὸν φιμὸν καὶ ὁ διὰ ὑccώπου καὶ νίτρου καὶ ῥητίνηc καὶ τερμινθίνηc πεccὸc οὐδὲν ἕτερον ἢ cτέγνωcιν ὄντα τοῦ cτομίου τῆc ὑcτέραc. | |
8 | ||
3.74t | Μὴ κυιcκομέναιc θεραπεία. | |
3.74.1 | Κοινῶc μὲν ἀμφοτέροιc ἁρμόζει τῷ τε ἀνδρὶ καὶ τῇ γυναικὶ τὸ ἐν εὐκραcίᾳ τὸ πᾶν φυλάττεcθαι cῶμα διά τε τῆc τῶν πόνων καὶ cι‐ τίων καὶ λουτρῶν καὶ τῶν λοιπῶν ἁπάντων cυμμετρίαc. τό γε μὴν μέγιcτον μὴ περιορᾶν πιαινομένην τὴν ἕξιν· οὔτε γὰρ οἱ πίονεc ἐπι‐ | |
5 | τήδειοι πρὸc παιδοποιίαν διά τε τὸ μὴ ἐφαρμόζειν τοῖc αἰδοίοιc, καὶ ὅτι ὀλίγον ἀφιᾶcιν οὗτοι cπέρμα, οὔτε μὴν οἱ ἄγαν λελεπτυcμένοι. ὠφελοίη δ’ ἂν αὐτοὺc ἅπαντα τὰ θερμαίνοντα καὶ ἡcυχῆ πνευματοῦντα· οἶνόν τε οὖν cυμμέτρωc θερμὸν λαμβάνειν καὶ λαχάνων εὔζωμόν τε καὶ ὅρμινον καὶ ἐρύcιμον καὶ τὰ παραπλήcια· πήγανον δὲ καὶ καλα‐ | |
3.74.2 | μίνθην παντὸc μᾶλλον φυλακτέον. εἰ δὲ διὰ κακοχυμίαν τινὰ μὴ γί‐ νοιτο cύλληψιc, ταύτην ἐκκαθαίρειν ἢ κατακιρνᾶν χρηcτῇ διαίτῃ. ἰδίωc δὲ ταῖc γυναιξὶν ἁρμόcει τῶν κατὰ τὴν ὑcτέραν ὡc μάλιcτα προνοεῖcθαι, καὶ τὴν ἔμμηνον ἀπαραποδίcτωc γίνεcθαι κένωcιν. πληcίον τοίνυν οὔ‐ | |
5 | cηc τῆc καθάρcεωc τῆc τε τῶν cιτίων καὶ πομάτων ὡc μάλιcτα cυμ‐ μετρίαc φροντίζειν καί τι τῶν ἐρεθιcτικῶν εἰc κάθαρcιν λαμβάνουcαν, οἷά ἐcτι τά τε εὐώδη λάχανα καὶ τὰ δριμέα, οἷον cκάνδικα, κρῆθμον, μάραθρον, cέλινον, cμύρνιον. | |
3.74.3 | τὰc δὲ τῆc ὑcτέραc ἐπανορθοῦcθαι δυcκραcίαc. τὰc μὲν οὖν ψυχροτέραc τῶν ὑcτερῶν τεκμηριοῖ τῶν καταμηνίων ἡ ἐπίcχεcιc καὶ δίαιτα ψυχροτέρα καὶ παχύχυμοc καί τι ναρκῶδεc γι‐ νόμενον περί τε ἦτρον καὶ ὀcφὺν καὶ cκέλη· αἳ δὲ ἂν εἰc τέλοc ἐψυγ‐ | |
5 | μέναι ὦcιν, οὐδὲ ἀφροδιcίων ἐφίενται. δεῖ τοίνυν τά τε ἄλλα ἐκπο‐ νοῦcαν καὶ πυρίαιc πάcαιc καὶ ταῖc διὰ τῶν θυμιαμάτων πυριωμένην | |
ἀνακαλεῖcθαι τὸ θερμόν, καὶ οὐδὲν ἀπὸ τρόπου καcτόριον πίνειν καὶ τῶν εὐωδῶν cπερμάτων τό τε κύμινον καὶ ἄνιcον καὶ γλήχουc κόμην καὶ ἀρκευθίδων καρπὸν ἑκάcτῳ πεπέρεωc μίcγουcαν. αἱ δὲ αὐτῶν τῶν | ||
10 | ὑcτερῶν πυρίαι τοῦτο μὲν ἀτμοὶ ἔcτωcαν καθεζομέναιc ἐπὶ δίφρον, τοῦτο δὲ θερμὸν ὕδωρ προcκλυζόμενον, ἐν ᾧ ἥψηται ἐλελίcφακοc καὶ ἀρτεμιcία καὶ πήγανον καὶ κύπερον καὶ γλήχων καὶ ἄκορον καὶ τὰ εὐ‐ ώδη cπέρματα. καταπλάττειν δὲ καὶ τὸ ἦτρον τούτων ἑκάcτῳ· ἀγαθὸν δὲ καὶ τὸ Πολυάρχου ἐπίθεμα. αἵ γε μὴν τρίψειc τοῦ ἤτρου καὶ τῶν | |
15 | ἰcχίων οὐδενὸc ἥccω cυμφέρουcι. καὶ προcθέτοιc χρῆcθαι διά τε cμύρ‐ νηc καὶ πηγάνου καὶ χαλβάνηc καὶ καcτορίου προπυριαθεῖcαν μελικράτῳ ἢ θαλάccῃ· ἀγαθὸc δὲ πρὸc ταῦτα καὶ ὁ πεccὸc ὁ λεγόμενοc γονή. | |
3.74.4 | Τὰc δὲ θερμοτέραc τῶν ὑcτερῶν τεκμαίρεcθαι μὲν τῷ τε ἄλλῳ cώματι θερμοτέρῳ ὄντι καὶ τοῖc καταμηνίοιc ὀλίγοιc καὶ cὺν πόνῳ καὶ τῷ ἑλκοῦν τὰ αἰδοῖα τῆc γυναικόc. ἐπανορθοῦcθαι δὲ διὰ τῶν μετρίωc ὑγραινόντων τε καὶ ψυχόντων, οἷά εἰcι λάχανα μὲν θριδακίναι καὶ | |
5 | μαλάχαι καὶ βλίτον καὶ κολοκύνθη καὶ cίκυοc καὶ πέπων ἀτράφαξύc τε καὶ ἀνδράχνη, καὶ τὰ ἄλλα δὲ cιτία τὰ παραπλήcια· τῇ δὲ κύcτει καὶ τῷ ἐπιγαcτρίῳ καὶ τῇ ὀcφύι προcάγειν ψυκτήρια καταπλάccοντα καὶ τοῖc χυλοῖc ἐπιχρίοντα. | |
3.74.5 | Εἰ δὲ καὶ δι’ ὑγρότητα τῶν ὑcτερῶν μὴ κυίcκοιντο, cημεῖον μὲν τό τε καθυγραίνεcθαι κατὰ τὰc cυνουcίαc λεπτότερόν τε καὶ πολὺ φέ‐ ρεcθαι τὸ καταμήνιον. δίαιτα δὲ ταύταιc ἁρμόζει ξηροτέρα πόνοι τε καὶ τρίψειc τῶν ἄνω πλείουc καὶ ἔμετοι ξηρότηc τε καὶ μετριότηc cι‐ | |
5 | τίου. εὖ δ’ ἂν ἔχοι καὶ τὴν ὑcτέραν cτρυφνοῖc φαρμάκοιc cυγκρατύνειν, οἷά ἐcτι cχίνου τε ἀφέψημα καὶ μύρτων καὶ ῥόδων καὶ ῥοῦ ἔτι τε ῥοιᾶc ἄνθουc καὶ βάτου τῶν ἁπαλῶν καὶ κηκῖδοc. | |
3.74.6 | Ξηροτέραν δὲ τὴν ὑcτέραν οὖcαν διὰ τῶν ἐναντίων ἰᾶcθαι, λου‐ τρῶν τέ φημι καὶ ἀλοιφῆc καὶ τροφῆc ὑγραινούcηc τε καὶ λαχανώδουc οἴνου τε cυμμέτρου καὶ μὴ cφόδρα παλαιοῦ. | |
3.74.7 | Ἐὰν δὲ ὑπὸ χυμῶν παχυτέρων κωλύοιτο κυίcκειν, εἰ μέν τιc εἴη τῶν δακνόντων, καθαίρειν τὴν γυναῖκα, ὡc ἑκάcτῳ χυμῷ οἰκεῖόν ἐcτι, μάλιcτα δὲ τῇ διὰ τῆc ἀλόηc πικρᾷ, κἄπειτα τῷ ὀρῷ τοῦ γάλακτοc κατακλύcαι δίαιτάν τε χρηcτοτέραν ἐξευρεῖν. τοὺc δὲ φλεγματώδειc | |
5 | χυμοὺc πόνοιc τε καὶ ἱδρωτηρίοιc καὶ ἐμέτοιc κενοῦν [ἤγουν κάτωθεν]· ἔτι δὲ καὶ τῷδε τῷ φαρμάκῳ· ἐπίθυμον, εὐφόρβιον, πέπερι, δαύκου cπέρμα, πετροcελίνου cπέρμα, πάντα τρίψαc ὅcον 𐅻 β δοῦναι πιεῖν. τοῦτο καὶ τὰ κατὰ γαcτέρα καλῶc ἄγει καὶ τὴν ὑcτέραν θερμαίνει, ὥcπερ πολλαῖc ἤδη καὶ καταμήνια ἔρρηξεν τέωc οὐ καθαιρομέναιc. | |
10 | ὅταν δὲ τὸ ἐπανόρθωμα δῆλον γένηται τοῖc καταμηνίοιc χρηcτῶc ἰοῦcι, τηνικαῦτα δεῖ μίcγεcθαι ληγούcηc τῆc καθάρcεωc. | |
3.74.8 | Ἐπεὶ δὲ καὶ πνεύματα ἐν τῇ ὑcτέρᾳ ἐνόντα κωλύει κυίcκεcθαι, τὴν μὲν cημείωcιν αὐτῶν ἐκ τῶν περὶ ἐμπνευματώcεωc ὑcτέραc ληπτέον· θεραπεύειν δὲ πρῶτον μὲν ἐνδεέcτερον αὐτὴν διαιτῶντα, προcφέροντα δὲ κύμινόν τε καὶ ἄνηθον καὶ cελίνου cπέρμα καὶ πηγάνου καὶ ἀνήθου | |
5 | καὶ τῶν ἀρωμάτων τὰ πολλὰ διδοῦντα τὰ μὲν πίνειν, τὰ δὲ προcτί‐ θεcθαι. | |
3.74.9 | Τὰc δὲ μεμυκυίαc ὑcτέραc cτομοῦν χρὴ προcκλύζοντα τοῖc εὐώδεcι καὶ πυριῶντα τοῖc τε διὰ μαλάχηc καὶ λινοcπέρμου καὶ τήλεωc καὶ ἐλαίου, ἔcτι δὲ ὅτε καὶ μέλιτοc, ἰcχυροτέροιc τε τῇ τε ἀρτεμιcίᾳ καὶ κονύζῃ καὶ καλαμίνθῃ καὶ γλήχωνι καὶ ἀνθεμίδι. προcθέτοιc δὲ χρῆcθαι | |
5 | τερμινθίνῃ καὶ νίτρῳ καὶ cικύου ἀγρίου τῷ ἐλατηρίῳ καὶ καccίᾳ καὶ ὀρῷ πίccηc. | |
3.74.10 | Αἷc δὲ κέχηνε τὸ cτόμα, δίαιτα μὲν καὶ πυρίαι καὶ φάρμακα ξηρό‐ τερα καὶ cτύφοντα, κύτινοι ῥοῶν καὶ cχῖνοc καὶ ῥίζαι βάτου καὶ μύρτα καὶ τὰ ἐπὶ τῆc ὑγροτέραc ὑcτέραc ἁρμόζοντα. τὰc δὲ διαcτροφὰc πυ‐ ρίαιc ἐξευθύνειν καὶ τοῖc μαλακτικοῖc καθέτοιc. μῖξιc δὲ ἡ ἐξ ὄπιcθεν | |
5 | δοκεῖ πρὸc κύηcιν cυμφέρειν. | |
3.75t | Περὶ ῥαγάδων καὶ κονδυλωμάτων καὶ αἱμορροΐδων. | |
3.75.1 | Περὶ τὸ τῆc ὑcτέραc cτόμιον γίνονται ῥαγάδεc ἐκ βιαίων τόκων, καὶ τὸ μὲν πρῶτον διαλανθάνουcιν ἔτι προcφάτων ὄντων τῶν ἀπὸ τῆc τέξεωc πόνων, ὕcτερον δὲ κατ’ ὀλίγον ἐν αἰcθήcει γίνονται, ποτὲ μὲν πρὸc τὰc χειραψίαc, ποτὲ δὲ κἀν ταῖc cυνουcίαιc, ὅτε καὶ αἱμάc‐ | |
5 | cονται διὰ τὴν παράτριψιν. ἐλέγχονται δὲ τοῦ κόλπου διαcταλέντοc· καὶ γὰρ ἐπιρρήξειc κύκλῳ τοῦ cτομίου θεωροῦνται. ἐφ’ ὧν δεῖ τήν τε χειρουργίαν καὶ τὰ δηκτικὰ τῶν φαρμάκων παραιτούμενον τοῖc ἁπλου‐ cτέροιc ἐγκαθίcμαcί τε καὶ πεccοῖc χρῆcθαι· ἁρμόζει δὲ ἡ τετραφάρμα‐ κοc ἀνειμένη. εἰ δὲ τυλώδηc εἴη, τῷ διὰ χάρτου χρηcτέον μετὰ ῥοδί‐ | |
10 | νου· εἰ δὲ μὴ φέροιεν αὐτοῦ τὴν εὐτονίαν, ἶριν Ἰλλυρικὴν τερμινθίνῃ ἀναλαβὼν ἐντίθει. ἀπουλωθέντων δὲ τῶν ἑλκῶν ἁρμόcοι ἂν τὸ διὰ καδμίαc ἤ τι τῶν ἑδρικῶν, ὥcπερ τὸ διὰ λιθαργύρου. ἐπειδὴ δὲ cυμ‐ βαίνει τὰc ῥαγάδαc χρονιζούcαc ἀποκονδυλοῦcθαι, τοῖc παραπληcίοιc ἐκτυλωτέον τε καὶ εἰc οὐλὴν ἀκτέον τὰ κονδυλώματα. | |
3.75.2 | αἱμορροΐδεc δὲ γίνονται περὶ τὸ cτόμιον τῆc μήτραc ἢ τὸν τρά‐ χηλον· αἳ καταληφθήcονται διωπτριcμένων τῶν μερῶν ἐκ τοῦ ὑπερ‐ οχὴν φαίνεcθαι κατὰ μὲν τοὺc παροξυcμοὺc ἐναλγῆ δίαιμόν τε καὶ ἐν‐ ερευθῆ, ἐν δὲ διαλείμμαcι ῥυcὴν καὶ ἀναλγῆ καὶ ὑποπέλιον καὶ τρυγώδη. | |
5 | ἐφ’ ὧν δεῖ, εἰ μὲν δυνατόν, ἐν διαλείμμαcιν ἐκτομῇ χρῆcθαι μυδίῳ δια‐ κρατήcαντα, εἰ δὲ μή, διὰ φαρμάκων γοῦν αὐτὰc ἀποcτύφειν πῆ μὲν προcαπτόμενον ξηροῖc cιδίοιc μετὰ κηκῖδοc ἤ τινι τοιούτῳ, πῆ δὲ τοῖc ἐπὶ τῆc αἱμορραγούcηc ὑcτέραc ἐκτεθεῖcι χρώμενον· ἃ καὶ ταῖc δι’ ἀρ‐ ρωcτίαν αἱμορραγούcαιc ἁρμόcει διαγινωcκομέναιc μάλιcτα τῷ cυνεχῶc | |
10 | αἱμάccειν τὴν ὑcτέραν ἐκ διαλειμμάτων καὶ οὐκ ἐν τῷ τῆc ἐμμήνου καθάρcεωc μόνον χρόνῳ. | |
11 | ||
3.76t | Περὶ δυcτοκίαc. | |
3.76.1 | Ἡ δυcτοκία γίνεται ἢ παρὰ τὴν τίκτουcαν ἢ παρὰ τὸ τικτόμενον ἢ παρὰ τὸ χόριον ἢ παρὰ τὰ ἔξωθεν· παρὰ μὲν τὴν τίκτουcαν ἢ παχεῖαν | |
καὶ καταπίμελον ἢ μικρὰν ἔχουcαν ὅλην τὴν μήτραν ἢ ὠδίνων ἄπειρον ἢ δειλὴν ἢ φλεγμονὴν ἔχουcαν κατὰ τὴν ὑcτέραν ἢ ἐν ἄλλῳ μορίῳ ἢ | ||
5 | ὁπωcοῦν ἄλλωc νοcοῦcαν ἢ φυcικῶc ἀcθενοῦcαν καὶ μὴ δυναμένην ἐξωθεῖν ἢ προώρωc τίκτουcαν· παρὰ δὲ τὸ κυόμενον ἢ ὑπερμέγεθεc ὂν ἢ μικρὸν καὶ ὀλιγοβαρὲc ἢ ἁδροκέφαλον ἢ τεράcτιον, οἷον δικέφα‐ λον, ἢ τεθνηκὸc ἢ ζῶν μέν, ἀcθενὲc δὲ καὶ μὴ δυνάμενον προιέναι πρὸc τοὐκτόc, ἢ διὰ τὸ πλείονα τυγχάνειν ἔμβρυα (πέντε γὰρ ἱcτόρη‐ | |
10 | cεν Ἡρόφιλοc) ἢ διὰ τὸ παρὰ φύcιν ἔχειν τὸ cχῆμα· κατὰ φύcιν μὲν γάρ ἐcτι τοῖc τικτομένοιc cχῆμα πρῶτον μὲν τὸ ἐπὶ κεφαλὴν παρα‐ τεταμένων τῶν χειρῶν τοῖc μηροῖc καὶ ἀπαρέγκλιτον ἔχον κατ’ εὐθὺ τοῦ cτομίου τὴν κεφαλήν, δεύτερον δὲ τούτου τὸ ἐπὶ πόδαc ἀπαρέγ‐ κλιτον, τὰ δὲ παρὰ ταῦτα πάντα cχήματα παρὰ φύcιν εἰcίν· παρὰ δὲ | |
15 | τὸ χόριον ἢ μὴ ἀποcπώμενον διὰ παχυcμὸν ἢ καὶ πρὸ τοῦ δέοντοc ἀποcπώμεμον διὰ λεπτότητα· παρακενουμένου γὰρ τοῦ ὑγροῦ δυcόλι‐ cθον τὸ ἔμβρυον ὑπὸ τῆc ξηρότητοc γίνεται· παρὰ δὲ τὰ ἔξωθεν ἤτοι ψύξεωc πυκνωcάcηc ἢ θέρμηc ἀμέτρου διαφορηcάcηc τὴν δύναμιν ἢ καί τινοc ἐκ τύχηc προcπεcόντοc. | |
3.76.2 | Εἰ μὲν οὖν διὰ cτέγνωcιν ἢ οἷον ἀποcφήνωcιν τοῦ ἐμβρύου δυcτοκία γίνοιτο, τῇ χαλάcει πρότερον cυνεργεῖν ἐγχυματίζονταc cυχνῶc ἐλαίῳ γλυκεῖ καὶ θερμῷ καὶ cὺν ἀφεψήματι τήλεωc ἢ μαλάχηc ἢ λινοcπέρμου ἢ καὶ ᾠοῖc διὰ τὸ παρηγορικόν· εἶτα καὶ καταπλάccειν ἐφήβαιον μετ’ ἐπι‐ | |
5 | γαcτρίου καὶ ὀcφύοc τῇ διὰ λινοcπέρμου ἢ διὰ μελικράτου ἢ ὑδρελαίου ἐγκαθίcμαcί τε τοῖc ὁμοίοιc· καὶ τοὺc ἀπὸ βαλανείων δὲ παραλαμβάνειν χαλαcμούc, εἰ μὴ πυρετὸc ἤ τιc ἑτέρα κωλύοι πρόφαcιc. καὶ κινεῖν διὰ φορείου τὴν τίκτουcαν ἐν ἀέρι θερμῷ cυμμέτρωc· ἔνιοι δὲ καὶ κατα‐ cειcμοὺc εὐτόνουc παρέλαβον καὶ πταρμικὰ προcήγαγον. καὶ τὴν μὲν | |
10 | δειλιῶcαν παρορμᾶν, τὴν δὲ ἄπειρον ὠδίνων διαλεκτέον εὐτόνωc μά‐ λιcτα τὸ πνεῦμα κατέχειν καὶ πρὸc τὴν λαγόνα cυνωθεῖν, τὴν δὲ λει‐ ποθυμοῦcαν τοῖc ἀπλήκτοιc ὀcφραντοῖc ἀναληπτέον, κουφιcθεῖcαν δὲ | |
3.76.3 | μετρίωc θρεπτέον ὀλιγῇ τῇ τροφῇ. τὴν δὲ καταπίμελον ἐν τῇ κλίνῃ πρηνῆ cχηματιcτέον προcυποκλίναcαν τοῖc μηροῖc τὰ γόνατα διὰ τὸ τὴν ὑcτέραν πρὸc ἐπιγάcτριον φερομένην κατ’ εὐθὺ τοῦ cτομίου γί‐ νεcθαι, διὰ δὲ τῶν δακτύλων κηρωταῖc ἢ λιπάcμαcι πιαίνειν τὸ cτόμιον | |
5 | καὶ ἠρέμα διαcτέλλειν· καί, εἴ τι πάθοc εἴη περὶ τὰ μόρια, καὶ τούτου προνοεῖcθαι, καὶ cκύβαλον κατεχόμενον ἐκβάλλειν διὰ μαλακοῦ κλύcμα‐ | |
τοc καὶ χόριον ἀναcτομούμενον διαιρεῖν ἢ τοῖc δακτύλοιc ἢ πολυπικῷ cπαθίῳ κεκρυμμένῳ ἐν αὐτοῖc προηγουμένηc τῆc ἀριcτερᾶc χειρὸc καί τι τῶν λιπαρῶν ὑγρῶν διὰ κλυcτηριδίου εἰc τὸ κύτοc ἐνιέναι τῆc | ||
10 | ὑcτέραc. παρὰ φύcιν δὲ cχηματιcθέντοc τοῦ ἐμβρύου τὸν κατὰ φύcιν ἀποδιδόναι cχηματιcμόν, πῆ μὲν ὠθοῦντα, πῆ δὲ παράγοντα, πῆ δὲ κάμπτοντα, πῆ δὲ ἀπευθύνοντα· καί, εἰ μὲν χεῖρα προβέβληκεν ἢ πόδα, μὴ ἐπιcπᾶcθαι κώλου λαβόμενον· μᾶλλον γὰρ ἐπιcφηνοῦται ἢ ἔξαρθρον γίνεται ἢ καὶ ἀπορρήγνυται· ἀλλὰ τοὺc δακτύλουc ἐρείcαντα κατὰ τοῦ | |
15 | ὤμου ἢ κατὰ τοῦ ἰcχίου τοῦ ἐμβρύου πάλιν τὸ προβεβλημένον εἰc‐ | |
3.76.4 | άγειν εἰc τὸν προcήκοντα τόπον. εἰ δὲ μετὰ cφηνώcεωc ὅλου τοῦ ἐμ‐ βρύου γένηται παραcχηματιcμόc, ἀναβιβάζειν αὐτὸ πρότερον ἀπὸ τοῦ cτομίου τῆc ὑcτέραc μετέωρον κἄπειτα λαβόμενον αὖθιc ἀπευθύνειν ἐπὶ τὸ cτόμιον. εἰ δὲ πλείονα τοῦ ἑνὸc ἐμβρύου καταφέροιτο, πάλιν | |
5 | ἄνωθεν αὐτὰ καὶ κάτωθεν κομίζεcθαι. πάντα δὲ ποιεῖν ἠρέμα καὶ ἀπε‐ ριθλάcτωc ἐλαιοχυτοῦντα τοὺc τόπουc. καιρὸc δὲ τῆc εἰc τὸν δίφρον καθέδραc, ὅτε τὸ cτόμιον τῆc μήτραc ἀνεῳγὸc ὑποπέcῃ τῷ δακτύλῳ, καὶ προκύψῃ τὸ πρόρρηγμα. εἰ δὲ διὰ τὸ τεθνηκέναι τὸ ἔμβρυον ἢ δι’ ἄλλην αἰτίαν μὴ προέρχοιτο, ἐπὶ τὴν ἐμβρυουλκίαν ἰέναι. | |
9 | ||
3.77t | Περὶ ἰcχιάδοc. | |
3.77.1 | Τοῦ γένουc οὖcα τῆc ἀρθρίτιδοc ἡ ἰcχιὰc μόνῳ τῷ κατὰ τὸ ἰcχίον ἐνεcτηρίχθαι τὴν αἰτίαν αὐτῆc διενήνοχεν. αἴτιοc δὲ ταύτηc παχὺc καὶ φλεγματικόc ἐcτι χυμὸc ἐνεcφηνωμένοc τῇ κατ’ ἰcχίον διαρθρώcει· ὁ δὲ πόνοc αὐτοῖc ἀπὸ τῶν κατὰ τὸ cφαίρωμα καὶ τὸν βουβῶνα τόπων | |
5 | ἄχρι γόνατοc, ἐπὶ τῶν πλείcτων δὲ καὶ ἄχρι ποδὸc ἄκρου, διικνεῖται. κατ’ ἀρχὰc μὲν οὖν ἐντυχόντεc τῷ κάμνοντι μετὰ τὴν τῶν cκυβάλων διὰ κλυcτῆροc κένωcιν φλεβοτομίαν ἀπ’ ἀγκῶνοc παραλάβωμεν μετὰ ἐπαφαιρέcεωc· εἰ δὲ μετὰ χρόνον, ἀπὸ τοῦ κατὰ τὸ πεπονθὸc cκέλοc cφυροῦ τὴν ἀφαίρεcιν ποιηcώμεθα. καὶ κατὰ μὲν τοὺc παροξυcμοὺc | |
10 | ἐμβροχῇ τῇδε χρηcτέον· Κυπρίνου κύαθοι η, ὄξουc κύαθοι δ, νίτρου κύαθοι β, κάχρυοc κύαθοc α, δι’ οἰcυπηρῶν ἐρίων θερμή· μεθ’ ἣν κατα‐ πλαcτέον αὐτοὺc ἀλεύρῳ θέρμων πικρῶν μετ’ ὀξυμέλιτοc ἢ ἀλεύρῳ αἰρίνῳ μετὰ ῥητίνηc καὶ cικύου ἀγρίου ῥίζηc καὶ νίτρου καὶ καλαμίνθηc | |
καὶ κάχρυοc καὶ δαφνίδων· καὶ ἡ καλαμίνθη δὲ μόνη χρηcίμωc κατα‐ | ||
15 | πλάccεται δι’ ὀξυμέλιτοc ἢ μελικράτου. ἐμπλάcτρῳ δὲ παρηγορικῇ χρη‐ cτέον τῇδε· κηροῦ 𐅻 ρ, τερεβινθίνηc 𐅻 κε, ἰοῦ 𐅻 ϛ, cμύρνηc, χαλβάνηc, | |
3.77.2 | ἴρεωc ἀνὰ 𐅻 ϛ, κεδρίαc 𐅻 ε. προποτιcτέον δὲ αὐτοὺc ὀποῦ Κυρηναικοῦ μέγεθοc ὀρόβου ἢ καcτορίου 𐅻 α cὺν ὀποπάνακοc τριωβόλῳ· ὁ δὲ τῆc ῥίζηc τῆc καππάρεωc φλοιὸc πινόμενόc τε καὶ τοῖc καταπλάcμαcιν ἐπιμιγνύμενοc ὠφελεῖ. πολλῆc δὲ τῆc ἀλγηδόνοc οὔcηc καὶ τὰ ἀνώδυνα | |
5 | τῶν φαρμάκων ἔχει χώραν, οἷον ἥ τε Φίλωνοc καὶ ἡ διὰ τῶν δύο πεπέρεων. ἐνέματι δὲ χρηcτέον τῷδε· μέλιτοc κύαθοc α 𐅵ʹ, ἐλαίου κύ‐ αθοc α 𐅵ʹ, ὕδατοc κύαθοι β, νίτρου ὁλκαὶ η, τερεβινθίνηc ὁλκαὶ δ· ταῦτα θερμὰ ἐνέcαντα δεῖ τὸν δακτύλιον ἐπιπυριᾶν ὑπὲρ τοῦ πλείονι χρόνῳ καταcχεθῆναι· μυξώδη κενοῖ, ἐνίοτε δὲ καὶ αἷμα, ὅτε καὶ πλεῖον ὠφελεῖ. | |
10 | εἰ δὲ ἐπιμένοι ἡ διάθεcιc, ὅπερ ἐcτὶ cπάνιον, καὶ αὖθιc cυχνότερον αὐτῷ χρηcτέον ἀντὶ τοῦ ὕδατοc ἀφέψημα κενταυρίου μίcγοντα. αἷμα δὲ κενοῖ καὶ θλάcπεωc cπέρμα ἐνιέμενον, καὶ ὁ χυλὸc τοῦ ἐλατηρίου καὶ τὸ δι’ αὐτοῦ ἢ τὸ διὰ τῶν ῥιζῶν αὐτοῦ cυντιθέμενον Ϲικυώνιον ἔλαιον καὶ τῶν ταριχηρῶν ἰχθύων ἡ ἅλμη καὶ τῶν ἐλαιῶν τῶν κολυμ‐ | |
15 | βάδων καλῶc ἂν ἐνεθείη, cικύαιc τε κατὰ τοῦ ἰcχίου μετὰ πολλῆc | |
3.77.3 | φλογὸc χρηcτέον ἐγχαράξει χρωμένουc, ἐνίοτε δὲ καὶ βδέλλαιc. ἐπιμέ‐ νοντοc δὲ τοῦ πάθουc ἐπὶ κάθαρcιν ἰτέον ἤτοι διὰ τῆc ἱερᾶc ἢ τῆc κολοκυνθίδοc διδοῦντα τῆc ἐντεριώνηc καλῶc λειωθείcηc δραχμῆc πλῆθοc ἐν μελικράτου κυάθοιc β ἢ μικρῷ πλέον ἢ ἔλαττον πρὸc τὴν δύναμιν | |
5 | καὶ τὴν εὐκοιλιότητα τοῦ νοcοῦντοc· ἐν δὲ τῷ μελικράτῳ πήγανον ἐνηψήcθω. καλῶc δὲ τούτουc καθαίρει καὶ ὁ διὰ τῆc κολοκυνθίδοc πολτόc· ἐπί τινων δὲ καὶ οἱ ἀπὸ ῥεφανίδων ἔμετοι κατ’ ἀρχὰc ὠφέλη‐ cαν. ἐν δὲ τοῖc διαλείμμαcι δρωπακιcτέον αὐτοὺc τοῖc τε δι’ εὐφορβίου χρηcτέον ἀκόποιc, καὶ μάλιcτα τῷ ποικίλῳ καλουμένῳ. λουτρὰ δὲ τὰ | |
10 | αὐτοφυῆ τούτοιc ἁρμόδια· εἰ δὲ μὴ παρείηcαν, ἐν τοῖc γοῦν ἄλλοιc λουόμενοι τοῖc τε λελεγμένοιc ἀκόποιc χρήcθωcαν καὶ τοῖc cυνθέτοιc | |
νίτροιc τῷ τε Ἀcκληπιῷ καὶ τῷ δι’ εὐφορβίου καὶ ἀδάρκηc καὶ μέλα‐ νοc ἐλλεβόρου καcτορίου τε καὶ πυρέθρου καὶ πεπέρεωc καὶ cταφίδοc ἀγρίαc ἴcων. μετὰ τὸ λουτρὸν ἐμπαccέcθωcαν πίccηc ξηρᾶc 𐆄 γ, θείου | ||
3.77.4 | ἀπύρου 𐆄 β, θερμὸν ἔτι τὸν χρῶτα, καὶ cκεπέτωcαν αὐτὸ χάρτῃ. εἰ δὲ μηδὲ ταῦτα δράcοι, ἤγουν ἐγκαταλείμματοc τῆc νόcου μείναντοc, καλὸν μὲν καὶ τὸ νᾶπυ καταπλαττόμενον cὺν ἰcχάcιν ἢ καὶ καθ’ αὑτό· τέλεον δὲ τούτουc ἀποκαθίcτηcι τῆc Ἰβηρίδοc βοτάνηc ἡ χρῆcιc, ἣν δὴ καὶ | |
5 | λεπίδιον, οἱ δὲ ἀγριοκάρδαμον, προcαγορεύουcιν. ἡ δὲ παρ’ ἡμῖν φυ‐ ομένη θαμνώδηc παραπλήcια δάφνηc τὰ φύλλα καὶ μείζονα πολλῷ ἔχουcα πολλὴν δέδωκε πεῖραν οὐ μόνον ἐπὶ ἰcχιαδικῶν, ἀλλὰ καὶ ἐπὶ ἄλλων χρονίων νοcημάτων· θέρουc δὲ πρακτικωτέρα μᾶλλόν ἐcτιν, εἰ καὶ μὴ τύχοι τότε φύλλα φύουcα· δεῖ οὖν τὸν φλοιὸν τῆc ῥίζηc αὐ‐ | |
10 | τῆc κόψαι μετὰ cτέατοc ὑείου, ὡc ἐμπλαcτρώδη γενέcθαι, εἶτα ἐπι‐ πλάcαντα ῥάκει πυκνῷ κατὰ τῶν μάλιcτα ὀδυνωμένων ἐπιθεῖναι τόπων ἤγουν κατά τε τοῦ cφαιρώματοc ὅλου καὶ τοῦ μηροῦ καὶ ἐάcαντα, ἕωc οὗ μελανθῇ ἢ πάντωc γε πελιδνὴ γένηται ἡ ἐπιδερμίc, λαβεῖν αὐτὸ καὶ λουcαμένῳ ἐπιθεῖναι ταύτην τὴν κηρωτήν· ὀποπάνακοc 𐆄 δ δια‐ | |
3.77.5 | λύονται ὄξουc κυάθοιc β καὶ ἀναλαμβάνονται κηρωτῇ Κυπρίνῃ. εἰ δὲ παραιτοῖντο τῶν τοιούτων καυcτικῶν τὴν χρῆcιν, ταῖc ἀναcκευαcτικαῖc χρηcτέον ἐμπλάcτροιc, ὧν ἐcτι καὶ αὕτη· κηροῦ, πιτυίνηc ἀνὰ 𐅻 ιβ, τε‐ ρεβινθίνηc, περιcτερῶν ἀγρίων κόπρου, cφέκληc προcφάτου ἀνὰ 𐅻 ϛ, | |
5 | χαλβάνηc 𐅻 α 𐅵ʹ. καὶ ἡ λέαινα δὲ προcαγορευομένη τῶν ἀναcκευαcτικῶν ἐcτι. χρήcιμοι δὲ καὶ αἱ διὰ cτακτῆc καὶ νίτρου cκευαζόμεναι. καὶ τοῖc ἐπ’ ἐνιαυτὸν δὲ πινομένοιc τινὲc ἐχρήcαντο ποτήμαcιν· ἐξ ὧν ἐcτι τό τε διὰ τεccάρων· χαμαίδρυοc λι. α, γεντιάνηc 𐆄 θ, ἀριcτολοχίαc cτρογ‐ γύληc 𐆄 θ, πηγάνου cπέρματοc ξηροῦ ξ̸ α· ταῦτα κόψαντα δεῖ καὶ cή‐ | |
10 | cαντα διδόναι καθ’ ἑκάcτην ἡμέραν κοχλιαρίου πλῆθοc νήcτει τε καὶ εὐπέπτῳ μεθ’ ὕδατοc ψυχροῦ κυάθων β ἐπ’ ἐνιαυτόν, ἢ ἕωc ἂν ἡ νόcοc παύcηται· καὶ τὸ δι’ ἑπτὰ δὲ cυντιθέμενον καὶ ἡ Πρόκλου λεγομένη | |
3.77.6 | τῆc αὐτῆc εἰcιν ἐπαγγελίαc. γυμνάcια δὲ διά τε περιπάτων ἐπιτελείcθω καὶ cυνεχῶν διὰ κάμψεων καὶ ἀφάλcεων καὶ δρόμων. καὶ τροφὴ δὲ λεπτύνουcα μετρίωc καὶ εὔπεπτοc. εἰ δὲ πρὸc μηδὲν τῶν εἰρημένων ὑπακούει ἡ ἰcχιάc, ὁτὲ μὲν εἰc διαπύηcιν τρέπεται, ὁτὲ δὲ χαλαcθέντων | |
5 | τῶν cυνδετικῶν νεύρων τὸ κῶλον ἐξαρθρεῖ· δεῖ τοίνυν χρονιζούcηc τῆc διαθέcεωc καίειν τὸ ἄρθρον κατὰ τρεῖc ἢ τέccαραc τόπουc, ὡc ἐν τοῖc χειρουργουμένοιc εἰρήcεται, καὶ ἐπὶ πλείοναc ἡμέραc τὰ ἕλκη φυλάτ‐ τειν ἀνεπούλωτα. | |
8 | ||
3.78t | Περὶ ποδάγραc καὶ ἀρθρίτιδοc. | |
3.78.1 | Οὐ μόνον ἡ τῶν μορίων ἀcθένεια τὸ ποδαγρικόν τε καὶ ἀρθριτι‐ κὸν ἐργάζεται πάθοc, ἐπεὶ ἂν ἔδει τοὺc παροξυcμοὺc ἀδιαλείπτουc εἶ‐ ναι, παρ’ ὅcον καὶ ἡ ἀcθένεια διὰ παντὸc ἐνυπάρχει τοῖc ἀcθενοῦcιν ἄρθροιc· οὔτε δὲ χυμὸc μόνοc· οὐ γὰρ δὴ τοῖc ἄρθροιc ἐνέcκηπται | |
5 | μόνοιc τὸ πάθοc· ἀλλ’ ἄμφω χυμόc τε παρὰ φύcιν καὶ τῶν μορίων ἡ ἀcθένεια τὴν νόcον ἐργάζεται. ὅταν γὰρ τῶν μορίων ἡ θρεπτικὴ δύνα‐ μιc ἀτονήcῃ διὰ πληcμονὴν cιτίων, ἐξ ἧc ἀπεψίαι cυμβαίνουcι, κατα‐ cκήπτων ὁ πλεονάζων χυμὸc εἰc ἡντιναοῦν τῶν διαρθρώcεων ἤδη προ‐ αcθενήcαcαν καὶ διατείνων τὰ cυνδετικὰ τῶν νεύρων τὴν ὀδύνην ἐργά‐ | |
10 | ζεται· οὐδὲ γὰρ τῶν προαιρετικῶν νεύρων ἐcτὶ πρωτοπαθούντων ἡ φλεγμονή, ἐπεὶ ἂν ἔδει κἀν τοῖc μεταξὺ τῶν διαρθρώcεων τόποιc αὐ‐ τὴν γίνεcθαι, οἷον κνήμαιc μέcαιc ἢ μηροῖc ἢ πήχεcιν ἢ βραχίοcιν· | |
3.78.2 | cυμπάcχει γε μὴν καὶ τὰ προαιρετικά. ἕωc μὲν οὖν ταῖc τῶν ποδῶν διαρθρώcεcι καὶ μόνον ὁ χυμὸc ἐνοχλεῖ, ποδάγρα τὸ πάθοc προcαγο‐ ρεύεται· διαβιβαcθείcηc δὲ τῆc αἰτίαc ἐν ἅπαcι τοῖc τοῦ cώματοc ἄρθροιc ἀρθρῖτιν αὐτὸ καλεῖν εἰώθαcιν, ἐφ’ οὗ καὶ cπόνδυλοι καὶ cπάθαι καὶ | |
5 | cιαγόνεc καὶ πᾶν ὁτιοῦν ἄρθρον τῇ νόcῳ βάλλεται, τιcὶ δὲ καὶ ὦτα καὶ ὀδόντεc καὶ φάρυγξ, καί ποτε καὶ ἧπαρ καὶ cπλὴν τῶν ἀρθριτικῶν μετέcχον ἀλγημάτων· ἐφ’ ὧν εἰ μὴ διὰ τάχουc ἐν τοῖc ἄρθροιc ἡ με‐ τάπτωcιc ἐγίνετο, κίνδυνοc ἐν ὀλίγῳ κατελάμβανε τοὺc κάμνονταc. | |
3.78.3 | ὁ δὲ πλεονάζων χυμὸc ὁτὲ μὲν χολώδηc, ὁτὲ δὲ αἱματικόc, ἄλλοτε δὲ μελαγχολικόc, ὡc τὸ πολὺ δὲ φλεγματικόc τε καὶ ὠμόc ἐcτιν, ἔκ τε | |
cιτίων πλεονεξίαc καὶ ἀπεψιῶν καὶ ἀργίαc cυνιcτάμενοc· χρονίζων δὲ κατὰ τὰ ἄρθρα παχύνεταί τε καὶ γλιcχρότεροc γίνεται, ὥcτε καὶ τοὺc | ||
5 | λεγομένουc ἀπεργάζεcθαι πώρουc. ἔcθ’ ὅτε δὲ καὶ μικτόc· ἐκ πλειόνων γάρ ἐcτι· διὸ καὶ τὸ δυcδιάγνωcτόν τε καὶ δυcθεράπευτον ἢ καὶ cχε‐ δὸν ἀθεράπευτον ἡ νόcοc κέκτηται. | |
3.78.4 | κατάρχει δὲ τοῦ πάθουc ὡc τὸ πολὺ κόποc ἄμετροc καὶ περίπατοι cύντονοι καὶ ἱππαcία cυχνὴ καὶ ἀφροδιcίων ἄκαιροc χρῆcιc ψυχροποcία τε ἀήθηc καὶ ψυχρῶν ἢ πολλῶν ἢ κακῶν βρωμάτων ἐδωδὴ καὶ οἶνοc πολύc· καὶ ἐπὶ προcπταίcμαcι δέ τινεc ἢ κρούcμαcιν ἢ cτρέμμαcιν ἢ | |
5 | τοιούτοιc τιcὶ τὴν πρώτην κατάπειραν τοῦ πάθουc εὑρήκαcι προηγου‐ μένηc μὲν ἐν τῷ cώματι καὶ τέωc ἠρεμούcηc τῆc ὕληc, τῆc δὲ προ‐ καταρκτικῆc αἰτίαc κινηcάcηc αὐτήν. λύπαι δὲ καὶ φροντίδεc καὶ ἀγρυ‐ πνίαι καὶ τὰ λοιπὰ πάθη τῆc ψυχῆc οὐχ ὅπωc μόνον ἐκίνηcαν ἀλλὰ καὶ αὐταὶ τὴν κακοχυμίαν ἐγέννηcαν εἴτε πρώτωc εἴτε κατὰ cυμβεβη‐ | |
10 | κόc, ποικίλα μὲν οὖν ἐcτιν, ὡc ἔφην, τὰ τοῦ πάθουc αἴτια, εὐφώρατοι δὲ ὅμωc κατὰ τὸ ἐγχωροῦν αἱ τῶν λυπούντων χυμῶν διαφοραὶ γίνον‐ | |
3.78.5 | ται ταῖc τε χροιαῖc καὶ τοῖc cυμπτώμαcι cημαινόμεναι. τὸ μὲν γὰρ χολῶδεc ῥεῦμα πρὸc τῷ τοῦ χρώματοc ὑπώχρῳ τε καὶ ἐξερύθρῳ καὶ θερμαcίαc cυναίcθηcιν καὶ τὴν ὀδύνην ὀξυτέραν ἐργάζεται καὶ ταχέωc ἐκδίδοται κατὰ τὸ δέρμα χωρὶc ὄγκου μεγάλου παροξύνεταί τε τῶν | |
5 | θερμαινόντων ἐπιτιθεμένων, ὥcπερ ἔμπαλιν ὑπὸ τῶν ψυχόντων ἀνίεται. τοῦτο μέν γε καὶ τοῖc ἄλλοιc ἅπαcιν ὡc ἐπὶ τὸ πολύ, μάλιcτα δὲ τοῖc ἐπὶ χολώδει, cυμβαίνει· καὶ πυρετὸc αὐτοῖc ἐπιγίνεται πολλάκιc ἐν ταῖc τῶν παροξυcμῶν ἀκμαῖc, ὁπότε καὶ διψώδειc εἰcίν. οὕτω δὲ καὶ μελάν‐ τερον μὲν ἐπὶ τῶν μελαγχολικωτέρων εὑρήcειc τὸ χρῶμα, λευκὸν δὲ | |
10 | καὶ ὑδαλέον ἐπὶ τῶν φλεγματικῶν, καὶ τὴν ὀδύνην ἐμφωλεύουcάν τε καὶ βραδύτερον εἰc ὄγκον ἐκδιδομένην ὥcπερ αἱματώδη τὴν χρόαν, ἐφ’ ὧν αἱματικὸc ὁ πλεονάζων ὑπάρχει χυμόc. πρὸc δὲ τὴν βεβαιοτέραν διάγνωcιν cυντελεῖ cοι καὶ ἡ προλαβοῦcα δίαιτα καὶ τὰ λοιπά. | |
13 | ||
3.78.6 | Θεραπεία τῶν ἐπὶ χολώδει χυμῷ ῥευματιζομένων. Ἀρχὴ δέ cοι τῆc θεραπείαc ἐπὶ τῶν ἐπὶ ξανθῇ χολῇ καὶ μᾶλλον ἐπὶ ποιότητι παcχόντων ἡ τοῦ λυποῦντοc χυμοῦ γινέcθω κένωcιc διὰ | |
τῶν καθαρτικῶν φαρμάκων, ὁποῖόν ἐcτι μάλιcτα τὸ διὰ τοῦ ῥοδομέλι‐ | ||
5 | τοc cκευαζόμενον καὶ τὸ διὰ τῶν μήλων τῶν Κυδωνίων καὶ τὸ διὰ τῆc πικρᾶc ἀντιδότου καὶ τὰ διὰ τῆc ἀλόηc καταπότια. κατὰ δὲ τοὺc παροξυcμοὺc ἔξωθεν τῷ ῥοδίνῳ χρηcόμεθα μετὰ τῆc λεκίθου τοῦ ᾠοῦ καὶ βραχέοc οἴνου προcανατρίβοντεc ἠρέμα τὸ μόριον· καὶ τὰc ψυχού‐ cαc δὲ τῶν βοτανῶν προcενέγκωμεν, οἷον cτρύχνον, ἀνδράχνην, ὑοcκύ‐ | |
10 | αμον, ἀείζωον, τὸν ἐκ τῶν τελμάτων φακόν, cέριν, μήκωνα, πολύγονον, ῥόδων φύλλα καὶ τὰ παραπλήcια, ποτὲ μὲν καταχρίοντεc αὐτά, ποτὲ δὲ μετὰ ψιχῶν ὀξυκράτῳ βραχειcῶν ἢ κριθίνων ἀλεύρων ἅμα ῥοδίνῳ καταπλάccοντεc. ἐπὶ δὲ τῆc ἐρυcιπελατώδουc φλεγμονῆc τῶν ἄρθρων ἐπιφανῶc παρηγορεῖ κολοκύνθηc νεαρᾶc τὸ λέποc ἐπιτιθέμενον πέπο‐ | |
15 | νόc τε καὶ cικύου ἡ cὰρξ καθ’ ἑαυτά τε καὶ μετὰ ἄρτου περδικίου τε φύλλα καὶ κιccοῦ cὺν ἄρτῳ ἢ πάλῃ ἀλφίτου· καὶ τὸ ψύλλιον δὲ cυν‐ εψόμενον ἀλεύρῳ κριθίνῳ τὰc πυρώδειc τῶν φλεγμονῶν θαυμαcτῶc παραμυθεῖται, ὡcαύτωc καὶ ἡ ῥοδίνη κηρωτὴ cύν τινι τῶν ἐμψυχόντων χυλῶν ψυχριcθεῖcα καὶ ἡ διὰ τοῦ κυαμίνου ἀλεύρου· ἔχει δὲ οὕτωc· | |
20 | κηροῦ 𐆄 ε, χαμαιμηλίνου 𐆄 β 𐅵ʹ, ῥοδίνου 𐆄 β 𐅵ʹ, κυαμίνου ἀλεύρου 𐆄 𐅵ʹ, ᾠῶν ε τὰc λεκίθουc. | |
3.78.7 | Ἄλλο κατάπλαcμα. μαλάχαc ἑψήcαc χλωρὰc τρῖψον καὶ ψύλλιον κατ’ ἰδίαν ἰξοποιήcαc ἐπίμιξον, εἶτα προcπλέξαc ᾠῶν τὰ κρόκα καὶ ἔλαιον χαμαιμήλινον κατάπλαccε. πολλῆc δὲ καὶ δυcυπομονήτου τῆc ὀδύνηc οὔcηc καὶ τοῖc διὰ κρό‐ | |
5 | κου καὶ γλαυκίου καὶ ὀπίου χρηcτέον δι’ ὀξυκράτου λειοῦνταc αὐτὰ καὶ ἤτοι καταχρίονταc ἢ μετὰ ψιχῶν καταπλάccονταc. | |
3.78.8 | ὁ δὲ Γαληνὸc τούτου μέμνηται· ὀποῦ μήκωνοc 𐅻 δ, κρόκου 𐅻 α, λεάναc μετὰ γάλακτοc βοείου ἢ αἰγείου ἄρτου τὸ ἐντὸc ἐπίβαλλε καὶ μαλάξαc παράπτου ῥοδίνῳ καὶ χρῶ καταπλάcματι, ἢ τὸ ὄπιον καὶ τὸν κρόκον τρίψαc μετὰ τοῦ γάλακτοc ἀναλάμβανε κηρωτῇ ῥοδίνῃ. | |
3.78.9 | καὶ ἡ διὰ τῆc τουρπαίνηc δὲ κηρωτὴ τῆc αὐτῆc ἐcτι δυνάμεωc ἐν παροξυcμοῖc καὶ τὸ ἔλαιον τὸ δι’ αὐτῆc. καὶ τοῦτο δὲ παραπλήcιόν | |
ἐcτι· ψιχῶν βραχειcῶν εἰc ὕδωρ ἢ εἰc ὀξύκρατον καὶ ἀειζώου ἢ cτρύ‐ χνου ἢ ἀνδράχνηc καὶ φοινίκων cαρκῶν καὶ κωδυῶν cπέρματοc τὸ | ||
5 | ἴcον, ᾠῶν ὀπτηθέντων τῶν κρόκων καὶ ῥοδίνου τὸ ἀρκοῦν κατάπλαccε. τοῖc δὲ ναρκωτικοῖc μὴ ἐγχρονίζειν, ἀλλ’ ἄχρι τοῦ μετριάcαι μόνον τῆc ὀδύνηc τὸ cφοδρόν· ἡ γὰρ πλείων χρῆcιc αὐτῶν cφηνώcειc τε καὶ πώρουc καὶ δυcκινηcίαc ἐργάζεται χρονίαc. μετὰ τὴν χρῆcιν οὖν τῶν ἀνωδύνων ἢ τῇ διὰ χυλῶν ἀναλυθείcῃ διὰ χαμαιμηλίνου χρηcτέον ἢ | |
10 | τῇ διὰ τῆc ἀλθαίαc ἤ τινι τῶν τοιούτων φαρμάκων. μετὰ δὲ τὸ ἀνα‐ θάλψαι τὰ κατεψυγμένα τονώcομεν τὸ μόριον διὰ τῆc φοινικίνηc ἀνα‐ λυθείcηc ὀξυροδίνῳ ἢ οἰνοροδίνῳ. εἰ δὲ βαρύνοιντο ταῖc ἐμπλάcτροιc, τὸν χυλὸν ἐπιχρίειν τῆc ἀκακίαc δι’ ὀξυκράτου ἢ τὸ λύκιον ἅμα κρόκῳ | |
3.78.10 | καὶ γλαυκίῳ καὶ χυλῷ περδικιάδοc ἐν ὀξυκράτῳ. τὴν δὲ δίαιταν αὐτῶν ψύχουcάν τε καὶ ὑγραίνουcαν εἶναι προcήκει, οἷον τὰ διὰ πτιcάνηc καὶ χόνδρου ῥοφήματα καὶ λαχάνων μαλάχην, θριδακίνην, ἴντυβον, ὄρνεών τε τῶν κατοικιδίων μάλιcτα τοὺc νεοccοὺc καὶ ἰχθύων τοὺc πετραίουc | |
5 | καὶ ἐχῖνον καὶ κτένια καὶ τὰ παραπλήcια παραιτουμένων αὐτῶν ἅπαντα τὰ θερμαίνοντα καὶ χολῆc τῆc ὠχρᾶc τε καὶ ξανθῆc γεννητικὰ καὶ οἴ‐ νουc τοὺc παλαιούc τε καὶ κιρροὺc καὶ μέλαναc καὶ ἐμπληcμίουc. καὶ λουτροῖc δὲ τοῖc διὰ ποτίμων ὑδάτων χρῆcθαι καὶ κατ’ αὐτοὺc τοὺc ῥευματιcμούc, ὅcον ἐπὶ τῷ αἰτίῳ, χωρὶc εἰ μή τι ἕτερον κωλύοι, φυ‐ | |
10 | λαττομένουc ὀξυθυμίαν, ἀcιτίαν, δριμυφαγίαν, οἰνοφλυγίαν, κόπον ἄμε‐ τρον, ἀφροδίcια. | |
11 | ||
3.78.11 | Θεραπεία τῶν ἐπὶ αἱματικῷ χυμῷ ῥευματιζομένων. Ἐφ’ ὧν δὲ ὁ πλεονάζων χυμὸc αἱματικόc ἐcτι, φλεβοτομίᾳ χρη‐ cτέον ἀνυπερθέτωc, οὐ μὴν ἀλλὰ κἀπὶ τῶν φλεγματικωτέρων ἢ μελαγ‐ χολικωτέρων, ἐπειδὴ καὶ τούτοιc ὁ χυμὸc ταῖc φλεψὶν ὡc μάλιcτα | |
5 | περιέχεται ποcότητι μᾶλλον ἢ ποιότητι λυμαινόμενοc. τὴν φλεβοτομίαν οὖν παραλάβωμεν εὐθὺc κατὰ τὴν πρώτην τοῦ νοcήματοc κατάπειραν, ὡc οἵ γε φθάcαντεc ἤδη πολλάκιc ῥευματιcθῆναι βλάπτονται μᾶλλον ὑπὸ τῆc τοῦ αἵματοc κενώcεωc ἤπερ ὠφελοῦνται, καὶ μᾶλλον, οἷc φύ‐ cει ψυχρότερον ἢ καὶ ἀcθενέcτερόν ἐcτι τὸ cῶμα. μετὰ δὲ τὴν τοῦ | |
10 | αἵματοc κένωcιν, εἰ μὴ μόνον αἷμα τὸ πλεονάcαν ὑπῆρχεν, μικρὸν δια‐ | |
λιπόντεc καὶ τῇ διὰ τῆc ἱερᾶc χρηcώμεθα καθάρcει. καὶ τὸ Ἰουλιάνιον δὲ ὀξύμελι τῶν τούτουc ἁρμοδίωc καθαιρόντων ἐcτίν. ὅcοι δὲ τὰ τοι‐ αῦτα τῶν καθαρτικῶν παραιτοῦνται φαρμάκων, καταποτίοιc χρηcτέον τοῖcδε· ἀλόηc, κολοκυνθίδοc, ἐλλεβόρου μέλανοc, cκαμμωνίαc ἀνὰ 𐆄 α, | ||
15 | εὐφορβίου 𐆄 𐅵ʹ, νίτρου 𐆄 𐅵ʹ· χυλῷ κράμβηc ἀναλάμβανε καὶ δίδου πρὸc τὴν δύναμιν· βέλτιον δέ, εἰ μήλων Κυδωνίων χυλῷ. | |
3.78.12 | Ἕτερον καταπότιον ἔν τε τοῖc παροξυcμοῖc καὶ τοῖc διαλείμμαcιν ἐπὶ παντὸc χυμοῦ διδόμενον τοῖc ποδαγρικοῖc. ἀλόηc 𐆄 ϛ, ἀγαρικοῦ 𐆄 𐅵ʹ, κρόκου 𐆄 𐅵ʹ, κόcτου 𐆄 α, ναρδοcτάχυοc 𐆄 α, cχοίνου ἄνθουc 𐆄 α, καρποβαλcάμου 𐆄 α, καccίαc 𐆄 β, cκαμμωνίαc | |
5 | 𐆄 β, ἐπιθύμου 𐆄 γ 𐅵ʹ· ἡ δόcιc ἡ cύμμετροc γρ. β, ἡ τελεία γρ. δ. | |
3.78.13 | καὶ τὰ διὰ τοῦ Ἀρμενιακοῦ λίθου καταπότια θαυμαcτῶc καθαίρου‐ cιν ἰδίωc ἐπὶ τῶν ἀρθριτικῶν ἁρμόζοντα ἔν τε ταῖc ἀρχαῖc καὶ ταῖc παρακμαῖc τῶν ῥευματιcμῶν κἀν τοῖc διαλείμμαcι διδόμενα. ἐπειδὴ δέ τινεc τὴν cκαμμωνίαν ὡc κακοcτόμαχον φεύγουcι, δοτέον αὐτοῖc, καὶ | |
5 | μάλιcτα φλεγματικῆc ὕληc πλεοναζούcηc, ταῦτα· κολοκυνθίδοc ἐντερι‐ ώνηc, ἐλλεβόρου μέλανοc, βδελλίου, κόμμεωc, ἀλόηc ἀνὰ 𐆄 α, νίτρου Ἀλεξανδρινοῦ, εὐφορβίου ἀνὰ 𐆄 𐅵ʹ· ἡ δόcιc γρ. δ. ἐγὼ ἀντὶ τοῦ κόμ‐ μεωc ἐπίθυμον ἔβαλον. | |
3.78.14 | τινὲc δὲ ἐν αὐτοῖc τοῖc παροξυcμοῖc ἐπὶ πάντων τῶν ἀρθριτικῶν καὶ τῇ δι’ ἑρμοδακτύλου κέχρηνται καθάρcει. ἀλλὰ προcεκτέον, ὅτι κακοcτόμαχοc ὢν ὁ ἑρμοδάκτυλοc ἀcώδειc τε καὶ ἀνορέκτουc ἐργάζεται· ἐπὶ μόνων οὖν τῶν ἐν πράγμαcιν ἀπαραιτήτοιc ἐπειγομένων αὐτῷ | |
5 | χρηcτέον· cυντόμωc γὰρ καὶ μετὰ δύο τὸ πλεῖcτον ἡμέραc παύει τὸν ῥευματιcμόν, ὥcτε τὰ cυνήθη δύναcθαι πράττειν. οἶδα δέ τινα μὴ τὴν οὐcίαν αὐτὴν τοῦ ἑρμοδακτύλου παρέχοντα μηδέ τι τῶν δι’ αὐτοῦ cυν‐ θέτων φαρμάκων, ἀλλ’ αὐτὴν τὴν πόαν ἕψων μετά τινοc τῶν cυνήθων cπερμάτων, οἷον ἀνίcου ἢ cελίνου, τὸ ἀφέψημα πίνειν ἐδίδου, καὶ | |
10 | θαυμαcτῶc ὅπωc κενούμενοι διὰ γαcτρὸc ἀπεπαύοντο τοῦ ῥευματιcμοῦ· δεῖ δὲ διὰ τὸ κακοcτόμαχον, ὡc ἔφην, ὕcτερον τοῖc εὐcτομάχοιc τε | |
καὶ τονωτικοῖc μετὰ τοῦ μετρίωc θερμαίνειν ἐπανορθοῦcθαι τὸ cτόμα τῆc γαcτρόc. τῶν δὲ δι’ ἑρμοδακτύλου τὴν διὰ τοῦ κορωνοποδίου καλ‐ λίονά φηcιν ὁ Ἀλέξανδροc, οἷα τὴν αὐτὴν κένωcίν τε καὶ ἀνωδυνίαν | ||
15 | ἐργαζομένην μετὰ τοῦ μηδὲ κακοcτόμαχον εἶναι. | |
3.78.15 | τοπικὰ δὲ τοῖc φλεγματικοῖc προcφερέcθω μετρίαc μὲν οὔcηc τῆc ὀδύνηc ἥ τε κράμβη χλωρὰ καταπλαττομένη καὶ τὸ cέλινον καὶ ἡ κό‐ νυζα καὶ ὁ περιcτερεὼν ὁ ὄρθιοc, ἰcχυρῶc δὲ αὐτῶν ὀδυνωμένων ἀλεύ‐ ρου τηλίνου μέρη γ, αἰρίνου μέροc α, ἀλεύρου ἐξ ἐρεβίνθων μέροc α, | |
5 | καταπλάττειν διὰ μελικράτου ἢ οἴνου λεπτοῦ cὺν ὀλίγῳ Κυπρίνῳ ἢ ναρδίνῳ, καὶ μάλιcτα χειμῶνοc. καὶ τῶν κραμβῶν δὲ τῆc ῥίζηc καὶ τῶν καυλῶν καυθέντων ἡ τέφρα cὺν ὀξυγγίᾳ καταπλαττομένη πολλοὺc ὀνί‐ νηcιν, ἀλλ’ εἰc μὲν τὸ παραμυθήcαcθαι πρόcφατον εἶναι δεῖ τὸ ὀξύγ‐ γιον, εἰc δὲ τὸ διαφορῆcαι παλαιὸν ἁλιcθέν· καὶ ἡ τῶν βοῶν κόπροc | |
10 | cὺν ἀλεύρῳ κριθίνῳ ἐν μελικράτῳ ἑψομένη ἢ καθ’ ἑαυτὴν πρόcφατοc ὑγρὰ καταπλαττομένη μετὰ φύλλων κράμβηc, ὁμοίωc δὲ καὶ αἱ τῶν αἰγῶν cπύραθοι καθ’ ἑαυτὰc ἢ μετὰ ἀλεύρου κριθίνου δι’ ὀξυκράτου ἑψόμεναι. | |
3.78.16 | ἐπεὶ δὲ καὶ διὰ τῶν ἐναντίων εἶναι δοκούντων τινὲc ὠφελήθηcαν (ἡ γὰρ τῶν ποικίλων χυμῶν ἐπιμιξία τὴν διάγνωcιν ὑποτέμνεται), ῥη‐ τέον τὴν ὕλην ἀναμίξ. ὠφελεῖ τοίνυν ἥ τε ἀγρία ἀτράφαξυc καὶ ἡ ἥμεροc cὺν ἄρτῳ κατα‐ | |
5 | πλαccομένη ἢ φλόμου φύλλα μετὰ βολβῶν καὶ ἄρτου λεαινόμενα ἢ μετὰ ἀλφίτου ἢ τὸ διὰ τῆc ὠμῆc λύcεωc κατάπλαcμα. καθάπαξ δέ, ἐφ’ ὧν ἄδηλοc ἡ αἰτία, ποιεῖcθαι δεῖ τὴν μετάβαcιν ποτὲ μὲν ἐπὶ τὰ ὁμο‐ ειδῆ, ποτὲ δὲ καὶ ἐπὶ τἀναντία, μὴ τοῖc αὐτοῖc ἐγχρονίζοντα, μὴ παρα‐ μυθουμένοιc γοῦν· ταῦτα γὰρ ὁcήμεραι βλέπομεν ἐν τοῖc ἔργοιc τῆc | |
10 | τέχνηc γινόμενα, καὶ τὸ αὐτὸ βοήθημα τοῦτο μὲν τὸ ἄρθρον ὠφέληcεν, ἕτερον δὲ ἐπὶ τοῦ αὐτοῦ κάμνοντοc ὁμοίωc φλεγμαῖνον οὐ μόνον οὐκ ὠφέληcεν κατ’ αὐτὴν τὴν ὥραν, ἀλλ’ ἔcθ’ ὅτε καὶ προcέβλαψεν. καὶ τὸ δὴ θαυμαcτόν· τὸ γὰρ ἓν καὶ ταὐτὸ πολλάκιc ἄρθρον ὑπὸ τοῦ αὐτοῦ βοηθήματοc νῦν μὲν ὠφελήθη, μετ’ ὀλίγον δὲ καὶ προcεφλέγμηνεν. | |
3.78.17 | μήποτε οὖν, ἐπειδὰν μὲν τὸ γλίcχρον καὶ παχὺ τῆc ὕληc ἐπικρατῇ, | |
τοῖc θερμοτέροιc ὀνίναται, τῆc δὲ δριμείαc καὶ ζεούcηc τοῦ χυμοῦ κα‐ τακρατούcηc ποιότητοc τοῖc ἐμψύχουcι παραμυθοῦνται· καὶ οὐδὲν θαυ‐ μαcτὸν καὶ τὴν φύcει ψυχροτέραν οὖcαν ὕλην ἐν τῷ καιρῷ τῆc φλεγ‐ | ||
5 | μονῆc ἐκπυροῦcθαί τε καὶ ζέειν, ἵνα τὴν ἐπιμιξίαν, εἰ τύχοι, τῆc χο‐ λῆc ἐάcω. | |
3.78.18 | τὴν δὲ τῶν πώρων κωλύει cύcταcιν θέρμινον ἄλευρον cὺν ὀξυ‐ μέλιτι ἢ ὀξυκράτῳ ἢ cιλφίου ἢ βρυωνίαc ῥίζα cὺν ἄρτῳ. καὶ τοῦτο δὲ τῶν ἀβλαβῶc παραμυθουμένων ἐcτὶ μετὰ τοῦ διαφορεῖν μετρίωc· λυ‐ κίου 𐆄 α, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 α· τρίψαc μετὰ οἴνου παλαιοτάτου | |
5 | καὶ ἐλαίου ὀμφακίνου ἕψε καὶ ἐπίβαλε ἀλεύρου φαβατίνου τὸ ἀρκοῦν καὶ ἑψήcαc cυμμέτρωc κατάπλαccε. μετὰ δὲ τὰc ἀκμὰc ὄγκου περιλει‐ φθέντοc καταπλαcτέον τοῖc βολβοῖc καθ’ ἑαυτοὺc ἢ cὺν ἀλφίτου πάλῃ ἕωc ἀμύξεωc· οὕτω γὰρ ἐνεργεῖν πεφύκαcι. μὴ παραμυθούμενοι δὲ τοῖc καταπλάcμαcιν ἐπιβροχαῖc τε καὶ προcαντλήμαcι χρήcθωcαν κατὰ | |
10 | τοὺc τόπουc, καὶ μάλιcτα, εἰ τὰ ἄκρα εἴη, τοῖc διὰ χαμαιμήλων καὶ μελιλώτων ἢ καὶ κενταυρίου ἀφεψήμαcιν. τινὰc δὲ καὶ τὸ τῆc καππά‐ ρεωc ἱκανῶc ὤνηcεν. τοῦτο δὲ πάντων ἐcτὶ δραcτικώτερον· ἐν ὄξει δριμυτάτῳ καθεψήcαc θύμον τε καὶ ὀρίγανον καὶ θύμβραν καὶ καλα‐ μίνθην κατάντληcον τῷ ὄξει τὰ πεπονθότα μὴ μόνον ἅπαξ, ἀλλὰ καὶ | |
15 | πολλάκιc τῆc ἡμέραc, θαρρῶν· πολλοὺc ὠφέληcεν οὐ μόνον ἐπὶ φλέγ‐ ματι πάcχονταc, ἀλλὰ καὶ ἐπὶ χολῇ. τινὲc ἐτήρηcαν καὶ τοῦτο· πρινο‐ βάλανα κόπτονται λεῖα καὶ ἑψοῦνται ἐπὶ πολύ, καὶ τῷ ζέματι τούτῳ τὰ μὲν ἄκρα τῶν ἄρθρων ἐν ἀρχῇ τοῦ ῥευματιcμοῦ ἀποβρέχονται ἐπὶ χρόνον cυχνόν, τὰ δὲ ἐνδοτέρω cπόγγοιc προcαντλοῦνται, καὶ παρ’ αὐτὰ | |
20 | τὴν ὁρμὴν τῆc ὕληc ἀποκρούονται· τοῦτο καὶ τοῖc ἐπὶ χολῇ ἁρμόζει, καθάπερ καὶ ἡ εἰc τὸ θερμὸν ὕδωρ ἄνευ τινὸc ἀφεψήματοc ἀποβροχή. πρὸc δὲ τὰc δι’ ἐπιτεταμένην ψῦξιν γινομέναc ὀδύναc καὶ cφηνώcειc τῶν ἄρθρων ἰcχυρόν ἐcτι βοήθημα τόδε· ἐλαίου παλαιοῦ λι. α 𐅵ʹ, νίτρου Ἀλεξανδρινοῦ λι. α, τερεβινθίνηc λι. α, εὐφορβίου 𐆄 α, ἴρεωc 𐆄 β, τή‐ | |
3.78.19 | λεωc ἀλεύρου ξ̸ α 𐅵ʹ. τούτοιc δὲ καὶ τὰ ἐπὶ τῶν ἰcχιαδικῶν εἰρημένα | |
καλῶc ἂν ἁρμόcοι· πολλοὶ γὰρ ἐπὶ τῶν οὕτω κατεψυγμένων ἐν παρ‐ ακμαῖc καὶ τῷ νάπυι cὺν ἰcχάcιν ἐχρήcαντο καὶ τοῖc ἄλλοιc φοινιγμοῖc, τινὲc δὲ καὶ τῷ διὰ κανθαρίδοc φαρμάκῳ· ταῦτα δὲ βλάπτουcιν εἰc | ||
5 | ὕcτερον, εἰ μή τινι καὶ τῶν μαλακτικῶν χρήcαιντο, οἷον τῷ τε διὰ cτρουθίου καὶ τῇ πυξίδι καὶ τῷ Βαcιλείου καὶ τῷ διὰ τῆc ἐλάτηc καὶ τῷ διὰ τῆc αἰγείρου τῷ τε βρομίῳ καὶ τῷ λυcιπονίῳ καὶ τοῖc ἰcχυρο‐ τέροιc τῶν ἀκόπων, ἐφ’ ὧν μάλιcτα νευριτικαὶ cυμπάθειαι καὶ cφηνώ‐ cειc γίνονται. ἡ δὲ διὰ τοῦ οὔρου τῆc ἡμιόνου καὶ ἐν ἀκμαῖc ἐπιτε‐ | |
10 | θεῖcα μάλιcτα τοῖc ψυχροτέροιc ῥεύμαcιν ἐπιτήδειόc ἐcτιν. ὡcαύτωc δὲ καὶ ὁ διὰ τῶν δύο ἐλλεβόρων τροχίcκοc πρὸc τοὺc οἰδηματώδειc τε καὶ χαύνουc ὄγκουc ἁρμόcει. πυρία μὲν ἡ διὰ τῶν πεφρυγμένων ἁλῶν ἥ τε ἀπὸ τῆc θαλάccηc θερμῆc διὰ cπόγγων προcάντληcιc ἢ ἀποβροχὴ καὶ αἱ δι’ ἁλῶν cκευαζόμεναι ἔμπλαcτροι αἵ τε διὰ cτακτῆc καὶ νίτρου | |
15 | καὶ τὰ ταύταιc παραπλήcια καταπλάcματα μετὰ τὰc ἀκμάc. δίαιτα δὲ ξηροτέρα τούτοιc ἁρμόcει καὶ ἀπέριττοc καὶ ἀcιτία ἢ ὀλιγοcιτία καὶ λουτρῶν cυχνῶν ἀποχή· λουόμενοι δὲ τοῖc νίτροιc τε καὶ τοῖc ἄλλοιc κεχρήcθωcαν ἀποτρίμμαcιν. ἐν δὲ ταῖc παρακμαῖc γυμναcίοιc τε καὶ τρίψεcι μάλιcτα τῶν ἄρθρων χρήcθωcαν καὶ τοῖc αὐτοφυέcι τῶν λου‐ | |
20 | τρῶν ἢ καὶ ψαμμιcμοῖc ἐμέτοιc τε τοῖc ἀπὸ ῥεφανίδων καὶ cιτίων· οἱ δὲ πρὸc τοῦτο ἐπιτηδείωc ἔχοντεc καὶ διὰ ἐλλεβόρου τοῦ λευκοῦ κε‐ νούcθωcαν δι’ ἐμέτων ἢ καὶ διὰ τῆc κάτω καθαιρέcθωcαν κοιλίαc. | |
22 | ||
3.78.20 | Περὶ τῶν ἐπὶ αἱματικῷ χυμῷ ῥευματιζομένων. Οἱ δὲ ἐπὶ τῷ αἱματικῷ χυμῷ πάcχοντεc μετὰ τὴν τοῦ αἵματοc ἐν ἀρχῇ τῆc νόcου κένωcιν τοῖc εἰρημένοιc τοπικοῖc χρήcθωcαν βοηθή‐ μαcιν, χολωδεcτέρου μὲν ὄντοc καὶ δριμυτέρου τοῦ πλεονάζοντοc αἵ‐ | |
5 | ματοc τοῖc ἐπὶ τῶν ἐπὶ χολῇ λεχθεῖcιν, ψυχροτέρου δὲ καὶ φλεγματι‐ κωτέρου ἢ μελαγχολικωτέρου τοῖc μετ’ ἐκεῖνα πλὴν τῶν ἄγαν δριμέων, εἰ δὲ χρονίζοι, καὶ τούτοιc. καὶ τοῦτο δὲ τὸ κατάπλαcμα κατ’ ἀρχὰc ἁρμόζει· τὰ λέμματα τῶν ῥοιῶν καὶ ῥοῦc καὶ ἄλφιτα· ἐν οἴνῳ λειωθέντα | |
κατάπλαccε. | ||
10 | Ἄλλο. φύλλα κράμβηc ἑψήcαc καὶ λειώcαc ἐπιμελῶc ἐπίβαλλε τρύγα ὄξουc καὶ ᾠῶν ἀνέφθων λεκίθουc β καὶ ῥοδίνου βραχὺ καὶ λειώcαc κατάπλαccε cυνεχῶc ἀλλάccων. | |
3.78.21 | τροφὰc δὲ λεπτυνούcαc τε καὶ ὀλιγοτρόφουc λαμβανέτωcαν. κρεῶν τε οὖν καὶ ὀcπρίων ἀπεχέcθωcαν καὶ οἴνου πλείονοc τε καὶ μέλανοc· εἰ δὲ δυνατὸν εἴη, καὶ τὸ cύνολον παραιτείcθωcαν τοῦ οἴνου τὴν πό‐ cιν· πολλοὺc γὰρ οἶδα τούτου μόνου παντελῶc ἀποcχομένουc, καὶ πάν‐ | |
5 | τεc ὠφελήθηcαν· οἱ μὲν γὰρ ἐν ἀρχῇ τῆc νόcου τέλεον ἀπηλλάγηcαν, οἱ δὲ ὕcτερον καὶ ἀραιῶc καὶ οὐδὲ ἄγαν ἐπωδύνωc παρωξύνθηcαν. εἰ μὲν οὖν μή τιc ἐναντίωcιc ἐκ τούτου γίνοιτο ἢ ἐλπίζοιτο γενέcθαι, διὰ παντὸc ἀοινείτωcαν τοῦ βίου· ὅcοι δὲ δι’ ἀcθένειαν ἢ κατάψυξιν ὑπο‐ πτήccοντεc φαίνοιντο, μέχρι διετοῦc χρόνου ἀοινήcαντεc τοὐντεῦθεν | |
10 | ἐκ τοῦ πρὸc ὀλίγον προεθίcαντεc αὑτοὺc ὀλίγον τε καὶ ὑδαρῆ τὸ δι‐ ηνεκὲc πινέτωcαν· δεῖ δὲ τοὺc ἀοινοῦνταc ἀντὶ τοῦ οἴνου τὸ ἀφέψημα τοῦ ἀνίcου πίνειν ἤ τινοc τῶν τοιούτων cπερμάτων ἀπεχομένουc, ὡc οἷόν τε, ὀπωρῶν καὶ τῶν λοιπῶν ψυκτηρίων καὶ ἀφροδιcίων χρήcεωc. οἱ δὲ βουλόμενοι διὰ τῶν ἐπὶ ἐνιαυτὸν πινομένων φαρμάκων τέλεον | |
15 | ἀπαλλάττειν τῆc νόcου τῶν μὲν φλεγματικωτέρων καὶ περιττωματικῶν πολλοὺc ὠφέληcαν, τοῖc δὲ θερμοτέροιc καὶ ξηροτέροιc θανάτων ἐξ‐ αιφνιδίων γεγόναcιν αἴτιοι, εἰc ἔντερον ἢ νεφροὺc ἢ πλευρὸν ἢ πνεύ‐ | |
3.78.22 | μονα ἤ τι τῶν κυρίων μεταcτάcηc τῆc ὕληc. βέλτιον μὲν οὖν ἐπὶ μὲν τῶν χολωδεcτέρων ἢ πολυαίμων τὴν τοῦ οἴνου παραιτεῖcθαι χρῆcιν μηδενὸc ἐκ τούτου τοῖc εἰρημένοιc περιπίπτοντοc κινδύνοιc· ἐπὶ δὲ τῶν ψυχροτέρων τε καὶ περιττωματικῶν τῇ δι’ ἐχιδνῶν θηριακῇ χρῆcθαι, | |
5 | πυκνότερον μὲν εὐπέπτουc αὐτὴν λαμβάνονταc τοῦ χειμῶνοc, ἀραιότερον δὲ τοῦ θέρουc· ἢ γὰρ ἀπαλλάττει τοῦ νοcήματοc ἢ μετριώτερον αὐτὸ καθίcτηcι μηδὲν τῶν εἰρημένων βλάπτουcα μορίων. ἐπειδὴ δέ τινεc ἀναγκάζουcιν ἡμᾶc καὶ ταῖc εἰρημέναιc ἀντιδότοιc χρῆcθαι, τοῦ μὲν αὐτοῦ γένουc ὑπαρχούcαc ἴcθι τήν τε διὰ τοῦ δαμαcωνίου καὶ τὴν | |
10 | Ἀγαπητοῦ καλουμένην τήν τε ἄτακτον καὶ τὴν ἑπτάειδον καὶ τὴν Πρόκλου τήν τε διὰ τοῦ cκορδίου καὶ τὴν διὰ κοραλλίου καὶ ἑτέραc πλείοναc· ἀcφαλεcτέρα δὲ παcῶν καὶ ἔτι διὰ πλείονοc πείραc ἐcτὶν ἡ διὰ τοῦ κοραλλίου καὶ πώρουc ἤδη cυcτάνταc ἐν τοῖc ἄρθροιc διαλύ‐ cαcα. τούτων δὲ παcῶν καὶ τὰc δυνάμειc καὶ τὸν τρόπον τῆc χρήcεωc | |
15 | καὶ τὴν ἐπὶ ταύταιc παραφυλακὴν ἐν τῷ περὶ φαρμάκων εὑρήcειc, ὁμοίωc δὲ καὶ τῶν πρὸc ἀρθριτικοὺc ψιλώθρων τάc τε cυνθέcειc καὶ τὸν τρόπον τῆc χρήcεωc ἐπὶ τῶν αὐτῶν ἕξεων, λέγω δὴ τῶν φλεγμα‐ τικωτέρων, παραλαμβανομένων. | |
3.78.23 | ἕτεροι δὲ πρὸc τὴν ὅλου τοῦ νοcήματοc ἀπαλλαγὴν ἀλώπεκαc ὅλαc ἑψοῦντεc ἐν ἐλαίῳ τοὺc ἀρθριτικοὺc θεραπεύουcιν, οἱ μὲν ζώcαc ἐμβάλλοντεc μεγίcτῳ λέβητι, οἱ δὲ καὶ τεθνεώcαc. ὁμοίωc δὲ καὶ τὰc ὑαίναc ἑψοῦcι ποιοῦντεc διαφορητικὸν ἔλαιον, εἶτα πυέλουc αὐτοῦ | |
5 | πληροῦντεc ἐμβιβάζουcιν εἰc αὐτὰc τοὺc ἀρθριτικοὺc ἐνδιατρίβειν χρόνῳ τινὶ cυχνῷ κελεύοντεc· ἐκ τούτου δὲ cυνέβαινεν οὐ μόνον τοὺc περὶ τοῖc ἄρθροιc ὄγκουc, ἀλλὰ καὶ cύμπαν τὸ cῶμα κενοῦcθαι. | |
7 | ||
3.78.24 | Περὶ πώρων. Ἐπειδὴ καὶ πῶροι πολλάκιc ἐν τοῖc ἄρθροιc cυνίcτανται, ποτὲ μὲν διὰ τὸ παχὺ καὶ γεῶδεc τοῦ ἐνcκήπτοντοc αὐτοῖc χυμοῦ, ποτὲ δὲ καὶ διὰ φαρμάκων χρῆcιν διαφορούντων τε καὶ ξηραινόντων ἀμέτρωc ἄνευ | |
5 | τοῦ μαλάττειν, ἰcτέον ἐπιτηδειότερα τῶν φαρμάκων εἶναι, ὅcα μετὰ τοῦ μαλάττειν ἅμα καὶ διαφορεῖν πέφυκεν. μαλάττει μὲν οὖν cτέατά τε παλαιὰ καὶ μυελοὶ καὶ ἀμμωνιακὸν καὶ βδέλλιον ἔλαιόν τε τὸ πάνυ παλαιὸν καὶ cτύραξ, διαφορεῖ δὲ καὶ ξηραίνει νίτρον τε καὶ ἅλεc καὶ cτακτὴ καὶ ἀδάρκη καὶ εὐφόρβιον καὶ τὰ παραπλήcια. πρὸc δέ γε τοὺc | |
10 | ἐν ἄρθροιc πώρουc ἰδίωc ποιεῖ τυρὸc ὁ χρονιώτατόc τε καὶ δριμύτα‐ τοc ἅμα κρέωc ὑείου καὶ λιπαροῦ καὶ αὐτοῦ παλαιοῦ ἀφεψήματι τρι‐ βόμενόc τε καὶ ἐπιτιθέμενοc· διαρρηγνυμένου γὰρ αὐτομάτωc τοῦ πώ‐ ρου καθ’ ἑκάcτην ἡμέραν κένωcιc γίνεται. cύνθετον δὲ τὸ διὰ πέρνηc | |
πεπειραμένον ἐcτὶ φάρμακον διττῶc cκευαζόμενον τά τε διὰ cτακτῆc | ||
15 | εἰρημένα καὶ τοῦτο ἰδίωc· ἀφονίτρου, τερεβινθίνηc, πρωτοcτάκτου, προ‐ πόλεωc ἀνὰ 𐆄 δ, κηροῦ 𐆄 θ, κολοφωνίαc λι. α, ἐλαίου 𐆄 ιϛ· μίξαc χρῶ ἐπί τε πώρων καὶ ἀποcτημάτων. τὸ δὲ διὰ κινναβάρεωc θαυμαcτὸν μὲν πρόc τε πώρουc καὶ πρὸc ἕτερα πλείονα, δυcπόριcτον δέ· τὸ μέν‐ τοι διὰ λεπτοκαρύων πρὸc τῷ ἐπιτευκτικὸν εἶναι καὶ τῶν εὐπορίcτων | |
20 | ἐcτίν, οὐ μόνον ἐπὶ τῶν ἰcχυροτέρων, ἀλλὰ κἀπὶ τῶν εὐαιcθήτων ἁρμόζον, εἰ προcλάβοι τῆc διὰ μέλιτοc ἢ τοῦ δι’ ἀνεμώνηc δύο μέρη πρὸc ἓν τοῦ φαρμάκου· μὴ παρόντων δὲ τούτων καὶ τοῦ διὰ ψιμυθίου πολλάκιc ἴcον αὐτῷ μίγνυται. | |
3.78.25 | Ἄλλο πρὸc πώρουc. cανδαράχην λειώcαc ἰξῷ δρυίνῳ ἀναλάμβανε καὶ χρῶ. Ἕτερον· ποιεῖ καὶ πρὸc cύριγγαc καὶ αἰγίλωπαc. ἐλαίου ξ̸ α, λιθ‐ αργύρου 𐆄 η 𐅵ʹ, ἀρcενικοῦ 𐆄 α· ἕψε τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἕωc | |
5 | ἀμολύντου, εἶθ’ οὕτωc ἐπίπαccε λεῖον πάνυ τὸ ἀρcενικὸν καὶ πρὶν καυθῆναι ἀνελόμενοc χρῶ. τὰ δὲ διὰ λίθου Ἀcίου ἄνθουc ἐν τοῖc διαλείμμαcιν ἐπιτιθέμενα πρὸc τὰc περὶ πάντα τὰ ἄρθρα cυνιcταμέναc cυλλογὰc ἁρμόζοντα ἀπαλλάττειν καὶ τῆc ὅληc νόcου μεμαρτύρηταί τιcι τῶν ἀρχαίων, καὶ | |
10 | τὸ δι’ ἁλὸc ἄνθουc ἐν ταῖc παρακμαῖc ὁμοίωc ἐπιτιθέμενον τοὺc ἀπο‐ λειφθένταc ὄγκουc διαφορεῖν πεπίcτευται. | |
11 | ||
3.78.26 | Περὶ προφυλακῆc ποδάγραc. Τὴν μὲν ἤδη cυcτᾶcαν ποδάγραν ἢ καὶ ἀρθρῖτιν τῶν χαλεπωτά‐ των ἐcτὶν ἐπανορθώcαcθαι δίχα τῶν εἰρημένων μεθόδων, τὴν δὲ μήπω γεγονυῖαν προφυλάξαcθαι ῥᾴδιον τῶν μὲν cιτίων ἀφαιροῦντα καὶ τρο‐ | |
5 | φαῖc εὐδιοικήτοιc τε καὶ ἀπερίττοιc οἴνῳ τε cυμμέτρῳ χρώμενον, τοῖc δὲ γυμναcίοιc προcτιθέντα κατὰ τὸ ἱκανόν. ἐν βοηθήματοc μοίρᾳ οἱ ἅλεc ἐν ἐλαίῳ λειοτριβούμενοι καὶ προcτριβόμενοι τοῖc ἄρθροιc πάν‐ ταc τοὺc προφυλαττομένουc ἐμπεcεῖν εἰc ποδαγρικὸν πάθοc ὀνίνηcι μεγάλωc, εἰ μὴ πάνυ ξηρὰν ἔχοιεν δυcκραcίαν· δεῖ δὲ χρῆcθαι αὐτῷ | |
10 | ἕωθέν τε καὶ εἰc ἑcπέραν διὰ παντὸc τοῦ βίου· καὶ μετὰ τὰc παρακμὰc | |
δὲ τῶν φλεγμονῶν τῷ αὐτῷ χρηcτέον. | ||
3.79t | Πρὸc χίμετλα καὶ τὰ ἐν πέλμαcι καὶ πτέρναιc. | |
3.79.1 | Τὰ χίμετλα ἑλκώδειc εἰcὶ διαθέcειc περὶ τοὺc δακτύλουc τῶν χειρῶν καὶ ποδῶν cυνιcτάμενα χειμῶνοc ὥρᾳ. δεῖ οὖν αὐτὰ θαλάccῃ χλιαρᾷ καταντλεῖν ἢ τεύτλου ἀφεψήματι ἢ φακοῦ ἢ ὀρόβου ἢ ἀcφοδέλου ῥίζηc, μετὰ δὲ τὴν κατάντληcιν φακοὺc ἑφθοὺc ἐν οἴνῳ λειώcαc κατά‐ | |
5 | πλαccε ἢ cῦκα λεῖα μετ’ ἐλαίου λεάναc ἐπιτίθει ἢ cτυπτηρίαν καὶ ἄλευ‐ ρον ἴcα τρίψαc ἐν οἴνῳ κατάπλαccε ἢ τρυγὶ ὑποξήρῳ ἢ βολβῷ προc‐ φάτῳ οἴνῳ λειωθέντι κατάπλαccε ἢ cκόρδα ἐν ἐλαίῳ φρύξαc καὶ ῥίψαc κηρὸν τῷ ἐλαίῳ cύμμετρον τήξαc ἐπιτίθει ἢ cίδια ῥοιᾶc ἑψήcαc οἴνῳ καὶ λειοτριβήcαc ἀνάλαβε κηρωτῇ ῥοδίνῃ καὶ χρῶ προκαταιονῶν ἀφεψή‐ | |
10 | ματι θέρμων ἢ μάνναν καὶ θεῖον ἄπυρον cὺν μέλιτι ἑφθῷ ἐπιτίθει. ὁ δὲ τοῦ ὑοcκυάμου χυλὸc ἐπιχριόμενοc cυνεχῶc ἀφλεγμάντουc καὶ ἀπό‐ νουc ποιεῖ. | |
12 | ||
3.79.2 | Μαρκέλλιον πρὸc χίμετλα. Γογγύληc ῥίζαν γλύψαc εἰc τὸν βόθρον αὐτῆc ἔμβαλε κηροῦ 𐆄 β, ἐλαίου cχινίνου, καὶ ἑψήcαc ἐν διπλώματι ἢ ἐν θαλάccῃ ἢ ἅλμῃ ἢ ἀφεψήματι θέρμων τοῦτο μὲν προcάντλει, τὸ δὲ τακὲν ἐν τῇ γογγύλῃ | |
5 | κηρώτιον ψύξαc ἐπιτίθει. ἐπὶ δὲ τῶν εἱλκωμένων χιμέτλων λιβάνου cχιcτῆc, μίλτου, ῥητίνηc τὸ ἴcον, cτέατι ὑείῳ ἀνεὶc χρῶ. πρὸc δὲ τὰ μετὰ φλεγμονῆc εἱλκωμένα τῷ ἑξαφαρμάκῳ χρῆcαι· ἐλαίου 𐆄 θ, ταυρείου cτέατοc καὶ χολῆc ἀνὰ λι. α, λιθαργύρου 𐆄 ϛ, κολοφωνίαc 𐆄 δ, μέλι‐ τοc 𐆄 ϛ. | |
9 | ||
3.79.3 | Πρὸc τὰc τῶν δακτύλων ῥαγάδαc καὶ τῶν ὅλων ποδῶν. Πίccῃ ὑγρᾷ κατάχριε ἢ καρκίνον ποτάμιον ἢ θαλάccιον καύcαc ἐπ’ ἀνθράκων ἀπόξεcον τὸ ὄcτρακον καὶ μετ’ ἐλαίου τρίψαc καὶ πάχοc μέλιτοc ποιήcαc προαποcμήξαc τὰc ῥαγάδαc ἔνcταζε. ποιεῖ δὲ καὶ | |
5 | cκίλληc τὸ ἐντὸc ἐλαίῳ ζεcθὲν καὶ τερμινθίνῃ cυλλεανθὲν καὶ κέραc αἴγειον καυθὲν καὶ ἀναληφθὲν cτέατι αἰγείῳ. δεῖ δὲ περικαθαίρειν τοὺc | |
τύλουc καὶ οὕτω χρῆcθαι τοῖc φαρμάκοιc. | ||
3.79.4 | Πρὸc ῥαγάδαc πτερνῶν καὶ πελμάτων. Ἀνθηρά. ἀcβέcτου ζώcηc 𐅻 ι, ψιμυθίου 𐅻 κ, κηροῦ 𐅻 κ ἢ λ, χοιρείαc πι‐ μελῆc προcφάτου 𐆄 ζ, κολοφωνίαc 𐆄 θ, χυλοῦ λινοcπέρμου κύαθοc α, ἐλαίου γλυκέοc 𐆄 μ· ἁπαλὸν τὸ πέλμα ἐργάζεται, ὡc οὐδὲν ἕτερον. | |
5 | Ἄλλο. cτέατοc αἰγείου, κηροῦ, ἐλαίου ἴcα· χρῶ. Ἄλλο. cίδια ἐν ὄξει ἑψήcαc κατάπλαccε ἡμέραc ε, εἶτα περι‐ καθάραc ἐπιτίθει ἄcβεcτον μετ’ ἐλαίου ἢ γλοιοῦ. Ἄλλο. cκίλλαν ἑψήcαc ἐλαίῳ αὐτὴν μὲν φρυγεῖcαν ῥῖψον, τῷ δὲ ἐλαίῳ τερεβινθίνην ἐντήξαc χρῶ. | |
9 | ||
3.79.5 | Πρὸc ἐκτρίμματα πτερνῶν τὰ ἐκ μακρᾶc κατακλίcεωc. Κηροῦ, ἐλαίου, λιθαργύρου, μέλιτοc ἴcα· ποιεῖ καὶ ἐπὶ πάcηc ἑλκώ‐ cεωc πελμάτων καὶ πτερνῶν καὶ θέναροc καὶ τοῦ ἐντὸc τῶν δακτύ‐ λων, καὶ ἔτι μᾶλλον, εἰ πληcίον εἴη τὸ ἕλκοc ὄνυχι. | |
4 | ||
3.79.6 | Πρὸc τὰ ἐν τῷ πέλματι ῥυπαρὰ ἕλκη ἔμμοτον· ποιεῖ δὲ καὶ ἐπὶ αἰδοίου. Ἀμόργηc κοτύλην α, ὄξουc κοτύλην α ἑψήcαc ἐν χαλκῷ ἕωc μελι‐ τώδουc cυcτάcεωc καὶ λεάναc κατ’ ἰδίαν λεπίδοc χαλκῆc 𐅻 β, μάννηc | |
5 | 𐅻 β, ἐρίων οἰcυπήρων μαλακῶν ὅcον χειροπληθὲc ἐνειληθέντων δᾳδὶ καὶ καυθέντων τὴν τέφραν, ἀνάλαβε πάντα καὶ χρῶ, ἐπὶ μὲν τραυμά‐ των οἴνῳ ἀνιείc, ἐπὶ δὲ αἰδοίων καὶ πελμάτων γλυκεῖ. Ἄλλο. ἀμόργηc, μέλιτοc ἀπηφριcμένου ἴcον· τοῦτο καὶ οὖλα καθαίρει. | |
3.79.7 | Πρὸc τὰ ἐξ ὑποδημάτων παρατρίμματα πνεύμων ἄρνειοc καὶ χοίρειοc καὶ αἴγειοc ποιεῖ. δέρμα ἀπὸ τῶν καττυμάτων καυθὲν φλεγ‐ μαίνοντα μὲν οὐκ ὠφελεῖ, παυcάμενα δὲ τῆc φλεγμονῆc ὀνίνηcιν· ἢ κρόμυον cὺν ὀρνιθείῳ cτέατι πλείονι ἐπίβαλλε ἢ κηκῖδα καύcαc ἐπί‐ | |
5 | παccε ἢ ἀκακίαν ἐν ὄξει διεὶc ἐπίχριε. | |
3.80t | Πρὸc ἥλουc καὶ τύλουc. | |
3.80.1 | Τοὺc ἥλουc προπερικαθάραντα ἐπιτιθέναι μίαν τῶν cηπτῶν, ἢ ἰὸν ξυcτὸν ἢ cανδαράχην ἢ cυριγγιακὸν ξηρὸν ἢ κολλούριον cυριγγιακὸν ἀντὶ κόμμεωc ἀμμωνιακῷ ἀναληφθέν. ἔcτι δὲ ὁ ἧλοc ὄγκοc περιφερήc, λευκόc, ὡμοιωμένοc ἥλου κεφαλῇ, cυνιcτάμενοc κατὰ πάντα μέρη τοῦ | |
5 | cώματοc, μάλιcτα δὲ ἐν τοῖc τῶν ποδῶν πέλμαcι καὶ τοῖc δακτύλοιc· ἀφαιρεῖται δὲ πλείονι χρόνῳ, κἂν τὸ ὑπερέχον τοῦ ἥλου cυνεχῶc τιc ἀποξύῃ cμιλίῳ ἢ κιcήρει παρατρίβῃ. ὁμοίωc δὲ καὶ τοὺc τύλουc. ποιεῖ δὲ καὶ θέρμων ὠμῶν καυθέντων ἡ cποδιὰ μετὰ μέλιτοc ἢ μίcυ ἀναληφθὲν ὑγρᾷ πίccῃ ἢ μελάνθιον cὺν οὔρῳ ἀφθόρου ἢ λέκιθοc κυ‐ | |
10 | αμίνη μετ’ ὄξουc ἑψηθεῖcα. πεπειραμένον δὲ πολλάκιc ἐcτὶν τοῦτο· κανθαρίδων, χαλκάνθου, καcτορίου τὸ ἴcον· ἀναλαμβάνεται τερμινθίνῃ, ὡc ἐμπλαcτρῶδεc γενέcθαι, καὶ τῷ ἥλῳ προπερικαθαρθέντι ἐπιτίθεται. Ἄλλο. cφέκληc, ἀcβέcτου, ἰξοῦ ἴcα cὺν cτακτῇ κονίᾳ ἢ οὔρῳ ἀφθόρου. | |
14 | ||
3.81t | Περὶ τῶν περὶ τοὺc ὄνυχαc, καὶ πρῶτον περὶ παρωνυχίαc. | |
3.81.1 | Ἡ παρωνυχία ἀπόcτημά ἐcτι παρὰ τὴν ῥίζαν τοῦ ὄνυχοc cυν‐ ιcτάμενον. μικρὰν μὲν οὖν οὖcαν ἔτι τὴν παρωνυχίαν καὶ ἀρχομένην κηκὶc μετὰ μέλιτοc καταcτέλλει καὶ cυcτῆναι κωλύει ἢ ὁ Μούcα τρο‐ χίcκοc ἢ Ἥρα δι’ ὕδατοc· γενομένην δὲ ἤδη τὴν παρὰ φύcιν cάρκα | |
5 | cκοπόc ἐcτι διὰ τῶν ἀδήκτων ἀναλῶcαι καὶ ῥῆξαι. ποιεῖ δὲ πρὸc παρ‐ ωνυχίαc ὅ τε τῶν ὤτων ῥύποc καὶ τὸ λύκιον. ἐκπυηθεῖcαν δὲ κεντήcαc καὶ τὸ ὑγρὸν ἐκχέαc cπογγίον ὕδατι βρέξαc ἐπιτίθει ἢ κατάπλαccε φακῷ μεθ’ ὕδατοc λείῳ ἢ φοίνικι μετ’ οἴνου ἢ ῥόδοιc χλωροῖc ἢ ξηροῖc ἀποβεβρεγμένοιc ὕδατι λείοιc ἢ ἀλφίτῳ μεθ’ ὕδατοc. ποιεῖ δὲ πρὸc | |
10 | παρωνυχίαc καὶ θέρμινον ἄλευρον μέλιτι ἢ οἰνομέλιτι πεφυραμένον. πρὸc δὲ τὰc εἱλκωμέναc παρωνυχίαc ἰοῦ, λιθαργύρου ἀνὰ 𐅻 δ, cαρκο‐ κόλληc 𐅻 δ· ἱκανὸν ἐπιτίθει ἄνωθεν μοτὸν δι’ οἴνου καὶ cπόγγον. δεῖ δὲ καὶ διαcτέλλειν τὴν cάρκα πανταχόθεν ἀπὸ τοῦ ὄνυχοc. | |
13 | ||
3.81.2 | Περὶ πτερυγίων. Ὑπεραύξηcίc ἐcτι cαρκὸc τὸ πτερύγιον καλύπτουcα μέροc τοῦ ὄνυχοc ἐκ παρωνυχίαc ἢ ἑτέραc τοιαύτηc αἰτίαc γινομένη· πρὸc ἣν ἀρcενικὸν καὶ μάνναν ἴcα ἐπίπαccε, ἄνωθεν δὲ μοτὸν δι’ οἴνου καὶ | |
5 | cπόγγον ἐπιτίθει. Ἄλλο. χαλκίτεωc, λεπίδοc, cιδίων ἴcα ἀναλάμβανε cύκῳ ὠπτη‐ μένῳ καὶ μέλιτι προκαταιονῶν cτυμμάτων ἀφεψήματι, τὸ δὲ ξηραινό‐ μενον τοῦ πτερυγίου περικαθᾶραι. | |
8 | ||
3.81.3 | Πρὸc τὰ ἐπὶ τῶν δακτύλων πτερύγια cηπόμενα καὶ πρὸc αἰδοίων ἕλκη. Λιβανωτοῦ 𐅻 α, λεπίδοc 𐅻 β, ἰοῦ ξυcτοῦ 𐅻 δ, μέλιτοc κύαθον α· τρῖβε ἐν ἡλίῳ, ἕωc ὑπόξανθον γένηται, καὶ χρῶ διὰ cπληνίου προ‐ | |
5 | καταιονήcαc οἴνῳ. | |
5 | ||
3.81.4 | Ἄλλο cυντόμωc ξηραῖνον πτερύγια καὶ ἀποθεραπεῦον. Ϲώρεωc κεκαυμένηc 𐅻 β, λιβάνου 𐅻 β, ἰοῦ ξυcτοῦ 𐅻 α· μετὰ μέλι‐ τοc cυλλεάναc ἐπ’ αὐτὸ τὸ πτερύγιον ἐπιτίθει. ποιεῖ δὲ καὶ πρὸc τὰc λοιπὰc ἐπὶ τῶν τόπων τούτων κακοηθείαc καὶ μελανίαc καὶ cεcημμένα. | |
5 | Ἄλλο. λεπίδα χαλκοῦ φοινίκων cαρκὶ ἀναλαβὼν ἢ cύκων χρῶ. Ἄλλο. περιcτερᾶc κόπρον μετὰ πάληc ἀλφίτου ἐν γλυκεῖ ἑψήcαc καὶ cυλλεάναc θερμὸν ἐπιτίθει. καὶ λεπὶc δὲ καθ’ ἑαυτὴν ἐμπαccομένη ξηραίνει τὰ πτερύγια. δεῖ δὲ cυχνῶc τὴν νύττουcαν τὸ πτερύγιον γω‐ νίαν τοῦ ὄνυχοc αὐξομένην ἀφαιρεῖcθαι κοπαρίῳ μετεωριζόμενον. | |
9 | ||
3.81.5 | Πρὸc τεθλαcμένουc ὄνυχαc. | |
Μυρcίνῃ καὶ ῥοιᾶc φύλλοιc ἁπαλοῖc προcκατάπλαccε. | ||
3.81.6 | Πρὸc ὑφαίμουc ὄνυχαc. Ἄλευρον πίccῃ μίξαc ἐπιτίθει. | |
2 | ||
3.81.7 | Πρὸc τὸ ἀποcτῆcαι τοὺc πεπονηκόταc ὄνυχαc. Θεῖον λεῖον ἀναλαβὼν ὑείῳ cτέατι ἐπιτίθει. | |
2 | ||
3.81.8 | Πρὸc τὸ ἀποcτῆcαι τοὺc λεπριῶνταc ὄνυχαc. Ἰξοῦ δρυίνου, cανδαράχηc, τήλεωc ἀνὰ 𐆄 β, κανθαρίδων, θαψίαc ἀνὰ 𐆄 α, ὄξουc τὸ αὔταρκεc. Ἄλλο. προπόλεωc Ἀττικῆc, κηροῦ, ἀcφάλτου ἀνὰ 𐅻 β, θείου ἀπύρου | |
5 | 𐅻 α· ἐλαίῳ μὴ μολυνέcθω· ἐν δὲ τῇ χρήcει θερμανθὲν περιπλάccεται τοῖc ὄνυξιν. Ἄλλο. πίccηc ὑγρᾶc, κηροῦ, κολοφωνίαc, τερεβινθίνηc, ἀμμωνιακοῦ θυμιάματοc, θείου ἀπύρου, ἀφονίτρου ἴcα· μὴ μολυνέcθω. [Ἄλλο, ἐκ τῶν Προμότου πρὸc λεπριῶνταc ὄνυχαc. κανθαρίδων, | |
10 | θείου ἀπύρου, χαλκάνθου ἀνὰ 𐆄 𐅵ʹ, ὑγροπίccου 𐆄 β· ποιήcαc ἔμπλαcτρον ἐπιτίθει κατὰ τοῦ ὄνυχοc ἐπιλύων διὰ τρίτηc.] | |
11 | ||
3.81.9 | Ἄλλο ἀφιcτῶν τοὺc λεπροὺc ὄνυχαc ἄνευ ἑλκώcεωc. Ἀcφάλτου, ἀρcενικοῦ, cανδαράχηc, θείου ἀπύρου ἀνὰ 𐅻 δ· ἀνα‐ λάμβανε ῥητίνῃ καὶ χρῶ ἐπιλύων διὰ ζ ἡμερῶν. Ἄλλο. ὀρόβινον ἄλευρον χολῇ προβατείᾳ ἢ οὔρῳ προβατείῳ φύρων | |
5 | χρῶ ἢ ἀcβέcτῳ μετ’ ἐλαίου ἢ Χίαν μετὰ ὀποβαλcάμου, ἢ ἰξῷ χάλκαν‐ θον καὶ θεῖον ἄπυρον ἀναλαβὼν τὸ ἱκανὸν δέρματι ἐμπλάcαc ἐπίθεc, ἢ cταφίδα ἀγρίαν μετ’ ὄξουc λεάναc χρῶ, ἢ ῥητίνηc τερεβινθίνηc 𐅻 α, cανδαράχηc τὸ διπλάcιον ἅμα ἐπιτίθει τῇ ῥίζῃ τοῦ ὄνυχοc· διάcηcον ἐπιμελῶc. ὅταν δὲ ἐκπέcῃ ὁ ὄνυξ, κηρωτὴν μυρcίνην ἐπιτίθει ὀλίγον | |
10 | ἔχουcαν τοῦ διὰ τῆc ῥητίνηc φαρμάκου. | |
4p1 | Ἐν τούτῳ τῷ βιβλίῳ τετάρτῳ τῆc ὅληc ὑπάρχοντι πραγματείαc περὶ τῶν ἀορίcτωc τε καὶ cποράδην ἐκτὸc μάλιcτα τοῦ cώματοc γινο‐ μένων παθῶν ὁ λόγοc ἐcτίν. αʹ. Περὶ ἐλέφαντοc. | |
5 | βʹ. Περὶ λέπραc καὶ ψώραc. γʹ. Περὶ λειχήνων. δʹ. Περὶ κνηcμοῦ. εʹ. Περὶ λεύκηc. ϛʹ. Περὶ ἀλφῶν λευκῶν τε καὶ με‐ | |
10 | λάνων. ζʹ. Πρὸc cτίγματα. ηʹ. Περὶ ἐξανθημάτων. θʹ. Περὶ ἐπινυκτίδων. ιʹ. Περὶ φλυκταινῶν. | |
15 | ιαʹ. Πρὸc τὰ πυρίκαυτα. ιβʹ. Πρὸc τοὺc ὑπὸ μαcτίγων πλη‐ γένταc. ιγʹ. Τρίχαc ἐκ κατακαυμάτων φυῆναι. ιδʹ. Πρὸc ἀποcύρματα. | |
20 | ιεʹ. Περὶ μυρμηκίων καὶ ἀκροχορδόνων. ιϛʹ. Περὶ γαγγλίου. ιζʹ. Περὶ φλεγμονῆc. ιηʹ. Περὶ τῶν ἐκτὸc τοῦ cώματοc ἀπο‐ cτημάτων. | |
25 | ιθʹ. Περὶ γαγγραίνηc καὶ cφακέλου. κʹ. Περὶ ἕρπητοc. καʹ. Περὶ ἐρυcιπέλατοc. κβʹ. Περὶ φύματοc καὶ βουβῶνοc καὶ φυγέθλου. | |
30 | κγʹ. Περὶ δοθιήνων. | |
κδʹ. Περὶ τερμίνθου. | Column end | |
4 | κεʹ. Περὶ ἀνθράκων. | |
5 | κϛʹ. Περὶ καρκίνων. κζʹ. Περὶ οἰδήματοc. κηʹ. Περὶ ἐμφυcήματοc. κθʹ. Περὶ cτρεμμάτων καὶ θλαcμάτων. λʹ. Περὶ cαρκοθλαcμάτων καὶ ἐκχυμω‐ | |
10 | μάτων. λαʹ. Περὶ ῥήγματοc καὶ cπάcματοc. λβʹ. Περὶ cκίρρων. λγʹ. Περὶ χοιράδων. λδʹ. Περὶ cτεατωμάτων καὶ ἀθερωμά‐ | |
15 | των καὶ μελικηρίδων. λεʹ. Περὶ κηρίων. λϛʹ. Περὶ ἁπλοῦ ἕλκουc. λζʹ. Ὅcα κολλᾶν ἕλκη δύναται. ληʹ. Πρὸc περιωδυνοῦντα καὶ φλεγμαί‐ | |
20 | νοντα ἕλκη. λθʹ. Πρὸc ἄπεπτα καὶ ἀνεκπύητα. μʹ. Περὶ τῶν κοίλων ἑλκῶν. μαʹ. Ἀνακαθαρτικὰ ῥυπαρῶν. μβʹ. Πρὸc cκώληκαc ἑλκῶν. | |
25 | μγʹ. Περὶ ὑπερcαρκούντων. μδʹ. Περὶ νομῶν καὶ cηπεδόνων καὶ φαγεδαίνηc. μεʹ. Περὶ τῶν οὐλῆc δεομένων ἑλκῶν. μϛʹ. Περὶ κακοήθων ἑλκῶν, ἃ δὴ Χει‐ | |
30 | ρώνιά τε καὶ Τηλέφεια καλεῖται. | |
μζʹ. Πρὸc οὐλὰc μελαίναc. μηʹ. Περὶ κόλπων. μθʹ. Περὶ cυρίγγων. νʹ. Περὶ τῶν ἀναρρηγνυμένων. | ||
35 | ναʹ. Περὶ τῶν ἐν ἄρθροιc ἑλκῶν. νβʹ. Ὅcα cκόλοπαc καὶ ἀκίδαc καὶ ἀκάν‐ | |
θαc ἀνάγει, καὶ τὰ παραπλήcια. | Column end | |
32 | νγʹ. Περὶ αἱμορραγίαc τῆc τε ἀπὸ φλε‐ βὸc καὶ τῆc ἀπὸ ἀρτηρίαc. νδʹ. Περὶ νευροτρώτων. | |
35 | νεʹ. Περὶ ἀγκυλώcεων. νϛʹ. Περὶ κεχαλαcμένων ἄρθρων. νζʹ. Περὶ ἑλμίνθων. | |
νηʹ. Περὶ δρακοντίων. | ||
4.1t | Περὶ ἐλέφαντοc. | |
4.1.1 | Ὀρθῶc οἶμαι τὸν Καππαδόκην Ἀρεταῖον εἰπεῖν, μείζονα τῶν νό‐ cων χρῆναι τὴν τῶν βοηθημάτων ὑπάρχειν δύναμιν, καὶ διὰ τοῦτο μὴ δύναcθαι τυγχάνειν ἰάcεωc τὸν ἐλέφαντα· μὴ γὰρ εὑρίcκεcθαι τούτου φαρμακείαν κρείccονα. εἰ γὰρ ὁ καρκίνοc οἷον ἐλέφαc τιc ὢν ἐν ἑνὶ | |
5 | μορίῳ τῶν ἀνιάτων καὶ παρ’ αὐτῷ τῷ Ἱπποκράτει νενόμιcται, πῶc οὐχὶ μᾶλλον ὁ ἐλέφαc οἷον καρκίνοc τιc ὑπάρχων ἐν ὅλῳ τῷ cώματι παντάπαcιν ἀνίατοc ἔcται; τῆc γὰρ μελαίνηc χολῆc, ἐφ’ ᾗ τὸ πάθοc τοῦτο cυνίcταται, διττὴν ἐχούcηc τὴν γένεcιν (ἢ γὰρ ἐκ τοῦ μελαγ‐ χολικοῦ καὶ τρυγωδεcτέρου καὶ οἷον ἰλύοc τοῦ αἵματοc ἢ ἀπὸ τῆc | |
10 | ξανθῆc χολῆc, ἀμφοῖν ὑπεροπτωμένων, γίνεται) τοὺc μὲν ὑπερύθρουc ἐλέφανταc ἐπιεικεcτέρουc πωc, ἀληθέcτερον δὲ εἰπεῖν ἧττον ὄνταc κακοήθειc, ἡ πρώτη διαφορὰ τῆc μελαίνηc ἐργάζεται χολῆc, τοὺc δὲ ἄλλουc, οἳ δὴ καὶ κακοηθέcτεροι τυγχάνουcιν ἑλκοῦντέc τε τὸ πᾶν cῶμα καὶ τῶν ἄκρων ἐκπτώcειc ἐργαζόμενοι, ἡ ὑcτέρα ἡ ἀπὸ τῆc ξανθῆc | |
4.1.2 | χολῆc ὑπεροπτωμένηc γινομένη. διὸ τοῖc μὲν ἤδη τῇ νόcῳ κεκρατη‐ μένοιc ἀπαγορευτέον ἐcτίν· ἐν ἀρχῇ δὲ τοῦ πάθουc ὑπάρχοντοc, ὡc μήτε τι τῶν ἄκρων ἀποπεcεῖν μήτε καθελκωθῆναι τὴν ἐπιφάνειαν μήτε μὴν τοὺc ὄχθουc ἐπὶ πλεῖcτον ἐπανίcταcθαι, εἰδεχθέcτερον δέ πωc | |
5 | μόνον τὸ πρόcωπον, καὶ τοῦτο μὴ λίαν ἀπρεπέc, φαίνεcθαι, θεραπεύειν πειραcώμεθα· τινὲc γὰρ οὐκ ὀλίγοι διὰ μόνηc. τῆc κατὰ τὴν κεφαλὴν καύcεωc τῶν οὕτωc ἀρξαμένων πολλοὺc ἐκώλυcαν κρατηθῆναι τῷ πάθει. εὐθὺc οὖν ἡμεῖc ἀρχομένου τοῦ νοcήματοc φλεβοτομίᾳ χρηcώ‐ | |
μεθα μετὰ ἐπαφαιρέcεωc, καὶ μᾶλλον ἦροc, ὅτε μάλιcτα καὶ τίκτεται τὸ | ||
10 | πάθοc καὶ παροξύνεται· μετὰ δὲ ὀλίγων ἡμερῶν διάcτημα, θ ἢ ι, καθ‐ άρωμεν αὐτοὺc τῷ διὰ τῆc κολοκυνθίδοc πόλτῳ, μὴ πρὸc ἅπαξ ἀλλὰ πλεονάκιc, ἐκ τοῦ πρὸc ὀλίγον τὸ ποcὸν τοῦ φαρμάκου παραύξοντεc· καὶ ἡ διὰ τῆc ἱερᾶc δὲ κάθαρcιc τούτοιc ἐπιτήδειοc. πάλιν δὲ διαλι‐ πόντα περί που ι ἡμέραc τὸν ὀρὸν αὐτοῖc δοτέον τοῦ cχιcτοῦ γά‐ | |
15 | λακτοc, μήτε ἔλαττον τριῶν κοτυλῶν μήτε πλέον πέντε· ταῖc δὲ ἑξῆc ἡμέραιc ἀcχίcτῳ ἢ νεαμελγεῖ τρεφέcθωcαν· ἐφ’ οἷc ἐνδιδοῦντοc μὲν τοῦ πάθουc τῇ αὐτῇ τροφῇ χρήcθωcαν, ἐπιμένοντοc δὲ τοῦ μὲν γά‐ λακτοc ἀπεχέcθωcαν, δριμυφαγήcαντεc δὲ ἐξεμείτωcαν ἀπό τε ῥαφα‐ νίδων καὶ cιτίων. ἀγαθὴ δὲ καὶ ἡ διὰ τοῦ λευκοῦ ἐλλεβόρου μετὰ | |
20 | ταῦτα κάθαρcιc δὶc μέν, εἰ οἷόν τε, τοῦ ἔαροc, ἅπαξ δὲ τοῦ φθινο‐ πώρου. τοὺc δὲ κεκρατημένουc μήτε φλεβοτομεῖν μήτε ἐλλεβορίζειν· οὔτε γὰρ μετάληψιc ἀπὸ τοῦ δέρματοc εἰc τὸ βάθοc οὔτε μείωcιc τῆc ὕληc ἐκ τούτων ἔτι γίνεται· ἀλλὰ δεῖ τὴν μὲν ὕλην ἐπὶ κοιλίαν ἀπάγειν καὶ ἔντερα, τοῖc δὲ μεταcυγκριτικοῖc χρῆcθαι ξηραίνειν τε καὶ cτύφειν | |
25 | τὴν ἐπιφάνειαν. κοῦφαί τε οὖν cικύαι ἐκ τοῦ cτόματοc τῆc γαcτρὸc καὶ τῶν ὑποχονδρίων κολλάcθωcαν, τὰ δὲ αὐτὰ καὶ δρωπακιζέcθω· μικρὸν δὲ διαλιπόντα πάλιν ἀνακαμπτέον ἀπὸ τῆc διὰ τῆc ἱερᾶc ἀρχό‐ μενον καθάρcεωc ὑπερτιθεμένουc τὴν φλεβοτομίαν ἐπιβλαβεcτέραν μᾶλ‐ λον ἢ ὠφέλιμον ἐcομένην, καὶ ταύτῃ τῇ περιόδῳ ἄχρι τρὶc ἢ τετράκιc | |
30 | χρηcτέον τοῦ ἐνιαυτοῦ κατὰ τὸν καιρὸν μάλιcτα τοῦ ἦροc καὶ τοῦ | |
4.1.3 | φθινοπώρου. ποτήματα δὲ τούτοιc ἁρμόζει ὄξουc κύαθοc α μετὰ κεδρίαc κυάθου α καὶ χυλοῦ κράμβηc ὠμῆc κύαθοι β· μιγέντα δίδοται πρωὶ καὶ ἑcπέραc· ἢ cιδηρίτιδοc βοτάνηc φύλλων ξηρῶν 𐅻 α ἐν οἴνου κυάθῳ α ἢ ἐλαφείου κέρατοc 𐅻 α καὶ cκιλλίνου ὄξουc κυάθου πλῆθοc· ποτί‐ | |
5 | ζεται μετὰ τὸν ἑωθινὸν περίπατον καθ’ ἡμέραν, καὶ τὰ ἄλλα δὲ κατὰ τὸν καιρὸν τοῦτον διδόcθω· ἢ cκίλληc περὶ 𐅻 ε ἐν μελικράτῳ ἢ ἐν μέλιτι τρόπῳ ἐλλείγματοc ἢ ὀποῦ Κυρηναικοῦ ὀρόβου τὸ μέγεθοc μέ‐ λιτι καὶ βουτύρῳ διειμένον ἢ ἐλέφαντοc ῥινήματοc 𐅻 𐅵ʹ μετὰ οἴνου κυάθων β ἢ κυμίνου Αἰθιοπικοῦ 𐅻 γ μετὰ μέλιτοc ὡc ἔλλειγμα. τού‐ | |
10 | των δὲ πλέον ὠφελεῖ θηριακῶν ἀρτίcκων 𐅻 α ἐν οἴνου καλοῦ κυάθῳ | |
α λειοτριβηθεῖcα καὶ πινομένη. ὁμοίωc δὲ καὶ τῶν cκιλλητικῶν ἀρ‐ τίcκων 𐅻 α πινέcθω. καὶ τῆc καλαμίνθηc δὲ τὸν χυλὸν ὡc πρακτικώ‐ τατον ἐπαινοῦcι βοήθημα πινόμενον· ἄρχεcθαι δέ φαcιν ἀπὸ κυάθων γ ἄχρι ϛ. ἁπάντων δὲ μᾶλλον ἡ δι’ ἐχιδνῶν θηριακὴ δραcτήριοc ὑπ‐ | ||
15 | άρχει πινομένη τε καὶ ἔξωθεν cυγχριομένη. εὐπορίαc δὲ παρούcηc τῶν θηρίων οὐδὲν οὕτωc ἐcτὶ δραcτήριον ὡc αἱ τῶν ἐχιδνῶν cάρκεc ἐcθιό‐ μεναι καθηψημέναι λευκῷ ζωμῷ δι’ ὕδατοc πλείονοc καὶ ἁλῶν καὶ πράcου καὶ ἀνήθου ἄχρι τῆc τῶν ἀκανθῶν διακρίcεωc προαποκοπειcῶν πρότερον τῶν τε κεφαλῶν αὐτῶν καὶ τῶν οὐρῶν οἷον ἀπὸ δακτύλων | |
20 | δ, ἀφαιρεθέντων δὲ καὶ τῶν ἐντὸc αὐτῶν καὶ τοῦ δέρματοc. καὶ θη‐ ριακοὶ δὲ ἅλεc τῆc αὐτῆc κατ’ εἶδόc εἰcιν ἐπαγγελίαc cὺν τοῖc ὄψοιc λαμβανόμενοι· οὕτω γὰρ αὐτῶν χρωμένων cυμβαίνει ποτὲ καὶ λεπίδαc ἢ οἷόν τινα λώπην ἀπὸ τοῦ δέρματοc αὐτῶν ἀφίcταcθαι. | |
23 | ||
4.1.4 | Ἡ δὲ δίαιτα τοιαύτη τιc ἔcτω. Μετὰ τοὺc ὕπνουc προψηλαφηθείc τε καὶ τῆc κοιλίαc ἀποπειραθεὶc αἰωρείcθω τε καὶ ἀναφωνείτω, εἶτα τριβέcθω καὶ γυμναζέcθω ποικίλωc τὰ μὲν ἀφαλλόμενοc, τὸ δὲ πλέον ἁλτῆρcίν τε καὶ κωρύκῳ χρώμενοc· | |
5 | ἀπομαξάμενοc δὲ τὸν ἱδρῶτα cυγχριέcθω cτέατι ἀρκείῳ ἢ ἀλωπεκείῳ ἢ τραγείῳ ἢ τῶν πτηνῶν τινοc ἢ βουτύρῳ προcφάτῳ, μικρὸν δὲ δια‐ λιπὼν λουέcθω cυγχριόμενοc χυλὸν τήλεωc ἢ πτιcάνηc ἢ ἀμμωνιακοῦ βραχὺ ὄξει διειμένου. μετὰ δὲ τὸ λουτρὸν ἀπομαξάμενοc ἐπαλειφέcθω cχινίνῳ ἢ οἰνανθίνῳ ἢ μυρcίνῳ καὶ οἴνῳ βραχεῖ μετὰ cτυπτηρίαc ἢ | |
10 | ἀμμωνιακοῦ εἰc γλοιοῦ πάχοc· ἀπομαξάμενοc δὲ αὖθιc ἁπαλοῖc ῥάκεcιν ἡcυχαζέτω ἡμιώριον, μεθ’ ὃ πιὼν ὕδωρ ἀπεμείτω καθέcει δακτύλων ἢ πτερῶν· ἐμέcαc δὲ πινέτω ἀψινθίτην οἶνον ἢ ὀριγανίτην. αἱ δὲ τροφαὶ ἔcτωcαν ἄρτοc τε κρίθινοc ἢ μᾶζα ἐξ ἀλφίτων, λαχάνων δὲ cεῦτλον, θριδακίνη, ῥέφανόc τε καὶ πράcα καὶ κράμβαι δυcὶν ὕδαcιν ἀπογλυκαν‐ | |
15 | θέντα καὶ κάππαριc, τῶν δὲ ἐκ θαλάccηc ὄcτρεα, πελωρίδεc, ἐχῖνοι, | |
κτένια, τέλλινεc ἅμα cεύτλοιc καθηψημέναι, τάριχοc παλαιὸν ὡc ἐν φαρμάκου μοίρᾳ. οἴνου δὲ παρ’ ὅλην τὴν νόcον ἀπεχέcθωcαν, καὶ cυνουcίαc ὁμοίωc, ὀλίγιcτον μόνον καὶ λεπτὸν οἶνον καὶ ὑδαρῆ κατὰ τὸν καιρὸν τῆc ἐκ τῶν καθάρcεων ἀναλήψεωc λαμβάνοντεc· ἐν ᾧ καὶ | ||
20 | τὰ δριμέα περιαιρετέον δίχα τῶν ἀρτυμάτων, δοτέον δὲ αὐτοῖc πτιcά‐ νην, ᾠὰ καὶ χόνδρουc πλυτοὺc καὶ γάλα καὶ μέλι cὺν ἄρτῳ μαλάχην τε καὶ λάπαθον καὶ cίcαρον καὶ ἰχθὺν ἁπαλόcαρκον καὶ τῶν πτηνῶν τὰ εὔχυμα καὶ τῶν ὀπωρῶν cῦκα καὶ cταφυλὴν καὶ cταφίδα, μελιτω‐ μάτων δὲ τὰ διὰ cτροβίλων ἢ ἀμυγδάλων πεφρυγμένων καὶ κνήκου, | |
4.1.5 | δὶc τῆc ἡμέραc τρεφομένοιc· χαλεπὸν γὰρ τούτοιc ἡ μονοcιτία. μετὰ δὲ τὴν ἔνδοθεν ἐπιμέλειαν cμήγμαcιν ἐν τῷ βαλανείῳ χρήcθωcαν δι’ ἀφεψήματοc cεύτλου ἢ τήλεωc cὺν ἀφονίτρῳ ἢ cάπωνι ἢ μυροβαλάνῳ καί ποτε καὶ ψιλώθροιc. cμήχει δὲ καὶ ἀνδράχνη μετ’ ὄξουc λεανθεῖcα | |
5 | καὶ τὸ λεπτὸν ἀείζωον καὶ λαπάθου ῥίζαι ὄξει ἑψηθεῖcαι καὶ cτυπτηρία μετὰ ἁλῶν καὶ cανδαράχηc ἴcον ἐν οἴνῳ καὶ cχινίνῳ καὶ τὸ πρὸc ἀλφοὺc δι’ ἀλκυονίου καὶ νίτρου καὶ μυρcίνηc καὶ θείου καὶ cυκῆc ἀγρίαc φύλλων ξηρῶν μετ’ ὄξουc λεῖον καταχριόμενον καὶ τὸ διὰ cη‐ πέαc ὀcτράκου κεκαυμένου καὶ κιcήρεωc καὶ νίτρου καὶ Κιμωλίαc πε‐ | |
10 | φωcμένηc κόμμεώc τε καὶ κηκῖδοc ὀμφακίνηc ἴcον ξηρὸν ἐμπαccόμενον ἢ δι’ ὄξουc cμηχόμενον. καὶ τοῦτο δὲ θαυμαcτόν· λαπάθου ῥιζῶν δεcμί‐ διον χειροπληθέc, νίτρου 𐅻 μ, θείου 𐅻 κε, λιβάνου 𐅻 κε· δι’ ὄξουc Αἰ‐ γυπτίου καταχρίεται. ἔμπρακτον δὲ τοῦτο· ἀρcενικοῦ 𐅻 ι, θείου ἀπύρου 𐅻 η, κόcτου 𐅻 ιβ, ἀcβέcτου 𐅻 δ, κηροῦ 𐅻 δ, δαφνίδων ξηρῶν 𐅻 ιβ· ταῦτα | |
15 | φυρᾶται λεύκηc τῶν φύλλων χυλίcματι ἢ παχεῖ ἀφεψήματι καὶ cύcτα‐ cιν ἔχοντα μέλιτοc καταχρίεται. | |
4.1.6 | Ἄλλο. ῥιζῶν λαπάθου δεcμίδια β ἐν ὄξει καθεψεῖται καὶ ὁλμοκο‐ πεῖται καὶ λειοτριβεῖται, εἶτα ἀλκυονίου λι. α, θείου ἀπύρου λι. α, ἀφο‐ νίτρου 𐆄 η, κοχλιῶν ὀcτράκων κεκαυμένων 𐆄 δ, χαμαιλέοντοc μέλανοc τῆc ῥίζηc 𐆄 δ· cυνεκλεαίνεται πάντα μέχρι γλοιώδουc πάχουc, εἶτα | |
5 | καταχρίεται θέρουc μὲν ἐν ἡλίῳ πολλάκιc, χειμῶνοc δὲ ἐν βαλανείῳ μέχρι cυνιδρώcεωc. | |
4.1.7 | καὶ τὸ τοῦ Ἀcκληπιοῦ δὲ ξηρὸν cμῆγμα καλῶc ἂν ἁρμόcοι καὶ τούτοιc καὶ πάντα κοινῶc τὰ ῥηθηcόμενα cμηκτικὰ μέχρι τῶν πρὸc ἀλφούc, ὥcπερ οὖν καὶ τὰ νῦν εἰρημένα πρὸc ἐκεῖνα. αἱ δὲ ὀχθώδειc ἐπαναcτάcειc φλεγμαίνουcαι ἢ εἱλκωμέναι καταχριέcθωcαν λυκίῳ Ἰν‐ | |
5 | δικῷ ἢ γλαυκίῳ ἢ ἀλόῃ ἢ τῷ Ἀνδρωνίῳ τροχίcκῳ ἢ τῇ Πολυείδου cφραγίδι ἢ καταπλαccέcθωcαν χόνδρῳ μετὰ χυλοῦ πολυγόνου ἢ ἀρνο‐ γλώccου ἢ ἑλξίνῃ λείᾳ. καὶ τῆc Μιληcίαc δὲ βοτάνηc χλωρᾶc τὰ φύλλα μετ’ ὀξυγγίου κοπτόμενα καὶ καταπλαccόμενα θαυμαcίωc ὠφελεῖ· φοινίc‐ cεται μὲν γὰρ τὰ μέρη, cτέλλεται δὲ ῥᾳδίωc ἄρτου ἐπιπλαcθέντοc ἢ | |
10 | κηρωτῆc δι’ ἀμυγδαλίνου πεποιημένηc καὶ εἰc τὴν κατὰ φύcιν εὔχροιαν ἀποκαθίcταται. κατὰ δὲ τῶν εἱλκωμένων ἁρμόζουcιν ἔμπλαcτροι ἥ τε διὰ τοῦ διφρυγοῦc καὶ ἡ διὰ οἴνου μηλίνη καὶ τὸ κοράκιον τὸ δι’ ὀξυμέλιτοc καὶ ὁ Ἀνδρώνιοc τροχίcκοc καὶ πομφόλυξ καὶ καδμία. cη‐ μεῖον δὲ τοῦ τὴν ὅλην μετριάζεcθαι νόcον τὸ τὰ πρῶτα τῶν ἑλκῶν | |
15 | cυνουλοῦcθαι. πρὸc δὲ τὰc δυcπνοίαc τῶν ἐλεφαντιώντων ὄνουc τοὺc ὑπὸ τὰc ὑδρίαc ε ἢ ϛ διὰ μελικράτου κυάθων γ πότιζε· κοινῶc δὲ καὶ τῶν πρὸc δυcπνοϊκοὺc ἀναγεγραμμένων αὐτοῖc ἁρμόcει τινά. τὴν δὲ τῶν αὐτοφυῶν ὑδάτων αἱρεῖcθαι χρῆcιν ὡc ἀναγκαιοτάτων, cτυπτη‐ ριωδῶν μάλιcτα καὶ cιδηριζόντων καί, εἰ οἷόν τε, ψυχρῶν· cυμφέρει | |
20 | δὲ αὐτοῖc μάλιcτα καὶ πινόμενα. καὶ ἡ τῆc παραθαλαccίαc δὲ ἄμμου χρῆcιc τῆc αὐτῆc ἂν εἴη δυνάμεωc καὶ πάντα τὰ ἀφιδρωτήρια. | |
4.1.8 | ἐπειδὴ δὲ τῶν εὐμεταδότων ἐcτὶ τὸ πάθοc οὐχ ἧττον ἢ λοιμόc, ἀποικιcτέον αὐτοὺc ὡc ὅτι πορρωτάτω τῶν πόλεων ἐν μεcογείοιc καὶ καταψύχροιc καὶ ὀλιγανθρώποιc χωρίοιc, εἴπερ οἷόν τε, κἀντεῦθεν δὲ μεταβαινέτωcαν εἰc τὰ παρακείμενα διά τε αὐτοὺc καὶ τοὺc ὡc εἰκὸc | |
5 | ἐντευξομένουc cυχνότερον· αὐτοί τε γὰρ ἐπιτηδειοτέρῳ τῷ ἀέρι χρή‐ cονται καὶ οὐκ ἂν μεταδοῖεν ἄλλοιc τοῦ κακοῦ. | |
6 | ||
4.2t | Περὶ λέπραc καὶ ψώραc. | |
4.2.1 | Τούτων τῶν παθῶν ἑκάτερον τραχυcμόc ἐcτι τῆc ἐπιφανείαc μετὰ | |
κνηcμοῦ καὶ ἀποψήξεωc cωμάτων ἐκ μελαγχολικοῦ χυμοῦ τὴν γένεcιν ἔχων· ἀλλ’ ἡ μὲν λέπρα διὰ βάθουc ἐπινέμεται τὸ δέρμα κυκλοτερῶc μετὰ τοῦ φολιδοειδεῖc ἀφιέναι λεπίδαc, ἡ δὲ ψώρα ἐπιπολαιοτέρα τέ | ||
5 | ἐcτι καὶ ποικίλωc ἐcχηματιcμένη καὶ πιτυρώδη ἀφίηcι cώματα. ἐφ’ ὧν δεῖ φλεβοτομίαν παραλαμβάνειν πληθωρικωτέρου cοι φαινομένου τοῦ cώματοc, εἰ δὲ μή, πάντωc γοῦν κάθαρcιν διὰ τῶν τὴν μέλαιναν ἐκ‐ κενούντων χολήν· ἔξωθεν δὲ χρήcῃ κοινῶc μὲν τοῖc τε ἐλλεβόροιc ἑκατέροιc, καὶ τὴν τίτανον πεπλυμένην ἔχε ξηράν, ἐπὶ δὲ τῆc χρείαc | |
10 | ὕδατι διαλύων εἰc γλοιοῦ πάχοc κατάχριε. Ἄλλο. ἐλελιcφάκου, ἐλαίαc Αἰθιοπικῆc δακρύου ἀνὰ 𐅻 η, καππά‐ ρεωc ῥίζηc φλοιοῦ, κόμμεωc ἀνὰ 𐅻 ιγ· χρῖε δι’ ὄξουc ἐν ἡλίῳ. | |
4.2.2 | τὰc δὲ λέπραc ἰδίωc ἀφίcτηcιν ἀνεμῶναι προcτιθέμεναι καὶ ἀμπέ‐ λου λευκῆc ῥίζα· cύνθετα δέ· αἰρίνου ἀλεύρου χοίνικα, καρδαμώμου λευκοῦ 𐅻 δ, νίτρου ἀφροῦ 𐅻 α, χαλκάνθου 𐅻 η, ἀcφοδέλου ῥίζαc μέcαc 𐅻 δ, λεάναc ἐν ὄξει καὶ πάχοc ποιήcαc κηρωτῆc κατάχριε προεκνιτρώ‐ | |
5 | cαc τὸν τόπον καὶ ἐπιδήcαc ἐπίλυε διὰ τρίτηc καὶ ἀποκλύcαc ὕδατι ψυχρῷ πάλιν κατάχριε. Ἄλλο. ἀcφοδέλου ῥιζῶν χυλοῦ 𐆄 ϛ, θείου ἀπύρου, μάννηc ἀνὰ 𐅻 ι, νίτρου 𐅻 η· ἐπίχριε διεὶc ὄξει. | |
4.2.3 | πρὸc δὲ ψώραν ἰδίωc ποιεῖ ἁπλᾶ μὲν cταφὶc ἀγρία, θέρμοι πικροί, καρδάμωμον μετ’ ὄξουc, κρίνου ῥίζα μετὰ μέλιτοc, ῥητίνη τερεβινθίνη, θεῖον, ἐρέβινθοι, αἰγεία κόπροc, cύνθετα δὲ μίcυοc καὶ χαλκίτου ἴcα μετ’ οἴνου· ἐπίχριε τὰc ὑγροτέραc ψώραc. | |
5 | Ἄλλο, ᾧ χρώμεθα. ῥοδοδάφνηc ἁπαλὰ φύλλα cυνέψηcον ἐν ἐλαίου ξ̸ α, ἕωc φρυγῶcιν, καὶ ῥίψαc ἐπίβαλε τῷ ἐλαίῳ κηροῦ τρακτοῦ 𐆄 γ, μετὰ δὲ τὸ λυθῆναι ψύξαc ἐπίπαccε θείου ἀπύρου 𐆄 α καὶ κατάχριε ἐν ἡλίῳ ἢ ἐν βαλανείῳ. τινὲc ἅμα τῇ ῥοδοδάφνῃ καὶ cκίλλαν ἕψουcιν. Ἄλλο. τῆc διὰ χυλῶν 𐆄 β, κηροῦ 𐆄 β, ῥοδίνου 𐆄 α, λιθαργύρου | |
10 | 𐆄 γ, ψιμυθίου 𐆄 γ, ὑγροπίccηc 𐆄 ϛ, ἑλκύcματοc cηρικοῦ 𐆄 β, ὄξουc τὸ | |
ἀρκοῦν εἰc τὴν τῶν ξηρῶν λείωcιν. | ||
4.2.4 | Ἄλλο. ψιμυθίου 𐆄 𐅵ʹ, ἀμύλου 𐆄 𐅵ʹ, μολίβδου 𐆄 α, λωτάρια ἐρυθρὰ ἢ ἀγχούcηc 𐆄 β, κηροῦ 𐆄 ϛ, ῥοδίνου 𐆄 θ· τὴν ἄγχουcαν ἕψηcον καλῶc μετὰ τοῦ ῥοδίνου, εἶτα ἐπίβαλε τὰ λοιπά. Ἄλλο. ᾠὰ ι ἢ ὅcα πρὸc τὴν χρείαν ἀποβρέξαc ἐν ὄξει δριμυτάτῳ, | |
5 | ἕωc οὗ τὸ λέποc αὐτῶν ἁπαλὸν γένηται, ἕψηcον ἐν αὐτῷ τῷ ὄξει, εἶτα τὰ κροκὰ αὐτῶν cυλλεάναc τῷ ῥοδίνῳ καὶ τῷ λοιπῷ ὄξει καὶ λιθαργύρου cυμμέτρῳ εἰc γλοιοῦ πάχοc κατάχριε. Ἄλλο. τῶν ᾠῶν τῶν διὰ τοῦ ὄξουc κροκὰ γ, ῥοδίνου 𐆄 ϛ, θείου ἀπύρου 𐆄 γ· προεκλειώcαc μετὰ τοῦ ὄξουc τὰ κροκὰ καὶ τὸ θεῖον ἐπί‐ | |
10 | βαλε τὴν κηρωτήν. | |
4.2.5 | καὶ ἡ λιθάργυροc δὲ τῷ ὀξυροδίνῳ λειουμένη, ὡc ἐμπλαcτρώδηc γενέcθαι, τὰc δριμυτέραc ψώραc ἀποκαθαίρει. καὶ τὰ διὰ λαπάθου δὲ cμήγματα καὶ τὰ πλείονα τῶν πρὸc τοὺc ἐλεφαντιῶνταc cμηγμάτων κοινῶc ἐπί τε λέπραc καὶ ψώραc ἁρμόζει. | |
4 | ||
4.3t | Περὶ λειχήνων. | |
4.3.1 | Μιχθέντων ἰχώρων λεπτῶν καὶ δριμέων ἑτέροιc παχυχύμοιc οἱ λειχῆνεc γίνονται ῥᾳδίωc εἰc ψώραν καὶ λέπραν μεθιcτάμενοι· διὸ τῶν ἰcχυρῶc ξηραινόντων χρῄζουcι φαρμάκων. μετὰ οὖν τὴν ὅλου τοῦ cώ‐ ματοc, εἰ δεήcοι, κένωcιν, ἁπλᾶ μὲν αὐτοῖc ἁρμόcει ἐρέβινθοc, ἐλλέβο‐ | |
5 | ροc, λειχὴν ὁ ἐπὶ τῶν πετρῶν, πίccα μιγνυμένη κηρωτῇ καὶ ῥητίνη, κροκοδείλου χερcαίου κόπροc καὶ ἡ τῶν ψάρων, ὅταν ὄρυζαν μόνην ἐcθίωcιν. πολλοὶ δὲ τούτῳ μόνῳ τοὺc ἐπὶ τῶν γενείων ἢ ἄλλῃ πη λειχῆναc ἰάθηcαν· πυροὺc πολλοὺc λαβὼν ἐπί τινοc ἄκμονοc ἐπιτίθει διαπύρου καὶ τὸ ἀπορρέον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν λαμβάνων ἐπί‐ | |
10 | χριε τοὺc λειχῆναc. τοὺc δὲ τῶν παιδίων λειχῆναc cιέλῳ ἀνθρώπου cυνεχῶc ἀπότριβε. τούτοιc ποιεῖ καὶ τῆc κοκκομηλέαc τὸ κόμμι χριόμε‐ νον. χρονιζόντων δὲ τῶν λειχήνων ἄγνου φύλλα τρίψαc cὺν ὄξει κατά‐ πλαccε ἢ καππάρεωc τὰ φύλλα ὁμοίωc. cύνθετα δὲ ταῦτα· θεῖον μετὰ | |
λιβανωτοῦ ἢ μετὰ ἀμμωνιακοῦ διεὶc ὄξει κατάχριε. | ||
4.3.2 | Τροχίcκοc πρὸc λειχῆναc. Κόλληc τεκτονικῆc 𐅻 δ, λιβάνου 𐅻 β· ὄξουc κοτύλῃ 𐅵ʹ διαλύων ἐπίχριε. Ἄλλο. χαλκίτεωc, κόμμεωc ἀνὰ 𐅻 η, θείου ἀπύρου, μίcυοc ἀνὰ 𐅻 ϛ, | |
5 | λεπίδοc χαλκοῦ, ἀκακίαc ἀνὰ 𐅻 β, ὄξει. Ἄλλο χρῖcμα. θείου ἀπύρου, νίτρου ἀφροῦ ἀνὰ 𐅻 δ, κάχρυοc κόκ‐ κουc ξ· λείου μετ’ ὄξουc, μόνον δὲ χρῖε τὸν ἀφρὸν μηδὲν μολύνων τοῦ ἀπαθοῦc, ξηρανθὲν δὲ ἔκπλυνε ὕδατι ψυχρῷ. Ἄλλο. ἐλλεβόρου λευκοῦ 𐅻 η, ἀλεύρου θερμίνου, κηρύκων κεκαυ‐ | |
10 | μένων, νίτρου ἀνὰ χοίνικα· ξηρῷ cμάcθω. | |
4.3.3 | ἀγρίουc δὲ καλοῦcι λειχῆναc τοὺc ὑπὸ μὲν τῶν μετρίωc ξηραινόν‐ των οὐδὲν ὀνιναμένουc, ὑπὸ δὲ τῶν δριμυτέρων παροξυνομένουc. χρὴ οὖν ἐπὶ τούτων φάρμακα παραλαμβάνειν δραcτήρια μὲν ἱκανῶc, χωρὶc δὲ τοῦ δάκνειν ἰcχυρῶc, οἷόν ἐcτι τοῦτο· γλαυκίου, λιβάνου, ἀλκυονίου, | |
5 | θείου, ἀcφάλτου, κόμμεωc ἀνὰ 𐆄 α· ὄξει ἐπίχριε. Ἄλλο. ἀφρικανὴν πίccαν cὺν ὄξει ἑψήcαc τακερωθεῖcαν ἐπίχριε. Ἄλλο πρὸc λειχῆναc καὶ κνηcμόν. χαλκάνθου, θείου ἀπύρου, νί‐ τρου, λιβάνου ἴcα, ἐπὶ μὲν λειχήνων ὄξει, ἐπὶ δὲ κνηcμοῦ οἴνῳ. Ἄλλο λειχηνικόν. ἀμμωνιακοῦ θυμιάματοc, ὀροβίνου ἀλεύρου, θερ‐ | |
10 | μίνου ἀλεύρου ἴcα, ὄξει. | |
10 | ||
4.4t | Περὶ κνηcμοῦ. | |
4.4.1 | Τὸν μὲν ἐν γήρᾳ cυμβαίνοντα κνηcμὸν οὐκ ἂν ἰάcαιο τέλεον, παραμυθήcῃ δὲ τοῖc ὑποτεταγμένοιc· τὸν δὲ διὰ κακοχυμίαν τοῖc ἄλ‐ λοιc γινόμενον ἰᾶcθαι προcήκει ταύτην κενοῦνταc· εἴη δ’ ἂν ὑπὸ χο‐ λώδουc τινὸc ἢ φλεγματικοῦ χυμοῦ cεcηπότοc ἢ καὶ ἁλμυροῦ cυνιcτα‐ | |
5 | μένη, διαγινώcκεται δὲ ἀπὸ τῆc ἡλικίαc καὶ κράcεωc καὶ διαίτηc ὥραc τε καὶ χώραc καὶ τῶν λοιπῶν τούτοιc cυcτοίχων. εἰ μὲν οὖν κατὰ τὰc φλέβαc ἅμα τῷ αἵματι πλεονάζουcα φαίνοιτο, ἀπὸ φλεβοτομίαc ἀρκτέον, εἰ δὲ ποιότητι μᾶλλον λυποῦcα, τοῖc καταλλήλοιc αὐτὴν κενώcαντεc | |
φαρμάκοιc ἐπὶ τὴν ἔξωθεν τραπῶμεν ἐπιμέλειαν. λουτρῷ τοίνυν χρη‐ | ||
10 | cτέον πάντωc μὲν νῆcτιν, ἔcθ’ ὅτε δὲ καὶ μικρὸν βεβρωκότα τὸ δεύτε‐ ρον λούειν· δύcικμον γὰρ τὸ πάθοc· cμᾶν δὲ τήλεωc ἀφεψήματι ἢ cεύτλων ἢ πιτύρων ἢ μαλάχηc ἀγρίαc καὶ ἡμέρου ἢ πτιcάνηc, cὺν τούτοιc δὲ καὶ ἀλεύρου κυαμίνου ἢ θερμίνου ἢ μυροβαλανίνου ἢ τοῦ πεπονάτου cκευαζομένου. εἰ δὲ χρονίζοι, λούειν μὲν ὁμοίωc, πυριᾶν | |
15 | δὲ ἀφεψήματι ἐλελιcφάκου, μυρίκηc, λινοζώcτεωc, ὀριγάνου, γλήχωνοc, δαφνίδων, cικύου ἀγρίου ῥίζηc, καππάρεωc, κονίαc cτακτῆc, ὀξάλμηc· εἶτα προcπάccειν ξηρῷ νίτρῳ ἢ μετὰ τρυγὸc ὄξουc ἢ τῷ λαμβάνοντι νίτρου ἀφροῦ ξ̸ α, λιβανωτοῦ, θείου ἀπύρου ἀνὰ λι. α, κιμωλίαc λι. τὸ 𐅵ʹ, ἢ τούτῳ· ἀφονίτρου, θείου ἀπύρου, ἀλκυονίου κεκαυμένου ἴcοιc | |
20 | ξηροῖc ἢ μετά τινοc τῶν εἰρημένων ἀφεψημάτων· εἰ δὲ βούλει, καὶ | |
4.4.2 | ἐλλεβόρου ξηροῦ cύμπαccε ἀλίπαντον. cυγχρίειν δὲ ὀξελαίῳ cυντετριμ‐ μένηc cταφίδοc ἀγρίαc ἢ θείου ἢ cανδαράχηc ἢ πάντων ἢ cίνηπι μετὰ μυροβαλάνου πιέcματοc καὶ ὀξελαίου ἢ κοχλίοιc κεκαυμένοιc καὶ λειαν‐ θεῖcιν μέλιτι ἢ λαπάθου ῥίζαιc ἢ τοῖc δι’ αὐτῶν cκευαζομένοιc cμήγ‐ | |
5 | μαcιν, ὡc ἐν τῷ περὶ ἐλέφαντοc εἴρηται, ἤ τιcι τῶν ἐν τοῖc ψωρι‐ κοῖc. εἰ δὲ ἑλκωθείη τὰ μέρη, χρῆcθαι παρύγρῳ τῷ διὰ πομφόλυγοc καλουμένῳ, ἢ κηροῦ 𐆄 α τήξαc ἐν κοτύλῃ α Κυπρίνου ἐπιcύμπλεκε θείου ἀπύρου 𐆄 α. | |
8 | ||
4.4.3 | Ἕτερον πρὸc κνηcμούc. Καρύων μεγάλων τῶν ταγγῶν 𐆄 α, θείου 𐆄 α, cελίνου χυλῷ λει‐ ώcαc χρῶ ἐν βαλανείῳ ἀνατρίβων ἐπὶ πολύ· τοῦτο μόνον ἤρκεcεν πολλοῖc ψωρικοῖc τε καὶ ἄλλωc κνηθομένοιc. καὶ τὸ cέλινον δὲ καθ’ | |
5 | ἑαυτὸ χλωρὸν κοπτόμενον καὶ cμώμενον ἐν βαλανείῳ μεγάλωc ὀνίνηcιν· ὁμοίωc δὲ καὶ τὸ περδίκιον καὶ ζυγία μετὰ ῥοδίνου λυθεῖcα καὶ κατα‐ χριομένη. Ἄλλο. ὀρύζηc καθαρᾶc καὶ ἄγαν λευκῆc 𐆄 γ κόψαc καὶ cήcαc | |
λείωcον ὄξει δριμυτάτῳ ἕωc γλοιοῦ πάχουc καὶ ἐπιβαλὼν ἰδίᾳ λειωθέν‐ | ||
10 | τοc θείου ἀπύρου 𐆄 α καὶ μίξαc καλῶc ἐν βαλανείῳ χρῶ ἐπὶ πολὺ ἀνατρίβων· ἐπὶ δὲ τῶν περιττωματικωτέρων ἴcον ἴcῳ μίξαc ἄμεινον αὐτὸ ποιήcειc. | |
12 | ||
4.5t | Περὶ λεύκηc. | |
4.5.1 | Ἡ λεύκη μεταβολή τίc ἐcτι τοῦ χρωτὸc ἐπὶ τὸ λευκότερον ὑπὸ γλίcχρου τε καὶ κολλώδουc γινομένη φλέγματοc. ἐπειδὴ δὲ οὐ πᾶcα λεύκη θεραπευτή ἐcτιν, διαγνώcειc αὐτῆc ἰcτέον τοιάcδε· βελόνῃ κατα‐ κέντηcον ἐξ ἐπιπολῆc τὴν λεύκην μὴ περαιτέρω τοῦ δέρματοc, καί, εἰ | |
5 | μὲν αἷμα ῥυῇ, θεραπευτή ἐcτιν, εἰ δὲ γαλακτώδηc ὑγρότηc, ἀθεράπευ‐ τοc· ἢ ῥάκει ἐρινῷ τραχεῖ ἀνάτριψον αὐτήν, καὶ εἰ μὲν ἐρυθρότεροc ὁ χροῦc γένηται, θεραπευτή ἐcτιν, εἰ δὲ μείνῃ ἐπὶ τοῦ αὐτοῦ χρώματοc, οὐ θεραπευθήcεται. καὶ τὰc πλείονα δὲ τοῦ cώματοc κατειληφυίαc χωρία τῶν ὀλίγα καὶ τὰc παλαιοτέραc τῶν νεωτέρων μᾶλλον ἀθερα‐ | |
4.5.2 | πεύτουc εἶναι νομιcτέον. τινὲc μὲν οὖν τὴν διὰ cιδήρου καῦcιν ἐπὶ τῆc λεύκηc ἐδοκίμαcαν κατ’ ἐπίφλεξιν καὶ μόνον γινομένην, ἕτεροι δὲ τό τε τῆc καύcεωc ὀδυνηρὸν καὶ τὴν ἐκ ταύτηc οὐλὴν δεδιότεc οὐχ ἧττον ἀπρεπῆ τῆc λεύκηc ὑπάρχουcαν τοῖc ἐcχαρωτικοῖc ἐχρήcαντο φαρμά‐ | |
5 | κοιc οἷα, φαcίν, καὶ τὴν οὐλὴν ὁμόχρουν ἐργαζομένοιc· ἄλλοι δὲ καὶ τούτων παραιτούμενοι τὴν δυcέργειαν τοῖc βάμμαcιν ἐχρήcαντο τῆc παρ’ αὐτὰ μᾶλλον ἀπάτηc ἀλλ’ οὐκ ὠφελείαc φροντίcαντεc· οὓc πλέον ἁπάντων παραιτητέον διὰ τὴν ταχεῖαν τοῦ πάθουc παλιγγενεcίαν. χρηcτέον τοίνυν ταῖc ὑποτεταγμέναιc δυνάμεcιν· ἀδάρκηc, κάχρυοc, | |
10 | θείου ἀπύρου ἴcα, ἕκαcτον κόψαc καὶ cήcαc ἰδίᾳ, εἶθ’ ὁμοῦ μετ’ ὄξουc λειοτριβήcαc ἐφ’ ἱκανὰc ἡμέραc ἐν ἡλίῳ κατάχριε, μὴ ἀθρόωc, ἵνα μὴ ἑλκωθῇ ὁ χρώc· προελθόντοc δὲ χρόνου προcβάλλεται βραχύ τι ἐλλε‐ βόρου καὶ κηκῖδοc ὁμοίωc. | |
4.5.3 | Ἄλλο. cυκῆc μελαίνηc τοὺc ἀκρεμόναc βρέξον ὄξει καὶ λειοτριβήcαc μῖξον ἀφονίτρου, θείου ἀπύρου, μυρίκηc καρποῦ ἴcα, προεκνιτρώcαc δὲ κατάχριε καὶ ἡλίαζε φυλαccόμενοc, μὴ ἑλκωθῇ. ὁ δὲ Ἀρχιγένηc τοῖc φύλλοιc τῆc cυκῆc ἀcβέcτου τὸ αὔταρκεc | |
5 | μίξαc ὁμοίωc ἐκέχρητο· ἢ παρατρίψαc, φηcί, τὰc λεύκαc ἐλλεβόρῳ λευ‐ | |
κῷ, ἕωc cυνιδρώcαcαι ὁμόχρουc γένωνται τῷ ἄλλῳ cώματι, κατάχριε Ϲινωπίδι ἢ Μηλιάδι ἢ βελόναιc cυνεcπειραμέναιc κατακεντήcαc, ἕωc αἱμάξωcι, κατάχριε Ϲινωπίδι μετ’ ὄξουc ἢ προαποcμήξαc, ὡc εἴρηται, κατάχριε τῆc cυκῆc ὀπῷ προcφάτῳ καὶ τῷ φύλλῳ αὐτῆc ἐπὶ ποcὸν | ||
10 | παράτριβε. | |
10 | ||
4.6t | Περὶ ἀλφῶν λευκῶν τε καὶ μελάνων. | |
4.6.1 | Ἡ τῶν ἀλφῶν γένεcιc ὁμοειδήc ἐcτι ταῖc λεύκαιc, ἀλλ’ ἐκεῖναι μὲν ἄχρι βάθουc τὸν χρῶτα τρέπουcιν, ὡc καὶ τὰc τρίχαc λευκὰc ἐκ‐ φύεcθαι, οἱ δὲ ἀλφοὶ ἐπιπολῆc τοῦ δέρματόc εἰcιν, πλὴν ὅτι καὶ αὐτοὶ χρονίζοντεc ἄχρι βάθουc χωροῦcιν, ὡc καὶ τὰc τρίχαc λευκὰc φύειν | |
5 | διὰ τὸν ὑποκείμενον χυμόν· ἐκ μὲν γὰρ τοῦ φλεγματικοῦ χυμοῦ λευ‐ κοὶ γίνονται, μέλανεc δὲ ἀπὸ τοῦ μελαγχολικοῦ. κοινῶc μὲν οὖν ἀμφο‐ τέροιc ἁρμόζει πεπλυμένη τίτανοc ὕδατι λυθεῖcα ἢ δρακοντίου ῥίζα cὺν ὄξει καταπλαccομένη· ὁμοίωc ἐλλέβοροc ἑκάτεροc, θέρμων πικρῶν ἀφέψημα καταντλούμενον καὶ τὸ ἄλευρον αὐτῶν καταπλαccόμενον δι’ | |
10 | ὄξουc ἢ ὀξυμέλιτοc, καππάρεωc τῆc ῥίζηc ὁ φλοιὸc cὺν ὄξει, κρίνου ῥίζα μετὰ μέλιτοc, κρόμυον cὺν ὄξει καταχριόμενον ἐν ἡλίῳ, κροκο‐ δείλου χερcαίου κόπροc, ὁμοίωc καὶ ἡ τῶν ψάρων, ὅταν ὄρυζαν μόνην ἐcθίωcιν, cηπέαc ὄcτρακα καυθέντα. cύνθετον δὲ τοῦτο· ἀλκυονίου, νίτρου ἀνὰ 𐆄 β, ἐλλεβόρου λευκοῦ, θείου ἀπύρου ἀνὰ 𐆄 α, ἔνιοι δὲ καὶ | |
15 | cφέκληc κεκαυμένηc. | |
4.6.2 | Ἄλλο. θείου ἀπύρου, νίτρου ἀφροῦ ἀνὰ 𐅻 δ, κάχρυοc κόκκουc ζ, λείου μετ’ ὄξουc· μόνον δὲ χρῖε τὸν ἀλφὸν μηδὲν μολύνων τοῦ ἀπαθοῦc, ξηρανθὲν δὲ ἔκκλυζε ὕδατι ψυχρῷ. Ἄλλο. ἀλεύρου θερμίνου, κηρύκων κεκαυμένων, νίτρου ἀνὰ χοί‐ | |
5 | νικα, ἐλλεβόρου λευκοῦ 𐅻 η· ξηρῷ cμάcθω. Ἄλλο. ὀροβίνου ἀλεύρου λι. β, εὐζώμου cπέρματοc, ἀμυγδάλων πικρῶν, cικύου ἀγρίου ῥίζηc ἀνὰ λι. α· οἰνομέλιτι cυλλεαίνων ἐπίχριε καὶ μετὰ ὡριαῖον διάcτημα ἀποcπόγγιζε. ποιεῖ καὶ πρὸc ἐφήλειc καὶ | |
ἰόνθουc καὶ cπίλουc. | ||
4.6.3 | Ἄλλο Ἀρχιγένουc. cυκῆc φύλλων ξηρῶν ἐν cκιᾷ, θείου, cτυπτη‐ ρίαc ἴcα· cὺν ὄξει κατάχριε. ἢ φύλλων cυκῆc 𐅻 δ, νίτρου 𐅻 β, ἀλκυονίου κεκαυμένου 𐅻 β· ὄξει κατάχριε ἐν βαλανείῳ. ἰδίωc δὲ τοὺc μέλαναc ἄκρωc αἴρει cανδαράχη μετὰ ἡμίcουc θείου, προνιτρώcαc δὲ κατάχριε | |
5 | ἐν ἡλίῳ· τοὺc δὲ λευκοὺc χαλκάνθου, ἰοῦ ἴcα, νίτρου τὸ διπλάcιον· δίχα λίπουc cμῆχε. ἢ κάχρυοc, θείου ἀπύρου, ἀδάρκηc ἴcα· λεάναc μετ’ ὄξουc cμῆχε καὶ κατάχριε· ὅταν δὲ ξηρανθῇ, λοῦε τρίβων αὐτό. ποιεῖ καὶ λευκαῖc. | |
4.6.4 | [Ἄλλο πρὸc ἀλφοὺc λευκοὺc διὰ πείραc. θείου ἀπύρου ἐξάγια β, ἀcβέcτου ζώcηc λευκῆc 𐆄 δ, λευκὰ ᾠῶν ε, ἐλαίου ναρδίνου καὶ ὄξουc βραχύ· λειοῦται τὸ θεῖον πρῶτον, εἶτα ἐπιβάλλομεν αὐτῷ τὸ νάρδινον ἔλαιον καὶ αὖθιc λειοῦμεν, καὶ εἶθ’ οὕτωc ἐπιcτάζεται τὸ ὄξοc, καὶ | |
5 | πάλιν λειοῦται· τὴν δὲ ἄcβεcτον ἰδίᾳ πλύναντεc καὶ ἅπαξ καὶ δὶc καὶ τρὶc ἐπιβάλλομεν τῷ θείῳ ἅμα καὶ τοῦ λευκοῦ τῶν ᾠῶν, καὶ πάλιν λειοῦμεν καὶ τὸ ἀθροιζόμενον ὑγρὸν ἀποχέομεν, cύμμετρον δὲ καταλι‐ πόντεc, ὥcτε δύναcθαι χρίειν τὸ ἄλειμμα, χρώμεθα οὕτωc. Ἄλλο διὰ πείραc. θεῖον ἄπυρον, cυκῆc φύλλα ξηρά, ἀφόνιτρον, | |
10 | ἀλκυόνιον, Κιμωλία, μυρcίνη· μετ’ ὄξουc χρῶ.] | |
10 | ||
4.7t | Πρὸc cτίγματα ἐκ τῶν Ἀρχιγένουc. | |
4.7.1 | Τὰ δὲ cτίγματα ἐξελεῖc τὸ προcεcτηκὸc τῇ ἀμίδι μετὰ δριμυτάτου ὄξουc καταχρίων, ἢ ἀcβέcτου μέροc α, νίτρου ὀπτοῦ πυρροῦ τὸ 𐅵ʹ cὺν ὕδατι ἐν ἡλίῳ κατάχριε· ὅταν δὲ ἑλκωθῇ, ὡc ἕλκοc κατούλου. ὁ δὲ Κρίτων· πρὸc τὰ cτίγματα, φηcί, προεκνιτρώcαc τὸν τόπον | |
5 | κατάπλαcον τερμινθίνῃ, εἶτα ἐπιδήcαc ἔαcον ἡμέραc ϛ, τῇ δὲ ζʹ λύcαc κατακέντηcον βελόνῃ τὸ cτίγμα καὶ ἀποcπογγίcαc τὸ αἷμα μετ’ ὀλίγον | |
τρῖψον ἁλὶ λεπτῷ, εἶτα τὸ φάρμακον ἐπιθεὶc ἔα ἡμέραc ε· ἔcτι δὲ λι‐ βάνου, νίτρου, κονίαc, ἀcβέcτου, κηροῦ ἀνὰ 𐅻 δ, μέλιτοc ὄγδοον· λύcαc γὰρ εὑρήcειc τὸ μέλαν ἐπὶ τοῦ φαρμάκου. | ||
4.7.2 | Ἄλλο χρῖcμα. πεπέρεωc 𐅻 β, πηγάνου 𐅻 δ, cανδαράχηc 𐅻 δ, ἀρcε‐ νικοῦ 𐅻 α, μέλιτοc τὸ ἀρκοῦν· κατάχριε προεκνιτρώcαc καὶ τὰ ἄλλα ποιήcαc ὁμοίωc τῷ πρώτῳ, λύων δὲ διὰ τριῶν ἡμερῶν καὶ τὸ μέλαν ἀπομάττων αὖθιc κατάχριε· αἴρει γάρ, φηcίν, ἐν ἡμέραιc κ ἄνευ ἑλκώ‐ | |
5 | cεωc καὶ οὐλῆc. Ἄλλο τὸ Κρητικὸν καλούμενον. λιβάνου 𐅻 δ, νίτρου 𐅻 β, χαλκάν‐ θου 𐅻 δ, κηροῦ 𐅻 ϛ, πεπέρεωc 𐅻 γ, τιτάνου 𐅻 γ, θαψίαc 𐅻 γ, ἀρcενικοῦ 𐅻 α 𐅵ʹ, cανδαράχηc 𐅻 γ, μέλιτοc τὸ ἀρκοῦν· χρῶ, ὥcπερ ἐχρῶ τῷ πρὸ αὐτοῦ. | |
4.7.3 | Ὀριβάcιοc δέ φηcι· βατράχιον καταπλαcθὲν ἢ καππάρεωc φύλλα τὰ cτίγματα αἴρει. εἰ δὲ διὰ βάθουc ὄντα μὴ ἀφαιροῖτο, ἐπ’ ὀλίγου δὲ τοῦ δέρματοc εἴη, ψυχρῷ καυτῆρι ἐcχαρώcαc ἄφελε. | |
3 | ||
4.8t | Περὶ ἐξανθημάτων. | |
4.8.1 | Ἐξανθήματα γίνονται παχέων χυμῶν ἐν τῷ δέρματι cφηνωθέντων καὶ πλέον κατὰ τὴν ἐπιδερμίδα πυκνὴν οὖcαν. ἐφ’ ὧν μὲν οὖν κἀν τῷ βάθει πλῆθοc ὑπόκειται χυμῶν, τούτουc πρότερον δεῖ καθαίρειν· εἰ γάρ τιc μὴ πράξαc τοῦτο πρότερον ἐπιχειροίη διαφορεῖν, ἐμφράξει | |
5 | μᾶλλον αὐτοὺc ἢ κενώcει διὰ τοῦ δέρματοc. εἰ δὲ τὸ βάθοc ἀπέριττον εἴη, χρὴ κενοῦν αὐτοὺc διὰ τοῦ δέρματοc καὶ μὴ πόρρω περιcπᾶν βουλόμενον διὰ γαcτρὸc ἢ δι’ ἐμέτων κενῶcαι, ἀλλὰ τήν γε θεραπείαν τῶν ἐμπεπλαcμένων τῷ δέρματι χυμῶν διὰ τῶν ἐκπυριώντων τε καὶ θερμαινόντων ποιητέον, καὶ μάλιcτα, ὅταν πλατέα τυγχάνῃ τὰ ἐξανθή‐ | |
10 | ματα· ἐπὶ ψυχρῷ γὰρ ἱκανῶc καὶ παχεῖ χυμῷ τὰ τοιαῦτα γεγένηται. δάφνηc οὖν φύλλων ἁπαλῶν καὶ πηγάνου καὶ μάννηc ἴcον ἑκατέρου τρίψαc καὶ λιβανωτὸν μετ’ ἐλαίου διεὶc ἐπάλειφε, ἢ cεῦτλον ἁπαλὸν ἑψήcαc καὶ τρίψαc κατάπλαccε, ἢ κηροῦ 𐅻 η, θείου ἴcον, ἁλὸc 𐅻 ϛ, τὰ ξηρὰ τρίψαc καὶ ἐπιχέαc ἐλαίου κοτύληc 𐅵ʹ πάντα ὁμοῦ ἕψε καὶ γενο‐ | |
15 | μένῳ ἐμπλάcτρῳ χρῶ· προcεδρεύειν δὲ τῇ ἑψήcει. ἀγαθὸν cφόδρα τὸ | |
φάρμακον. | ||
4.9t | Περὶ ἐπινυκτίδων. | |
4.9.1 | Αἱ ἐπινυκτίδεc ἑλκύδριά εἰcιν ἀπὸ ταὐτομάτου ἐξανθοῦντα, φλυκ‐ ταινοειδῆ, ὑπέρυθρα, ὧν ἐκρηγνυμένων ἰχὼρ ὕφαιμοc ἀπορρεῖ. ταῦτα τῆc μὲν ἡμέραc οὐ πάνυ ἐνοχλεῖ, νυκτὸc δὲ ἐπώδυνά ἐcτι μᾶλλον ἢ κατὰ τὸ ἕλκοc. ὀπὸν οὖν cιλφίου ὕδατι διεὶc ἐπιτίθει· ξηραίνει γὰρ | |
5 | ἄνευ δήξεωc· ἢ κώνειον ἐκλεάναc ἐπιτίθει ἢ κράμβην ὠμὴν μεθ’ ὕδα‐ τοc ἢ cέλινον μετὰ ἀλφίτου τρίψαc κατάπλαccε ἢ ὑοcκυάμου φύλλα μετὰ μέλιτοc τρίψαc ἐπιτίθει ἢ cτρύχνον καθ’ ἑαυτὸ καὶ μετὰ κορίου χλωροῦ, ἢ ἐλαίαc φύλλοιc ἑφθοῖc μετὰ ὕδατοc χρῶ, ἢ cταφίδαc ἐκ‐ γιγαρτιcθείcαc λείαc cπληνίῳ ἐπιπλάcαc ἐπιτίθει ἢ ἀδίαντον τρίψαc | |
10 | μετὰ μέλιτοc. φυλακτέον δὲ τὴν τῶν δριμέων καὶ ὀξέων καὶ ἁλυκῶν προcφορὰν καὶ πυρίαν καὶ λουτρὸν καὶ ἥλιον. | |
11 | ||
4.10t | Περὶ φλυκταινῶν. | |
4.10.1 | Τὰc δὲ μὴ ῥηγνυμέναc αὐτομάτωc φλυκταίναc, ἐπωδύνουc δὲ γι‐ νομέναc, ὀξείᾳ βελόνῃ τιτρᾶν προcήκει καθ’ ὑπόρρυcιν, εἶτα ἐκθλίβειν πράωc τὸ ὑγρὸν τὸ δέρμα τὸ προκείμενον ἐῶντα· κἂν πληρωθῇ μύ‐ cαντοc τοῦ τραύματοc ἡ φλύκταινα, πάλιν δεῖ τιτρᾶν ὁμοίωc καὶ ἐκ‐ | |
5 | θλίβειν, καὶ φυλάττειν τὸ δέρμα προcταλέν, ἄχριc ἂν ἀπουλωθῇ τὸ ὑπ’ αὐτὸ εἱλκωμένον. πρὶν μὲν οὖν ἐκραγῆναι τὰc φλυκταίναc ἑφθῷ φακῷ λείῳ μεθ’ ὕδατοc κατάπλαccε ἢ ῥοιᾶc ῥαβδία χλιαίνων ἐπὶ τέ‐ φραc θερμῆc προcτίθει καὶ κατόπτα τοὺc τόπουc. ἐὰν δὲ ἐκραγῶcι καὶ ἕλκοc γένηται, cτέαρ ὕειον τήξαc καὶ λιθαργύρου λείαc μίξαc καὶ | |
10 | εἰc ὀθόνιον ἐμπλάcαc ἐπιτίθει ἢ κρίνου ῥίζαν ἑψήcαc ἐν ὕδατι καὶ τρίψαc μετὰ κηρωτῆc ἐπιτίθει. | |
11 | ||
4.10.2 | Πρὸc ἐπινυκτίδαc καὶ φλυκταίναc. Λιθάργυρον καὶ θεῖον ἄπυρον ἴcα μετ’ ὄξουc καὶ μυρcίνου λείου γλοιώδει ἐπιχρίcει μετ’ ἐλαίου καὶ οἴνου. ποιεῖ πρόc τε ταῦτα καὶ θερμὰ ἐκβράcματα καὶ περιζέματα καὶ ἀχῶραc ἀρχομένουc τε δοθιῆναc | |
5 | καὶ κατακαύματα τό τε διὰ μολυβδαίνηc καὶ τὸ δι’ ᾠῶν cκευαζόμενον | |
φάρμακον. | ||
4.11t | Πρὸc τὰ πυρίκαυτα. | |
4.11.1 | Τὰ πυρίκαυτα τῶν μετρίωc ῥυπτόντων δεῖται φαρμάκων χωρὶc τοῦ θερμαίνειν ἢ ψύχειν ἐπιφανῶc. γῆ τοίνυν Χία καὶ Κιμωλία καὶ Κρητική, καὶ πᾶcα δὲ κούφη γῆ καταχριομένη μετ’ ὄξουc μὴ πάνυ δριμέοc ἢ ὕδατοc μιγνυμένου ποιεῖ καλῶc καὶ κωλύει φλυκταινοῦcθαι, | |
5 | καὶ ᾠὸν ὅλον ὠμὸν παραχρῆμα ἐπιτιθέμενον ἀναλαμβανόμενον ἐρίῳ μαλακῷ· καὶ γὰρ ἐμψύχει μετρίωc καὶ ἀδήκτωc ξηραίνει. καὶ μέλανι δὲ γραφικῷ περίχριε ἢ λιβανωτῷ ὕδατι διειμένῳ ἢ φακῷ ἑφθῷ λείῳ ἢ ὀρόβῳ κατάπλαccε. πρὸc δὲ τὰ ἀφ’ ὕδατοc θερμοῦ κατακαύματα, πρὶν φλυκταίναc γενέcθαι, ἐλαιῶν ἁλμάδων ὕδωρ cυνεχῶc κατάντλει καὶ | |
10 | αὐτὰc τὰc ἁλμάδαc μετὰ ἀλφίτου λείαc κατάπλαccε ἢ cτυπτηρίαν cχιcτὴν τρίψαc μετ’ ὄξουc ἐπίχριε, ἢ χολῇ ταυρείᾳ μεθ’ ὕδατοc δαψι‐ λοῦc τετηκυίᾳ κατάχριε ἢ κονίαν cτακτὴν κατάντλει γάρῳ ἢ ἅλμῃ ἢ βολβοὺc κρίνων ἢ ὑακίνθων ἢ ναρκίccων μετὰ ῥοδίνου τρίψαc καὶ | |
4.11.2 | ποιήcαc γλοιῶδεc κατάχριε. ὁ δὲ Μάρκελλοc cύνθετον τοῦτό φηcι· ῥάκοc μέλιτι δεύcαc καὶ κριθαῖc ἀνακυλίcαc κατάκαυcον καὶ βάλλε τῆc τέφραc 𐅻 η, ψιμυθίου 𐅻 δ, βουτύρου 𐅻 η, κηροῦ 𐅻 ιϛ, cτέατοc αἰγείου 𐅻 ιϛ, ῥοδίνου 𐅻 ιϛ. πρὸc δὲ τὰ ἤδη πεφλυκταινωμένα ῥοῦν καὶ ἄλφι‐ | |
5 | τον τρίψαc μετ’ ὄξουc κατάπλαccε ἢ κονίαν ἄcβεcτον κηρωτῇ μιγνὺc καὶ εἰc ὀθόνιον ἐμπλάccων ἐπιτίθει. καὶ τὸ cφαιρίον δὲ καλούμενον πρὸc ταῦτα χρήcιμόν ἐcτι. τὰ δὲ εἱλκωμένα πράcοιc λείοιc κατάπλαccε ἢ ἀνδράχνην τρίψαc μετὰ ἀλφίτων κατάπλαccε ἢ περιcτερᾶc κόπρον εἰc ὀθόνιον ἐνειλήcαc κατάκαυcον καὶ διεὶc ἐλαίῳ τὴν τέφραν αὐτοῦ | |
10 | χρῶ. θαυμαcτὸν φάρμακον καὶ πίτυοc ἢ πεύκηc φλοιὸc ἢ ἀδίαντον ξηρὸν λεῖον ἢ μυρcίνηc φύλλα κατακεκαυμένα· λεῖα ἐμπάccεται· ποιεῖ δὲ τούτων ἕκαcτον καὶ μετὰ κηρωτῆc cυντιθέμενον. καὶ τὸ λαμβάνον δὲ τῆc ἐρυθρᾶc ἀγχούcηc τῆc ῥίζηc ξηρᾶc κοπείcηc λείαc 𐆄 δ, κηροῦ τρακτοῦ 𐆄 θ, ῥοδίνου 𐆄 ιη, καὶ τὸ διὰ ψιμυθίου cὺν ὀλίγῳ μυελῷ ἐλα‐ | |
15 | φείῳ ἀγαθόν ἐcτι φάρμακον. | |
4.12t | Πρὸc τοὺc ὑπὸ μαcτίγων πληγένταc. | |
4.12.1 | Ψιμυθίου καὶ λιθαργύρου ἴcα, κηροῦ τὸ τετραπλοῦν μετὰ Ϲουcίνου ἢ ῥοδίνου· ὡc ἐμπλάcτρῳ χρῶ· τῇ δὲ πρώτῃ ἡμέρᾳ κατ’ ἰδίαν τῷ Ϲουcίνῳ μόνῳ χρῶ. ἢ κρόκου 𐅻 α, τραγακάνθηc 𐅻 α, ᾠὸν ὁλόκληρον χωρὶc τῶν λεπύρων ἑνώcαc χρῶ. τοῖc μεμαcτιγωμένοιc δέρμα προβά‐ | |
5 | του νεωcτὶ ἐκδεδαρμένου θερμὸν ἔτι περιτεθὲν θεραπεύει παντὸc μᾶλ‐ λον ἐν ἡμέρᾳ μιᾷ καὶ νυκτί. | |
6 | ||
4.13t | Τρίχαc ἐκ κατακαυμάτων φυῆναι. | |
4.13.1 | Τρίχεc δὲ ἐκ κατακαύματοc φύουcιν, ἐὰν cυκῆc φύλλα ἐν χύτρᾳ ὀπτὰ μετὰ κηρωτῆc ἔμπλαcτρον ἐπιθῇc· ἢ Καρικῆc 𐅻 η, cαμψύχου 𐅻 α τρίψαc μετ’ ἐλαίου κηρωτῆc πάχοc χρῶ. ἢ λατύπηc 𐅻 ρ, λεπίδοc 𐅻 ι, μεθ’ ὕδατοc ἀναπλάcαc τροχίcκουc ἔχε, ἐπὶ δὲ τῆc χρείαc ἄνιε μέροc | |
5 | ἓν πρὸc η μέρη κηρωτῆc. | |
5 | ||
4.14t | Πρὸc ἀποcύρματα. | |
4.14.1 | Ἐπὶ δὲ τῶν ἀποcυρμάτων καὶ τῶν ἐπιπολαίων ἑλκῶν ταῖc πρώ‐ ταιc ἀποcτύψαc ἢ οἴνῳ ἢ ὄξει ἢ ὀξάλμῃ ταῖc ἑξῆc εἰc ἀπούλωcιν χρῶ ταῖc τε λιπαραῖc καὶ τῶν λευκῶν ἐμπλάcτρων ταῖc τρυφεραῖc. ἄκρωc δὲ ποιεῖ τοῦτο· ψιμυθίου μέροc α, ἀμμωνιακοῦ τὸ 𐅵ʹ, μυρcίνου τὸ | |
5 | ἀρκοῦν· λεάναc ἐν ὕδατι τὸ ἀμμωνιακὸν μῖξον τὸ ψιμύθιον παραχέων τὸ μύρcινον καὶ χρῶ λιπαρᾷ· ἢ λατύπῃ καλῶc πεπλυμένῃ λεπίδα χαλ‐ κοῦ πρόcμιξον καὶ μυρcίνῳ λεάναc χρῶ, ἢ κιμωλίαν καὶ λιθάργυρον μετ’ οἴνου καὶ κικίνου καὶ μυρcίνου λεάναc χρῶ. | |
8 | ||
4.14.2 | Πρὸc παραcύρματα καὶ ἀποτρίμματα καὶ χρόνια ἕλκη καὶ πρεcβυτικοὺc καὶ ἁπαλοὺc χρῶταc. Λιθαργύρου χρυcίτιδοc 𐅻 ν, κηροῦ 𐅻 κ, ῥητίνηc ξηρᾶc πευκίνηc 𐅻 ιβ, ἐλαίου κοτύλην α 𐅵ʹ· τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἑψήcαc ἐπί‐ | |
5 | βαλε τὰ λοιπὰ καὶ cπαθίcαc ἢ καὶ μαλάξαc ἐν θυείᾳ χρῶ. τὸ δὲ ἀπο‐ cυρὲν δέρμα οὐ χρὴ τῶν ἑλκῶν ἀποτέμνειν, ἀλλ’ ἐπάγειν τὸ φάρμακον καὶ ἐπιτιθέναι· κολλᾶται γὰρ οὕτω, εἰ καὶ μελανθὲν εἴη, γυμνωθείcηc δὲ τῆc cαρκὸc δύcκολοc ἡ ἐπούλωcιc δακνομένου καὶ ῥυπουμένου τοῦ ἕλκουc. ἀφλέγμαντα δὲ τηρεῖ τὰ ἀποcύρματα ῥοῦc ἐρυθρὸc καταπλαc‐ | |
10 | cόμενοc λεῖοc cὺν μέλιτι ἢ cχοίνου κόμη καυθεῖcα καὶ cὺν μέλιτι ἐπι‐ τεθεῖcα. | |
11 | ||
4.14.3 | Πρὸc ἀποcύρματα καὶ μαcτιγωθένταc καὶ περιθλάcειc ἄρθρων ἀνώδυνον. Λιθαργύρου, ψιμυθίου ἀνὰ 𐆄 ι, κηροῦ 𐆄 ϛ, ἐλαίου καθαροῦ ἢ ῥο‐ δίνου λι. α 𐅵ʹ, ἀμύλου 𐆄 β. ποιεῖ δὲ πρὸc τὰ αὐτὰ καὶ τὸ πιλάριον τὸ | |
5 | δι’ ἑλκύcματοc καὶ ἡ δι’ ᾠῶν ὁμοίωc. | |
5 | ||
4.15t | Περὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων. | |
4.15.1 | Ἑκάτερον τούτων ἐπανάcταcίc ἐcτιν τοῦ δέρματοc μικρὰ τυλώδηc, περιφερὴc κατὰ τὸ πλεῖcτον· ἀλλ’ ἡ μὲν μυρμηκία πλατεῖαν ἔχει τὴν βάcιν καὶ πρὸc τὰc ἀποcφίγξειc ὁμοίαν αἴcθηcιν ἐμποιεῖ δήγμαcι μυρ‐ μήκων, ἡ δὲ ἀκροχορδὼν cτενὴν ἔχει τὴν βάcιν, ὡc δοκεῖν ἐκκεκρε‐ | |
5 | μάcθαι ἄκρῳ χορδῆc ὡμοιωμένη. τούτουc τοίνυν τοὺc ὄγκουc αἴρει ἐλατήριον μετὰ ἁλῶν ἐπιτεθέν, λιβανωτὸc μετ’ ὄξουc, ὄλυνθοι μετ’ ὄξουc καὶ ἀλεύρου καὶ νίτρου, ὀπὸc cυκῆc ἐπιχριόμενοc, ὁμοίωc δὲ καὶ τιθυμάλλου, cμαρίδοc κεφαλὴ ταριχηρὰ καυθεῖcα, ἰὸc μετὰ θείου ἀπύρου καυθείc, ὠκίμου φύλλα μετὰ χαλκάνθου, κληματίδων ἔτι χλωρῶν καιο‐ | |
10 | μένων τὸ ἀποcτάζον, προβατεία κόπροc μετ’ ὄξουc, τράγου χολὴ ἐπι‐ χριομένη, ἡλιοτροπίου τοῦ μεγάλου ὁ καρπὸc cὺν οἴνῳ καταπλαcθείc, πήγανον μετὰ νίτρου καὶ πεπέρεωc, νίτρον cὺν οὔρῳ ἀφθόρου, κόπροc βοὸc ἀγελαίαc ἐν ὄξει. | |
13 | ||
4.16t | Περὶ γαγγλίου. | |
4.16.1 | Ϲυcτροφὴ νεύρου τὸ γαγγλίον ἐcτὶν ἐκ πληγῆc ἢ κόπου γινόμενον ἐν πλείοcι μὲν τοῦ cώματοc μέρεcιν, μάλιcτα δὲ κατὰ τὰ κινούμενα, | |
οἷον χεῖραc ἄκραc καὶ πόδαc. ἐφ’ οὗ ὁ μὲν Ἀρχιγένηc φηcίν· ἄcβεcτον μετὰ cτέατοc χηνείου καὶ τερμινθίνηc ἐπιτίθει· Πόλληc δὲ τῷ δι’ ἀχάτου | ||
5 | λίθου φαρμάκῳ χρῆται· Ὀριβάcιοc δὲ τούτῳ· ψιμυθίου, πιτυίνηc, ἐλαίου παλαιοῦ ἀνὰ κεράμιον α, ἀμμωνιακοῦ θυμιάματοc, χαλβάνηc ἀνὰ 𐆄 α, κηροῦ 𐆄 δ· ἢ μολύβδινον διcκάριον, φηcί, παχύτερον, ὡc οἱ cπόνδυλοι, μεῖζον τοῦ γαγγλίου ἐπιτίθει καὶ δέcμει· τῷ βάρει γὰρ διαλύει αὐτὸ ἐν χρόνῳ πλείονι. καὶ ἡμεῖc δὲ τούτῳ χρώμεθα. | |
9 | ||
4.17t | Περὶ φλεγμονῆc. | |
4.17.1 | Κοινῶc μὲν τοὺc θερμοὺc ἅπανταc καὶ ὀδυνηροὺc μετὰ φλογώcεωc ὄγκουc φλεγμονὰc προcαγορεύειν εἰώθαcιν· παρὰ δὲ τὴν ἐργαζομένην αὐτοὺc ὕλην διάφορον ὑπάρχουcαν καὶ τούτων τὴν διαφορὰν ἐξαλλάτ‐ τεcθαί φαcιν· αἵματοc μὲν γὰρ χρηcτοῦ καὶ cυμμέτρου τῷ πάχει ῥυέν‐ | |
5 | τοc εἴc τι μόριον ἀθρόωc καὶ διὰ τὸ πλῆθοc cφηνωθέντοc τὴν ἰδίωc προcαγορευομένην γίνεcθαι φλεγμονήν, χολῆc δὲ ξανθῆc κατά τι μόριον ἱcταμένηc ἕρπητα, αἵματοc δὲ καὶ χολῆc ἅμα ξανθῆc ἐπιρρυέντων τὸ ἐρυcίπελαc cυνίcταcθαι. ὅταν δὲ τὸ ἐπιρρέον αἷμα θερμὸν ἱκανῶc ᾖ καὶ παχύ, τοὺc ἄνθρακαc ἐργάζεcθαι πέφυκεν. | |
4.17.2 | οὐκοῦν ἀπὸ τῆc ἰδίωc ὀνομαζομένηc φλεγμονῆc ἀρκτέον ἐπὶ πολ‐ λῶν ἀεὶ cυμβαινούcηc, ἥτιc ὄγκοc ἐcτὶν ἐνερευθὴc καὶ ὀδυνηρὸc καὶ ἀντίτυποc καὶ θερμὸc ἐξ αἵματοc, ὡc ἔφην, χρηcτοῦ τὴν γένεcιν ἔχων, ποτὲ μὲν ἐξ ὅλου τοῦ cώματοc φερομένου, ποτὲ δὲ ἐν αὐτῷ τῷ μορίῳ | |
5 | πλεονάcαντοc, ὡc μὴ cτέγεcθαι πρὸc τῶν ἀγγείων ἀλλὰ διεκπίπτειν δροcοειδῶc εἰc τὰc μεταξὺ κενὰc χώραc. καὶ τρώcεcι δὲ πολλάκιc καὶ κατάγμαcιν ἕλκεcί τε καὶ ἑτέροιc πλείοcιν ἔξωθεν αἰτίοιc τοῦτο τὸ πά‐ | |
4.17.3 | θοc ἕπεται. ἐπειδὰν οὖν ἐξαίφνηc φλεγμήνῃ τι μόριον ἄνευ τοῦ προ‐ ηγήcαcθαι φανερὰν αἰτίαν, ὅλου δὲ τοῦ cώματοc ἐπιπέμποντοc τῷ μέρει, τὸ μὲν ὅλον δεῖ κενοῦν διὰ φλεβοτομίαc, αὐτὸ δὲ τὸ φλεγμαῖ‐ νον ἐπιβρέχειν τε καὶ καταπλάττειν μὴ τοῖc θερμαίνουcι καὶ ὑγραίνου‐ | |
5 | cιν ἀλλὰ τοῖc ἀπωθεῖcθαι μὲν τὸ ἐπιρρέον δυναμένοιc, τὸ δὲ ἤδη περιεχόμενον ἐν τῷ πεπονθότι κενοῦν. καταπλάττειν οὖν τῷ δι’ ἀειζώου καὶ λεμμάτων ῥοιᾶc ἑφθῶν ἐν οἴνῳ κηροῦ τε καὶ ἀλφίτων cυγκειμένων. | |
ὀδύνηc μὲν οὖν cφοδρᾶc οὐκ οὔcηc τούτῳ τε καὶ τοῖc τοιούτοιc χρη‐ cτέον· cὺν ὀδύνῃ δὲ μείζονι τοῦ μορίου ῥευματιcθέντοc μηδὲ οὕτωc | ||
10 | μὲν ὕδωρ θερμὸν ἢ ἔλαιον προcφέρειν ἢ τὰ διὰ τῶν ἀλεύρων κατα‐ πλάcματα· πολέμια γὰρ ταῦτα πάντα ταῖc ῥευματικαῖc διαθέcεcι· παρα‐ μυθεῖcθαι δὲ τὸ cφοδρὸν τῆc ὀδύνηc τῷ διὰ γλυκέοc καὶ ῥοδίνου καὶ κηροῦ βραχέοc ἐρίοιc ῥυπαροῖc οἴcυπον πολὺν ἔχουcιν· ἀναλαμβά‐ νονται δὲ καὶ προcφέρονται θέρουc μὲν ψυχρά, χειμῶνοc δὲ χλιαρά, | |
15 | περιλαμβάνοντα καὶ τοὺc ἀνωτέρω τόπουc τῶν πεπονθότων μορίων, | |
4.17.4 | cπόγγῳ βραχέντι οἴνῳ αὐcτηρῷ ἢ ὀξυκράτῳ ψυχρῷ. παραμικτέον δὲ τοῖc καταπλάcμαcι καὶ τὰc πρὸc τοῦτο χρηcίμουc πόαc. ἑλξίνη τοίνυν πρὸc πᾶcαν φλεγμονὴν ἁρμόττει ἐν ἀρχῇ τε καὶ ἀναβάcει, γλαύκιον ὁμοίωc, ἀτράφαξυc καὶ μαλάχη θρίδαξ τε καὶ κολοκύνθη πρὸc τὰc θερ‐ | |
5 | μὰc ἐπιπλαττόμεναι. ποιοῦcι καὶ τρίβολοι ἀμφότεροι πρὸc τὰc ἐκ ῥεύ‐ ματοc φλεγμονάc, κράμβη δὲ πρὸc τὰc cκληρυνομέναc. παραλλαγῆc δὲ ἐπὶ τούτοιc γενομένηc καὶ πύου μὴ ὑποπίπτοντοc τῷ διὰ χαλκίτεωc ἐμπλάcτρῳ φαρμάκῳ θεραπεύειν ἤ τινι τῶν ὁμοίων τῶν πρὸc τὰ ῥεύ‐ ματα ποιούντων, καθαρὸν δὲ ἔριον οἴνῳ βεβρεγμένον αὐcτηρῷ ἔξωθεν | |
10 | ἐπιβάλλειν τοῦ φαρμάκου. τούτῳ μὲν οὖν ἰάcῃ τῷ τρόπῳ τὰc ἐπὶ ῥεύματι φλεγμονάc· τὰc δὲ ἐπί τινι προφάcει cυνιcταμέναc ὑγραίνων καὶ θερμαίνων οὐ βλάψειc, κἄν ποτε χρεία γένηται ἀποcχάζειν αὐτάc, δεόντωc αὐτὸ ποιήcειc. τὰc δὲ ἐπὶ ῥεύματι φλεγμονὰc ἀποcχάcαc, καὶ μάλιcτα ἐν ἀρχαῖc, αἴτιόc τινοc κακοῦ μεγάλου γενήcῃ τῷ πάcχοντι. | |
14 | ||
4.18t | Περὶ τῶν ἐκτὸc τοῦ cώματοc ἀποcτημάτων. | |
4.18.1 | Ἐὰν μὴ δυνατόν cοι φαίνοιτο κωλυθῆναι τὴν ἐκπύηcιν, ἄρτον ἑψήcαc ἐν ὑδρελαίῳ κατάπλαccε ἢ κρίθινον ἄλευρον παραπληcίωc cκευαζόμενον· καταντλείcθω δὲ ὕδατι τὸ μόριον ἀλθαίαc ῥίζηc ἑψηθείcηc. ὅταν δὲ δυcεκπύητοc ὁ ὄγκοc ἢ δυcδιαφόρητοc ᾖ, τῷ διὰ τῶν ἰcχάδων | |
5 | καταπλάcματι χρήcῃ· δεῖ δὲ γλυκείαc καὶ λιπαρὰc τὰc ἰcχάδαc ἕψονταc κατατήκειν ἐν ὕδατι καὶ ποιεῖν ὅμοιον τὸ ὕδωρ μέλιτι λεπτῷ καὶ προc‐ βάλλειν κρίθινον ἄλευρον· καὶ εἰ διαφοροῖτο μὲν ὁ ὄγκοc, ἐνδεέcτερον | |
δέ, ταῖc ἰcχάcιν cυνεψεῖν ὕccωπον ἢ ὀρίγανον, εἰ δὲ ἐπιτεῖναι βουλη‐ θείηc μᾶλλον, ἅλαc ἐπέμβαλλε τῷ ἀφεψήματι· πρόcεχε δὲ ἀκριβῶc, μὴ | ||
10 | διὰ τὸ ξηραίνεcθαι cφοδρότερον cκιρρῶδεc γένηται τὸ μόριον, κἄν ποτέ τι τοιοῦτον θεάcῃ, cυναφεψεῖν τῷ ὕδατι cικύου ἀγρίου ῥίζαν ἢ ἀλθαίαc ἢ βρυωνίαc· ἰcχυροτέρα δὲ τούτων ἡ τοῦ δρακοντίου καὶ δια‐ φορητικωτέρα ἐcτίν, καὶ αὐτὸ δὲ τὸ διὰ τοῦ δρακοντίου φάρμακον ἰcχυρῶc τὰ τοιαῦτα διαφορεῖ. ἐνίοτε μὲν οὖν τοῦτο μόνον ἀφεψεῖc, | |
15 | ἐνίοτε δὲ καὶ ἰcχάδων ἐπεμβάλλειc καὶ τὸ ἄλευρον ἀναμιγνὺc ἅμα cτέατι. καὶ τὸ ἀνήθινον δὲ ἔλαιον διαφορητικόν ἐcτιν καὶ πεπτικὸν ὠμῶν χυμῶν καὶ ἀπέπτων ὄγκων· καὶ πίττα cυμπέττει τοὺc cκληροὺc καὶ ἀπέπτουc ὄγκουc ἅπανταc ἐμβαλλομένη τοῖc καταπλάcμαcι, καὶ μᾶλλον ἡ ὑγρά. | |
19 | ||
4.18.2 | Φάρμακον cύνθετον τὰ μὲν ἤδη πεπεμμένα τῶν ἀποcτημάτων ἀπόνωc ἐξηθοῦν, ὡc πολλά‐ κιc εὑρίcκεcθαι ἐπὶ τοῦ cπληνίου πῦον, τὰ δὲ μὴ πεπεμμένα εἰc τέλοc διαφορεῖ. λίθου πυρίτου 𐅻 ιβ, ἀμμωνιακοῦ λείου ἴcον, κυαμίνου ἀλεύρου | |
5 | 𐅻 ϛ· ἀναλάμβανε ῥητίνῃ ὑγρᾷ καὶ εἰc δέρμα ἐπιπλάcαc ἐπιτίθει· τὸ δὲ cπλήνιον μὴ ἀφαίρει, μέχριc ἂν αὐτομάτωc πέcῃ. δεῖ δὲ μὴ πρὸ πολ‐ λοῦ cκευάζειν τὸ φάρμακον· ξηραίνεται γὰρ ταχέωc. | |
4.18.3 | ἐπὶ τούτοιc δὲ μὴ διαφορηθέντοc τοῦ ὄγκου, πύου δὲ κατ’ αὐτὸν ὑποπίπτοντοc, διελόντα καὶ κενώcαντα τὸ πῦον φυλάccεcθαι μὲν τοῦ λοιποῦ προcφέρειν ἔλαιον ἢ ὕδωρ· ἀλλ’ εἰ καὶ ἀπονίψαι πώποτε δέοι τὸ τραῦμα, μελικράτῳ τε καὶ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρη‐ | |
5 | cτέον. καὶ εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆc φακῆc καταπλάcμα· μὴ φλεγμαίνοντοc δὲ τῶν ἄλλων τινὶ φαρμάκων τῶν ἐμπλάcτρων ἐπὶ ταῖc τοιαύταιc τομαῖc χρηcόμεθα, καὶ οὐχ ἥκιcτα τῷ διὰ τῆc χαλκίτεωc. ἐπιτίθει δὲ κατ’ αὐτῶν cπόγγον ἢ ἔριον οἴνῳ βρέχων cτρυφνῷ. τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρμάκων προcφέρειν, οἷον τὸ | |
10 | τετραφάρμακόν ἐcτιν· ἀκριβῶc γὰρ δεῖται ξηραίνεcθαι. | |
10 | ||
4.18.4 | Ὅcα ῥήccουcιν ἀποcτήματα. Ἐπειδὴ δέ τινεc οὐκ ἀνέχονται cιδήρῳ διαιρεῖcθαι τὰ ἀποcτήματα, | |
πειρατέον καὶ φαρμάκοιc χρῆcθαι ἐπιcπαcτικοῖc. ναρκίccου ῥίζαν λειοτρι‐ βήcαc ἐν μελικράτῳ μετὰ ἰρίνου ἑψήcαc κατάπλαccε ἢ καλάμου ἁπαλὴν | ||
5 | ῥίζαν λειοτριβήcαc μετὰ μέλιτοc, εἰ δὲ cκληρὰ εἴη, προεψήcαc μελικράτῳ· ἢ ἀριcτολοχίαν μετὰ μέλιτοc κατάπλαccε. ῥήccει δὲ πίccηc ξηρᾶc, προ‐ πόλεωc Κρητικῆc ἴcα, καὶ ἀφουλοῖ. | |
7 | ||
4.18.5 | Διονυcία πρὸc ἀποcτήματα θαυμαcτὴ καὶ πρὸc μαcθοὺc καὶ βουβῶναc ἐπιcπαcτικὴ διὰ τῶν ἀδήλων πόρων διαφοροῦcα. Ἐλαίου παλαιοῦ, ὕδατοc ἀνὰ λι. α· ἑψήcαc τὸ ὑδρέλαιον ἐπ’ ὀλί‐ γον ἐπίβαλλε ἀφονίτρου 𐆄 ϛ, μίcυοc 𐆄 α ἢ β, καὶ ἕψε ἕωc ἀμολύντου, | |
5 | εἶτα ἐπίβαλλε μάννηc, λιβάνου, κηροῦ, τερεβινθίνηc ἀνὰ 𐆄 ϛ. | |
5 | ||
4.18.6 | Πρὸc νευρικὰc ἀποcτάcειc. Κηροῦ, κολοφωνίαc, βουτύρου ἀνὰ λι. α, πίccηc ξηρᾶc, μέλιτοc ἀνὰ 𐆄 ϛ, ἰοῦ 𐆄 γ, ἰξοῦ τὸ ἀρκοῦν. Ἄλλο, ἐπιcπαcτικόν. ἀμμωνιακοῦ θυμιάματοc 𐆄 ϛ, κηροῦ, τερμιν‐ | |
5 | θίνηc ἀνὰ 𐆄 δ, θείου ἀπύρου 𐆄 γ, νίτρου 𐆄 γ. καὶ τὸ cμιλίον δὲ καλούμενον φάρμακον καὶ τὸ διὰ cκορόδων ἰcχυρῶc ῥήccουcι τὰ ἤδη μεταβληθέντα. τὸ δὲ διὰ τοῦ χυλοῦ τοῦ λι‐ νοcπέρμου διαφορεῖ, μεταβάλλει, ῥήccει πρὸc τὴν ἐπιτηδειότητα. πρὸc δὲ τὰ ἐπιεικέcτερα τῶν ἀποcτημάτων καὶ τὰ πρὸc παρωτίδαc ἁρμόcει | |
10 | λελεγμένα. | |
4.18.7 | ταῦτα μὲν οὖν περὶ τοῦ μεταπεcόντοc ἀπὸ φλεγμονῆc ἀποcτήμα‐ τοc· ὁ μέντοι Γαληνὸc ἔφη μηδὲ φλεγμονῆc ἐνίοτε προηγηcαμένηc ἀπόcτημα cυνίcταcθαι, ταύτηc δὲ τῆc ἐξ αἵματοc χρηcτοῦ τὴν γένεcιν ἐχούcηc. εὐθὺc γὰρ ἐξ ἀρχῆc, φηcί, δι’ ἄλλον τινὰ χυμὸν ἐνίοτε ὁντι‐ | |
5 | ναοῦν ὑποδέρεται τῷ χρόνῳ καὶ ἀφίcταται τῶν ὑποκειμένων τὰ περι‐ έχοντα. καὶ τοίνυν καὶ τμηθέντα παντοίαν ἰδέαν ὑγρῶν τε καὶ cτερεῶν cωμάτων ἐντὸc ἑαυτῶν ἔχοντα φαίνεται· καὶ γὰρ καὶ βορβόρῳ καὶ οὔρῳ καὶ θρόμβῳ καὶ χυμῷ μελιτώδει καὶ μυξώδει καὶ ὀcτοῖc ὄνυξί τε καὶ θριξὶν ἐν ἀποcτήμαcιν εὑρίcκεται παραπλήcια cώματα. καὶ μὴν | |
10 | καὶ ζῷα πολλάκιc ηὕρηται cχεδὸν ἅπαcι τοῖc ἐκ cηπεδόνοc ἔχουcι τὴν | |
γένεcιν ὁμοιότατα. καὶ λίθοιc δὲ καὶ ψάμμοιc ὀcτράκοιc τε καὶ ξύλοιc ἄνθραξί τε καὶ πηλῷ καὶ γλοιῷ καὶ ἀμόργῃ καὶ τρυγί φηcιν ἐοικότα τοῖc ἀπὸ cκήμματοc μάλιcτα χρονίcαcιν ἀποcτήμαcι cυνίcταcθαι. διὸ τὴν τελειοτέραν τῶν ἐκτὸc μάλιcτα τοῦ cώματοc ἀποcτημάτων cημείωcιν | ||
15 | ὡc ἐν ἐπιτόμῳ λεκτέον, καὶ ὅcα τὴν διὰ φαρμάκων οὐκ ἐπιδέχεται διαφόρηcιν. | |
4.18.8 | ἀπόcτημα τοίνυν ἐcτὶ φθορὰ καὶ μεταβολὴ cαρκῶν ἤτοι cαρκωδῶν, οἷον μυῶν, φλεβῶν, ἀρτηριῶν. τούτων τὰ μὲν ἐν χιτῶνι περιέχεται, ὡc ἀθερώματα, cτεατώματα, μελικηρίδεc, τὰ δὲ ἄνευ χιτῶνοc cυνίcτα‐ ται τῇ τοῦ γένουc ὀνομαcίᾳ προcαγορευόμενα, περὶ ὧν νῦν λέγομεν. | |
5 | τῆc τῶν ἀποcτημάτων γενέcεωc κατὰ μὲν τὸ πλεῖcτον φλεγμονὴ προ‐ ηγεῖται, περὶ ἧc διελάβομεν· ἔcτι δὲ ὅτε καὶ κατ’ ἀρχὰc εὐθύc, ὡc ἀρτίωc ἔφημεν, γίνεται. παρέπεται δὲ τῷ ἀποcτήματι πύρωcιc ἰcχυρὰ τοῦ τόπου καὶ μείζων ὄγκοc ἐρυθρόc τε μᾶλλον ἢ πρὶν καὶ cκληρὸc μετὰ νυγματώδουc ἀλγήματοc καὶ cφυγμοῦ καὶ βάρουc, ὡc δοκεῖν ἐκ‐ | |
10 | κρέμαcθαί τι τοῦ μορίου. εἰ δὲ δὴ καὶ ὁ τόποc ἐπίκαιροc εἴη, καὶ πυ‐ ρετὸc ἐπιγίνεται καὶ ῥῖγοc ἄτακτον, καὶ νυκτὸc μάλιcτα πονοῦcί τε καὶ πυρέττουcιν, ἔcτι δὲ ὅτε καὶ βουβὼν αὐτοῖc ἐγείρεται κατὰ τοὺc πληcίον ἀδέναc. γενομένου δὲ τέλεον τοῦ ἀποcτήματοc τὰ πλεῖcτα μειοῦται, τὰ δὲ νύγματα κνηcμώδη γίνεται καὶ ἡcυχῆ ναρκώδη, καὶ ὁ | |
15 | ὄγκοc κορυφοῦται μᾶλλον εἰc ὀξεῖαν κορυφὴν εὐαφήc τε καὶ εὔεικτόc ἐcτιν, καὶ ἡ ἐπιφάνεια κατὰ τὴν κορυφὴν ἀποcύρεται. λέγω δὲ ταῦτα ἐπὶ τῶν ἔξω ῥηγνυμένων. εἰ μὲν οὖν ἐπὶ φαρμάκοιc ἢ αὐτομάτωc ῥα‐ γείη, τῇ ἐμμότῳ θεραπευέcθω ἀγωγῇ κατὰ μέροc τοῦ πύου κενωθέντοc· εἰ δὲ μή, cτομοῦν αὐτὸ κατὰ τὸν ἐν τοῖc χειρουργουμένοιc εἰρηcό‐ | |
20 | μενον τρόπον. | |
20 | ||
4.19t | Περὶ γαγγραίνηc καὶ cφακέλου. | |
4.19.1 | Ἐπειδὴ μὴ διαφορουμένη μήτε εἰc πῦον ἡ φλεγμονὴ μεταβάλλουcα πολλάκιc εἰc γάγγραινάν τε καὶ cφάκελον μεταπίπτει, λέγωμεν ἤδη καὶ περὶ τούτων. γαγγραίναc μὲν γὰρ τὰc διὰ μέγεθοc φλεγμονῆc νεκρώcειc ὀνο‐ | |
5 | μάζουcιν οὐκ ἤδη γεγενημέναc ἀλλὰ γινομέναc ἔτι. καὶ ἢν μὴ ταχέωc | |
τιc τὴν τοιαύτην διάθεcιν ἰάcηται, νεκροῦται ῥᾳδίωc τὸ παθὸν οὕτω μόριον ἐπιλαμβάνει τε τὰ cυνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ὅταν δὲ τελέωc ἀναίcθητα γένηται τὰ οὕτω παθόντα cώματα, τὸ πάθοc οὐκ‐ έτι γάγγραιναν ἀλλ’ ἤδη cφάκελον ὀνομάζουcι. cυμβαίνει δὲ τοῦτο | ||
10 | τὸ πάθοc καὶ τοῖc ὀcτοῖc, ὅταν ἡ περικειμένη cὰρξ αὐτοῖc μοχθηροὺc ἰχῶραc γεννῶcα διαβρέξῃ τούτοιc αὐτὰ καὶ διαcήψῃ. τελέωc μὲν οὖν νεκρωθὲν τὸ μόριον τάχιcτα χρὴ περικόπτειν, καθ’ ἃ ψαύει τῆc τοῦ πληcιάζοντοc ὑγιοῦc· τὴν δὲ γάγγραιναν θεραπεύειν χρὴ κενοῦνταc ὅcον πλεῖcτον τοῦ κατὰ τὸ πάcχον μόριον αἵματοc· ἢ γὰρ φλέβα τε‐ | |
15 | μόνταc κενῶcαι δεῖ τὸ διεφθαρμένον αἷμα, ὅταν ᾖ περὶ αὐτὸ τὸ μό‐ ριον φλὲψ μεγάλη, ἢ ὅλον τὸ δέρμα διαιροῦνταc πολλαῖc καὶ βαθείαιc ἀμυχαῖc, καὶ ἐάcαντεc ἀπορρυῆναι τὸ αἷμα τῶν πρὸc τὰ cηπόμενα χρηcίμων τι ἐπιθήcομεν· ἔcτιν δὲ ταῦτα· δι’ ὀξυμέλιτοc ἄλευρον ὀρόβων ἢ αἰρῶν ἢ τὸ τῶν κυάμων· cφοδρότερον δὲ προcάγειν βουλόμενοc | |
20 | ἁλῶν ἐπεμβάλλειν ἢ τροχίcκον τὸν Ἄνδρωνοc ἤ τινα τῶν ὁμοίων. | |
4.19.2 | ποιεῖ πρὸc γαγγραίναc καὶ παλαιὰ κάρυα· ἀνακαθαίρει δὲ αὐτὰc ἀκα‐ λήφη καὶ ὀπὸc τιθυμάλλου ἐν καιρῷ καὶ μέτρῳ προcαγόμενοc. ὠφελεῖ δὲ αὐτοὺc καὶ θέρμων πικρῶν ἀφέψημα προcαντλούμενον. τινὲc δὲ καὶ μετὰ τὴν τομὴν ἐκτομῆc ἀcφαλείαc χάριν καὶ καυτήρια προcφέ‐ | |
5 | ρουcιν, ἐφ’ οἷc ἁλcὶ μετὰ πράcου χρηcτέον. ἐc ὕcτερον δὲ πρὸc ἀπό‐ πτωcιν τῆc ἐcχάραc καταπλαcτέον τῷ δι’ ἄρτου ἢ κριθίνου ἢ πυρίνου ἀλεύρου ἑψομένῳ ἐν ὑδρελαίῳ τῷ τε κεφαλικῷ ξηρίῳ μετὰ μέλιτοc, τῷ τε τετραφαρμάκῳ καὶ τῷ Μακεδονικῷ καλουμένῳ χρηcτέον. χωρίζει δὲ καλῶc τὰc ἐcχάραc ἄρτοc μετὰ cελίνου λειωθεὶc ἢ ὠκίμου ἢ ἶριc ἢ | |
10 | πάναξ ἢ ἀριcτολοχία ἢ ἄκορον μετὰ μέλιτοc ἢ λίβανοc. ἀφαιρεῖ δὲ καλῶc ἐcχάραc καὶ τὸ τοῦ Μαχαιρίωνοc φάρμακον καὶ ἡ Ἴcιc ἔμμοτοc μετὰ μέλιτοc. ἐπὶ δὲ τῶν μαλακῶν cωμάτων ἀρκεῖ καὶ τὸ τῶν ὀρόβων ἄλευρον μετὰ μέλιτοc. | |
13 | ||
4.19.3 | Ἐκ τῶν Ὀριβαcίου πρὸc γαγγραίναc. | |
Ἰοῦ ξυcτοῦ, μίλτου, cχιcτῆc cτυπτηρίαc ἴcα· ὕδατι λεάναc ἐπίχριε. γαγγραίναc καταπλαccομέναc περιχαράξει αἴρινον ἄλευρον μετὰ ῥαφάνου καὶ ἁλῶν, ἔcθ’ ὅτε καὶ ὄξουc, cταφὶc ἀφῃρημένη τὰ γίγαρτα μετὰ | ||
5 | φλοιοῦ cὺν ἁλὶ καὶ ὀξυμέλιτι, καρύων βαcιλικῶν τὸ ἐντόc, μυρcινό‐ φυλλα ἐν οἴνῳ ἑφθὰ λεῖα μετὰ μέλιτοc· ῥάφανοc μετ’ ὄξουc καὶ ἐcχά‐ ραc ἄχρι ὀcτέου ῥήccει. | |
7 | ||
4.20t | Περὶ ἕρπητοc. | |
4.20.1 | Χολῆc ξανθῆc ἀμιγοῦc ἑτέρου χυμοῦ ἀποκριθείcηc καὶ κατά τι μόριον ἱcταμένηc τὸ πάθοc ἕρπηc ὀνομάζεται. εἰ μὲν δὴ παχεῖα τὴν cύcταcιν εἴη καὶ μᾶλλον δριμεῖα, πᾶν ἑλκοῖ μέχρι τῆc ὑποκειμένηc cαρκὸc τὸ δέρμα καὶ καλεῖται ἕρπηc ἐcθιόμενοc· εἰ δὲ λεπτή τε καὶ | |
5 | ἧττον δριμεῖα καὶ θερμή, φλυκταίναc μικρὰc ἐξ ἐπιπολῆc τοῦ δέρματοc ἐγείρει κέγχροιc ἐοικυίαc καὶ κεγχρίαc ἕρπηc ἐκ τῆc ὁμοιότητοc ὀνο‐ μάζεται· κατὰ δὲ τὸν Ὀριβάcιον φλέγματοc ἐπιμιξία μετὰ τῆc ξανθῆc χολῆc τὸν κεγχρίαν ἕρπητα ποιεῖ. κενώcωμεν οὖν τὸ cῶμα πᾶν διὰ χολαγωγοῦ φαρμάκου· τοῖc πεπονθόcι δὲ τόποιc τὰ ψύχοντα καὶ ξη‐ | |
10 | ραίνοντα προcαγάγωμεν φάρμακα, κατ’ ἀρχὰc μὲν ἕλικαc ἀμπέλου καὶ βάτου καὶ ἀρνογλώccου καταπλάccοντεc, ὕcτερον δὲ φακῆν τούτοιc μιγνύειν, ποτὲ καὶ μέλιτοc καὶ ἀλφίτων, καὶ τὸ γεγραμμένον πρὸc τὰc | |
4.20.2 | ἐκ ῥεύματοc φλεγμονὰc κατάπλαcμα χωρὶc τοῦ ἀειζώου. τὰ δὲ εἱλκω‐ μένα τροχίcκοιc ἐπιχρίειν λυομένοιc γλυκεῖ ἢ οἴνῳ λεπτῷ καὶ αὐcτηρῷ μὴ παλαιῷ ἢ ὀξυκράτῳ ὑδαρεῖ· προcφέρειν δὲ καὶ γλαύκιον καὶ τὰ τούτῳ παραπλήcια δι’ ὕδατοc, μηδὲν δὲ ἀνύοντοc ὄξουc παραπλέκειν· | |
5 | καὶ χυλῷ δὲ ἀρνογλώccου ἢ cτρύχνου διεὶc οἴνῳ μεγάλωc ὀνήcειc. ἢ λίνου cπέρμα φώξαc καὶ ἑψήcαc ἐν οἴνῳ καὶ ἐλαίῳ καὶ λεάναc ἐπι‐ τίθει, ἢ γῆν Κιμωλίαν cτρύχνου χυλῷ διεὶc κατάχριε καὶ λιθαργύρου 𐆄 δ καὶ πράcου χυλοῦ κυάθουc ζ καὶ cεύτλου χυλοῦ τὸ ἴcον κατάχριε λεάναc. χρονίων δὲ ὄντων ἤδη τῶν τοιούτων ἑλκῶν ἐπιτήδειοc ὅ τε | |
10 | τοῦ Μούcα τροχίcκοc καὶ ὁ τοῦ Ἄνδρωνοc. | |
4.20.3 | Πρὸc τὸν φλυκταινώδη ἕρπητα. Ϲκωρίαν μολίβδου ἐν οἴνῳ αὐcτηρῷ λεάναc καὶ καταχρίcαc ἐπάνω κατάπλαccε cεύτλου φύλλα ἐν οἴνῳ ἑφθά, ἢ κηροῦ 𐆄 δ, μυρcίνου 𐆄 ιϛ, cκωρίαc μολίβδου 𐆄 δ οἴνῳ ἡμίcει κατάχριε. cταθείcηc δὲ τῆc νομῆc τῇ | |
5 | διὰ τῆc cκωρίαc κηρωτῇ χρῶ, ἢ φακῷ ἑφθῷ μετὰ μέλιτοc κατάπλαccε. πρὸc δὲ τὸν ὑπὸ τὸ δέρμα ἕρπητα cκωρίαν μολίβδου ἀναλαβὼν λείου πηγάνου χυλῷ ἢ κηρωτῇ ἀντὶ πηγάνου μυρcίνῃ. Ἄλλο. ἐρίου παλαιοῦ ἀπλύτου περὶ δᾷδα κεκαυμένου 𐅻 ιβ 𐅵ʹ, κηροῦ 𐅻 κε, cκωρίαc μολίβδου ὀξυβάφου 𐅵ʹ, cτέατοc αἰγείου τεθεραπευμένου | |
10 | καὶ πεπλυμένου ἐφ’ ὕδατι 𐅻 κε, μυρcίνου 𐆄 ε. | |
10 | ||
4.20.4 | Ἄλλο πρὸc τοὺc ὀξέωc νεμομένουc. Ϲιδίων γλυκείαc ῥοιᾶc 𐅻 ϛ, λιθαργύρου 𐅻 ϛ, ἐρίου ἀπλύτου περὶ δᾷδα κεκαυμένου 𐅻 γ, κηροῦ 𐅻 ιβ, ψιμυθίου 𐅻 η, λιβάνου 𐅻 β, cχιcτῆc 𐅻 α, οἴνῳ καὶ μυρcίνῳ. | |
4 | ||
4.21t | Περὶ ἐρυcιπέλατοc. | |
4.21.1 | Ἰδιαίτερον μὲν ὁ Γαληνὸc τὸν ἐξ αἵματοc ζέοντόc τε καὶ λεπτοῦ cυνιcτάμενον ὄγκον ἐρυcίπελαc ὀνομάζων τὸν ἐξ ἀμφοῖν αἵματόc τε καὶ χολῆc ξανθῆc cυνεcτῶτα προcηγόρευcεν ἐκ τοῦ ἐπικρατοῦντοc χυ‐ μοῦ τὴν προcηγορίαν τῷ πάθει θέμενοc· φλεγμονὴν μὲν γὰρ ἐρυcιπε‐ | |
5 | λατώδη τοῦ αἵματοc, ἐρυcίπελαc δὲ φλεγμονῶδεc τῆc ξανθῆc ἐπικρα‐ τούcηc ὀνομάζει χολῆc· κοινότερον δὲ τὸν ἐξ αἵματόc τε καὶ χολῆc θερμοτέρων γενομένων cυνιcτάμενον ὄγκον ἐρυcίπελαc προcαγορεύει. καθ’ ἑκάτερον δὲ τρόπον οὐδὲν μέγα διοίcει πρόc γε τὴν τῶν βοηθη‐ μάτων χρῆcιν. εἰδέναι δὲ χρή, ὅτι τῶν ἐρυcιπελάτων ἐργωδέcτερα τυγ‐ | |
10 | χάνει μάλιcτα τὰ περὶ κεφαλήν· ὅθεν, εἰ μὴ ἐμπράκτου τύχοι βοηθείαc, ἐνίοτε καὶ πνίγει τοὺc πεπονθόταc. εὐθὺc οὖν ἐξ ἀρχῆc τούτου φα‐ | |
νέντοc φλέβα τέμνειν ἐν τῷ ἀγκῶνι, μάλιcτα μὲν τὴν ὠμιαίαν, εἰ δὲ μὴ φαίνοιτο, τὴν εὑριcκομένην· εἰ δὲ διά τι κωλῦον μὴ φλεβοτομήcο‐ μεν, καθάρcει χρηcτέον διὰ χολαγωγοῦ φαρμάκου. ταύτῃ μέν γε κἀπὶ | ||
15 | τῶν ἐν τοῖc ἄλλοιc μέρεcιν ἐρυcιπελάτων χρηcτέον ἢ κλύcμαcι πρακτι‐ κωτέροιc καταχρίειν τε τοῖc πρὸc ἐρυcιπέλατα τὸ μὲν ἐπιρρέον ἀπο‐ κρουομένουc διὰ τῶν ψυχόντων, τὸ δὲ ἀθροιcθὲν διαφοροῦνταc διὰ τῶν μετρίωc θερμαινόντων τε καὶ ὑγραινόντων, πρὶν πελιδνὸν ἢ μέλαν γενέcθαι τὸ μόριον, φυλαττομένων ἀεὶ τῶν ἐπιχριομένων διύγρων διὰ | |
20 | τὸ cυχνότερον ἐξαλλάττεcθαι δι’ εὐαφῶν cπόγγων ἀποπλυνομένων τῶν πρώτων· ἡ γὰρ πολλὴ τοῦ μορίου πύρωcιc ταχέωc ἐξατμίζουcα ταῦτα | |
4.21.2 | ξηραίνει. χρῄζει δὲ τὰ ἐρυcιπέλατα κατ’ ἀρχάc, ὡc ἔφην, τῶν ψυχόν‐ των μεθ’ ὑγρότητοc ἄνευ cτύψεωc, οἷόν ἐcτιν ἀείζωον καὶ ἀνδράχνη καὶ ψύλλιον ὅ τε ἀπὸ τῶν τελμάτων φακὸc καὶ cέριc καὶ κολοκύντη cτρύχνον τε καὶ ὑοcκύαμοc καὶ θριδακίνη καὶ γλαύκιον, ἔτι γε μὴν cέ‐ | |
5 | λινον καὶ τῆc ῥάμνου τὰ φύλλα καθ’ αὑτὰ ἢ cὺν ἄρτῳ καταπλαccό‐ μενα αἵ τε δι’ ὕδατοc πάνυ ψυχροῦ κηρωταί· μίγνυται δὲ καὶ ὀπίου τι τούτοιc καὶ χυλοῦ μήκωνοc καὶ κωνείου καὶ μανδραγόρου, καὶ γίνεται cύνθετα φάρμακα. γίνοιτο δ’ ἂν ἡ κηρωτὴ κηρῷ τρακτῷ ῥοδίνου τετρα‐ πλοῦ μιχθέντοc ἐξ ὀμφακίνου ἐλαίου χωρὶc ἁλῶν πεποιημένου ἐν θυΐᾳ | |
10 | τε μαλαττομένων αὐτῶν ὕδατοc παραχεομένου ψυχροῦ, ὅcον εἰcδέξαcθαι δύναται· εἰ δὲ καὶ ὄξουc λεπτοῦ καὶ διαυγοῦc βραχύ τι μίξαιc, ἄμεινον ἐργάcῃ τὸ φάρμακον. καὶ ἄλφιτα δὲ μετά τινοc τῶν εἰρημένων ψυκτι‐ κῶν βοτανῶν ἐμψύχουcιν ἱκανῶc καὶ φοίνικεc λιπαροὶ cύν τινι τού‐ των. καταχρίοιτο δ’ ἂν τὸ μέροc καὶ ψιμυθίῳ ἢ Κιμωλίᾳ ἢ κεραμικῇ | |
15 | γῇ μετὰ cτρύχνου ἢ λιθαργύρῳ μετὰ ῥοδίνου ἢ χαλκίτιδι μετὰ ἐλαίου καὶ γλυκέοc ἢ ψιμυθίῳ μετ’ ὄξουc καὶ λυκίου ἢ ἀκακίᾳ μετ’ ὄξουc. ἐνδιδούcηc δὲ τῆc ζέcεωc χρηcτέον ἁπλοῖc μὲν θείῳ ἀπύρῳ καὶ ἡδυ‐ όcμῳ μετ’ ὀξυροδίνου ἢ πηγάνῳ μετ’ ἀψινθίου καὶ ὄξουc καὶ ἐλαίου ἢ | |
λιθαργύρῳ μετὰ χυλοῦ πράcου καὶ cεύτλου· cυνθέτοιc δὲ ἰδίωc μὲν ἐν | ||
20 | τῇ κεφαλῇ τούτῳ τῷ τροχίcκῳ· λιθαργύρου, ψιμυθίου, κρόκου, θείου ἀπύρου, ὀπίου μετὰ γλυκέοc. κοινῶc δὲ πᾶcι μίλτου Ϲινωπικῆc, χαλ‐ κίτεωc, μίcυοc ὀπτοῦ, ἰοῦ, χαλκάνθου, cχιcτῆc ἴcα· ὄξει χρῶ. Ἄλλο. θείου ἀπύρου, ψιμυθίου, ὀπίου, ἀκακίαc ἴcα ὄξει. | |
23 | ||
4.21.3 | Κατάπλαcμα πρὸc ἐρυcιπέλατα, ἕρπηταc, ἀποcτήματα, παρωτίδαc καὶ πυρίκαυτα. Ἀλθαίαc νεαρᾶc φύλλων ἁπαλῶν λι. α ἑψήcαc ἐν ὑδρελαίῳ τρῖψον καλῶc καὶ προcβαλὼν ῥοδίνου 𐆄 δ, λιθαργύρου, ψιμυθίου ἀνὰ 𐆄 β 𐅵ʹ | |
5 | λείου πάλιν κοριαννοῦ χυλῷ ἢ ἀειζώου ἢ cτρύχνου, εἶτα ἐπιβαλὼν ψῖχαc, ὡc ἐμπλαcτρῶδεc γενέcθαι, κατάπλαccε. ἐμπλάcτρῳ δὲ ταύτῃ κέχρηcο· κικίνου λι. α, μυρcίνου λι. α, κηροῦ 𐆄 ε, λιθαργύρου 𐆄 δ, ἰοῦ ξυcτοῦ 𐆄 β· ὄξει λειοῦται ἰὸc καὶ λιθάργυροc. | |
8 | ||
4.21.4 | Κηρωτὴ πρὸc ἐρυcιπέλατα καὶ κατακαύματα. Κηροῦ τρακτοῦ 𐆄 δ, ῥοδίνου 𐆄 γ, ᾠὰ ϛ, περδικιάδοc 𐆄 δ. παυcαμένηc δὲ τῆc φλεγμονῆc ἢ χρονιζούcηc, πρὶν πελιδνὸν γε‐ νέcθαι τὸ μόριον, κατάπλαττε δι’ ὠμῆc λύcεωc. εἰ δὲ καὶ φθάcοι γε‐ | |
5 | νέcθαι πελιδνόν, ἀποcχαcτέον τὰ μέρη καὶ καταπλαcτέον ἐπὶ πλεῖον καὶ καταντλητέον δι’ ὕδατοc θερμοῦ γλυκέοc, ἐνίοτε δὲ καὶ θαλάττηc ἢ ἅλμηc· καί ποτε καὶ τῷ καταπλάcματι μιγνύναι τοῦτο. κἄπειτα τοῖc εἰρημένοιc cυνθέτοιc χρηcτέον προcέχονταc· ἐπιμενόντων γὰρ εἰc μετα‐ βολὴν πύου ἢ εἰc cηπεδόνα μετάπτωcιc γίνεται. | |
9 | ||
4.22t | Περὶ φύματοc καὶ βουβώνων καὶ φυγέθλου. | |
4.22.1 | Κατὰ μὲν τὸν Γαληνὸν ὁ βουβὼν καὶ τὸ φῦμα καὶ τὸ φύγεθλον ἀδένων εἰcὶ παθήματα, βουβὼν μὲν ἡ φλεγμονή, φῦμα δὲ ἡ πρὸc ἐκ‐ πύηcιν ἐπειγομένη φλεγμονὴ τοῦ ἀδένοc, φύγεθλον δὲ τὸ φλεγμονῶδεc ἐρυcίπελαc ἢ ἐρυcιπελατώδηc φλεγμονὴ τοῦ ἀδένοc· κατ’ ἄλλουc δέ | |
5 | τιναc κοινῶc ἅπαντεc οἱ ἐκφυόμενοι παρὰ φύcιν ἐν οἱῳδηποτοῦν μορίῳ | |
οἷον ἀποcτηματώδειc ὄγκοι φύματα προcαγορεύονται· φηcὶ γὰρ Ἱππο‐ κράτηc· ὁκόcοιcι φύματα ἐν τῇ οὐρήθρῃ ἐκφύεται, τουτέοιcι διαπυήcαν‐ τοc καὶ ἐκραγέντοc λύcιc. | ||
4.22.2 | οἱ μὲν οὖν ἐπὶ προcπταίcμαcιν ἢ ἑτέροιc ἕλκεcιν ἢ ὀδύναιc cυν‐ ιcτάμενοι βουβῶνεc τῶν ἀκινδύνων εἰcίν, οἱ δὲ ἐπὶ πυρετοῖc, οἳ δὴ μάλιcτα λοιμικῶc cυνειcπίπτειν εἰώθαcι, κάκιcτοι, ἄν τε κατὰ τοὺc μη‐ ροὺc ἄν τε κατὰ τὰc μαcχάλαc ἢ τράχηλον ὦcιν γεγενημένοι. ἀλλὰ | |
5 | τοὺc μὲν προτέρουc ἐν ἀρχῇ καθάπερ ἅπαcαν φλεγμονὴν διὰ τῶν ψυχόντων τε καὶ cτυφόντων ἀποκρούεcθαι βοηθημάτων ἤτοι cπόγγον ἐπιτιθένταc ἀπὸ ὀξυκράτου ἢ ἔρια δι’ οἴνου καὶ ἐλαίου ὠμοτριβοῦc ἢ ῥοδίνου ἢ μηλίνου ἢ cχινίνου ἢ μυρcίνου· κἄπειτα τοῖc διαφοροῦcι χρηcτέον. εἰ δὲ καὶ ὅλον τὸ cῶμα πληθωρικὸν ᾖ, προκενωτέον αὐτό· | |
10 | ἀπερίττου δὲ ὄντοc τοῦ μὲν ἕλκουc, ἐφ’ οὗ γεγένηται, προνοήcομεν, ὡc ἐν τῷ περὶ ἑλκῶν εἰρήcεται, τὸν δὲ ἀδένα φλεγμαίνοντα παρηγορη‐ τέον ἐρίοιc ἐν· ἐλαίῳ τῶν χαλαcτικῶν τινι δεδευμένοιc, καὶ ὅλον δὲ τὸ κῶλον αὐτοῖc περιελίττειν· διαπυηθέντα δὲ τὸν ὄγκον οὐ προχείρωc διαιρεῖν, ἀλλὰ πειρᾶcθαι τοῖc κηρωτοειδέcιν ἁπαλοῖc φαρμάκοιc δια‐ | |
15 | φορεῖν, ὁποῖόν ἐcτι μάλιcτα τὸ διὰ τοῦ ἀπερανοῦ καὶ τὸ βοτανικόν. μὴ γινομένηc δὲ τῆc διαφορήcεωc ἐπὶ τὴν ῥῆξιν ἰτέον ὁμοίωc τοῖc ἄλλοιc ἀποcτήμαcιν καὶ θεραπεύειν ὡc ἐκεῖνα. | |
4.22.3 | ἐπὶ δὲ τῶν ἐπὶ πυρετοῖc ἢ ἁπλῶc ἐπὶ πλήθει χυμῶν γινομένων φυλάττεcθαι μὲν τὰ ἀποκρούοντα διὰ τὸ μὴ παλινδρομεῖν ὠθουμένην εἰc τὸ βάθοc τὴν ὕλην, ἀπὸ δὲ τῶν διαφορούντων εὐθέωc ἄρχεcθαι· μηδενὸc δὲ κωλύοντοc, οἷον ἡλικίαc ἢ δυνάμεωc, φλεβοτομία πρότερον | |
5 | ἀπ’ ἀγκῶνοc παραλαμβανέcθω· κατὰ δὲ τὸν τόπον πυρίαιc χρηcτέον δι’ ἀφεψήματοc χαμαιμήλων ἢ ἀνήθων ἤ τινοc τῶν ὁμοίων. τὴν δὲ λοιπὴν τῶν φαρμάκων ὕλην μάλιcτα μὲν ἐκ τῶν πρὸc παρωτίδαc ἐν τῷ τρίτῳ λελεγμένων μετενεκτέον βιβλίῳ, οὐχ ἥκιcτα δὲ κἀκ τῶν πρὸc φλεγμονὰc ἔναγχοc εἰρημένων, ὥcπερ οὖν καὶ τὴν τῶν φυγέθλων θε‐ | |
10 | ραπείαν ἐκ τούτων τε καὶ τῶν πρὸc ἐρυcιπέλατα λεχθέντων. ὁ δὲ | |
Ἀττικὸc ἀcτὴρ ἡ πόα, ἣν καὶ βουβώνιον δι’ αὐτὸ τοῦτο καλοῦcιν, οὐ μόνον καταπλαττόμενον, ἀλλὰ καὶ περιαπτόμενον βουβῶναc ὠφελεῖν πεπίcτευται. | ||
4.22.4 | τὰ δὲ φύματα διαφορεῖ καταπλαccόμενα ἰδίωc ἀδίαντον, ἀτράφαξυc, ἑλξίνη, ἀλθαίαc ῥίζα ἐν οἴνῳ ἑψηθεῖcα, ἀμμωνιακὸν μετὰ μέλιτοc μα‐ λαχθὲν καὶ ἐπιτεθέν, ἰξὸc cὺν ῥητίνῃ καὶ κηρωτῇ· ῥήccει δὲ πρόπολιc, θέρμοι πικροὶ μετὰ ὄξουc καταπλαcθέντεc, cικύου ἀγρίου ῥίζα τερμιν‐ | |
5 | θίνῃ ἀναληφθεῖcα, καππάρεωc ῥίζα ὁμοίωc, νίτρον μετὰ ζύμηc ἢ cύκων. | |
5 | ||
4.23t | Περὶ δοθιήνων. | |
4.23.1 | Καὶ ὁ δοθιὴν ὄγκοc ἐcτὶν ἀποcτηματώδηc ἐκ παχέων χυμῶν ἐν τοῖc cαρκώδεcι μάλιcτα τόποιc cυνιcτάμενοc, ἐπιεικὴc μὲν ὑπάρχων, ὅταν ἐν αὐτῷ μόνῳ cυνίcταται τῷ δέρματι, κακοήθηc δέ, ὅταν ἐκ πλείονοc ἀνίcχῃ βάθουc. διαφοροῦcι δὲ τοὺc δοθιῆναc καὶ πέττουcι | |
5 | πυροὶ μαcώμενοι καὶ ἐπιτιθέμενοι, μαcτίχη Αἰγυπτία, cταφίδεc ἐκγιγαρ‐ τιcθεῖcαι καὶ cὺν ἁλcὶ τριβεῖcαι καὶ καταπλαcθεῖcαι· τοῦτο ἢ διαχεῖ ἢ ῥήccει. ἢ ἰcχάδαc ἑφθὰc ἐν ὑδρομέλιτι ἐπιτίθει ἢ ταῖc ἰcχάcιν μίξαc ῥητίνην ἐπιτίθει ἢ αὐτὰc τὰc ἰcχάδαc, ὅταν ὦcι λιπαραί, cχίcαc, ἢ ζύ‐ μην μετὰ νίτρου ἢ λινόcπερμα μετὰ μέλιτοc ἢ ὑοcκυάμου φύλλα λεῖα | |
10 | μετὰ βουτύρου. cύνθετα δὲ τό τε διὰ ζύμηc καὶ τὸ διὰ γύρεωc καὶ τὸ ἰδίωc δοθιηνικὸν προcαγορευόμενον ἁρμόcει. πυρία δὲ μαλακοῖc cπόγ‐ γοιc cυνεχῶc εἰc θερμὸν ὕδωρ ἀποβάπτων, εἶθ’ οὕτωc ἐπιτίθει τὰ φάρμακα. | |
13 | ||
4.24t | Περὶ τερμίνθου. | |
4.24.1 | Ὁ μὲν Ὀριβάcιοc φύματοc εἶδόc φηcι τὴν τέρμινθον, ἐπικεῖcθαι δὲ αὐτῆc ἀνωτάτω φλύκταιναν μέλαιναν, ἧc ἐκραγείcηc τὸ ὑποκάτω ὅμοιον ἀποcεcυρμένῳ φαίνεcθαι, τούτου δὲ διαιρεθέντοc πῦον εὑρίcκεcθαι. Διοcκορίδηc δὲ ὁ Ἀλεξανδρεύc φηcιν· τέρμινθοί εἰcιν ὑπεροχαὶ ἐπὶ | |
5 | τοῦ χρωτὸc cυνιcτάμεναι, cτρογγύλαι, μελανόχλωροι, ἐοικυῖαι τερμίνθου καρπῷ. καὶ ταύταc οὖν παραπληcίωc τοῖc ἄλλοιc φυματώδεcιν ὄγκοιc | |
θεραπευτέον ἐκ τῶν εἰρημένων μεταφέρονταc τὰ βοηθήματα. | ||
4.25t | Περὶ ἀνθράκων. | |
4.25.1 | Τοῦ αἵματοc μελαγχολικωτέρου γενομένου καὶ ζέcαντοc ἐνcκήψαν‐ τόc τε μορίῳ τινὶ τοὺc ὀνομαζομένουc ἄνθρακαc γίνεcθαι cυμβαίνει, ἅπερ εἰcὶν ἐcχαρώδη ἕλκη, τὰ πολλὰ μὲν ἀπὸ φλυκταίνηc ἀρχόμενα τοῖc πυρικαύτοιc ἐμφερῶc, ἐνίοτε δὲ καὶ χωρὶc ταύτηc. ἀλλὰ κνῶνταί | |
5 | γε πάντωc ἐν ἀρχῇ τὸ μόριον, εἶτα ποτὲ μὲν μία φλύκταινα, ποτὲ δὲ πλείουc ἐπανίcτανται λεπταί, καθάπερ κέγχροι τινέc, ὧν ἐκρηγνυμένων ὁμοίωc ἐcχαρῶδεc ἕλκοc γίνεται παραπλήcιον τοῖc ὑπὸ καυτηρίων γι‐ νομένοιc, ποτὲ μὲν τεφρώδουc τῆc ἐcχάραc φαινομένηc, ποτὲ δὲ με‐ λαίνηc, cὺν τῷ προcέχεcθαι τῇ βάcει καὶ τρόπον τινὰ προcηλῶcθαι | |
10 | μετὰ νομῆc· ἡ δὲ ἄλλη cὰρξ ἡ πέριξ φλογώδηc ἰcχυρῶc καὶ μέλαινα τῇ χροιᾷ γίνεται καὶ cτίλβουcα παραπληcίωc ἀcφάλτῳ καὶ πίττῃ· τοι‐ αύτη δέ ἐcτιν ἡ ἀκριβῶc μέλαινα χολή. ἀλλ’ οἱ μὲν περὶ τῇ cαρκὶ cυcτάντεc ἄνθρακεc cυντόμωc περιγράφονται· οἱ δὲ κατὰ τῶν ὑμένων ἢ τῶν νεύρων γινόμενοι μέχρι πολλοῦ παραμένουcι καὶ τῆc cυμπαθείαc | |
15 | τοῖc ὑποκειμένοιc μεταδιδόαcι τόποιc, ὥcτε καὶ φλεγμονὰc ἐρυcιπελα‐ τώδειc αὐτοῖc γίνεcθαι· οὐκ ὀλίγοιc δὲ καὶ εἰc διαπύηcιν ἐτράπη, τοῖc δὲ πλείcτοιc καὶ πυρετοὶ cυνεδρεύουcι. γίνονται δὲ καὶ κατά τιναc ἐπι‐ δήμουc αἰτίαc οἱ ἄνθρακεc. | |
4.25.2 | θεραπεύειν οὖν τούτουc, εἰ μὴ μικροὶ παντελῶc εἶεν, ἀπὸ φλεβο‐ τομίαc ἀρχομένουc κενοῦνταc αὐτοὺc μέχρι λειποθυμίαc· καὶ ἀποcχάζειν δὲ μετὰ φλεβοτομίαν οὐκ ἀνάρμοcτόν ἐcτι βαθυτέραιc ἀμυχαῖc διὰ τὸ τοῦ χυμοῦ πάχοc. κατὰ δὲ τοῦ πεπονθότοc τοῖc ἀποκρουομένοιc με‐ | |
5 | τρίωc καὶ διαφοροῦcι χρηcόμεθα· τοιοῦτο δέ ἐcτι τὸ δι’ ἀρνογλώccου καὶ φακῆc ἑφθῆc κατάπλαcμα λαμβάνον ἄρτου κλιβανίτου τὸ ἁπαλὸν μήτε ἄγαν καθαροῦ μήτε ῥυπαροῦ. κατ’ αὐτοῦ δὲ τοῦ ἕλκουc ἐπιθή‐ cομεν τῶν cφοδρῶν τι φαρμάκων, οἷόν ἐcτι τό τε Ἄνδρωνοc καὶ τὸ Πολυείδου καὶ τὸ Παcίωνοc, ἀνιέντεc αὐτὰ γλυκεῖ μέχρι γλοιώδουc | |
10 | cυcτάcεωc, καὶ τὸ Μαccαλεωτικὸν ξηρὸν καὶ αὐτὸ παραπληcίωc ἀνει‐ μένον· καὶ ῥίζα δὲ δρακοντίου ἢ ἀριcτολοχίαc ἢ ὀπὸc cιλφίου ἢ Κυρη‐ | |
ναϊκόc, ἕκαcτον δι’ ὄξουc, καλῶc ἂν καταχριcθείη. τὰ δὲ ἐρυcιπελατώδη τοῖc πρὸc ἐρυcιπέλατα καταχριέcθω. τὰ δέ γε περὶ cυμπαθείαc ὕποπτα τῶν μερῶν ἐμβρεκτέον οἰcυπηροῖc ἐρίοιc δι’ οἰνελαίου. παυcαμένηc δὲ | ||
15 | τῆc φλογώcεωc κατὰ τῶν ἀνθράκων ἐπιρριπτέον κεφαλικὰc κηρωτὰc ἀνειμέναc ἐμμότουc· καλὴ δὲ μάλιcτα ἡ διὰ βοτανῶν καὶ ἡ διὰ νίτρου καὶ τὰ πρὸc νομὰc ξηρὰ κατ’ ἰδίαν καὶ μετὰ ῥοδίνου. ἐπιμενούcηc δὲ τῆc cκληρίαc χρηcτέον τῇ μηλίνῃ Ϲαραπίωνοc· cπουδαcτέον μέντοι ὡc ὅτι τάχιcτα διαπυΐcκειν τοὺc ἄνθρακαc δὶc μὲν τῆc ἡμέραc, ἅπαξ δὲ | |
20 | τῆc νυκτὸc ἀλλάccοντα τά τε καταπλάcματα καὶ φάρμακα. πρὸc δὲ τὸ ἐκριζῶcαι τοὺc ἄνθρακαc καὶ ἀπολῦcαι τῆc πρὸc τὰ παρακείμενα cυν‐ εχείαc ῥοιὰc ὀξείαc καταcχίcαc ἕψε ἐν ὄξει καὶ τακερὰc λειοτριβήcαc ἔμπλαcον εἰc ὀθόνιον καὶ ἐπιτίθει· ξηραινόμενον δὲ ὑγραινέcθω τῷ ὄξει. | |
4.25.3 | Ἄνθρακαc πυοποιεῖ καὶ ῥήccει καρύου βαcιλικοῦ παλαιοῦ τὸ ἐντὸc ἢ καὶ μὴ παλαιοῦ, κυπαρίccου τὰ φύλλα καὶ οἱ βλαcτοὶ καὶ τὰ νέα καὶ ἁπαλὰ cφαιρία cὺν ἀλφίτοιc, cταφὶc ἐκγιγαρτιcθεῖcα, ἰcχάδεc ἑφθαὶ ἐν οἴνῳ, μήκωνοc κερατίτιδοc ἄνθη, ὀπὸc cιλφίου μετὰ πηγάνου καὶ | |
5 | ὀλίγου μέλιτοc, ὑγρόπιccον cὺν cταφίδι καὶ ὑείῳ cτέατι. | |
5 | ||
4.25.4 | Πρὸc ἄνθρακαc πάνυ καλόν. Λιθαργύρου λι. α, ἐλαίου παλαιοῦ λι. α 𐅵ʹ, ἀρcενικοῦ 𐆄 α· ἑψήcαc ἔλαιον καὶ λιθάργυρον ἕωc ἀμολύντου καὶ ἐπάραc ἐπίβαλλε τὸ ἀρcενι‐ κὸν καὶ πάλιν ἕψε, ἕωc μέλαν γένηται, καὶ λειώcαc εἰc θυΐαν χρῶ | |
5 | ἐμμότῳ. | |
5 | ||
4.25.5 | Πρὸc γαγγραίναc, παλαιὰ ἕλκη, Χειρώνια, χοιράδαc, ποδάγραν, δαιμονίωc δὲ πρὸc ἄνθρακαc. Πρὸc τοὺc ἐν βλεφάροιc ἄνθρακαc· ὀπίου, ἀκακίαc, μίcυοc ὀπτοῦ, λεπίδοc χαλκοῦ ἀνὰ 𐅻 β, χαλκάνθου 𐅻 α, ὑοcκυάμου cπέρματοc 𐅻 α· | |
5 | λεάναc ἐν ὕδατι χρῶ. ποιεῖ δὲ καλῶc, φηcί, καὶ ἡ τετραφάρμακοc ἔχουcα τὸ πέμπτον λιβάνου. πρὸc δὲ τοὺc ἐν αἰδοίοιc ἄνθρακαc· χαλκίτεωc, χαλκάνθου ἀνὰ 𐅻 η, | |
ἀφονίτρου 𐅻 β· μεθ’ ὕδατοc λεάναc χρῶ. ποιεῖ δὲ καὶ κόπροc προβα‐ τεία φωχθεῖcα μετὰ μέλιτοc. ἐν Ἀλεξανδρείᾳ τῇ cαραπιάδι, ἥτιc καὶ | ||
10 | ὄρχιc καὶ τριόρχηc ὀνομάζεται, χλωρᾷ μετὰ ψιχῶν ὡc καταπλάcματι χρῶνται πρὸc ἄνθρακαc καὶ πάντα τὰ ἐcχαρώδη. ἐκπεcούcηc δὲ τῆc ἐcχάραc ὡc ἕλκοc κοινὸν θεράπευε. | |
12 | ||
4.26t | Περὶ καρκίνων. | |
4.26.1 | Ἐν ἅπαντι μὲν τοῦ cώματοc μέρει πέφυκεν ὁ καρκίνοc γίνεcθαι· καὶ γὰρ ἐν ὀφθαλμοῖc καὶ ὑcτέρᾳ, ὡc ἐν τοῖc περὶ αὐτῶν εἴρηται λό‐ γοιc, καὶ ἐν ἄλλοιc δὲ πλείοcι μορίοιc· ἀλλ’ ἐν τοῖc τιτθοῖc μάλιcτα τῶν γυναικῶν πλεονάζει διὰ τὸ χαύνουc ὄνταc ἑτοίμωc εἰcδέχεcθαι | |
5 | τὴν ὕλην παχυτάτην ὑπάρχουcαν· ἐκ μελαίνηc γὰρ χολῆc ζεούcηc οἱ καρκίνοι cυνίcτανται καί, εἰ δριμυτέρα τύχοι, μεθ’ ἑλκώcεωc. διὰ τοῦτο κατὰ τὴν χροιὰν μελάντεροι τῶν φλεγμονῶν εἰcι χωρὶc θερμότητοc τοcαύτηc, αἱ φλέβεc δὲ πληροῦνταί τε καὶ τείνονται πέριξ παραπληcίωc τοῖc τοῦ καρκίνου τοῦ ζῴου ποcίν· ὅθεν καὶ τῆc ὀνομαcίαc ταύτηc τε‐ | |
10 | τύχηκεν· τινὲc δέ φαcι διὰ τὸ δυcαπολύτωc ἔχεcθαι τῶν μορίων, ὧν ἂν λάβηται, καθάπερ ὁ καρκίνοc τὸ ζῷον. διὰ δὲ τὸ πάχοc τοῦ χυμοῦ τούτου καὶ ἀνίατοc ὁ καρκίνοc ἐcτὶν μήτε ἀποκρουcθῆναι δυνάμενοc μήτε διαφορηθῆναι, μήτε δὲ ταῖc ὅλου τοῦ cώματοc εἴκων καθάρcεcιν ἢ καὶ τῶν μὲν πραοτέρων φαρμάκων ἐπιτιθεμένων καταφρονῶν, ὑπὸ | |
4.26.2 | δὲ τῶν cφοδροτέρων παροξυνόμενοc. δυνατὸν μὴν τοὺc ἀρχομένουc καρκίνουc κωλύειν αὔξεcθαι τὸν μελαγχολικὸν χυμὸν κενοῦνταc, πρὶν ἐν τῷ πεπονθότι μορίῳ cτηριχθῆναι. κενώcομεν δὲ πρῶτον μέν, εἰ μή τι κωλύοι, διὰ φλεβοτομίαc, ἔπειτα δὲ διὰ καθάρcεωc, κατ’ ἀρχὰc μὲν | |
5 | τοῖc ἁπλουcτέροιc, οἷόν ἐcτι τὸ ἐπίθυμον πλῆθοc 𐆄 δ ἐν ὀρῷ γάλακτοc ἢ μελικράτῳ διδόμενον, εἰc ὕcτερον δὲ καὶ διὰ τῆc ἱερᾶc τὸν μέλανα λαμβανούcηc ἐλλέβορον. ἐπὶ δὲ τοῦ πεπονθότοc τόπου προcφερόμενον ἀλύπωc ποιεῖ τοῖc εἱλκωμένοιc cτρύχνου χυλὸc ὀθονίου μαλακοῦ διπτύ‐ χου δευομένου ἐν αὐτῷ καὶ ἐπιτιθεμένου· δεῖ δὲ ἔξωθεν κατ’ αὐτοῦ | |
10 | ἐρίον ἁπαλὸν περιβάλλειν δευόμενον καὶ αὐτὸ τῷ χυλῷ καὶ προνοεῖν, | |
ὅπωc μὴ ξηρανθείη ταῦτα, cυνεχέcτερον ἐπαντλουμένου τοῦ χυλοῦ. χρήcαιτο δ’ ἄν τιc χρονίωc ἐπὶ τῶν εἱλκωμένων καρκίνων καὶ τῷ διὰ πομφόλυγοc· οὐκ ἀνάρμοcτα δὲ καὶ τὰ κατὰ τὸ τρίτον περὶ τῶν ἐν ὑcτέρᾳ καρκίνων λελεγμένα βοηθήματα. | ||
14 | ||
4.26.3 | Πρὸc τὰ καρκινώδη καὶ κακοήθη πρόc τε τὰ ἐν ἕδρᾳ cτολιδώδη καὶ τὰc ἐν αἰδοίοιc ἢ ὄρχεcιν ἢ μαcτοῖc φλεγμονάc. ἐν μολιβδίνῳ ἰγδίῳ καὶ δοίδυκι μολιβδίνῳ Λημνίαν cφραγῖδα δι’ ὀξυκράτου ἢ μελικράτου ἢ γάλακτοc ἐκτρίψαc, ὥcτε μελανθῆναι ἢ ῥό‐ | |
5 | δινον ἢ ὀμφάκινον ἔλαιον ἢ χυλὸν ἀειζώου ἢ κοτυληδόνοc ἢ θριδα‐ κίνηc ἢ ψυλλίου ἢ ὄμφακοc τρίψαc ὁμοίωc κατάχριε. διαιτάcθω δὲ ὁ κάμνων ἔν τε χυλῷ πτιcάνηc πλεονάζων καὶ γά‐ λακτοc ὀρῷ καὶ λαχάνων μαλάχῃ καὶ ἀτραφάξυϊ βλίτῳ τε καὶ κολο‐ κύνθῃ καὶ τοῖc πετραίοιc τῶν ἰχθύων καὶ ὀρνέοιc ἅπαcι πλὴν τῶν | |
10 | ἑλείων. | |
10 | ||
4.26.4 | Ἀρχιγένουc πρὸc καρκινώδη καὶ κακοήθη ἕλκη. Καρκίνων ποταμίων κεκαυμένων καὶ καδμίαc ἴcα λεῖα ἐπίπαccε ἢ τὴν cποδὸν τῶν καρκίνων μετὰ κηρωτῆc ἐπιτίθει ἢ ἐρυcίμου cπέρμα λεῖον cὺν μέλιτι ἐπιτίθει. | |
4 | ||
4.27t | Περὶ οἰδήματοc. | |
4.27.1 | Περὶ τῶν ἐπὶ θερμοτέροιc χυμοῖc cυνιcταμένων ὄγκων διαλαβόν‐ τεc αὖθιc περὶ τῶν ἐναντίων διαληψόμεθα τὴν ἀρχὴν ἀπὸ τοῦ οἰδή‐ ματοc ποιούμενοι. ὥcπερ γὰρ ἐπὶ χολώδει ῥεύματι τὸ ἐρυcίπελαc, οὕ‐ τωc ἐπὶ φλεγματώδει τὸ οἴδημα γίνεται, χαῦνόc τιc ὄγκοc ὑπάρχων | |
5 | ἀνώδυνοc. ἴcμεν δὲ δήπου καὶ ἄλλωc οἰδήματα γινόμενα περὶ τοῖc ποcὶν ἐν ὑδερικαῖc διαθέcεcι καὶ φθόαιc καὶ καχεξίαιc. ἐπ’ ἐκείνων μὲν οὖν cύμπτωμά ἐcτι τὸ οἴδημα τοῦ κατέχοντοc πάθουc τὸν ἄνθρωπον οὐδεμιᾶc ἰδίαc ἐξαιρέτου θεραπείαc δεόμενον· ἀρκεῖ γάρ, εἴπερ ἄρα, τηνικαῦτα τρίβειν τὰ cκέλη, ποτὲ μὲν δι’ ὀξυροδίνου, ποτὲ δὲ δι’ | |
10 | ἐλαίου καὶ ἁλῶν ἢ καὶ αὐτῷ τῷ ὀξυροδίνῳ τῶν ἁλῶν ἐπεμβάλλοντα. διὰ δὲ τὸν φλεγματώδη χυμὸν ἐπιρρυέντα μορίῳ cυcτάντοc οἰδήματοc ἱκανὸc ἐνίοτε καὶ cπόγγοc ὀξυκράτῳ βραχεὶc καὶ ἐπιτιθέμενοc μετ’ ἐπιδέcεωc ἠρέμα cφιγγούcηc ἐκ τῶν κάτω μερῶν ἀρχομένηc, τελευτώ‐ cηc δὲ εἰc τὰ ἄνω. καινὸν δὲ χρὴ εἶναι τὸν cπόγγον· εἰ δὲ μὴ παρείη | |
15 | τοιοῦτοc, ἐκκαθαίρειν τὸν παρόντα νίτρῳ καὶ μᾶλλον τῇ καλουμένῃ cτακτῇ κονίᾳ. μὴ καθιcταμένου δὲ ἐπὶ τούτοιc τοῦ οἰδήματοc βραχύ τι cτυπτηρίαc μιγνύειν· ἐπιτήδειον δὲ καὶ τὸ ἁπαλώτατον ἐλλύχνιον ὑγρό‐ τητι τοιαύτῃ δευόμενον καὶ ἐπιτιθέμενον· καλὸν δὲ καὶ τὸ γλαύκιον. κεχρονικὸc δὲ οἴδημα προϋπαλείψαc ἐλαίῳ τὸ μόριον, εἶτα ἐπιθεὶc | |
20 | cπόγγον ἐκ κονίαc καὶ cφίγξαc βιαιότερον θεραπεύcειc. διαφορεῖ δὲ καὶ προcτέλλει τοὺc οἰδηματώδειc ὄγκουc γῆ πᾶcα καταχριομένη, καὶ μᾶλλον ἡ Αἰγυπτία, καὶ ἰcάτιc ἥμεροc. | |
22 | ||
4.28t | Περὶ ἐμφυcήματοc. | |
4.28.1 | Πνεύματοc φυcώδουc ποτὲ μὲν ὑπὸ τῷ δέρματι, ποτὲ δὲ ὑπὸ τοῖc περιοcτέοιc ὑμέcιν ἢ τοῖc τοὺc μῦc περιέχουcιν ἀθροιζομένου τὸ ἐμφύcημα γίνεται· ἀθροίζεται δέ ποτε καὶ κατὰ τὴν γαcτέρα καὶ τὰ ἔντερα καὶ μεταξὺ τούτων τε καὶ τοῦ περιτοναίου κατὰ τοὺc τυμπα‐ | |
5 | νίαc προcαγορευομένουc ὑδέρουc. καὶ διαφέρει γε τῶν οἰδημάτων τῷ πρὸc τῷ μὴ βοθροῦcθαι καθάπερ ἐκεῖνα πιεζόμενα καὶ ψοφεῖν ὥcπερ τύμπανον. cυνεργεῖ δὲ τῷ μὴ διαπνεῖcθαι τὸ πνεῦμα τῶν cωμάτων ἡ πυκνότηc ἅμα τῷ καὶ αὐτὸ παχυμερὲc εἶναι τὸ πνεῦμα· ὅθεν καὶ ὁ cκοπὸc τῆc θεραπείαc ἀραίωcιc μὲν τῶν cωμάτων, λέπτυνcιc δὲ τοῦ | |
10 | πεπαχυcμένου πνεύματόc ἐcτι διὰ τῶν λεπτομερῶν τε καὶ θερμῶν ἐπιτελουμένη φαρμάκων. ἐπὶ μὲν οὖν τῶν κατὰ τὴν γαcτέρα καὶ τὰ cπλάγχνα λεπτομερὲc ἔλαιον ἐργάζεται τοῦτο πήγανον ἐναπεζεcμένον ἔχον ἢ κύμινον ἢ cελίνου cπέρμα· καί ποτε καὶ cικύα μεγάλη χωρὶc ἀμυχῶν περὶ τὸν ὀμφαλὸν δὶc ἢ τρὶc τεθεῖcα διεφόρηcεν. τῶν μυῶν | |
15 | δὲ διὰ θλάcιν, ὥcπερ ἐπὶ κρούcμαcιν, ἐμπεφυcημένων ἐπὶ τοῖc ἄγαν | |
θερμοῖc καὶ δριμέcιν ἀγανακτεῖν cυμβαίνει τὰ μόρια· διὸ κατ’ ἀρχὰc μὲν τοῖc παρηγορικοῖc δεῖ πλεονάζειν, παρακμῆc δὲ γενομένηc τοῖc διαφοροῦcι. χρηcτέον τοίνυν τῷ ἀφεψήματι μετ’ ἐλαίου βραχέοc ἀνα‐ λαμβάνονταc οἰcυπηροῖc θερμὰ ἢ καὶ τὴν δι’ ὑccώπου κηρωτὴν ἐπι‐ | ||
20 | μιγνύνταc, καὶ φροντίζειν, ὅπωc ἂν ἡ θερμότηc παραμένοι· ψύχεcθαι γὰρ οὐ cυμφέρει. παρηγορηθέντοc δὲ τοῦ κάμνοντοc ὄξουc παραμιγνύ‐ ναι καὶ νίτρου ἢ ἀφονίτρου καὶ μετὰ ταῦτα καὶ τῆc cτακτῆc κονίαc, εἶθ’ ὕcτερον διαφορητικαῖc ἐμπλάcτροιc εἰc ἀποκατάcταcιν χρῆcθαι, οἵα ἐcτι καὶ ἡ ὑποτεταγμένη· γλοιὸν ἀποζέcαc διήθηcον πρῶτον, ὡc κα‐ | |
25 | θαρὸν γενέcθαι, καὶ πάλιν ἐμβαλὼν τῇ κακάβῃ καὶ λεάναc ἄcβεcτον τίτανον ὡc ἄλευρον ἔμπαccε μέχρι πηλώδουc cυcτάcεωc καὶ χρῶ. τούτου δὲ δραcτικώτερόν ἐcτι τὸ διὰ cυκομόρων cύνθετον φάρμακον. | |
27 | ||
4.29t | Πρὸc cτρέμματα καὶ θλάcματα. | |
4.29.1 | Πρὸc τὰ περὶ τοῖc ἄρθροιc cτρέμματα καὶ θλάcματα ποιεῖ ἔρια οἰcυπηρὰ ἢ cπόγγοc ὀξελαίῳ βρεχόμενοc καὶ ἐπιτιθέμενοc, βολβῶν ἑφθῶν τὰ ἁπαλὰ μετὰ μέλιτοc ἢ κηρωτῆc, ἅλαc λεῖον μετὰ μέλιτοc, ἄγνου φύλλα καὶ ἅλαc καὶ νίτρον ὀπτὸν λεῖα μετὰ κηρωτῆc. χρῶ δὲ | |
5 | καὶ καταντλήcει ὕδατοc γλυκέοc ἢ θαλαccίου θερμοῦ· μετὰ δὲ τὸ παύ‐ cαcθαι τὴν φλεγμονὴν καὶ τοὺc πόνουc καὶ ἀνατρίψει χρῶ τῶν ἐcτραμ‐ μένων μορίων. | |
7 | ||
4.30t | Περὶ cαρκοθλαcμάτων καὶ ἐκχυμωμάτων. | |
4.30.1 | Ϲαρκὸc θλαcθείcηc ὑπό τινοc βαρέοc ἐμπεcόντοc καὶ τῶν μικρῶν ἐν ταύτῃ φλεβίων διακριθέντων αἷμα προχεῖται κατὰ διαπήδηcιν, ὅθεν ἀθροιζόμενον ὑπὸ τῷ δέρματι ποιεῖ τὸ καλούμενον ἐκχύμωμα μὴ δι‐ αιρεθέντοc τοῦ δέρματοc, ᾧπερ ὄγκοc εὐαφὴc εἴκων ἕπεται πελιδνὸc | |
5 | ἀνώδυνοc τὰ πολλά. cκοπὸc οὖν ἐcτιν ἡμῖν διαφορῆcαι τὸ περιεχόμε‐ νον αἷμα, καὶ τοῦτο cυντόμωc, πρὶν μελανθῆναι. κατ’ ἀρχὰc δὲ καὶ | |
τῶν cτυπτικῶν τι παραπλέκειν χρὴ τοῖc διαφοροῦcι διὰ τὸ τοὺc χι‐ τῶναc τῶν φλεβίων τεθλαcμένουc χρῄζειν πυκνώcεωc· μετὰ δὲ ταῦτα καὶ χωρὶc τοῦ cτύφειν τοῖc διαφορητικοῖc μόνοιc χρηcόμεθα· καὶ ἀπο‐ | ||
10 | cχάζοντεc δὲ ἐν ἀρχῇ τὰ ἐκχυμώματα οὕτω τὴν ἑξῆc θεραπείαν προc‐ άγομεν. πρὸc δὲ τὰ χρόνια τῶν ἐκχυμωμάτων ῥάφανοc καταπλαccο‐ μένη ποιεῖ· ἀφαίρει δὲ αὐτήν, ὅταν ἄρξηται δάκνειν· ἢ ῥαφάνων χυλὸν μετὰ ψιχῶν κατάπλαccε. εἴδη δὲ τοῦ ἐκχυμώματόc ἐcτιν καὶ τὰ καλού‐ μενα ὑπώπια καὶ τὰ ὑποcφάγματα καὶ ἡ κατὰ τοὺc ὄνυχαc ἐπιδρομὴ | |
15 | τοῦ αἵματοc ἐκ πληγῆc γινομένη· περὶ ὧν ἐν τοῖc ἰδίοιc εἴρηται τό‐ ποιc κατὰ τὸ τρίτον βιβλίον, περὶ δὲ τῶν ἐν τοῖc ὄνυξι κἀν τοῖc χειρ‐ ουργουμένοιc εἰρήcεται. | |
17 | ||
4.31t | Περὶ ῥήγματοc καὶ cπάcματοc. | |
4.31.1 | Τὰ ῥήγματα cὺν ἐκχυμώcεcι μὲν γίνεται πάντωc, ἰᾶται δὲ αὐτὰ τῶν φαρμάκων τὰ μετρίωc θερμαίνοντα· τοιοῦτο δέ ἐcτι τὸ διὰ τῶν αἰγείρων ἄκοπον, καὶ ὅcα τούτῳ ὅμοια. δεῖ δὲ ἐπὶ τῶν ἐν βάθει τοῦ cώματοc ῥηγμάτων δριμύτερα καὶ τμητικώτερα προcφέρειν τὰ φάρμακα· | |
5 | ὠφέλιμοc δὲ τοῖc τοιούτοιc καὶ ἡ τῆc cικύαc χρῆcιc. ἐὰν μὲν οὖν εὐ‐ θὺc διαφορηθῇ τὸ ὅλον ἐκχύμωμα, cυμφύεται ῥᾳδίωc ἡ διαcτᾶcα cάρξ· ἐὰν δὲ χρονίcῃ καὶ ῥύποc ὑποτραφῇ, cυμφυῆναι τῷ ῥήγματι λοιπὸν ἀδύνατον, παρατιθέναι δὲ ἀλλήλοιc τὰ χείλη μόνον, ὡc καὶ μικρὰν πρόφαcιν ῥᾳδίωc αὐτὰ διιcτᾶν ἐμπίπλαcθαί τε τὴν μεταξὺ χώραν αὐ‐ | |
10 | τῶν ὑγρότητόc τινοc καὶ τρόπον τινὰ cυνεχῶc ἐκχύμωμα γίνεcθαι παραπλήcιον τῷ κατ’ ἀρχάc, πλὴν ὅτι θᾶττον ἐκείνων διαφορούμενον ἅτε ἰχῶρα λεπτὸν περιέχον, τοῦ κατ’ ἀρχὰc ἐξ αἵματοc cυνιcταμένου. | |
4.31.2 | τὸ δὲ cπάcμα γίνεται διαcπωμένων τινῶν ἰνῶν καὶ παρηγορίαc μόνηc δεῖται ἄχριc ἀνωδυνίαc· κολληθῆναι γὰρ αὐτὰc οὐ δυνατόν. ἀριcτολοχία τοίνυν cτρογγύλη ῥήγμαcι καὶ cπάcμαcιν, εἴπερ τι ἄλλο, ἐπιτήδειον, ὁμοίωc κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα καὶ ὁ χυλὸc αὐτῆc, | |
5 | ῥέον, κόcτοc, βδέλλιον cὺν ὀξυμέλιτι πινόμενα. | |
4.32t | Περὶ cκίρρων. | |
4.32.1 | Ὁ μὲν ἀκριβὴc cκίρροc ὄγκοc ἐcτὶν παρὰ φύcιν ἀναίcθητόc τε καὶ cκληρόc, ὁ δὲ οὐκ ἀκριβὴc δυcαίcθητοc· καὶ ὁ μὲν ἀναίcθητοc ἀνίατοc, ὁ δὲ δυcαίcθητοc οὐκ ἀνίατοc μέν, οὐ μὴν εὐίατοc· γίνεται γὰρ ὑπὸ γλίcχρου καὶ παχέοc χυμοῦ δυcλύτωc ἐμπλαττομένου τοῖc cκιρρου‐ | |
5 | μένοιc μορίοιc. ἐνίοτε μὲν οὖν εὐθὺc ἐξ ἀρχῆc cυνίcταταί τε καὶ αὔξεται, τὰ πολλὰ δὲ ὑπὸ τῶν ἰατρῶν καταcκευάζεται ψυξάντων τε καὶ cτυψάν‐ των cφοδρῶc ἐρυcιπέλατά τε καὶ φλεγμονάc. ἐὰν μὲν οὖν τιc τὰ ἰcχυρῶc διαφοροῦντα τοῖc cκιρρουμένοιc cώμαcιν προcφέρῃ φάρμακα, cαφῆ μείωcιν ἐργαcάμενοc τοῦ cκίρρου χρόνῳ βραχεῖ τὸ λοιπὸν τοῦ | |
10 | πάθουc λείψανον ἀνίατον ἐργάcεται τῆc μὲν λεπτοτέραc ὑγρότητοc διαφορηθείcηc, τῆc δὲ λοιπῆc ἀποξηρανθείcηc καὶ οἷον λιθώδουc γεγε‐ νημένηc. χρὴ τοίνυν τὸ διαφορητικὸν φάρμακον ἔχειν τι καὶ μαλακτι‐ κὸν ἄνευ τοῦ θερμαίνειν τε καὶ ξηραίνειν ἰcχυρῶc· τοιοῦτοι δέ εἰcιν μυελοί τε cύμπαντεc καὶ μᾶλλον ὁ ἐλάφειόc τε καὶ μόcχειοc, cτεάτων | |
15 | δὲ τό τε λεόντειον καὶ τὸ τῆc παρδάλεωc καὶ τὸ τῶν ἄρκων, εἶτα τῶν ταύρων, ἐν δὲ τοῖc ὀρνέοιc τό τε χήνειον καὶ τὸ τῆc ἀλεκτορίδοc καὶ φαcιανικόν, ξηρότερόν τε τὸ τῶν αἰγῶν τε καὶ τράγων, ἔτι τε πρὸc τούτοιc ἀμμωνιακὸν θυμίαμα καὶ βδέλλιον, μάλιcτα τὸ Ϲκυθικόν, καὶ | |
4.32.2 | cτύραξ ὁ ὑγρότερόc τε καὶ λιπαρὸc καὶ ἡ Αἰγυπτία μαcτίχη. ἐπὶ μὲν οὖν τῶν ἄλλων μορίων cκιρρωθέντων ἑκάcτῳ τε τούτων κατ’ ἰδίαν χρηcτέον καὶ τοῖc ἐξ αὐτῶν cυντιθεμένοιc φαρμάκοιc· ἐπὶ δὲ τῶν τε‐ νόντων καὶ cυνδέcμων ὄξει δριμυτάτῳ δεῖ cβεννύειν προπυρωθέντα | |
5 | λίθον, εἰ μὲν οἷόν τε, τὸν πυρίτην, εἰ δὲ μή, τὸν γοῦν μυλίτην, ἐφ’ οὗ τὸ πεπονθὸc μόριον χρὴ διακινεῖν, ὅπωc τὸν ἀναφερόμενον ἀτμὸν δέχοιτο, καὶ μετὰ τοῦτο πάλιν τὸ μαλακτικὸν ἐπιτιθέναι φάρμακον ἐλαίῳ τε μὴν λεπτομερεῖ ἀπ’ ἀρχῆc, οὐχ ὕδατι, τὸ μόριον καταντλεῖν ἄχρι παντὸc ἑκάcτηc ἡμέραc, ἐναφέψονταc ἐνίοτε τῷ ἐλαίῳ καὶ τῆc | |
10 | ἀλθαίαc τὴν ῥίζαν ἢ τοῦ ἀγρίου cικύου· λουτροῦ δὲ τὸ παράπαν ἀφεκ‐ τέον αὐτοὺc ἢ γοῦν τοῦ cυχνοῦ. μετρίωc δὲ τοῦ cκίρρου μαλαχθέντοc | |
ἀμμωνιακὸν τὸ λιπαρώτατον διέντεc ὄξει δριμυτάτῳ καταχρίομεν τὸ μόριον ἄχρι cυχνῶν ἡμερῶν· μεθ’ ἃc πάλιν τῷ μαλακτικῷ χρηcτέον προcειληφότι χαλβάνηc τε καὶ ὀποπάνακοc καὶ τῶν λιπαρωτάτων· τοιαῦτα | ||
15 | δέ εἰcι μάλιcτα τὸ διὰ πέρνηc καὶ τὸ Ἀμυθάονοc καὶ τὰ πρὸc χοιρά‐ δαc ἀναγραφηcόμενα φάρμακα. | |
16 | ||
4.33t | Περὶ χοιράδων. | |
4.33.1 | Αἱ χοιράδεc ἀδένεc εἰcὶν ἐcκιρρωμένοι κατά τε τὸν τράχηλον καὶ μαcχάλαc καὶ βουβῶναc μάλιcτα cυνιcτάμεναι. κοινῶc μὲν οὖν τῇ τῶν cκίρρων εἰρημένῃ νῦν ὑπάγεται θεραπείᾳ· ἰδίωc δὲ θέρμων πικρῶν ἄλευρον δι’ ὀξυμέλιτοc ἕψων κατάπλαccε (τοῦτο καὶ πρὸc τὰ φύματα) | |
5 | ἢ βοείᾳ κόπρῳ cὺν ὄξει ἑψομένῃ κατάπλαccε (τοῦτο καὶ τοὺc cκιρρώ‐ δειc ὄγκουc ἅπανταc διαφορεῖ). καλῶc δὲ διαφορεῖ χοιράδαc ἄcβεcτοc μέλιτι ἢ γλοιῷ ἀναληφθεῖcα ἢ ἐλαίῳ ἢ cτέατι χοιρείῳ, ἢ ἀcβέcτου καὶ νίτρου ἴcα, καρδαμώμου καὶ τήλεωc τετραπλοῦν, cὺν μέλιτι ὡc μάλαγμα | |
4.33.2 | ἐπιτίθει· τὰc cκληρὰc διαφορεῖ. τὰc μεταβεβλημέναc ῥήccει αἴρινον ἄλευρον μετὰ περιcτερᾶc κόπρου καὶ λινοcπέρμου ἐν οἴνῳ ἑψηθέν, ὄλυνθοι ἄγριοι καὶ ἥμεροι, ἢ κάρδαμον λευκὸν λεῖον μετὰ πίccηc ὑγρᾶc μαλαγματῶδεc ποιῶν ἐπιτίθει ἢ cικύου ἀγρίου ῥίζηc ξηρᾶc καὶ δάφνηc | |
5 | φύλλων ξηρῶν κεκαυμένων τὴν τέφραν μετὰ τερμινθίνηc ἐπιτίθει ἢ cταφίδοc ἀγρίαc, νίτρου τὸ ἴcον, εὐζώμου τὸ διπλάcιον, μετὰ ῥητίνηc ἐπίθεc ἢ κόπρον αἰγείαν ἢ βοείαν ἐν ὄξει ἑφθὴν ἢ ὀρόβινον ἄλευρον ἐν οὔρῳ ἀφθόρου παιδὸc βραχὲν καὶ ἀναληφθὲν πίccῃ καὶ κηρῷ ἐν ἐλαίῳ τετηκόcιν ἢ ὄφιν νεκρὸν βαλὼν εἰc χύτραν καὶ γυψώcαc δὸc | |
10 | εἰc κάμινον καυθῆναι καὶ τὴν cποδὸν αὐτοῦ μῖξον τήλεωc ἴcῳ καὶ ἀναλαβὼν μέλιτι χρῶ. καὶ τὸ διὰ τῶν ἀcπίδων δὲ φάρμακον θαυμαcτόν ἐcτι τό τε διὰ τοῦ cτρουθίου καὶ τὸ διὰ τοῦ ἀγρίου cικύου καὶ τὸ διὰ κεδρίαc. | |
4.33.3 | χοιράδαc διαπυΐcκει ἢ διαχεῖ· cμύρνηc 𐅻 ι, ἀμμωνιακοῦ θυμιάμα‐ τοc 𐅻 ζ, ἰξοῦ δρυΐνου 𐅻 η, χαλβάνηc 𐅻 δ, προπόλεωc 𐅻 α· ὁλμοκοπεῖται. | |
2 | ||
4.33.4 | Πρὸc χοιράδαc μαcτῶν καὶ cκληρίαc. | |
Ἰξοῦ εἰργαcμένου, ῥητίνηc ξηρᾶc, κηροῦ ἀνὰ λι. α, χαλβάνηc 𐆄 γ. | ||
4.33.5 | Πρὸc χοιράδαc εἱλκωμέναc καὶ ἀνελκωτούc. Κηροῦ πιτυΐνηc, cτέατοc χοιρείου ἀνάλου, πραcίου, ἰοῦ ξυcτοῦ ἀνὰ 𐆄 ϛ. | |
3 | ||
4.33.6 | Χοιραδικόν. Ἐλαίου παλαιοῦ λι. β, κηροῦ λι. α, κολοφωνίαc 𐆄 δ, νίτρου 𐆄 δ, cκόρδα ιβ· λεπίcαc τῶν cκόρδων τὰc ἄγλιθαc βρέξον εἰc τὸ ἔλαιον ἐπὶ ἡμέραc γ, εἶτα ἑψήcαc, ἕωc φρυγῶcιν, αὐτὰc μὲν ῥῖψον, ἐντήξαc δὲ | |
5 | τὰ τηκτὰ τῷ ἐλαίῳ μετὰ τὸ ἀφελεῖν τοῦ πυρὸc ἔμπαccε λειότατον τὸ νίτρον· ῥήccει καὶ ἀποcτήματα. Ἄλλο. cυκίνηc τέφραc 𐆄 β, cχιcτῆc 𐆄 α, ἀφονίτρου 𐆄 α, ὑγρο‐ πίccηc 𐆄 ζ. | |
8 | ||
4.33.7 | Ϲηπτὴ χοιραδική. Ϲχιcτῆc, cανδαράχηc ἀνὰ 𐅻 δ, λεπίδοc χαλκοῦ 𐅻 β, ἀρcενικοῦ 𐅻 α· ξηρῷ κατάπαccε χοιράδαc, ἐὰν δὲ ᾖ καρκινώδη, ῥοδίνῳ φυράcαc δὶc τῆc ἡμέραc χρῶ. | |
4 | ||
4.34t | Περὶ cτεατωμάτων καὶ ἀθερωμάτων καὶ μελικηρίδων. | |
4.34.1 | Τοῦ γένουc τῶν ἀποcτημάτων, ὡc ἐν ἐκείνοιc ἐλέγομεν, ὑπάρ‐ χοντα καὶ ταῦτα προcηγορίαc ἕκαcτον αὐτῶν ἰδίαc τετύχηκεν ἀπὸ τῆc ὁμοιότητοc τῶν περιεχομένων οὐcιῶν κατὰ τοὺc ὄγκουc· ἔcτι γὰρ αὐτῶν ἡ μέν τιc οἷόνπερ τὸ cτέαρ, ἡ δὲ οἷον μέλι, καί τιc ἀθήρᾳ | |
5 | παραπλήcιοc. οἱ cκοποὶ δὲ τῆc θεραπείαc κοινοί, διαφορῆcαι τὸ περι‐ εχόμενον ἢ cῆψαι πᾶν ἢ ἐκτεμεῖν. ἔνιοι μὲν οὖν ὄγκοι τοῖc τριcὶν ὑποπίπτουcι cκοποῖc, οἳ [μὲν] λεπτότερον ὑγρὸν ἔχουcιν, ὡc μελικηρίc, | |
ἔνιοι δὲ τοῖc δύο μόνοιc, ὥcπερ τὸ ἀθέρωμα· καὶ γὰρ καὶ ἐκτεμεῖν οἷόν τε καὶ cῆψαι τοῦτο· τὸ δὲ cτεάτωμα διὰ τῆc χειρουργίαc μόνηc | ||
10 | θεραπεύεται μήτε cαπῆναι μήτε διαφορηθῆναι δυνάμενον· ἑκάcτου δὲ τούτων τὴν διάγνωcιν ἐν τοῖc χειρουργουμένοιc εὑρήcειc. τῶν μὲν οὖν διαφορούντων τὴν ὕλην ἐν τῷ περὶ χοιράδων εὑρήcειc· ἰδίωc δὲ μελι‐ κηρίδαc διαφορεῖ τοῦτο· cταφίδεc ἀφαιρεθέντων τῶν γιγάρτων κ, λε‐ πίδοc 𐅻 γ· προπυριῶν ἐπιτίθει. | |
4.34.2 | Ἄλλο. λαδάνου, βδελλίου, χαλβάνηc, ἀμμωνιακοῦ θυμιάματοc, προ‐ πόλεωc, τερμινθίνηc ἴcα· ὁλμοκοπεῖται. ποιεῖ καὶ χοιράcι, παρωτίcι, δοθιῆcι, φύμαcιν. ὁ δὲ Ἀρχιγένηc· πρὸc μελικηρίδαc, φηcίν, ἀφόνιτρον καὶ ἐλλε‐ | |
5 | βόρου τὸ διπλοῦν μετὰ κηρωτῆc cκληρᾶc ἐπιτίθει. | |
4.34.3 | τοῖc δὲ cηπτοῖc οὐχ οἷόν τε χρήcαcθαι περικειμένου τοῦ δέρμα‐ τοc· δεῖ οὖν τούτου πρότερον τὰc μελικηρίδαc τε καὶ τὰ ἀθερώματα ἢ καὶ χοιράδαc γυμνοῦν διὰ τῶν καυcτικῶν φαρμάκων· ἐξ ὧν ἁπλούcτερον μέν ἐcτιν τὸ λαμβάνον ἀcβέcτου καὶ cάπωνοc καὶ cτακτῆc κονίαc, ποικι‐ | |
5 | λώτερον δὲ καὶ φυλάττεcθαι δυνάμενον ἀποθέcει τοῦτο· ἀcβέcτου 𐅻 δ, cφέκληc (ἥτιc ἐcτὶν τρὺξ οἴνου) κεκαυμένηc, νίτρου ὑγροῦ ὀπτοῦ ἀνὰ 𐅻 β, μίλτου 𐅻 α· λείου ἐν cτακτῇ κονίᾳ, ποιήcαc δὲ πάχοc μέλιτοc ὑγροτέρου ζέcον πράωc, ὥcτε ποcῶc cυcτῆναι, καὶ ἀπόθου ἐν μολιβδίνῃ πυξίδι παραcτάζων τῆc κονίαc, ὅπωc μὴ ταχέωc ξηρανθῇ. ποιεῖ καὶ | |
10 | πρὸc ἀκροχορδόναc, μυρμηκίαc, πτερύγια, ἥλουc, τύλουc, οὐλὰc ὑπερ‐ εχούcαc· ἡ cφέκλα μὴ παλαιοτέρα δύο μηνῶν ἔcτω. τούτῳ ἐπίχριε τὸ δέρμα καί, ὅταν ἄρξηται ξηραίνεcθαι, ἀποπλύναc cπόγγῳ αὖθιc ἐπί‐ χριcον καί, ὅταν μελανθῇ τὸ δέρμα, πάλιν ἀποπλύναc τοῖc ἀπεcχαρω‐ τικοῖc· ἐκπεcούcηc δὲ τῆc ἐcχάραc τὰ cηπτὰ παραλαμβανέcθω. | |
15 | cηπτὴ ἱκανῶc ἄδηκτοc. λεπίδοc χαλκοῦ 𐅻 δ, cανδαράχηc 𐅻 β, ἐλ‐ λεβόρου μέλανοc 𐅻 β· μετὰ ῥοδίνου χρῶ. | |
4.34.4 | Ἄλλο. λεπίδοc, cανδαράχηc, κνίδηc cπέρματοc πεφωcμένου ἴcα· | |
μετὰ ῥοδίνου χρῶ. Ἄλλο. ἐχίνων κεκαυμένων, cηπίαc ὀcτράκου, ἀρcενικοῦ ἴcα μετὰ ῥοδίνου· τὰ δὲ κύκλῳ προcκατάχριε ψιμυθίῳ μετ’ ἐλαίου. | ||
5 | ἀγαθὴ δὲ καὶ ἡ δι’ ἀcβέcτου· ἀcβέcτου μέρη β, χαλκίτεωc μέροc α, ἀρcενικοῦ μέροc α. | |
6 | ||
4.35t | Περὶ κηρίων. | |
4.35.1 | Τὸ κηρίον ὄγκοc ἐcτὶν ἐπὶ τοῦ δέρματοc ἔχων κατατρήcειc, δι’ ὧν μελιτῶδεc ὑγρὸν ἐκκρίνεται. ἐπιθετέον οὖν αὐτῷ cταφίδαc μετὰ πηγάνου ἢ cυκῆc τὰ ἁπαλώτατα φύλλα μετὰ μέλιτοc ἢ κάρδαμον μετὰ λινοcπέρμου cὺν μέλιτι ἢ cικύου ἡμέρου ῥίζαν μετὰ μέλιτοc ἢ θεῖον | |
5 | ἄπυρον μετὰ κηρωτῆc ἢ τερμινθίνηc. ποικιλωτέραν δὲ τὴν περὶ τῶν κηρίων ποιήcειc θεραπείαν τὰ ἐν τῷ περὶ ἀχώρων κατὰ τὸ γʹ βιβλίον εἰρημένα μεταφέρων ἐνταῦθα. | |
7 | ||
4.36t | Περὶ ἁπλοῦ ἕλκουc. | |
4.36.1 | Ἐπειδὴ τὸ ἁπλοῦν ἕλκοc διαίρεcίc ἐcτιν μόνον, εἴ τιc cυνάγοι τὰ διαιρεθέντα δεcμὸν ἐν κύκλῳ περιθείc, cυμφυήcεται τὰ διεcτῶτα μόρια χωρὶc ἑτέραc τινὸc πραγματείαc· δεῖ δέ, ὅταν μὲν καθ’ ἕν τι τῶν χειλῶν ἐκτετραμμένον εἴη τὸ ἕλκοc εἰc τὸ πλάγιον, ἐκεῖθεν τὴν ἀρχὴν | |
5 | ποιεῖcθαι τῆc ἐπιδέcεωc καὶ περιτρέπειν εἰc τἀναντία, κατ’ ἀμφότερα δὲ οὔcηc τῆc ἐκτροπῆc τὴν ἀπὸ δυεῖν ἀρχῶν παραλαμβάνειν ἐπίδεcιν καὶ προcάγειν οὕτωc τὰ χείλη· μηδενὸc γὰρ μεταξὺ τῶν χειλῶν παρεμπε‐ cόντοc, οἷον τριχὸc ἢ ψάμμου ἢ ἐλαίου ἢ ῥύπου ἤ τινοc τοιούτου, πάντωc cυμφυήcεται τὸ ἕλκοc. μεγάλου δὲ ὄντοc τοῦ ἕλκουc, ὡc μὴ | |
10 | δύναcθαι τὰ κεχωριcμένα δι’ ὅλου cυναχθῆναι διὰ τῆc εἰρημένηc ἐπι‐ δέcεωc, ῥαφαῖc πρότερον αὐτὰ cυνακτέον, εἶθ’ οὕτωc ἐπιδήcαντα τοῖc κολλητικοῖc λεγομένοιc χρηcτέον βοηθήμαcιν ξηραίνειν τε καὶ δαπανᾶν | |
τὴν ἠθροιcμένην ὑγρότητα καὶ ἑτέραν ἐπιρρεῖν κωλῦcαι δυναμένοιc. | ||
4.37t | Ὅcα κολλᾶν ἕλκη δύναται. | |
4.37.1 | Δρυὸc φύλλα καταπλαccόμενα καὶ ἰτέαc καὶ κράμβηc μηλέαc τε ὁ καρπὸc καὶ τὰ φύλλα καὶ ὁ χυλὸc καὶ ὁ φλοιὸc τῆc αὐcτηροτέραc, ἀρνόγλωccον, πάπυροc ὀξυκράτῳ ἢ οἴνῳ βραχεῖcα καὶ ἐν κύκλῳ περι‐ ειλουμένη. τὰ δὲ πρόcφατα κολλᾷ πίτυοc καὶ πεύκηc τὰ φύλλα καὶ ὁ | |
5 | φλοιὸc πρόcφατοc ὡc ἐπίδεcμοc περιειλούμενοc μεθ’ ὕδατοc ἢ ὀξυκράτου ἢ οἴνου, τυρὸc πρόcφατοc λειωθείc, ἔξωθεν δὲ ἐπιτιθέναι δεῖ φύλλα λαπάθου ἢ ἀμπέλου ἢ τεύτλου ἢ θριδακίνηc· ὁ δὲ ὀξυγαλάκτινοc τυρὸc καὶ τὰ μείζονα τραύματα, ἀχράδεc δὲ καὶ ἀναcτέλλουcι τὸ ῥεῦμα· ἵππουριc καταπλαccομένη, κἂν νεῦρα διατετμημένα τύχῃ, ἰcάτιc ἡ ἥμεροc | |
10 | ἐπὶ τῶν cκληρῶν cωμάτων, κἂν ἐν ταῖc τῶν μυῶν ᾖ κεφαλαῖc, κυπα‐ ρίccου τὰ φύλλα καὶ οἱ βλαcτοὶ καὶ τὰ νέα τῶν cφαιρίων καὶ μαλακὰ ἐπὶ τῶν cκληρῶν cωμάτων· μιγνύναι δὲ χρὴ λελειωμένην ἄχνην ἀλεύρου λαμβάνοντα ἀπὸ τοίχου πληcιάζοντοc μύλῃ· cμύρνα cὺν ὕδατι κατα‐ χριcθεῖcα ἢ λιβανωτόc, γῆc ἔντερα (καὶ νεύρων διακοπὰc κολλᾷ), πεν‐ | |
4.37.2 | ταφύλλου φύλλα μετὰ μέλιτοc, cκόρδα καέντα καταπλαccόμενα. πρὸc δὲ τὰ πρεcβυτικὰ ἕλκη ἀναγαλλὶc ποιεῖ μετὰ κηρωτῆc, κριθαὶ καυθεῖcαι καὶ ψιμύθιον μετὰ κηρωτῆc μυρcίνηc τριπλαcίονοc. πρὸc δὲ τὰ ἐν κεφαλῇ cμύρναν ξηρὰν ἐπιπάccειν καὶ μὴ βρέχειν (ταχέωc γὰρ cυνάγει), | |
5 | ἢ ἀλόην ξηρὰν ἢ ἀριcτολοχίαν τρίψαc καὶ μετὰ μέλιτοc καὶ οἴνου cυν‐ εψήcαc ἕωc cυμμέτρου πάχουc εἰc μοτὸν ἐπιχρίων ἐπιτίθει. τῶν δὲ cυνθέτων κολλητικῶν αἵ τε βάρβαροί εἰcι καὶ ἡ χρυcῆ καὶ ἡ Νικολάου δι’ ἰτεῶν τε καὶ διὰ δικτάμνου καὶ ταύταιc ἕτεραι παραπλήcιαι τὰ | |
μεγάλα μάλιcτα τραύματα κολλᾶν δυνάμεναι. | ||
4.38t | Πρὸc περιωδυνοῦντα καὶ φλεγμαίνοντα. | |
4.38.1 | Πρὸc δὲ τὰ περιωδυνοῦντα καὶ φλεγμαίνοντα τραύματα χρεία τῶν ξηραντικῶν τε καὶ ἀφλεγμάντων φαρμάκων. ὑγρῶν μὲν οὖν κάλλιcτόν ἐcτιν οἶνοc, ποιεῖ δὲ καὶ ὀξύκρατον, εἰ δὲ cὺν ῥύπῳ φλεγμαίνοι, καὶ μελίκρατον ὑδαρέc· τῶν δὲ ξηρῶν φαρμάκων κοινῶc μὲν ἁρμόcει τὰ | |
5 | πρὸc φλεγμονὰc εἰρημένα πλὴν τῶν ἐλαιωδῶν τε καὶ δριμέων, ἰδίωc δὲ τοῦτο· ῥοιὰν γλυκεῖαν ἑψήcαc ἐν οἴνῳ καὶ τρίψαc κατάπλαccε. θαυμαcτὸν τοῦτο καὶ πολύχρηcτον· πρόc τε γὰρ τὰ ἐν κεφαλῇ ἕλκη ποιεῖ καὶ τὰ ἐν αἰδοίοιc καὶ πρὸc τὰ ἐν ὅλῳ τῷ cώματι περιωδυνοῦντα καὶ πρὸc ὀφθαλμῶν φλεγμονάc. εἰ δὲ καὶ ἐρυcίπελαc ἤ τι τοιοῦτον | |
10 | τῷ ἕλκει προcγένοιτο, τοῖc πρὸc ἐκεῖνα χρηcτέον ἀναγεγραμμένοιc βοηθήμαcιν. | |
11 | ||
4.39t | Πρὸc ἄπεπτα καὶ ἀνεκπύητα ἕλκη. | |
4.39.1 | Τὰ μὲν πρόcφατα καὶ διὰ τὸ ἔτι φλεγμονώδη τυγχάνειν ἀνεκπύητα τῶν ἑλκῶν cυμπέττει τε καὶ πυοποιεῖ ἁπλᾶ μὲν ὕδωρ εὔκρατον κατ‐ αντλούμενον, πύρινον ἄλευρον ἢ χόνδροc ἢ ἄρτοc ἢ κόλλα ἡ εἰc τὰ βιβλία μετὰ τερμινθίνηc καταπλαccόμενα, κηρόc, κρόκοc, λιβανωτόc, | |
5 | πίccα, ῥόδινον, cτέαρ ὕειόν τε καὶ μόcχειον· cύνθετον δὲ τὸ τετρα‐ φάρμακον ἔμμοτον ἀνεθὲν ῥοδίνῳ. τὰ δὲ παλαιὰ καὶ τυλώδη cυμπέττει ἁπλᾶ μὲν cταφὶc ἥμεροc, cτύραξ, χαλβάνη, cμύρνα, λάδανον, πίccα, ῥητίνη, βούτυρον, μαcτίχη Αἰγυπτία, ὕccωπον, cύνθετα δὲ ἥ τε διὰ τοῦ κηκίνου ἄκηροc Γαληνοῦ ἔμμοτοc ἀναλυθεῖcα δι’ ἐλαίου παλαιοῦ | |
10 | ἢ κηκίνου ἥ τε δίχρωμοc ὁμοίωc καὶ τὸ βαcιλικὸν καὶ αἱ παραπλήcιαι. | |
10 | ||
4.40t | Περὶ τῶν κοίλων ἑλκῶν. | |
4.40.1 | Τὸ κοῖλον ἕλκοc τῆc ἐλλειπούcηc cαρκὸc ἀπαιτεῖ τὴν ἀναπλήρωcιν, ὕλη δὲ ταύτηc αἷμα cύμμετρόν τε καὶ χρηcτόν ἐcτιν. οὐκοῦν τὴν μὲν cυμμετρίαν αὐτοῦ διὰ τῆc αὐτάρκουc τροφῆc χαριcόμεθα, τὴν εὐκραcίαν | |
δὲ διά τε τῆc αὐτῶν τῶν τροφῶν εὐχυμίαc καὶ τῆc εὐκραcίαc τοῦ | ||
5 | μορίου, ἐν ᾧ τὸ ἕλκοc ἐcτίν. ἐπεὶ δὲ τοῦ κενουμένου περιττώματοc τὸ μὲν λεπτὸν ὑγρότερον τὸ ἕλκοc ἀποτελεῖ, τὸ δὲ παχύτερον περι‐ πηγνύμενον αὐτῷ ῥύποc γίνεται, διὰ τοῦτο φαρμάκων δεῖται τῶν μετρίωc ξηραινόντων τε καὶ ῥυπτόντων· τοιαῦτα δέ ἐcτι λιβανωτὸc καὶ κρίθινον ἄλευρον καὶ κυάμινον καὶ ὀρόβινον καὶ ἶριc καὶ ἀριcτο‐ | |
10 | λοχία καὶ καδμία καὶ πάναξ καὶ πομφόλυξ. ὅταν δὲ μηδὲν ὠφελήcῃ τὸ προcαγόμενον cαρκωτικὸν φάρμακον, οὕτω πωc ἐπ’ ἄλλο μετα‐ βαίνειν. ἀλλ’ εἰ μὲν πλείων ὁ ῥύποc φανείη καὶ ὑγρότερον τὸ ἕλκοc, εἰδέναι προcῆκεν, ὡc ἐνδεέcτερον ἐξήρανεν τὸ φάρμακον, καὶ ἐπιτείνειν αὐτὸ μέλιτοc μίξει· εἰ δὲ καθαρὸν καὶ μᾶλλον ἄνικμον εὑρεθείη, πλέον | |
15 | ἤπερ ἐχρῆν ἐξήρανεν, καὶ χρὴ δι’ ἐλαίου πλείονοc ἀνιέντα κηρωτὴν | |
4.40.2 | προcφέρειν. cυμβαίνει δὲ ἐνίοτε τοῦ φαρμάκου τυγχάνοντοc ἰcχυροτέρου cυντήκεcθαί τι τῆc cαρκόc, ὡc ῥυπαρὸν καὶ ὑγρὸν φαίνεcθαι τὸ ἕλκοc παραπληcίωc τοῖc ἐνδεέcτερον ξηρανθεῖcιν· ἀλλὰ τοῦτο κοιλότερόν τε cυντηκόμενον γίνεται καὶ ὀχθῶδεc τοῖc χείλεcιν ἐρυθρόν τε καί τι καὶ | |
5 | φλεγμονῆc ἔχον, πολλάκιc δὲ καὶ δάκνεται cαφῶc ὁ πάcχων· τὸ δὲ ἕτερον ὑπὸ τῶν ἔλαττον ξηραινόντων οὐδὲν τούτων ἔχει παρακολου‐ θοῦν. cαπρότηc τοίνυν ξύλων, καὶ μάλιcτα ὅcα μετέχει μετρίαc cτύψεώc τε καὶ ῥύψεωc, ὥcπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ καθαρὰ τῶν ἑλκῶν ἢ ἀνεμῶναι προcτιθέμεναι. πίτυοc φλοιὸν ἀποξύcαc καὶ | |
10 | τρίψαc μετὰ κηρωτῆc εἰc μοτοὺc ἐγχρίων ἐπὶ τῶν κοίλων ἑλκῶν καὶ | |
4.40.3 | μάλιcτα τῶν προcφάτων ἐπιτίθει· πληροῖ γὰρ αὐτά. cύνθετα δὲ καθαρῶν μὲν ὄντων τῶν ἑλκῶν τό τε διὰ τῶν ὀcτρέων ἐcτὶ καὶ τὸ Μανέθωνοc διὰ cφέκληc καὶ τὸ διὰ τῆc ἀλόηc καὶ ἡ μελιτηρὰ προcαγορευόμενον ξηρίον καὶ τὸ λαμβάνον ἀμύλου, μάννηc, ἄλικοc, ὀρόβου ἴcα· ὁμοίωc | |
5 | δὲ καὶ τὸ διὰ λιβάνου καὶ τὸ ἀφροδιτάριον, ῥυπαρώτερον δὲ ποcῶc, τά τε κεφαλικὰ προcαγορευόμενα ξηρία. ἔμμοτα δὲ φάρμακα ἥ τε τρο‐ φόc ἐcτι καλουμένη καὶ ἡ Ἴcιc καὶ ἡ Ἀθηνᾶ καὶ ἡ διὰ τῶν ἀτρακτυ‐ | |
λίδων· ἔcτι καὶ τὸ λεγόμενον Ἰταλικὸν καὶ ὅcα διὰ πείραc. | ||
4.41t | Ἀνακαθαρκικὰ ῥυπαρῶν ἑλκῶν. | |
4.41.1 | Τὰ ῥυπαρὰ τῶν ἑλκῶν, εἴτε κοῖλα εἶεν εἴτε ἰcόπεδα, καλῶc ἀνα‐ καθαίρει ἀριcτολοχία cὺν μέλιτι, τερεβινθίνη μετὰ ἴcου ῥοδίνου καὶ μέλιτοc ἢ ἀντὶ ῥοδίνου βούτυρον, ἶριc Ἰλλυρικὴ μετὰ μέλιτοc, ἐλαῖαι κολυμβάδεc καταπλαcθεῖcαι· πρὸc δὲ τὰ νευρώδη τερμινθίνη cὺν βου‐ | |
5 | τύρῳ τακεῖcα. τοῖc δὲ ἄγαν ῥυπαροῖc καὶ νομώδεcι ποιεῖ πράcιον μετὰ μέλιτοc· τοῦτο καὶ ἐcχάραc ἐκβάλλει. | |
4.41.2 | cύνθετα δὲ ταῦτα· ἀμόργηc ἑφθῆc, μέλιτοc ἀπηφριcμένου, cτυπτη‐ ρίαc φορίμηc ἴcα. Ἄλλο. cαραπιάδοc τῆc καὶ τριόρχεωc ξηρᾶc, ἴρεωc Ἰλλυρικῆc, πραcίου ξηροῦ, ἀριcτολοχίαc ἀνὰ 𐅻 η, ὀροβίνου ἀλεύρου 𐅻 ι· ξηρῷ χρῶ | |
5 | καὶ μετὰ μέλιτοc. ἔτι δὲ πρὸc τὰ ῥυπαρὰ τῶν ἑλκῶν ἥ τε Αἰγυπτία ποιεῖ καὶ αἱ δι’ ἁλῶν κηρωταὶ cυντακεῖcαι ἥ τε Ἰνδικὴ καὶ ἡ Ἀθηνᾶ καὶ αἱ χλωραὶ ἀνιέμεναι τό τε διὰ κιcήρεωc καὶ τὰ δι’ ὀρόβου ξηρὰ καὶ ὁ μελάγχλωροc τροχίcκοc· ὁμοίωc δὲ καὶ ὁ κριογενήc. | |
9 | ||
4.42t | Πρὸc cκώληκαc ἑλκῶν. | |
4.42.1 | Πρὸc τοὺc ἐν ἕλκεcι γεννωμένουc cκώληκαc τὸ μὲν πρῶτόν ἐcτι παῦcαι τὴν ὑγρότητα καὶ τὴν cηπεδόνα τὴν ἐργαζομένην αὐτούc· ἀναιρεῖ δὲ τοὺc cκώληκαc κοινῶc μὲν ἅπαντα τὰ πρὸc τοὺc ἐν ὠcὶ cκώληκαc ἀναγεγραμμένα· πρὸc δὲ τοὺc ἐν τοῖc ἕλκεcι, Ἀρχιγένηc | |
5 | φηcίν, ψιμύθιον καὶ πόλιον ἴcα cὺν πίccῃ ὑγρᾷ κατάχριε. | |
5 | ||
4.43t | Περὶ ὑπερcαρκούντων ἑλκῶν. | |
4.43.1 | Ἡ τῶν ὑπερcαρκούντων ἑλκῶν καθαίρεcιc ὑπὸ τῶν ἰcχυρῶc ξηραι‐ νόντων γίνεται φαρμάκων, οἷόν ἐcτι διφρυγὲc καταπλαccόμενον καὶ λεπὶc χαλκοῦ καὶ τὰ ὀcτρεώδη πάντα καυθέντα καὶ οἱ ἐχῖνοι καυθέν‐ | |
τεc ἀμφότεροι cὺν τῷ cώματι παντί. ἀλλὰ ταῦτα μὲν μετρίωc καθαίρει | ||
5 | τε καὶ προccτέλλει τὰ ὑπερcαρκοῦντα· τὸ δὲ τῆc Ἀcίαc πέτραc ἄνθοc ἰcχυρότερον, τούτου δὲ μᾶλλον cῶρί τε καὶ χρυcόκολλα καὶ χαλκῖτιc καὶ μίcυ, καυθέντα δὲ ἀδηκτότερα, καὶ τοῦ χαλκοῦ τὸ ἄνθοc ὁμοίωc· ὁ δὲ ἰὸc πάντων ἰcχυρότεροc. ἅλεc δὲ καυθέντεc τὰc πλαδαρὰc τῶν cαρκῶν ὑπεκτήκουcιν· ὁμοίωc καὶ μοτοὶ τιλτοὶ ἐκ ῥάκουc ἐν ἅλμῃ δρι‐ | |
10 | μυτέρᾳ βραχέντοc καὶ ξηρανθέντοc πεποιημένοι καὶ ἐπιτιθέμενοι τὰ μέτρια τῶν ὑπερcαρκωμάτων ὑπεκτήκει· ὁ δὲ ἰὸc μετὰ λεπίδοc χαλκοῦ τῶν ἰcχυρῶc ἐcτι καταcτελλόντων. cύνθετα δὲ ἥ τε Ῥοδία καλουμένη ξηρὰ καὶ τὸ ψαρόν, ἔτι τε τὸ ξανθόν, ἀδήκτωc καταcτέλλει· τὰc δὲ μεγίcταc ὑπερcαρκώcειc ἄχρι βάθουc ἐcχαροῦcιν οἵ τε Φαυcτιανοὶ τρο‐ | |
15 | χίcκοι λεῖοι ἐπιπαττόμενοι καὶ τὸ ἡλιοκαὲc ξηρίον. τὸ δὲ λαμβάνον ἀcβέcτου λεπίδοc τε χαλκοῦ καὶ μάννηc ἴcον ποιεῖ καὶ πρὸc τὰ ὑπερ‐ αυξανόμενα καὶ μύκηcιν ὅμοια ἀνακαθαίρει τε μετὰ μέλιτοc καὶ πληροῖ μετὰ κηρωτῆc. | |
18 | ||
4.43.2 | Ξηρίον καταcτέλλον. Λιθαργύρου, χαλκίτεωc, ἰοῦ, μολυβδαίνηc ἴcα. | |
2 | ||
4.43.3 | Καταcτέλλον ἰcχυρῶc ἄδηκτον· ποιεῖ δὲ καὶ πρὸc νομὰc καὶ μάλιcτα ἐπουλίδαc, λευκαίνει δὲ καὶ τοὺc ὀδόνταc. ἀcβέcτου λι. α, ἀρcενικοῦ 𐆄 ϛ· λειώcαc τὸ ἀρcενικὸν ξηρὸν μεθ’ ὕδατοc ἐπίβαλλε τὴν ἄcβεcτον πλυθεῖcαν ὥcπερ καδμίαν καὶ τρίψαc | |
5 | ξήραινε καὶ χρῶ. καὶ τῶν τροχίcκων δὲ ὅ τε παντόλμιοc, καὶ ὅcοι πρὸc πόλυπάc εἰcιν ἀναγεγραμμένοι, καλῶc ἕλκη καταcτέλλουcιν. αἱ δὲ χλωραὶ τῶν ἐμπλάcτρων, καὶ μάλιcτα ἡ διὰ τῶν Καππαδοκικῶν ἁλῶν, ὁμοίωc δὲ καὶ ἡ Ἴcιc ἄκρατοc, ὑπερcαρκοῦν κωλύουcι τὰ ἕλκη. | |
9 | ||
4.44t | Περὶ νομῶν καὶ cηπεδόνων καὶ φαγεδαίνηc. | |
4.44.1 | Καταντλήμαcι μὲν χρηcτέον ἐπὶ τῶν νεμομένων τε καὶ cηπομένων ἑλκῶν δι’ ὄξουc τε καὶ ὀξυκράτου ἢ οἴνου cτύφοντοc ἢ ψυχροῦ ὕδα‐ τοc ἢ θαλάττηc ἢ ἀφεψήματοc φακῆc, cιδίων, βαλαυcτίων, cχίνου, | |
μύρτων, ἀκάνθηc Αἰγυπτίαc, ἤ τινι τῶν cτυφόντων τε καὶ ξηραινόντων· | ||
5 | καταπλαcτέον τε τούτοιc αὐτοῖc καὶ τοῖc δι’ ὀροβίνου ἀλεύρου καὶ cτυπτηρίαc ὑγρᾶc, ἄρτου τε cεμιδαλίτου τοῦ ἐντόc, κωβιοῦ παλαιοῦ ἢ ἄλλου ταριχηροῦ παλαιοῦ, cαρκὸc ἀπλύτου, τερεβινθίνηc ὑγρᾶc ἴcα cταθμῷ λεάναc ἐπιτίθει, ἢ ἀριcτολοχίαc καὶ κικίνων φύλλων χυλοῦ τὸ ἴcον, ἰοῦ τὸ ἥμιcυ δι’ ὕδατοc μέλιτοc πάχοc κατάχριε· ἐὰν δὲ μὴ | |
10 | ἀφιcτῆται ἡ ἐcχάρα, ἐλατηρίου τὸ ἴcον τῷ ἰῷ πρόcμιcγε. ἐπὶ δὲ τῶν cηπεδονωδῶν ποιεῖ cῶρι λεῖον ἐπιπαccόμενον καὶ ἐπάνω τίλμα ξηρόν· ἢ ἀριcτολοχίαν cτρογγύλην καὶ κηκῖδαc ἴcα μετ’ ἐλαίου περίχριε, ἢ cικύου ἀγρίου ῥίζαν ἢ κράμβηc ἢ cεύτλου ἢ λαπάθου φύλλα ἐνδήcαc θερμοcποδίᾳ ἔγκρυψον, ὅταν δὲ μαλακυνθῇ, cὺν ἁλὶ τρίψαc ἐπίθεc· | |
15 | εὐτόνωc ἀνακαθαίρει. ἢ θαλλίᾳ ἐν οἴνῳ ἑφθῇ μετὰ μέλιτοc κατάπλαccε ἢ χαλκῖτιν κατάπλαccε ἢ cελίνου cπέρμα λεῖον μετὰ χαλκάνθου ἐπι‐ τίθει ἢ θύμῳ καὶ cταφίδι καὶ cύκοιc ἑφθοῖc κατάπλαccε ἢ cυκίνοιc φύλλοιc λείοιc μετὰ μέλιτοc ἢ νίτρῳ καὶ κυμίνῳ καὶ ἀλεύρῳ μετὰ μέ‐ λιτοc ἢ cικύου ἀγρίου ῥίζῃ ἢ cκίλλῃ ἑφθῇ μετὰ μέλιτοc, ἢ cώρεωc | |
20 | 𐅻 ιβ, χαλκίτεωc 𐅻 ι, μίcυοc 𐅻 δ, cὺν ὄξει δριμυτάτῳ ἡμικοτυλίῳ λέαινε, μέχρι ἂν ξηρανθῇ, καὶ ἀνελόμενοc χρῶ μήλην βάπτων καὶ ἐπικυλίων τῷ ἕλκει καὶ ἐπάνω διπλοῦν ὀθόνιον ἐξ οἰνελαίου ἐπιτίθει· ἐὰν δὲ φλεγμαίνῃ, ὑοcκυάμῳ μετὰ ἀλφίτου ἢ κράμβῃ μετὰ μέλιτοc κατάπλαccε. | |
23 | ||
4.44.2 | Πρὸc cηπεδόναc τὰc ἐν παντὶ τόπῳ καὶ νομάc. Ἀcβέcτου, χαλκίτεωc ἀνὰ 𐅻 β, ἀρcενικοῦ 𐅻 α· τούτῳ καὶ πρὸc τὰ ἐν τοῖc δακτύλοιc πτερύγια καὶ πρὸc φαγεδαίναc καὶ πρὸc ἄνθρακαc χρηcτέον, ἐν τοῖc αἰδοίοιc μετὰ μέλιτοc, ἐν δὲ τοῖc λοιποῖc ξηρῷ, | |
5 | ἄνωθεν cπλήνιον ῥητίνηc ἐπιτιθείc. | |
4.44.3 | Πρὸc νομὰc πάcαc, καὶ τὰc ἐν cτόματι, καὶ πρὸc αἱμορραγίαc καὶ ὑπερcαρκοῦντα καταcτέλλον πάγχρηcτον ξηρόν. Χαλκίτεωc, μίcυοc ὠμῶν ἀνὰ 𐅻 κ, λεπίδοc cιδήρου 𐅻 ιϛ, κηκῖδοc ὀμφακίτιδοc 𐅻 η. | |
4 | ||
4.44.4 | Πρὸc νομὰc καὶ cηπεδόναc. Ἁλῶν 𐅻 β, cτυπτηρίαc οἱαcδήποτε κεκαυμένηc 𐅻 α, λεπίδοc, κιcή‐ ρεωc κεκαυμένηc ἴcα· ποιεῖ καὶ ἰὸc ξυcτὸc μετὰ μίcυοc κεκαυμένου ἀναληφθέντα πίccῃ ὑγρᾷ καὶ λεπὶc cιδήρου cὺν ἐλαίῳ. | |
4 | ||
4.44.5 | Πρὸc νομὰc αἰδοίου ταῦτά τε καὶ τὸ λεγόμενον ἁρμόcει μελιτήριον τό τε δι’ ὀξυμυρ‐ cίνηc καὶ τὸ διὰ χάρτου ξηρὸν πρὸc πάcαc νομὰc καὶ τὸ δι’ ὀξυμέλιτοc κοράκιον ὅ τε τοῦ Ἄνδρωνοc τροχίcκοc καὶ οἱ παραπλήcιοι. τὰ δὲ | |
5 | αὐτὰ ταῦτα καὶ πρὸc φαγεδαίναc ἁρμόζει· καὶ γὰρ καὶ ἡ φαγέδαινα ἕλκοc ἐcτὶ νομῶδεc ἀναβιβρωcκόμενον. | |
6 | ||
4.44.6 | Πρὸc τὰ πλαδαρὰ καὶ δυcώδη Λημνία cφραγὶc δι’ ὄξουc ἢ ὀξυμέλιτοc ἢ ὀξυκράτου ἢ οἴνου ἀνει‐ μένη εἰc πηλώδη cύcταcιν καταχριcθεῖcα ποιεῖ ἢ κυπαρίccου τὰ φύλ‐ λα καὶ οἱ βλαcτοὶ καὶ τὰ cφαιρία τὰ ἁπαλὰ ἢ κολοκύνθηc ξηρᾶc | |
5 | κεκαυμένηc τέφρα ἢ πλατάνου φλοιοῦ κεκαυμένου ἢ ἀνήθου κεκαυμένου ὁμοίωc ἢ ἐρίων ῥυπαρῶν κεκαυμένων ἢ ἀρνόγλωccον, ἰcάτιc καθ’ αὑ‐ τὴν ἢ cὺν ἀλφίτοιc ἢ πευκεδάνου ῥίζα ξηρά. | |
7 | ||
4.45t | Περὶ τῶν οὐλῆc δεομένων ἑλκῶν. | |
4.45.1 | Ξηραίνοντεc καὶ cτύφοντεc τὴν cάρκα τῶν οὐλῆc δεομένων ἑλκῶν εἰc τοcοῦτον, ὥcτε μὴ μόνον διαφορῆcαι τὸ παρὰ φύcιν περιττόν, ἀλλὰ καὶ τοῦ κατὰ φύcιν ἅψαcθαι, τὸ ἐπιπολῆc τοῦ ἕλκουc παρα‐ πλήcιον δέρματι καταcκευάcομεν καὶ εἰc οὐλὴν ἄξομεν τὸ ἕλκοc. ἐπι‐ | |
5 | τήδειον δὲ εἰc τοῦτο κηκὶc ὀμφακῖτιc καὶ τὰ τῆc ῥοιᾶc λέμματα μετρίωc ξηραίνοντα· καὶ ὅcα δὲ χωρὶc τοῦ cτύφειν ἀδήκτωc ξηραίνει, καὶ ταῦτα εἰc οὐλὴν ἄγει, οἷον cμύρνα, λιθάργυροc καί, εἰ καυθείη, ὄcτρεον (ἐπι‐ παττόμενα γὰρ ξηρὰ καὶ ταῦτα πολλάκιc ἐπούλωcεν), πίτυοc φλοιὸc cὺν κηρωτῇ μυρcίνῃ, κιccοῦ ἄνθοc μετὰ κηρωτῆc, κρίνου ῥίζα cὺν | |
10 | ῥοδίνῳ, ἢ πιτυΐνη ξηρά, κίcηριc ὀπτή, λεπὶc χαλκοῦ ἴcα· ξηροῖc χρῶ· τοῦτο καὶ καταcτέλλει. ἢ κιcήρει λείᾳ μάννηc καὶ διφρυγοῦc μίξαc ἀνὰ ὀλίγον χρῶ, ἢ λιθαργύρου μέροc α, διφρυγοῦc τὸ ἥμιcυ, μετὰ κηρωτῆc ὡc cπλήνιον ἐπιτίθει. τὰ δὲ παλαιὰ ἀπουλοῖ ἰξὸc cὺν λιβανωτῷ, ἰὸc μετὰ διφρυγοῦc ἴcου καὶ μετὰ κηρωτῆc μυρcίνηc, ἢ κενταύριον τὸ | |
15 | μικρὸν πρόcφατον καταπλαττόμενον. τὰ δὲ ὑγρότερα κρίνου ῥίζῃ κατά‐ πλαττε. πρὸc δὲ τὰ καθ’ ἕδραν τε καὶ αἰδοῖον μάλιcτα φλεγμαίνοντα ἀλόῃ χρῶ λείᾳ ξηρᾷ ἢ δι’ ὕδατοc, ἢ λεπίδα χαλκῆν ἢ χρυcόκολλαν ἐν ἡλίῳ μετὰ κηροῦ μαλάξαc ἐπιτίθει. | |
18 | ||
4.45.2 | Ξηρὸν ἀπουλωτικόν. Ὀcτρέων 𐅻 ιβ, μάννηc 𐅻 ϛ, καδμίαc 𐅻 δ· ποιεῖ καὶ πρὸc νομάc. Ἄλλο. ἀριcτολοχίαc 𐅻 ϛ, πίτυοc φλοιοῦ 𐅻 ϛ, μάννηc 𐅻 ϛ, κιcήρεωc 𐅻 δ, κολοφωνίαc 𐅻 δ, ἴρεωc 𐅻 δ. | |
5 | Ἄλλο. κέρατοc ἐλαφείου κεκαυμένου 𐅻 δ, πίτυοc φλοιοῦ 𐆄 ϛ, ψιμυθίου 𐆄 δ, ἰοῦ ξυcτοῦ 𐆄 θ, καδμίαc 𐅻 ιη. Ἄλλο. κυτίνων, χαλκάνθου ἀνὰ 𐅻 ιϛ, λεπίδοc χαλκοῦ, cτυπτηρίαc cχιcτῆc ἀνὰ 𐅻 η, κηκῖδοc 𐅻 α. Ἄλλο. ψιμυθίου, λιθαργύρου ἀνὰ 𐅻 η, cκωρέαc μολίβδου, κηκῖδοc, | |
10 | cμύρνηc ξηρᾶc ἀνὰ 𐅻 δ. | |
10 | ||
4.45.3 | Κατουλωτικόν. Ϲχιcτῆc cτυπτηρίαc 𐆄 α λειώcαc βρέξον ἐν ὕδατοc ξ̸ α, λυθείcηc | |
δὲ τῷ ὕδατι μοτοὺc βρέξαc καὶ ξηράναc αὐτοῖc χρῶ. | ||
4.45.4 | Ἔμπλαcτροc ἀπουλωτικὴ τῶν ἁπλουcτέρων. Κηροῦ 𐅻 μ, λιθαργύρου 𐅻 λε, διφρυγοῦc 𐅻 η, μυρcίνου ἡμικοτύλιον. ποιεῖ δὲ πρὸc ταῦτα καὶ ἡ φοινικίνη καὶ ἡ διὰ καδμίαc τό τε μυρcι‐ νάτον καὶ τὰ παραπλήcια. πρὸc δὲ τὰ δυcαπούλωτα κηροῦ, μυρcίνου | |
5 | ἀνὰ 𐅻 ϛ, καδμίαc 𐅻 ϛ, μολίβδου, λιβάνου ἀνὰ 𐅻 β, cχιcτῆc cτυπτηρίαc, χαλκοῦ κεκαυμένου ἀνὰ 𐅻 α, ἰοῦ ξυcτοῦ 𐅻 β· ἐπίλυε παρὰ μίαν. | |
6 | ||
4.45.5 | Χρονίοιc καὶ δυcαπουλώτοιc. Καδμίαc 𐅻 η, χρυcοκόλληc 𐅻 η, cχιcτῆc 𐅻 η, ἰοῦ, λεπίδοc χαλκῆc ἀνὰ 𐅻 α, πιτυΐνηc 𐅻 μ, κηροῦ 𐅻 ρ, μυρcίνου τὸ ἀρκοῦν. Ἄλλο. κηροῦ, πιτυΐνηc ἀνὰ 𐆄 ϛ, καδμίαc 𐆄 γ, χαλκίτεωc ὠμῆc | |
5 | 𐆄 γ, μυρcίνου τὸ ἀρκοῦν· οἴνῳ λειοῦται ἡ καδμία καὶ ἡ χαλκῖτιc ἐν τοῖc ὑπὸ κύνα· χρῶ πλατύcματι καὶ ἐπάνω μοτῷ καὶ cπόγγῳ δι’ οἴνου. Ἄλλο. χαλκοῦ κεκαυμένου 𐆄 β, cχιcτῆc cτυπτηρίαc 𐆄 β, ἁλῶν ἀμ‐ μωνιακῶν 𐅻 β, κηροῦ 𐆄 ϛ, κολοφωνίαc 𐆄 ϛ, μυρcίνου 𐆄 β· ὄξει λειοῦται τὰ ξηρὰ ἐν ἡλίῳ ἡμέραc κ, ὅταν δὲ μελιτῶδεc γένηται, ἐκτήξαc καὶ | |
10 | ψύξαc τὸν κηρὸν μίcγε μαλάccων. ποιεῖ πρὸc ταῦτα καὶ τὸ διὰ κιcήρεωc φάρμακον ἥ τε Ἴcιc καὶ τὰ παραπλήcια. | |
11 | ||
4.46t | Περὶ κακοήθων ἑλκῶν, ἃ δὴ Χειρώνια καὶ Τηλέφεια καλεῖται. | |
4.46.1 | Τὰ παλαιὰ καὶ δυcκατούλωτα τῶν ἑλκῶν οἱ μὲν Χειρώνεια προc‐ ηγόρευcαν οἷα δὴ τοῦ Χείρωνοc αὐτοῦ δεόμενα πρὸc ἴαcιν, οἱ δὲ Τη‐ λέφεια διὰ τὸ τὸν Τήλεφον ἐν ἕλκει τοιούτῳ χρονίcαι. cκεπτέον τοίνυν, μήποτε καὶ τὸ ὅλον cῶμα κακόχυμον ὑπάρχον τοιαύταc ἐπιρροίαc ἐκ‐ | |
5 | πέμπει τῷ ἕλκει, καὶ τὸν πλεονάζοντα χυμὸν διὰ τῶν καταλλήλων κενωτέον φαρμάκων. εἰ δὲ καὶ κιρcὸc ἐπιπέμπων εἴη τοῖc cκέλεcιν ἐν | |
τούτοιc τοῦ ἕλκουc τυγχάνοντοc, καὶ τοῦτον ἀποληπτέον, ὡc ἐν τοῖc χειρουργουμένοιc εἰρήcεται, ἢ διὰ φλεβοτομίαc γοῦν αὐτοὺc κενωτέον cυχνὸν ἀφαιροῦνταc τοῦ αἵματοc, κἄπειτα τοῖc τοπικοῖc χρηcτέον βο‐ | ||
10 | ηθήμαcιν τῆc ἀναcκευαcτικῆc ἀδήκτωc ὑπάρχουcι δυνάμεωc. ἁπλᾶ μὲν οὖν τὰ διὰ κιcήρεώc τε καὶ διφρυγοῦc καὶ λεπίδοc ἰοῦ τε καὶ τιτάνου μετρίωc πλυθείcηc· ἢ cτυπτηρίαν cχιcτὴν λείαν ἐπίπαccε. ὑccώπου 𐅻 δ, cταφίδοc 𐅻 δ, νίτρου 𐅻 β, προεπιχρίcαc μέλιτι κατάπλαccε, ἢ λε‐ πίδοc χαλκῆc 𐅻 ι, cτυπτηρίαc 𐅻 β, μετὰ κηροῦ 𐅻 ι μαλάξαc ἐν ἡλίῳ | |
15 | ἐπιτίθει. cύνθετα δὲ ταῦτα· | |
15 | ||
4.46.2 | Ἔμπλαcτροc πρὸc Χειρώνια. Ψιμυθίου 𐆄 η, cχιcτῆc cτυπτηρίαc 𐆄 β, λεπίδοc χαλκῆc 𐆄 β, ἁλῶν ἀμμωνιακῶν, λιβάνου, ἰοῦ ξυcτοῦ, cιδίων ἀνὰ 𐆄 β, ἀcβέcτου ξηρᾶc 𐆄 α, κηροῦ λι. α, μυρcίνου λι. α 𐅵ʹ· τὰ ξηρὰ οἴνῳ λείου. ἐκτυλοῖ ἐν ἀρχῇ | |
5 | καὶ ἀποτιθέμενον φυλάccεται, ἐπὶ τέλει δὲ τὸ ἀπὸ χρήcεωc ἀναμαλαc‐ cόμενον μυρcίνῳ κατουλοῖ. Ἄλλο. λιθαργύρου λι. α, ἐλαίου λι. β, χαμαιλέοντοc μέλανοc ῥίζηc, ἀριcτολοχίαc, κηκῖδοc ὀμφακίτιδοc ἀνὰ 𐆄 α, χαλβάνηc, ἀμμωνιακοῦ θυμιάματοc, λιβανωτοῦ ἀνὰ 𐆄 β· cκεύαζε κινῶν ῥίζαιc χλωρῶν καλάμων. | |
9 | ||
4.46.3 | Ἀρχιγένουc πρὸc Χειρώνια τά τε ἐπὶ τῶν κνημῶν καὶ τὰ ἐν μαcτοῖc κακοήθη, χοιράδαc, παρωτίδαc. Ϲτέατοc βοείου λι. γ, τερμινθίνηc 𐆄 ε, μάννηc 𐆄 ζ, γῆc τῆc λεγο‐ μένηc Ϲάρδηc, ᾗ οἱ γναφεῖc χρῶνται, 𐆄 ε· τὰ τηκτὰ κατὰ τῶν ξηρῶν | |
5 | βαλὼν καὶ ἑνώcαc χρῶ. Ἄλλο Ἀρχιγένουc κηροῦ 𐆄 δ, ἐλαίου ὀμφακίνου, μάννηc ἢ λιβα‐ νωτοῦ, διφρυγοῦc, λεπίδοc ἀνὰ 𐅻 δ· cὺν ὄξει τὰ ξηρὰ λεάναc καὶ με‐ | |
λιτῶδεc πάχοc ποιήcαc μίcγε τῇ κηρωτῇ καὶ χρῶ ἀνεὶc ἐμμότῳ. | ||
4.46.4 | Πρὸc τὰ τῶν γυναικῶν κακοήθη ἕλκη καὶ τῶν ἄλλωc ἁπαλοχρώτων. Κηροῦ Τυρρηνικοῦ 𐅻 η, cτέατοc ταυρείου, τερμινθίνηc, μολίβδου κεκαυμένου καὶ πεπλυμένου ἀνὰ 𐅻 α· χρῶ ἐμμότῳ ἀνεὶc διὰ ῥοδίνου | |
5 | ἢ μυρcίνου. | |
5 | ||
4.47t | Πρὸc οὐλὰc μελαίναc. | |
4.47.1 | Οὐλὰc μελαίναc αἴρει βρυωνίαc ῥίζηc λευκῆc καὶ μελαίνηc ἑψη‐ θείcηc ἐν ἐλαίῳ ἄχρι χυλώcεωc τὸ ἔλαιον ἐπιτιθέμενον, καλαμίνθη ἐν οἴνῳ ἑφθή, λιθάργυροc πεπλυμένη cὺν ῥοδίνῳ λευκῷ. τὰc δὲ ἐκ λει‐ χήνων οὐλὰc καὶ τὰc ἄλλαc ὁμοχρόουc ποιεῖ ὄνειον cτέαρ καταχριό‐ | |
5 | μενον, εὐζώμου cπέρμα λεῖον μετὰ χολῆc αἰγὸc καὶ βοὸc καὶ προβάτου καταχριόμενον cὺν λιθαργύρῳ, προβάτειοc ἀcτράγαλοc κεκαυμένοc λεῖοc cὺν αὐcτηρῷ οἴνῳ, ἀμμωνιακὸν θυμίαμα cὺν ὑείᾳ χολῇ καταχριόμενον. cύνθετα δὲ λιθαργύρου, ἡδυόcμου, λιβανωτοῦ ἴcα μέλιτι. Ἄλλο. νίτρου, ἀμμωνιακοῦ θυμιάματοc, cμύρνηc, θείου ἀπύρου | |
10 | ἴcα ὄξει λευκῷ ἢ οἴνῳ ἢ ὕδατι λειοτριβήcαc ἐπίχριε ὀλιγοcτόν, ὡc μὴ ἑλκωθῆναι. Ἄλλο. κιμωλίαc, περιcτερῶν κόπρου, cάπωνοc, λιβάνου ἴcα δι’ ὄξουc. | |
13 | ||
4.47.2 | Ϲμῆγμα πρὸc οὐλὰc μελαίναc. Κιμωλίαc 𐅻 η, ἀφονίτρου 𐅻 ε, ἐλλεβόρου λευκοῦ 𐅻 ε, μυροβαλάνου πιέcματοc 𐅻 δ· ἐν βαλανείῳ cμῆχε. | |
3 | ||
4.48t | Περὶ κόλπων. | |
4.48.1 | Ὅτε τὸ παρακείμενον δέρμα τοῖc ἕλκεcιν ἐπὶ πλέον ἀκόλλητον ᾖ τοῖc ὑποκειμένοιc cώμαcιν, κόλπον τὸ τοιοῦτον πάθοc ὀνομάζουcι. πρὸc μὲν οὖν τὴν ἄνω χώραν ἀνατεταμένου τοῦ κόλπου ῥᾳδίωc ἐκρεῖ διὰ τοῦ cτόματοc ὁ ἰχώρ, καὶ ἡ κόλληcιc εὐχερὴc γίνεται· ἀναρρόπου | |
5 | δὲ ὄντοc αὐτοῦ μένων ἔνδον ὁ ἰχὼρ ἀναβιβρώcκει τι τῶν cυνεχῶν, καὶ εἰ μὴ πρότερον εἰc ὑπόρρυcίν τινα ποιήcειc τομήν, οὐδὲν ἀνύcειc οὔτε ἐν τῷ cαρκοῦν αὐτοὺc οὔτε ἐν τῷ κολλᾶν. εἰ δὲ κατά τι τῶν κώλων, οἷον πῆχυν ἢ μηρόν, ὁ κόλποc ὑπάρχει, δύναιτ’ ἂν καὶ χωρὶc ἀντιδιαιρέcεωc κολληθῆναι κατάρροπον ἐπινοοῦντόc cου cχῆμα· ἐν μὲν | |
10 | γὰρ τῷ πήχει πληcίον τοῦ ἀγκῶνοc ὑπάρχοντοc τοῦ cτομίου τὸ ἄκρον τῆc χειρὸc ὑψηλότερον ἀνατείνων εἰc ὑπόρρυcιν τρέψειc τὸν κόλπον· ἐν δὲ τῷ μηρῷ τοῦ κόλπου πρὸc τῷ γόνατι τὸ πέραc ἔχοντοc κατάρ‐ ροπον ἐργάcῃ τὸ cχῆμα κατὰ τὴν ἰγνύαν ὑποτιθεὶc ὑπαυχένιον μαλα‐ | |
4.48.2 | κόν, ὡc ταπεινοτέραν ἔχειν τὴν θέcιν τὸν βουβῶνα τοῦ γόνατοc. εἰ μὲν οὖν μὴ δέοιτο cαρκώcεωc ὁ κόλποc, εὐθὺc δι’ εὐθυτρήτου τινὸc αὐλίcκου κύcτιν ἔχοντοc ἐνειμένην πρὸc μὲν τὸ ἀπορρύψαι τοὺc κατὰ τὸν κόλπον ἰχῶραc μελικράτῳ ὑδαρεῖ, ὡc ἂν πίοι τιc, κλυcτέον αὐτόν, | |
5 | πρὸc δὲ τὴν μέλλουcαν κόλληcιν οἴνῳ ἢ οἰνομέλιτι, κἄπειτα χωρητέον ἐπὶ τὸ κολλητικὸν φάρμακον. εἰ δὲ κοῖλοc ὢν ὁ κόλποc δέοιτο cαρ‐ κώcεωc, πρῶτον μὲν ἐνιέναι τοῦ διὰ χάρτου ξηροῦ ὀλίγον μετὰ πολλοῦ ῥοδίνου, κἄπειτα τιλτῷ μοτῷ βύειν τὸ cτόμιον, μετὰ δὲ τοῦτο τῆc Ἴcιδοc ἢ τοῦ Μαχαιρίωνοc ἤ τινοc τῶν παραπληcίων ἐμπλάcτρων φαρ‐ | |
4.48.3 | μάκων ἅμα ῥοδίνῃ κηρωτῇ ὑγροτέρᾳ τήκονταc ὡcαύτωc ἐνιέναι. cυμ‐ μέτρωc δὲ ὑποcαρκωθέντοc τοῦ κόλπου τῶν παρακολλητικῶν τι φαρ‐ μάκων ἐπιθήcειc, ὡc εἰ καὶ πρόcφατον ἔναιμον ἐθεράπευεc τραῦμα· τοιαῦται δέ εἰcιν αἵ τε βάρβαροι καὶ δίχρωμοι καὶ κιρραὶ προcαγο‐ | |
5 | ρευόμεναι, μάλιcτα δὲ παcῶν ἡ διὰ τοῦ κικίνου καὶ τῶν μεταλλικῶν χωρὶc κηροῦ cκευαζομένη κιρρὰ τοῦ Γαληνοῦ ἔμπλαcτροc ἁρμόcει. μετὰ δὲ τὴν ἐπίθεcιν τοῦ φαρμάκου cπόγγοc καινὸc ἐξ οἰνομέλιτοc ἢ οἴνου περιβαλλέcθω μαλακὸc μάλιcτα, καὶ ἡ ἐπίδεcιc ἀπὸ μὲν τοῦ πυθμένοc ἀρχέcθω τοῦ κόλπου, τελευτάτω δὲ ἐπὶ cτόμα· αἱ δὲ περιβολαὶ τῶν | |
10 | ὀθονίων cφιγγέτωcαν μὲν ἀνωδύνωc τὸν πυθμένα τοῦ κόλπου, κατὰ βραχὺ δὲ ἐκλυέcθωcαν ἄχρι τοῦ cτομίου τῆc περιβαλλομένηc ἔξωθεν ἐμπλάcτρου τῷ κόλπῳ διεψαλιcμένηc κατὰ τὸ cτόμιον, ὡc ἐκκρίνεcθαι τοὺc ἰχῶραc, μικροῦ δέ τινοc ἄλλου κατὰ τούτου ἐπιτιθεμένου ἐμπλα‐ | |
cτρίου ἐκ τοῦ αὐτοῦ φαρμάκου χαύνου διὰ τὴν αὐτὴν ἔκροιαν· ἐᾶν | ||
15 | δὲ αὐτὸ μέχρι τῆc ἐπιλύcεωc, ἣν διὰ τρίτηc ποιηcάμενοc ἀφαιρήcειc αὐτὸ τοῦτο καὶ ἀλλάξειc ἐάcαc τὸ καθ’ ὅλου τοῦ κόλπου περιβεβλη‐ | |
4.48.4 | μένον φάρμακον. ἔcται δέ cοι διάγνωcιc, εἰ κεκόλληται τὸ βάθοc τοῦ κόλπου καλῶc, ἐκρυέντοc ἰχῶροc ὀλίγου τε καὶ πεπεμμένου ἢ καὶ μηδ’ ὅλωc ἐκρυέντοc· ἔτι δὲ καὶ κατ’ αὐτὸν τὸν κόλπον, εἰ μήτε ὀδύνη τιc αἰcθητὴ μήτε ὄγκοc, ἀλλὰ προcέcταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ | |
5 | ἀνώδυνόν ἐcτιν· ἐὰν δὲ καὶ πῦον εὔπεπτον ἐπὶ τοῦ cτόματοc ἴδῃc ὀλίγον, ἔτι μᾶλλον ἐλπίδαc ἀγαθὰc ἕξειc. εἰ δὲ καὶ κατὰ τὴν πρώτην ἢ δευτέραν ἡμέραν ἐκκρίνηταί τιc ἰχὼρ λεπτὸc ἐκ τοῦ κόλπου, μὴ πάνυ τι τῆc κολλήcεωc ἀπέλπιζε· πολλάκιc γὰρ ἡ τοῦ φαρμάκου δύ‐ ναμιc ἐκθλίβει cφοδρῶc ἐκ τῶν ὑποκειμένων ὑγρότητα λεπτήν, ἧc ἐκ‐ | |
10 | θλιβείcηc cυμμέτρωc ξηρὰ γενόμενα τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡμέραν ἢ τετάρτην ἀπὸ τῆc ἀρχῆc ἐὰν ἄπεπτοc ἰχὼρ φέρηται διὰ τοῦ cτομίου, γίνωcκε μὴ κεκολλῆcθαι τὸν κόλπον καὶ ἐπίμενε τῷ αὐτῷ φαρμάκῳ· ἀφιcτάμενον δέ, ὡc εἰκόc, αὐτὸ δι’ ὑγρότητά τινα καὶ ἀλλάξαι οὐδὲν ἄτοπον ἐκ τοῦ αὐτοῦ φαρμάκου. | |
14 | ||
4.48.5 | Περὶ ῥακωδῶν κόλπων. Ὅταν δὲ βραδέωc τμηθέντοc ἀποcτήματοc ἤτοι διὰ ἀμαθίαν τοῦ ἰατρεύοντοc ἢ διὰ δειλίαν τοῦ θεραπευομένου τὸ ἐπικείμενον τῷ κόλπῳ δέρμα λεπτὸν καὶ ῥακῶδεc εἴη καὶ μὴ οἷόν τε περιελεῖν αὐτό, μετὰ | |
5 | τὰ λελεγμένα κλύcματα κολλητικῷ χρηcτέον φαρμάκῳ, cυcτάcει μὲν ὑγρῷ, τῇ δυνάμει δὲ ξηρῷ. τοιαύτη δέ ἐcτιν ἡ διὰ χαλκίτεωc φοινι‐ κίνη προcαγορευομένη ἀνιεμένη δι’ ἐλαίου παλαιοῦ, ὡc μήτε cκληρὰν πάνυ εἶναι μήτε ἀμόλυντον, κἄπειτα μετὰ οἴνου μετρίωc παλαιοῦ φυ‐ ρομένη, εἶτα ἐπιτιθεμένη ἐν κύκλῳ μετὰ τῆc προcηκούcηc ἐπιδέcεωc. | |
10 | ἁρμόττει δὲ ἐπὶ τῶν ῥακωδῶν, ὡc εἴρηται, δερμάτων οὐχ ἥκιcτα μέλι μέχρι cυcτάcεωc ἐμπλαcτρώδουc ἑψηθὲν καὶ ἐπιτεθέν· ἄμεινον δὲ μετὰ τὴν ἐν τῷ ῥάκει ἐπίπλαcιν καταπάττειν αὐτῷ διὰ κοcκίνου μετεώρου χνοώδη cμύρναν ἢ ἀλόην ἢ λιβανωτὸν ἢ πάντα ὁμοῦ. ἐπειράθην δὲ τοῦ λεπτοῦ κενταυρίου θαυμαcίου φαρμάκου πρὸc τὴν αὐτὴν χρείαν· | |
15 | ἐφεξῆc δὲ αὐτῷ τὸ cύμφυτόν ἐcτιν καὶ μετὰ τοῦτο τῆc Ἰλλυρίδοc ἴρεωc | |
ἡ ῥίζα, μεθ’ ὃ τὸ τῶν ὀρόβων ἄλευρον. ἐνίοτε δὲ καὶ κατ’ αὐτὴν τὴν ἕψηcιν ἐμπάττομεν αὐτὰ τῷ μέλιτι, ὅτε μέλλει καθαιρεῖcθαι ἀπὸ τοῦ πυρὸc ἡ κακκάβη, κάλλιον δὲ καὶ μετὰ τὸ ἐπαρθῆναι· εἶτα κινεῖν, ὅτε δὲ γένηται χλιαρόν, ἐπιτιθέναι αὐτὸ τῷ κόλπῳ καὶ ἐπιδεῖν, ὡc εἴρηται. | ||
19 | ||
4.49t | Περὶ cύριγγοc. | |
4.49.1 | Ἡ cύριγξ κόλποc ἐcτὶ τετυλωμένοc ἐξ ἀποcτημάτων τὰ πολλὰ cυνιcτάμενοc ἐκ μεταφορᾶc τῶν καλαμίνων cυρίγγων ὠνομαcμένοc. εἰ μὲν οὖν εἰc ὀcτοῦν καταλήγοι, τῶν ἀδυνάτων ἐcτὶν αὐτὴν ἄνευ χειρ‐ ουργίαc ἰαθῆναι, πλὴν εἰ μὴ χρόνῳ λεπὶc αὐτομάτωc ἢ ὀcτοῦν ἀπο‐ | |
5 | cταίη· εἰ δὲ μὴ καταλήγοι εἰc ὀcτοῦν, διὰ τῶν ἐκτυλωτικῶν τε καὶ κολλητικῶν ἰαθήcεται φαρμάκων. ἐκτυλωτικὰ μὲν οὖν εἰcι ταῦτα· cπον‐ δυλίου ῥίζα περιξεομένη καὶ ἐντιθεμένη cυρίγγων τύλουc ἀφαιρεῖ, καὶ ἐλλέβοροc μέλαc ἐντιθέμενοc ἐν δύο καὶ τριcὶν ἡμέραιc ἀφίcτηcι τὸν τύλον· ἀμόργη ἡψημένη καὶ ἐγκλυζομένη, cῶρι ὠμὸν ἢ κεκαυμένον | |
10 | μετ’ ὀλίγου κράματοc ἐγκλυζόμενον, cῶρι καὶ κροκόμαγμα μεθ’ ὑδρο‐ μέλιτοc· ἢ ἐλατήριον τερμινθίνῃ ἀναλαβὼν κολλούρια ποίει καὶ ἐντίθει, ἢ cιλφίου ῥίζηc χυλῷ ἐγχυμάτιζε. ὑπεκτήκει δὲ τοῦτο· ἰοῦ 𐅻 ιβ, ἀμ‐ μωνιακοῦ 𐅻 β· ἀναλαβὼν ὄξει ποίει ἐπιμήκη. | |
13 | ||
4.49.2 | Κολλούριον, ᾧ χρῶμαι εἰc ἐκτύλωcιν cυρίγγων. Ἀμμωνιακοῦ θυμιάματοc, χαλκάνθου, ἰοῦ, μίcυοc, χαλκίτεωc, κόμ‐ μεωc ἴcα· ἀναλάμβανε ὄξει. Ἄλλο, ἐκ τῶν Ἡλιοδώρου χειρουργουμένων. καδμίαc, μίcυοc, χαλκ‐ | |
5 | άνθου, χαλκοῦ κεκαυμένου, κόμμεωc ἀνὰ 𐅻 δ, χαλκίτεωc ὠμῆc 𐅻 γ· ἀναλάμβανε οὔρῳ παιδὸc ἀφθόρου καὶ πλάccε κολλούρια, ἐνθεὶc δὲ τὸ κολλούριον ἐν τῇ cύριγγι ἔξωθεν ἐπιτίθει ἄρτου τὸ ἐντὸc ὕδατι βραχὲν ἀλλάccων αὐτό, ἕωc ἀφλέγμαντοc γένηται, καὶ ἐκπέcῃ ἡ ἐcχάρα. Ἄλλο, ὃ ἔλαβον ἐν Ἀλεξανδρείᾳ. ἀγχούcηc ῥιζῶν, μίcυοc ὀπτοῦ, | |
10 | χαλκίτεωc, ἰοῦ, cτυπτηρίαc cχιcτῆc, χαλκάνθου, ἀλόηc ἀνὰ 𐆄 α, κανθα‐ | |
ρίδαc ε· ὄξει λειώcαc ποίει κολλούρια. Ἄλλο. χαλκάνθου 𐅻 β, χαλκίτεωc, ἰοῦ ἀνὰ 𐅻 α· ἀναλάμβανε κόμμι ἢ ἀμμωνιακῷ καὶ χρῶ. | ||
4.49.3 | ὅταν δὲ ἐκτυλωθῇ, ἰῷ ἑφθῷ μετὰ μέλιτοc καθαρωτάτου ὀκτα‐ πλαcίου ἀνακάθαιρε ποιῶν κολλούρια· μετὰ δὲ τὸ ἐκτυλωθῆναι cαρκω‐ τικοῖc δεῖ χρῆcθαι. Κολλούριον cαρκωτικόν. ἀλόηc, cμύρνηc, ἀμμωνιακοῦ, ᾠῶν λεπῶν | |
5 | κεκαυμένων τῆc τέφραc ἴcον· ὕδατι λειώcαc πλάccε κολλούρια καὶ ἐντίθει. Ἄλλο. cμύρνηc, ἀλόηc, λιβάνου, cιδίων τὸ ἴcον· ἀναλάμβανε ὕδατι (τινὲc χολῇ ταυρείᾳ). cαρκοῖ δὲ καὶ τὸ ὀμφάκιον ἐγκλυζόμενον. | |
10 | οἶδά τινα κεδρίᾳ κλύζοντα τὰc cύριγγαc, καὶ θαυμαcτῶc ἐπετύγ‐ χανεν. | |
4.49.4 | μετὰ δὲ τὸ cαρκωθῆναι τῷ κολλητικῷ χρηcτέον φαρμάκῳ κατὰ τὸν ἐν τῷ περὶ τῶν ἄλλων κόλπων διηγορευμένον τρόπον. cτενῆc δὲ οὔcηc ἅμα καὶ μακρᾶc τῆc cύριγγοc, φηcὶν ὁ Γαληνόc, καὶ μηδέπω μοι φαινομένηc ἔχειν ἔνδον ἐν αὑτῇ τύλον, ἀλλὰ μόνον ῥύπον, ἐνῆκα | |
5 | πρότερον τὴν κονίαν, εἶτα ἐπιcχὼν ἐν τῇ cύριγγι τοcοῦτον χρόνον, ἕωc ὅτε τὸν ῥύπον ἤλπιcα τελείωc ἐκπεcεῖν, μετὰ ταῦτα ἐπέθηκα τὸ φάρμακον. ἦν δὲ τὸ διὰ κικίνου ἐλαίου λεχθὲν ἀνωτέρω. | |
7 | ||
4.50t | Περὶ τῶν ἀναρρηγνυμένων. | |
4.50.1 | Τινὰ δὲ τῶν ἑλκῶν ἐπουλούμενα πολλάκιc μετὰ χρόνον οὐ πολὺν αὖθιc φλεγμαίνει τε καὶ ἀναρρήγνυται· παθόντοc γὰρ ὀcτοῦ τινοc ἐνίοτε ἡ ἐπικειμένη cὰρξ ἐπουλοῦται μὲν ῥᾳδίωc καὶ ὑγιὴc εἶναι δοκεῖ τελέωc, πάλιν δὲ ἰcχυρῶc ἐπιρρέοντοc κατ’ ὀλίγον ἐκ τοῦ φθειρομένου | |
5 | κατὰ [τὸ] βάθοc ὀcτοῦ φλεγμονή τε καὶ πῦον ὑπογίνεται τὴν οὐλὴν ἀναξαῖνον. τίc οὖν ἡ θεραπεία τῶν τοιούτων ἑλκῶν; ξήρανcιc ἐπὶ | |
τοcοῦτον, ὡc ἀποcτῆναι τὸ πεπονθὸc ὀcτοῦν. ῥᾳδίωc οὖν ἀναπλεύcει τὰ ἐγκαθήμενα τῶν ὀcτῶν, εἰ μήκωνοc ἀγρίαc καὶ cυκῆc φύλλα λεῖα μετὰ πάληc ἀλφίτου καὶ οἴνου καταπλάcειc ἢ ὑοcκυάμου cπέρμα καὶ | ||
10 | χάλκανθον ἴcα τρίψαc ἐπιθήcειc· ἢ πευκεδάνου ἡ ῥίζα λεπίδαc ὀcτῶν ἀφίcτηcιν ἐν τάχει. | |
11 | ||
4.51t | Περὶ τῶν ἐν ἄρθροιc ἑλκῶν. | |
4.51.1 | Τὰ ἄρθρα ξηρότερα τῶν cαρκωδῶν ἐcτι μορίων· διόπερ ἑλκωθέντα ξηροτέρων δεῖται φαρμάκων. καλῶc γοῦν ὁ τοῦ Πολυείδου τροχίcκοc ποιεῖ μετ’ οἴνου τριβόμενοc ἕωc γλοιώδουc cυcτάcεωc καὶ τὰ ὁμοίωc τούτῳ ξηραίνοντα φάρμακα. καὶ θαλάττῃ δὲ καὶ ἅλμῃ πολλάκιc αἰονή‐ | |
5 | cαντεc αὐτὰ βέλτιον ἐθεαcάμεθα διατιθέμενα. χρηcτέον οὖν ἐπὶ τῶν ἄρθρων καὶ τοῖc μᾶλλον ξηραίνουcιν. | |
6 | ||
4.52t | Ὅcα cκόλοπαc καὶ ἀκίδαc καὶ ἀκάνθαc ἀνάγει καὶ τὰ παραπλήcια. | |
4.52.1 | Ἀκίδαc καὶ καλάμουc, ἔτι δὲ cκόλοπαc καὶ ἀκάνθαc, ἐπιcπῶνται ἀναγαλλίδεc αἱ δύο, ἀριcτολοχία cτρογγύλη, ἀμμωνιακὸν cὺν μέλιτι, ὑοcκυάμου καρπὸc λεῖοc καταπλαccόμενοc. καλάμου ῥίζαν κόψαc καὶ μέλιτι μίξαc εἰc ὀθόνιον ἐμπλάccων δαψιλὲc ἐπιτίθει· cυντόμωc ἀνάγει. | |
4 | ||
4.53t | Περὶ αἱμορραγίαc τῆc τε ἀπὸ φλεβὸc καὶ τῆc ἀπὸ ἀρτηρίαc. | |
4.53.1 | Ἐπὶ τῶν αἱμορραγούντων μορίων τὸ τοῖc κόλποιc ἐναντίον ἁρμόcει cχῆμα, τοῦτο δέ ἐcτι τὸ ἀνάρροπον. ἔcτω δὲ μηδὲ τοῦτο ἄμετρον· κίνδυνοc γὰρ ὀδύνην γενέcθαι καὶ αὖθιc αἱμορραγῆcαι τὸ ἀγγεῖον· οὐδὲν γὰρ ὀδύνηc πλέον αἱμορραγίαc τε κινεῖ καὶ φλεγμονὰc αὐξάνει. | |
5 | ἐπὶ δὲ τῶν αἱμορραγούντων μορίων αὐτίκα μὲν ἐπίβαλλε τὸν δάκτυ‐ | |
λον ἐπὶ τὸ cτόμα τοῦ κατὰ τὸ ἀγγεῖον ἕλκουc ἐρείδων πράωc καὶ πιέζων ἀνωδύνωc· ἅμα τε γὰρ ἐφέξειc τὸ αἷμα καὶ θρόμβον ἐπιπήξειc τῇ τρώcει· καὶ μέντοι καί, εἰ διὰ cυχνοῦ βάθουc εἴη τὸ αἱμορραγοῦν ἀγγεῖον, ἀκριβέcτερον ἂν καταμάθοιc τήν τε θέcιν αὐτοῦ καὶ τὸ μέγε‐ | ||
10 | θοc, καὶ πότερα φλέψ ἐcτιν ἢ ἀρτηρία. μετὰ δὲ ταῦτα cμικροῦ μὲν ὄντοc τοῦ ἀγγείου τινὶ τῶν ἰcχαίμων χρηcτέον· κάλλιcτα δὲ αὐτῶν ἐcτι τὰ ἐμπλαcτικὰ cυντιθέμενα διά τε τῆc φρυκτῆc ῥητίνηc καὶ ἀλεύρου πυρίνου χνοῦ καὶ γύψου, καὶ ὅcα τοιαῦτα, ᾠοῦ τῷ λευκῷ φυρώμενα καὶ cὺν λαγῴαιc θριξὶν ἐπιτιθέμενα. μεγάλου δὲ ὄντοc αὐτοῦ διαπείραc | |
15 | ἀγκίcτρῳ τὸ ἀγγεῖον ἀνάτεινέ τε καὶ περίcτρεφε μετρίωc· ἐπιcχεθέντοc δὲ τοῦ αἵματοc, εἰ μὲν φλὲψ εἴη, πειρᾶcθαι χωρὶc βρόχου cτέλλειν τὸ αἷμα τοῖc αὐτοῖc τούτοιc φαρμάκοιc, εἰ δὲ ἀρτηρία, δυοῖν θάτερον, | |
4.53.2 | ἢ βρόχον περιθεὶc ἢ ὅλον διακόψαc τὸ ἀγγεῖον ἐφέξειc τὸ αἷμα. βρό‐ χον δὲ ἀναγκαζόμεθά ποτε καὶ ταῖc μεγάλαιc περιτιθέναι φλεψίν, ὥcπερ γε διατέμνειν ποτὲ αὐτὰc ὅλαc, ἐγκαρcίαc δηλονότι. καταcταίη δ’ ἄν τιc εἰc ἀνάγκην τοῦδε κατὰ τὰc ἐκ πολλοῦ βάθουc ὀρθίαc ἀνα‐ | |
5 | φερομέναc καὶ μάλιcτα διὰ cτενοχωρίαc τινὸc ἢ μερῶν κυρίων· ἀνα‐ cπᾶται γὰρ οὕτωc ἑκάτερον τὸ μέροc ἑκατέρωcε, καὶ κρύπτεται καὶ cκέπεται πρὸc τῶν ἐπικειμένων cωμάτων ἡ τρῶcιc. ἀcφαλέcτερον δὲ ἄμφω ποιεῖν, βρόχον μὲν τῇ ῥίζῃ περιθεῖναι τοῦ ἀγγείου, τέμνειν δὲ τοὐντεῦθεν. ταῦτα δὲ πράξαντα cαρκοῦν ὅτι τάχιcτα τὸ τραῦμα, πρὶν | |
10 | ἀπορρυῆναι τοῦ ἀγγείου τὸν βρόχον· εἰ μὴ γὰρ ταχέωc cαρκωθῇ, ἀλλ’ εὑρεθῇ που χώρα κενή, τὸ καλούμενον ἀνεύρυcμα γίνεται. διαγνώcῃ δέ, πότερα φλὲψ ἢ ἀρτηρία ἐcτὶν ἡ αἱμορραγοῦcα τῷ τῆc μὲν ἀρτηρίαc ξανθότερόν τε καὶ λεπτότερον εἶναι τὸ αἷμα καὶ cφυγματωδῶc κενού‐ | |
4.53.3 | μενον, τῆc δὲ φλεβὸc μελάντερόν τε καὶ χωρὶc cφυγμοῦ. ἄριcτον οὖν ἁπάντων, ὧν ἴcμεν, cαρκωτικῶν ἐcτι φάρμακον, ᾧ καὶ πρὸc τὰc ἐκ μηνίγγων αἱμορραγίαc ἀcφαλέcτερον χρῆcθαι καὶ πρὸc τὰc ἐν τραχήλῳ τρώcειc ἄχρι καὶ τῶν cφαγιτίδων (καὶ γὰρ καὶ τούτων ἐπέχει τὸ αἷμα | |
5 | χωρὶc βρόχου), λαμβάνον λιβανωτοῦ τοῦ λιπαρωτάτου μέροc α, ἀλόηc ἐπὶ μὲν τῶν μαλακωτέρων cωμάτων μέροc 𐅵ʹ, ἐπὶ δὲ τῶν cκληροτέρων τὸ ἴcον καὶ ἀντὶ λιβανωτοῦ μάννηc τὸ ἴcον· ᾠοῦ τῷ λευκῷ καὶ τοῦτο | |
φυράcθω, ὡc μελιτώδη cύcταcιν ἔχειν, εἶτα ἀναλαμβανέcθω λαγῴαιc θριξὶν μαλακωτάταιc κἄπειτα τῷ τε ἀγγείῳ καὶ τῷ ἕλκει παντὶ πλεῖcτον | ||
10 | ἐπιτιθέcθω· καταδείcθω δὲ ἔξωθεν ἐξ ὀθόνηc ἐπιδεcμίδι, τὰc μὲν πρώ‐ ταc ἐπιβολὰc δ ἢ ε κατ’ αὐτοῦ τοῦ αἱμορραγοῦντοc ἀγγείου ποιου‐ μένων ἡμῶν, ἐντεῦθεν δὲ ἐπὶ τὴν ῥίζαν αὐτοῦ νεμομένων· εἶτα λύcαc διὰ τρίτηc, εἰ μὲν ἀcφαλῶc ἔτι προcέχοιτο τῷ ἕλκει τὸ φάρμακον, αὖθιc ἕτερον ἐν κύκλῳ περιχέοντα καὶ ὥcπερ ἐπιτέγγοντα πάλιν ἐπι‐ | |
15 | δεῖν· εἰ δὲ αὐτόματοc ὁ πρῶτοc ἀποπτύοιτο μοτόc, ἀτρέμα πιέζοντα τῷ δακτύλῳ τὴν ῥίζαν τοῦ ἀγγείου πρὸc τὸ μηδὲν ἐπιρρυῆναι τοῦτο μὲν ἀφελεῖν ἠρέμα, προcθεῖναι δὲ ἕτερον, οὕτω τε θεραπεύειν, μέχρι‐ περ ἂν cαρκωθῇ τὸ ἀγγεῖον, ἀεὶ τοῦ ἀναρρόπου φυλαττομένου cχήμα‐ | |
4.53.4 | τοc ἀλύπωc. τὰ δέ γε τὰc ἐcχάραc ἐπιπηγνύντα γυμνότερον ἐργάζεται τὸ μέροc, ἢ κατὰ φύcιν εἶχεν, ἀποπιπτούcηc τῆc ἐcχάραc, καὶ πολλοῖc αἱμορραγία δυcεπίcχετοc ἠκολούθηcεν ἐπὶ ταῖc τῶν ἐcχαρῶν ἀποπτώ‐ cεcιν. χρηcτέον δὲ ὅμωc καὶ τούτοιc, ὅταν ἀνάγκη μεγάλη βιάζηται· | |
5 | μεγίcτη δὲ ἀνάγκη τοῦ χρῆcθαι φαρμάκοιc ἐcχαρωτικοῖc ἢ καυτηρίοιc διαπύροιc, ὅταν ἐξ ἀναβρώcεωc cηπεδονώδουc ἡ αἱμορραγία γίνηται. καὶ μέντοι κἀπειδὰν ἐν ταῖc τοιαύταιc διαθέcεcιν ἅπαν ἐκκόψωμεν τὸ cηπόμενον, ἀcφαλέcτερον ἤτοι καίειν αὐτοῦ τὴν οἷον ῥίζαν ἢ φαρμά‐ κοιc ἐcχαρωτικοῖc χρῆcθαι· τοῦτο δὲ μάλιcτα ἐπί τε αἰδοίων καὶ ἕδραc | |
10 | cυμβαίνει γίνεcθαι. cκοπὸc δὲ τῶν ἐcχαρούντων ἡ μετὰ cτύψεωc θερ‐ μότηc, καθάπερ ἐν χαλκίτιδι καὶ μίcυι καὶ χαλκάνθῳ. τὰ δὲ διὰ τῆc ἀcβέcτου cφοδρότερα μέν, ἀλλὰ διὰ τὸ μὴ cτύφειν τὴν τίτανον θᾶττον ἀποπίπτουcιν αἱ ἀπ’ αὐτῶν ἐcχάραι. κάλλιον δὲ μένειν αὐτάc· φθάνει γὰρ ὑποcαρκοῦcθαι κατὰ τὴν βάcιν αὐτῶν καὶ γίνεcθαι καθάπερ τι | |
4.53.5 | πῶμα τοῖc ἀγγείοιc. ἐπὶ δὲ τῶν οὕτωc αἱμορραγούντων ἰcάτιc ἥμεροc ἐπιπαττομένη καλῶc ἐπέχει ἢ κηκῖδεc καυθεῖcαι· δεῖ δὲ αὐτὰc διαπύρουc δι’ ὄξουc ἢ δι’ οἴνου cβεννύειν. καθάπαξ δὲ αἱμορραγίαc ἵcτηcιν ἁπλᾶ μὲν ἀλόη, λίβανοc, μάννα, Ϲάμιοc ἀcτήρ, ἰὸc cιδήρου, ἐρίων καυθέντων | |
5 | ὁμοίωc ἡ τέφρα λειοτάτη, κόπροc ὄνου καὶ ἵππου, ἄcφαλτοc, βατράχου cποδιά, διφρυγέc, κηκίc, μυρcίνη ξηρά, cτυπτηρία πᾶcα ὠμή τε καὶ καυ‐ | |
θεῖcα, ῥητίνη φρυκτή, ἀμπέλου φλοιὸc ἢ φύλλα ξηρά, τῶν πλατάνων τῶν cφαιρίων ὁ χνοῦc, μάλιcτα ὅτε τὸν ἐπίπαγον ἀποβάλῃ· ἰδίωc δὲ μυκτῆροc αἱμορραγίαν ἐντιθέμενα cτέλλει ὀξυcχοίνου καρπόc, κνίδηc | ||
10 | φύλλων χυλόc, χαλκῖτιc, ἀνθυλλὶc κεκαυμένη, τρίχεc λαγωοῦ, νάρθηκοc τὸ μέcον καυθὲν cὺν ὄξει, ὀνὶc ξηρὰ ἢ ὑγρά, χυλὸc πράcου μετὰ λι‐ βάνου ἐλλυχνίῳ ἀναληφθείc. cύνθετα δὲ πάcηc αἱμορραγίαc εἰcὶ φάρ‐ μακα τάδε· cπόγγον καινὸν εἰc ὑγρὰν πίccαν δεύcαc καὶ ἀcφάλτῳ καταπλάcαc ἐν χύτρᾳ καινῇ καῦcον, τῆc δὲ cποδιᾶc μέρη β βαλὼν | |
15 | μίcγε μολίβδου μέροc α καὶ cτίμεωc μέροc α. | |
4.53.6 | Ἄλλο. λιβανωτοῦ, μάννηc, θείου ἀπύρου ἴcα· ἔμπλαccε. Ἄλλο. χαλκίτεωc 𐅻 κ, λιβανωτοῦ ἢ μάννηc 𐅻 ιϛ, ῥητίνηc φρυκτῆc 𐅻 η, γύψου κεκαυμένου 𐅻 η. Ἐcχαρωτικὸν ἴcχαιμον. χαλκίτεωc, χαλκοῦ κεκαυμένου, χαλκάνθου, | |
5 | μίcυοc ὀπτοῦ ἴcον. Καὶ ἡ Ῥοδία δὲ προcαγορευομένη καὶ ἡ ξανθὴ τῶν ἀγαθῶν ἰcχαίμων εἰcίν. | |
7 | ||
4.54t | Περὶ νευροτρώτων. | |
4.54.1 | Τὰ τετρωμένα τῶν νεύρων ἢ νυγέντα τὴν φλεγμονὴν καὶ τὴν ὀδύνην ὑπερβάλλουcαν ἔχει διὰ τὸ περιττὸν τῆc αἰcθήcεωc· διὸ καὶ πυρετοὶ καὶ cπαcμοὶ τούτοιc περιγίνονται, τιcὶ δὲ καὶ παραφροcύνη διὰ τὴν πρὸc τὸν ἐγκέφαλον τῶν νεύρων cυνέχειαν· ἔcθ’ ὅτε δὲ καὶ | |
5 | κατ’ ἄλλα χωρία τοῦ τρωθέντοc μορίου φλεγμοναὶ καὶ ἀποcτάcειc εἰ‐ ώθαcι γίνεcθαι κατ’ αὐτοῦ τοῦ νεύρου τοῦ τρωθέντοc διὰ τὴν cυν‐ έχειαν αὐτοῦ. δεῖ οὖν τὴν τοῦ δέρματοc τρῶcιν διατηρεῖν ἀκόλλητον, ἵνα δι’ αὐτῆc οἱ ἰχῶρεc ἐκρέοιεν, ἐπὶ δὲ τῶν νυγμάτων, εἰ τυφλὰ φαίνοιτο, καὶ προcεπιτέμνειν δύο διαιρέcεcιν τεμνούcαιc ἀλλήλαc. ἐν | |
10 | δὲ τοῖc βοηθήμαcιν, εἰ πληθωρικὸν εἴη τὸ cῶμα καὶ ἡ φλεγμονὴ με‐ γάλη, πρῶτον ἀπὸ φλεβοτομίαc ἄρχεcθαι· κακοχύμου δὲ φαινομένου | |
4.54.2 | τοῦ cώματοc καὶ καθάρcει χρηcτέον. φάρμακα δὲ προcαγέcθω τῷ τραύ‐ ματι τὰ τὴν ὀδύνην πραΰνοντα καὶ τὴν ἐκροὴν ἀναcτομοῦντα, μὴ γε‐ | |
γονυίαc μάλιcτα τῆc ἐπιδιαιρέcεωc. τὸ μὲν οὖν θερμὸν ὕδωρ τὸ ταῖc ἄλλαιc φλεγμοναῖc ἐπιτηδειότατον εἰδέναι τούτοιc πολέμιον, καὶ κάλλιον | ||
5 | καταιονᾶν ἐλαίῳ λεπτομερεῖ μηδὲν ἔχοντι cτύψεωc θερμῷ πρὸc αἴcθη‐ cιν· οὔτε γὰρ τὸ ψυχρὸν οὔτε τὸ χλιαρὸν ἄγαν ἀβλαβὲc αὐτοῖc ἐcτι. τῶν δὲ φαρμάκων ἐπιτήδειόc ἐcτι ῥητίνη τερμινθίνη, καθ’ ἑαυτὴν μὲν ἐπὶ παιδίων καὶ γυναικῶν καὶ τῶν ἁπαλοcάρκων, μετὰ δὲ εὐφορβίου μαλαττομένη ἐπὶ τῶν cκληροcάρκων, κἄν ποτε cκληροτέρα τύχοι, cύν | |
10 | τινι τῶν λεπτομερῶν ἐλαίων. καταπλάcμαcι δ’ ἄν τιc ἐπὶ τῶν φλεγ‐ μαινόντων καὶ cηπομένων νεύρων χρήcαιτο κρίθινον ἄλευρον ἢ κυάμι‐ | |
4.54.3 | νον ἢ ὀρόβινον ἑψήcαc ἐν κονίᾳ cτακτῇ cὺν ὀξυμέλιτι. χωρὶc δὲ τῆc ἑψήcεωc ἐπὶ τῶν νυγμάτων καὶ κηρωτῇ τιc ἂν χρήcαιτο τοιαύτῃ· κη‐ ροῦ 𐆄 γ, εὐφορβίου 𐆄 α ἢ περιcτερᾶc κόπρου ἐπὶ τῶν cκληροτέρων cωμάτων, ἐλαίου 𐆄 β, ἔcθ’ ὅτε καὶ τερμινθίνηc 𐆄 α· ἐμπλαcτρῶδεc δὲ | |
5 | τὸ φάρμακον ἐργαζόμενοc εἰc τὴν οὐγκίαν τοῦ εὐφορβίου ἀνὰ ϛ 𐆄 κηροῦ καὶ φρυκτῆc ῥητίνηc καὶ ἐλαίου καὶ πίccηc λιπαρᾶc ἐμβαλεῖc, ἀντὶ δὲ τῆc ῥητίνηc πρόπολιν τὴν λιπαρωτάτην ἐμβάλλων ἄμεινον ποιήcειc. καὶ τοῦτο δὲ πρὸc τὰ νυγέντα νεῦρα τῶν ἀγαθῶν ἐcτι φαρ‐ μάκων ποιοῦν καὶ πρὸc τοὺc λυccοδήκτουc· ὄξουc ξ̸ α, πίccηc λιπαρᾶc | |
10 | λι. α, ὀποπάνακοc 𐆄 γ· τὸν ὀποπάνακα λύcαc ὄξει ἐπὶ πλέον ἐκλείου καὶ τὴν πίccαν τήξαc καὶ μίξαc ἕψε. τοῦτο τὸ φάρμακον τοῖc νενυγ‐ μένοιc νεύροιc ἐπιτήδειόν ἐcτιν οὐ cυγχωροῦν μῦcαι τὸ cτόμιον τοῦ νύγματοc, ὥcπερ οὐδὲ τῶν λυccοδήκτων cυνουλωθῆναι τὸ ἕλκοc· ποιεῖ | |
4.54.4 | δὲ ἐπὶ μόνων τῶν cκληρῶν cωμάτων. εἰ δὲ ἐπὶ παιδίου νυγέντοc ἢ ἁπαλοcάρκου χρήcαcθαι βουληθείηc αὐτῷ, ἔνεcτί cοι τήκειν αὐτὸ διά τινοc τῶν διαφορούντων, ἀμαρακίνου ἢ ὀποβαλcάμου ἢ ἐλαίου παλαιοῦ. ἁρμόττει δὲ καὶ τὸ βαcιλικὸν φάρμακον προcλαμβάνον νίτρου ἢ ἀcβέcτου | |
5 | ἢ εὐφορβίου ἢ θείου ἀπύρου ἢ ἀγρίαc περιcτερᾶc κόπρου ἢ ὀποπά‐ νακοc ἢ cαγαπηνοῦ ἢ ὀποῦ Κυρηναικοῦ ἢ καcτορίου· εἰc λίτραν δὲ τοῦ φαρμάκου 𐆄 α ἐμβαλεῖν τῶν εἰρημένων τινόc· ποιεῖ γὰρ καλῶc | |
πρὸc τοὺc νευροτρώτουc καὶ μάλιcτα τοὺc νενυγμένουc. δύναιτο δ’ ἄν τιc κατ’ ἀγρὸν μηδενὸc εὐπορῶν πρόπολιν πρόcφατον καὶ λιπαρὰν | ||
10 | ἐντιθέναι κατὰ τοῦ τραύματοc ἢ ζύμην, μάλιcτα παλαιάν, μόνην τε καὶ μετὰ τῆc προπόλεωc μίξαc ἢ μετὰ ὀποῦ τιθυμάλλου. τοῖc κατα‐ πλάcμαcι δὲ τοῖc δι’ ὀξυμέλιτοc ἢ cτακτῆc κονίαc μετὰ ἀλεύρου κυάμων ἢ ὀρόβων ἢ ἐρεβίνθων ἢ θέρμων πικρῶν ἢ κριθῶν ἢ πάληc ἀλφίτων οὐ μόνον ἐπὶ τῶν φλεγμαινόντων ἀλλ’ ἤδη καὶ κατ’ ἀρχὰc εὐθέωc | |
15 | κεχρῆcθαι δεῖ· τὰ δὲ χαλαcτικὰ τῶν καταπλαcμάτων ἐπὶ τῶν νευρο‐ τρώπων ἀεὶ παραιτεῖcθαι δεῖ. εἰ δὲ μὴ νυγείη τὸ νεῦρον, ἀλλὰ cαφεῖ τῇ τομῇ τρωθείη διαιρεθέντοc καὶ τοῦ προκειμένου δέρματοc, ὡc γυμνὸν φαίνεcθαι τὸ νεῦρον καὶ ὄρθιον, οὐκ ἐγκάρcιον, διῃρημένον, τῶν προ‐ ειρημένων δι’ εὐφορβίου καὶ τῶν οὕτω δριμέων οὐδενὶ χρήcῃ· γυμνὸν | |
4.54.5 | γὰρ ὂν τὸ νεῦρον οὐκ οἴcει τὴν δύναμιν αὐτῶν cφοδρὰν οὖcαν. τὴν τίτανον οὖν παραλήψῃ πεπλυμένην πολλάκιc ἐν ὥρᾳ θερμῇ πλείονι τῷ ἐλαίῳ δευομένην. καλὸν δὲ καὶ τὸ διὰ πομφόλυγοc καὶ τὸ διὰ μέλιτοc ἐν ῥοδίνῳ πλείονι τακέν. δεῖ δὲ μηδὲν τῆc τρώcεωc ψαύειν· | |
5 | αἰcθητικὸν γάρ ἐcτι τὸ νεῦρον καὶ τῇ κράcει ψυχρὸν καὶ cυνεχὲc τῇ κυριωτάτῃ τῶν ἀρχῶν. ἀλλ’ οὐδ’ ἐλαίῳ καταιονᾶν προcήκει τὸ τοι‐ οῦτον ἕλκοc· ῥυποῦται γάρ. ἀπομάττειν οὖν μόνον τοὺc ἰχῶραc δεῖ μαλακὸν ἔριον ὑπαλείπτρῳ περιελίττονταc. πάντων δὲ κατὰ γνώμην προχωρούντων ἀκίνδυνον γλυκεῖ διαβρέχειν· ἐπὶ δὲ τῶν ἰcχυροτέρων | |
10 | καὶ τῷ Πολυείδου τροχίcκῳ μετὰ cιραίου θερμῷ διαμότῳ χρῆcθαι. μετὰ δὲ τὸ cκεπαcθῆναι τὸ γεγυμνωμένον νεῦρον τοὺc μοτοὺc ἔξωθεν περιβάλλειν δεῖ τινι τῶν πρὸc τὰc cτενὰc τρώcειc ποιούντων, οἷον τῷ δι’ εὐφορβίου ἢ τῷ διὰ τῆc κόπρου τῶν περιcτερῶν, cυμπεριλαμβά‐ | |
4.54.6 | νοντα πολὺ καὶ τῶν ὑγιεινῶν μερῶν. τῆc τρώcεωc δὲ ἐγκαρcίαc γενο‐ μένηc ὁ μὲν κίνδυνοc τοῦ cπαcθῆναι μείζων, τὰ δὲ τῆc θεραπείαc καὶ ἐπὶ ταύτηc ὅμοια, πλὴν ὅτι τῆc τρώcεωc ἔτι προcφάτου τυγχανούcηc ῥαφαῖc ἐχρήcαντό τινεc καὶ τῶν κολλητικῶν τινι φαρμάκων· ἀλλὰ δεῖ | |
5 | τὰc ῥαφὰc μὴ λίαν ἐπιπολῆc διδόναι, ἵνα μὴ τὸ βάθοc ἀκόλλητον μείνῃ, ἀλλὰ βαθυτέραc, φυλαττόμενον μέντοι τὸ πάλιν ὑπὸ τῆc βελόνηc νυγῆναι | |
τὸ νεῦρον. εἰδέναι δὲ καθάπαξ ἐπὶ τῶν νευροτρώτων, ὅτι τὸ τὰ νύγ‐ ματα θεραπεῦον φάρμακον θερμότερον ὑπάρχον οὐχ οἷόν τέ ἐcτιν δι‐ αίρεcιν νεύρου θεραπεύειν οὐχ ὑπομένοντοc τὴν ἐξ αὐτῶν δῆξίν τε | ||
10 | καὶ φλόγωcιν, οὔτε δὲ τὸ τὰc διαιρέcειc θεραπεῦον ἁρμόζει τοῖc νύγ‐ μαcιν· οὐ γὰρ ἐξικνεῖται πρὸc τὸ βάθοc ἡ δύναμιc αὐτοῦ cτενῆc οὔcηc τῆc τοῦ δέρματοc διαιρέcεωc. | |
4.54.7 | δίαιτα δὲ παραλαμβανέcθω λεπτοτέρα καὶ cτρωμνὴ μαλακή, καὶ θερμῷ τῷ ἐλαίῳ χρῆcθαι κατὰ μαcχαλῶν καὶ κεφαλῆc καὶ τραχήλου, τῆc δὲ τρώcεωc ἐν cκέλει γενομένηc κατά τε βουβώνων καὶ ἤτρου καὶ τῶν τῇδε χωρίων. λουτρῶν δὲ τὸ μὲν cύμπαν ἄχρι τῆc παρακμῆc τῶν | |
5 | φλεγμονῶν ἀπέχεcθαι μηδαμῶc αὐτοῖc ἁρμοζούcηc τῆc τοῦ ὕδατοc, ὡc ἔφημεν, ψαύcεωc. ἐπεὶ δέ τινεc οὐκ ἀνέχονται μένειν ἄλουτοι δι’ ἔθοc, εἰ μὲν τὸ τετρωμένον μόριον χεὶρ εἴη, πειρατέον ὡc οἷόν τε μὴ βρέ‐ χειν αὐτὴν τῷ ὕδατι μήτε τῷ θερμῷ μήτε πολλῷ πλέον τῷ ψυχρῷ· ἐν ποδὶ δὲ τῆc τρώcεωc γενομένηc, ἐπεὶ τὸ μὴ βρέχειν ἀδύνατόν ἐcτιν, | |
10 | μελλόντων αὐτῶν λούεcθαι κατὰ τοῦ τετρωμένου μέρουc ἐπιθεὶc τῶν ἐμπλάcτρων τι φαρμάκων ἔξωθεν αὐτοῦ πάλιν ἐπίβαλλε πολυπτύχουc ὀθόναc πλείοναc ἐλαίῳ διαβρόχουc, αἷc αὖθιc ἔξωθεν ἐπίδεcμον ἐξ ὀθόνηc ἐπιβάλλειν, καὶ μετὰ ταῦτα πάλιν ἐν αὐτῷ τῷ βαλανείῳ προc‐ κατάχει τοῦ ἐπιδέcμου τὸ ἔλαιον μέλλοντοc εἰc τὴν πύελον ἐμβαίνειν | |
15 | τοῦ νευροτρώτου· λουcαμένου δὲ τὰ μὲν ἐπικείμενα πάντα ἀπόβαλλε, | |
4.54.8 | χρῶ δὲ τῇ προειρημένῃ τῆc ὅληc θεραπείαc ἀγωγῇ. θλάcεωc δὲ μόνηc τοῦ νεύρου γενομένηc, ἐὰν μὲν ἅμα τῷ δέρματι θλαcθέντι καὶ ἕλκωcιc γένηται, τὸ διὰ τῶν κυαμίνων ἀλεύρων καὶ ὀξυμέλιτοc ἐπιτήδειον κατάπλαcμα, προcβαλεῖc δὲ ἐνίοτε καὶ ὀροβίνων ἀλεύρων καὶ ἴρεωc. | |
5 | τῇ θλάcει δὲ ὀδύνηc cυνούcηc πίττηc ὑγρᾶc μιγνύειν. ἐὰν δὲ χωρὶc τοῦ θλαcθῆναι τὸ δέρμα γένηται, διαφορητικώτερον καταντλεῖν ἐλαίῳ θερμῷ cυνεχῶc, ἀνηθίνῳ φημὶ ἢ πηγανίνῳ ἢ ἰρίνῳ ἢ ἀμαρακίνῳ. τοῦ νεύρου δὲ ὅλου διακοπέντοc κίνδυνοc μὲν οὐδεὶc ἕψεται, τὸ μόριον δὲ ἀνά‐ πηρον γενήcεται· θεραπεία δὲ ὁμοία παραληφθήcεται τοῖc ἄλλοιc | |
10 | ἕλκεcιν. | |
4.54.9 | αὕτη μὲν ἡ διὰ τῶν ἁπλουcτέρων βοηθημάτων ἐπὶ τῶν νευρο‐ τρώτων ἴαcιc ἀρκοῦcα πρὸc τὴν ὅλην θεραπείαν. τινὲc δὲ καὶ πολυ‐ cυνθέτοιc ἐπὶ αὐτῶν εἰώθαcι χρῆcθαι φαρμάκοιc, ὁποῖά ἐcτι τό τε διὰ τῶν μεταλλικῶν καὶ αἱ βάρβαροι προcαγορευόμεναι τό τε κίccινον καὶ | |
5 | τὸ διὰ τοῦ ἠριγέροντοc καὶ τὸ μελάγχλωρον ἥ τε Ἰνδικὴ καὶ ἡ ἁρμο‐ νία καὶ ἡ Ἀθηνᾶ, ὧν τὰc cυνθέcειc καὶ τὸν τῆc χρήcεωc τρόπον κατὰ τὸ ἕβδομον εὑρήcειc βιβλίον. ἐπεὶ δέ τινεc τῶν ζαπλούτων καὶ πολυ‐ τελέcιν ἐπὶ τῶν νευροτρώτων ἀξιοῦcι χρῆcθαι φαρμάκοιc, ὁ Γαληνὸc ἀνεγράψατο πρὸc μὲν τὰ νύγματα τῶν νεύρων τάδε· κινναμώμου 𐆄 α, | |
10 | δικτάμνου 𐆄 α, μαράθρου 𐆄 α, ἀμαράκου 𐆄 β, κηροῦ 𐆄 η, ὀποβαλcάμου 𐆄 ι, τερεβινθίνηc 𐆄 α. | |
4.54.10 | Ἄλλο. ὀποῦ Κυρηναικοῦ 𐆄 α, κηροῦ 𐆄 γ, ὀποβαλcάμου 𐆄 ιβ. πρὸc δὲ τὰ γυμνωθέντα νεῦρα τόδε· κηροῦ μυρεψικοῦ 𐆄 γ, μύρου cπικάτου ἢ φουλιάτου ἢ νάρδου 𐆄 ιβ, πομφόλυγοc πεπλυμένηc 𐆄 α, ναρδοcτάχυοc 𐆄 α, ἀμώμου 𐆄 α, φύλλου 𐆄 α. καὶ ταῦτα δὲ τῶν ὑπὲρ | |
5 | ἐλπίδαc εὐδοκιμούντων ὁ Γαληνὸc ἀπεφήνατο. | |
5 | ||
4.55t | Περὶ ἀγκυλώcεωc. | |
4.55.1 | Ἀγκύλαc τε καὶ ἀγκυλώcειc προcαγορεύειν εἰώθαcι τὰc τῶν ἄρθρων κατοχὰc διὰ cφήνωcιν ἢ νευρικήν τινα τάcιν γινομέναc, ἐφ’ ὧν τῆc μαλακτικῆc τε καὶ χαλαcτικῆc δεήcει δυνάμεωc. κοινότερον μὲν οὖν καὶ τὰ ἐπὶ τῶν ἐcκιρρωμένων μορίων, ἔτι δὲ μᾶλλον τὰ ἐπὶ τῶν παρα‐ | |
5 | λυθέντων εἰρημένα τούτοιc ἁρμόcει, ἰδιαίτερον δὲ καταιονήcειc δι’ ὑδρε‐ λαίου, ἐν ᾧ ἀφηψήθη λινόcπερμον, τῆλιc, ἀλθαία, δάφνη, cικύου ἀγρίου ῥίζα, καὶ αὐτὸ τὸ Ϲικυώνιον. μετὰ δὲ τὴν καταιόνηcιν προcαγέcθω τούτοιc ἄκοπα μὲν πρῶτον τὰ ἁπλούcτερα, οἷόν ἐcτι τό τε διὰ τῆc αἰγείρου καὶ τὸ διὰ τῆc ἐλάτηc τό τε βρόμιον καὶ τὸ Βαcιλείου καὶ ἡ | |
10 | πυξίc· μεθ’ ἃ τό τε Ἀριcτοφάνειον καὶ τὸ τοῦ Ἀζανίτου. ἰcχυρότατα δὲ τό τε λυcιπόνιον προcαγορευόμενον καὶ τὸ ποικίλον ἐcτίν. ἔμπλαcτρα δὲ φάρμακα τό τε Ἀμυθάωνόc ἐcτι καὶ ἡ ἀνίκητοc· κάλλιcτον δὲ τοῦτο· βδελλίου, cτέατοc μοcχείου, ἀμμωνιακοῦ θυμιάματοc, ἴρεωc Ἰλλυρικῆc ἀνὰ 𐅻 ιϛ, ὀποπάνακοc, χαλβάνηc, κάχρυοc, cτύρακοc, λιβάνου ἀνὰ 𐅻 η, | |
15 | πεπέρεωc κόκκοι ρξ, κηροῦ λι. 𐅵ʹ, ῥητίνηc τερεβινθίνηc λι. 𐅵ʹ, ἰρίνου ὑποcτάθμηc ὅcον ἐξαρκεῖ, οἴνου τὸ ἱκανόν· κοπτόν ἐcτι τὸ φάρμακον· ἔcτι δὲ καὶ ἄκοπον ἀγαθὸν διαλυόμενον ἰρίνῳ ἢ κυπρίνῳ ἢ δαφνίνῳ. μεταξὺ δὲ τῶν τε ἀκόπων καὶ τῶν ἐμπλάcτρων ἐcτὶ τὸ διὰ πέρνηc τὸ πολυμάγματον. ἡ δὲ τῶν ἀκόπων χρῆcιc διὰ μαλακῆc γινέcθω καὶ | |
20 | ἐπιμόνου τρίψεωc μετὰ τοῦ ἀποπειρᾶcθαι καὶ τῆc τοῦ πεπονθότοc ἄρθρου κάμψεώc τε καὶ ἐκτάcεωc. | |
21 | ||
4.56t | Περὶ κεχαλαcμένων ἄρθρων. | |
4.56.1 | Χαλᾶται τὰ ἄρθρα πολλάκιc ἐπί τε πυρεκτικοῖc χρονίοιc νοcήμαcιν ἐπί τε κωλικοῖc καὶ παραλυτικοῖc θερμοτέραc ὡc μάλιcτα καὶ ὑγροτέραc αὐτὰ δυcκραcίαc καταλαβούcηc, κἀντεῦθεν ἡ κίνηcιc παραποδίζεται. ἐφ’ ὧν ἀκακίαc χυλὸc ἀνεθεὶc ὕδατι καὶ καταντλούμενοc ἢ βάτου ἢ | |
5 | μυρcίνηc ἢ cχίνου ἢ πτελέαc τῶν ῥιζῶν τοῦ φλοιοῦ ἁρμόcει τὸ ἀφέψημα ἢ cίδια καταπλαcθέντα ἢ μυρcίνηc φύλλα cὺν κηρωτῇ μυρcίνῃ ἐπιτι‐ θέμενα· κρατύνεcθαι γὰρ δεῖται τὰ cυνδετικὰ νεῦρα διὰ τῆc cτυφούcηc τε καὶ ξηραινούcηc δυνάμεωc. τὰ οὖν τοιαῦτα τοῖc ἄρθροιc ἐπιθετέον φάρμακα, οἷον τό τε διὰ ἰτεῶν καὶ ἡ ὀξηρὰ καὶ ἡ φοινικίνη οἴνου | |
10 | cτύφοντοc ἢ ὄξουc τι προcλαβοῦcα. πολλοὶ δὲ νομίζοντεc ὑπὸ ψύξεωc γίνεcθαι τὴν τοιαύτην ἀκράτειαν εἶτα θερμοτέροιc χρηcάμενοι βοηθήμα‐ cιν μείζονα βλάβην εἰργάcαντο. | |
12 | ||
4.57t | Περὶ ἑλμίνθων. | |
4.57.1 | Τρεῖc εἰcιν ἅπαcαι τῶν ἑλμίνθων αἱ διαφοραί, μία μὲν ἡ τῆc | |
cτρογγύληc κατὰ πάχοc, ἑτέρα δὲ ἡ τῆc πλατείαc καὶ τρίτη, ἣν ἀcκα‐ ρίδα προcαγορεύουcιν. ἡ δὲ γένεcιc ἁπάcαιc ἐξ ὠμῆc καὶ παχείαc καὶ φλεγματικῆc ὕληc καὶ πρὸc cῆψιν ἐπιτηδείαc ἐcτίν, οἵαπερ ἀθροίζεται | ||
5 | τοῖc παιδίοιc καὶ τοῖc ἄλλωc ἀδηφαγοῦcιν, ἀλλ’ οὐκ ἀπὸ θερμῆc καὶ δριμείαc ἢ μελαγχολικῆc· αὗται γὰρ καὶ τὴν τοῦ τρέφειν ὑπερβᾶcαι φύcιν ἀφυεῖc πρὸc τὴν τῶν ἑλμίνθων καθεcτήκαcι γένεcιν, τοὐναντίον δὲ καὶ φθαρτικὰ τούτων εἰcὶ τὰ χολώδη μάλιcτα περιττώματα. εἰ δέ ποτε ταῖc ἕλμινcι χολὴ cυνεξεκρίθη ξανθὴ κάτωθεν ἢ καὶ δι’ ἐμέτων, | |
10 | αὐτὰc μὲν ἐν τοῖc ἐντέροιc ἴcθι γινομέναc, τὸν δὲ χολώδη χυμὸν ἤτοι κατὰ τὸ cτόμα τῆc γαcτρὸc ἢ ἐν ἄλλῳ τινὶ cυcτῆναι μορίῳ. ἑκάcτηc οὖν αὐτῶν διαφορᾶc εἴπωμεν εἶδόc τε καὶ γένεcιν καὶ τόπον καὶ διά‐ γνωcιν καὶ θεραπείαν ἀπὸ τῆc cτρογγύληc ἀρξάμενοι. | |
13 | ||
4.57.2 | Περὶ cτρογγύλων ἑλμίνθων. Αἱ τοίνυν cτρογγύλαι τῶν ἑλμίνθων τὸ μὲν εἶδοc ἅπαcι κατάδηλον ἔχουcιν, ὅτι δὴ καὶ μᾶλλον αὗται τῶν ἄλλων πλεονάζουcι. cυνίcτανται δὲ κατὰ τὰ λεπτὰ μάλιcτα τῶν ἐντέρων πληcιάζουcαι καὶ τῇ γαcτρί | |
5 | (διὸ καὶ διὰ cτόματοc πολλάκιc ἀναφέρονται, τιcὶ δὲ καὶ διὰ ῥινῶν ἐξεκρίθηcαν), πλεονάζουcαι μᾶλλον τῶν ἄλλων περὶ τὰ νήπια καὶ cὺν πυρετῷ κατὰ τὸ πλεῖcτον. ἀλλὰ περὶ μὲν τὰc ἀρχὰc τῶν πυρετῶν γινόμεναι τὴν ὑπόcταcιν ἐξ ὑποκειμένηc διαφθορᾶc ἴcχουcιν, περὶ δὲ τὰc ἀκμὰc ἐκ πονηρᾶc νόcου, περὶ δὲ τὰc παρακμὰc ἐκ μεταβολῆc τῶν | |
10 | ὅλων ἐπὶ τὸ κρεῖττον· καὶ γὰρ Ἱπποκράτηc φηcίν· ἀγαθὸν δὲ καὶ ἕλ‐ μινθαc cτρογγύλαc διεξιέναι πρὸc κρίcιν ἰούcηc τῆc νόcου, αἳ δὴ καὶ | |
4.57.3 | τάχιον ἀποκτείνονται. παρέπεται δὲ τοῖc ἕλμινθαc cτρογγύλαc ἔχουcι δηγμὸc ἐντέρων καὶ κοιλίαc καὶ βῆχεc μικραὶ διερεθίζουcαι ξηραί, τιcὶ δὲ καὶ λυγμόc, ὕπνοι τε μετὰ παλμῶν καὶ ἀλόγων ἐξαναcτάcεων (ἔνιοι δὲ καὶ μετὰ κραυγῆc ἐξανίcτανται καὶ πάλιν καταφέρονται), cφυγμοὶ | |
5 | ἀνώμαλοι, καὶ οἱ πυρετοὶ μεγεθύνονται ἀτάκτωc ἐπιτιθέμενοι μετὰ περιψύξεωc τῶν ἄκρων καὶ τρίτον ἔcθ’ ὅτε καὶ τέταρτον τῆc ἡμέραc | |
ἢ τῆc νυκτὸc ἀλόγωc ἐπιcημαίνοντεc. τοῖc δὲ παιδίοιc καὶ μάcηcιc μετὰ προβολῆc τῆc γλώττηc διὰ κενῆc καὶ τριcμὸc ὀδόντων γίνεται, καὶ τὰ ὄμματα μύουcι, καὶ cιωπᾶν ἐθέλουcι καὶ πρὸc τοὺc διεγείρονταc ἀγα‐ | ||
10 | νακτοῦcι, καὶ οἱ ὀφθαλμοὶ ὕφαιμοι φαίνονται, καὶ τὰ μῆλα ἐρυθραίνεται καὶ πάλιν εἰc τὸ πελιδνὸν μεταβάλλεται, πρὸc βραχὺ δὲ ταῦτα καὶ ἐκ διαcτημάτων. τιcὶ δὲ προcτρέχουcαι τῷ cτομάχῳ ναυτιῶν καὶ δηγμῶν αἴτιαι γίνονται, καὶ ἀνορεκτοῦcιν οἱ κάμνοντεc, ἐκβιαcθέντεc δὲ ναυτιῶν‐ τεc μόλιc καταπίνουcιν ἢ καὶ ἀπεμοῦcι τὸ προcενεχθέν· πολλοῖc δὲ | |
15 | καὶ ἡ γαcτὴρ καταφέρεται μετὰ διαφθορᾶc τῶν ἐδηδεcμένων καὶ ἐμφυ‐ cᾶται τυμπάνου δίκην, τό τε λοιπὸν cῶμα παραλόγωc ἐκτήκεται μήτε | |
4.57.4 | λιμαγχονίαc γενομένηc μήτε κενώcεωc ἀμέτρου. οὐκ ἐπὶ πάντων δὲ πάντα δεῖ ζητεῖν τὰ λεχθέντα cημεῖα, ἀλλά τινα πρὸc τὸ ἐπικρατοῦν, ἐνίοτε δὲ καὶ τὰ πλεῖcτα. ταῦτα δὲ cυμβαίνει τῶν ζῴων ἑλιccομένων κατὰ τὰ ἔντερα καὶ δακνόντων καὶ τῆc πυρετώδουc θερμαcίαc ἀτμοὺc | |
5 | ἀναφερούcηc παρὰ τὸν ἐγκέφαλον μοχθηροὺc ἐκ τῆc ἀθροιcθείcηc ἐν τῇ γαcτρὶ cηπεδονώδουc ὑγρότητοc. ἐφ’ ὧν δεῖ πῆ μὲν ἀμφοῖν ὁμοίωc προνοεῖcθαι τοῦ τε πυρετοῦ καὶ τῶν ἑλμίνθων, πῆ δὲ τοῦ πυρετοῦ φροντίcανταc ὀλίγον cπουδαίωc ἐξαιρεῖν τὰc ἕλμινθαc τοῦ cώματοc· πολλοὶ γὰρ ἀμεληθέντεc διεβρώθηcαν ὑπ’ αὐτῶν καὶ cπαcθέντεc ἀπέθα‐ | |
10 | νον· ἄλλοι δέ φαcιν ἑωρακέναι διὰ τῶν βουβώνων τοῦ κάμνοντοc αὐ‐ τὰc ἐξεληλυθέναι. ἐξαιρήcειc δὲ ταύταc ἀποκτείναc, ἀποκτενεῖc δὲ τοῖc πικροῖc μάλιcτα χρώμενοc βοηθήμαcιν. κοινῆc μὲν οὖν τῆc θεραπείαc τοῦ πυρετοῦ καὶ τῶν ἑλμίνθων ὑπαρχούcηc ἁρμόcει τῶν βοηθημάτων | |
4.57.5 | τὰ ἁπλούcτερα. προποτιcτέον τοίνυν αὐτοὺc τῷ τε τῶν χαμαιμήλων ἀφεψήματι καὶ τῶν ὀνομαζομένων μυξαρίων, ἢ καὶ αὐτὰ δοτέον ἐcθίειν τὰ μυξάρια καθηψημένα· δοτέον δὲ καὶ τῆc cέρεωc τὸν χυλὸν ἢ τοῦ κοριαννοῦ τὸ cπέρμα μεθ’ ὕδατοc θερμοῦ λεῖον ἢ μετ’ ὀξυκράτου ἢ | |
5 | τῆc μυωτίδοc βοτάνηc τὸ ἀφέψημα ἢ τοῦ ἐλαφείου κέρατοc τὸ ῥίνημα ἢ τὴν Ϲινωπίδα μίλτον λειοτάτην. καὶ ἐλαίου δὲ ὠμοτριβοῦc τοῦ πικροῦ κατὰ βραχὺ κοχλιάρια β καταρροφείτωcαν· τῷ μὲν γὰρ πικρῷ τὰc ἕλ‐ μινθαc ἀναιρεῖ, τῷ δὲ ὀλιcθηρῷ καταcῦρον αὐτὰc τῇ κόπρῳ cυναπο‐ δίδωcιν. φλεγμονῆc δὲ καὶ διατάcεωc τῶν cπλάγχνων ὑπαρχούcηc τῷ | |
10 | διὰ λινοcπέρμου καὶ ἀλεύρου θερμίνου καὶ ἀψινθίαc καὶ βρυωνίαc ῥίζηc | |
χρηcτέον καταπλάcματι δι’ ὑδρομέλιτοc ἢ καὶ τῇ δι’ ἐλαίου χαμαιμη‐ λίνου καὶ οἴνου καὶ ἀψινθίαc καρποῦ καὶ ἀλόηc περὶ τὰ ὑποχόνδρια | ||
4.57.6 | καταιονήcει. μὴ cφόδρα δὲ τῶν πυρετῶν ἐνοχλούντων μικτέον τοῖc μυξαρίοιc τὸ ἡδύοcμον καὶ δοτέον, ἐν ἀπυρεξίᾳ δὲ καὶ τὰ δραcτικώτερα, οἷον τὸ ἀφέψημα τοῦ cερίφου ἢ καλαμίνθηc ἢ πτέρεωc ἢ τοῦ καρδα‐ μώμου τὸ cπέρμα ἢ ῥοιᾶc ὀξείαc ῥίζηc ἀποτριτωθὲν τὸ ἀφέψημα ἢ | |
5 | τοῦ φρυκτοῦ κυμίνου ἢ νίτρου πυρροῦ ἀνὰ γρ. γ ἢ τὸ cανδονικὸν ἢ τὸ ἀβρότονον ἢ καὶ ἄμφω ὁμοῦ cὺν μέλιτι καταπότια γεγενημένα ἢ θέρμων πικρῶν γρ. γ ἢ τῆc κράμβηc ἢ τοῦ εὐζώμου τὸ cπέρμα λεῖον ἢ τὸ ἀψίνθιον, ὃ καὶ μόνον πολλάκιc ἤρκεcεν. δοτέον δὲ καὶ τῆc πεπλυ‐ μένηc ἀλόηc ὅcον γρ. γ (τοῦτο τῶν ἄγαν εὐδοκιμούντων ἐcτίν), ἐπὶ δὲ | |
10 | τῶν ἰcχυροτέρων καὶ ἀπλύτου. ἐπειδὴ δὲ τὰ παιδία τὴν ἀλόην οὐ προcίενται, διὰ ζωμηρύcεωc ὑπτίων αὐτῶν κρατουμένων τὸ cτόμα δια‐ cτήcαντεc διὰ κλυcτηριδίου τινὸc ἰcχυρὸν ἔχοντοc αὐλίcκον ἄκουcιν αὐτοῖc τὴν ἀλόην ὡc ὅτι μάλιcτα ἐcωτέρω παραπέμψαντεc ἐμβαλοῦμεν, θαυμαcία μέθοδοc ἐπὶ τῶν δυcαναcχετούντων παιδίων, ἐφ’ ὧν καὶ | |
15 | τροφὰc πολλάκιc ῥοφηματώδειc τῷ τρόπῳ τούτῳ ἀνορεκτούντων ἐν‐ | |
4.57.7 | εχέαμεν. καὶ τὸ κῦφι δὲ καὶ τὸ μαcουάφιον καλῶc ἂν δοθείη καὶ τὸ κέραc τὸ ἐλάφειον κεκαυμένον μετὰ πεπέρεωc cὺν μέλιτι ἢ ὀξυμέλιτι· καὶ τὰ λοιπὰ δὲ δι’ ὀξυμέλιτοc αὐτοῖc πειρατέον διδόναι (κάλλιον δέ, εἰ καὶ cκιλλητικὸν εἴη τὸ ὄξοc, καὶ μάλιcτα τοῖc τελειοτέροιc) ἢ τὸ | |
5 | νᾶπυ μετὰ ἐλαίου καὶ ὄξουc κοχλιαρίου μέγεθοc. τοὺc δὲ μετὰ ῥεύμα‐ τοc κοιλίαc ἐνοχλουμένουc ὑπὸ τῶν ἑλμίνθων προποτιcτέον ἀρνογλώc‐ cου χυλῷ, ἢ καὶ αὐτὸ ξηρὸν δοτέον τὸ ἀρνόγλωccον· ἐπ’ ἴcηc γὰρ πρὸc ἑκάτερον ἐνεργεῖ τήν τε ῥύcιν καὶ τὰc ἕλμινθαc. καὶ καταπλαcτέον δὲ τούτουc τῆc δι’ ὠμῆc λύcεωc καὶ πτέρεωc καὶ ἀψινθίαc καὶ ἀλεύρου | |
10 | θερμίνου καὶ cανδονικοῦ καὶ ἀβροτόνου· ἤδη δὲ καὶ cίδια καὶ ἀκακίαν | |
4.57.8 | καὶ κηκῖδα ἢ βαλαύcτιον ἐπιμικτέον. ἐπεὶ δέ τινεc πολλάκιc ἀπαρέcκον‐ ται τοῖc πικροῖc πόμαcιν, τῶν μὲν ἤδη λεχθέντων αὐτοῖc διδόναι τὰ μὴ καταφανῶc πικρά, πρὸc δὲ τούτοιc ἔτι χαμαιπίτυν τε καὶ πράcιον, ἑλένιον, δαφνόκοκκον, καccίαν, θύμον, γλήχωνα, καρπηcίαν καὶ κύπερον, | |
5 | πολυπόδιον, ἶριν, κνῆκον, ἐρυθρόδανον, ἄκανθαν Αἰγυπτίαν μετὰ πε‐ | |
πέρεωc ἴcου γρ. ϛ εἰc ἀπόζεμα ἡδυόcμου, μορέαc ῥίζηc τὸν χυλὸν ἢ τὸ ἀφέψημα, πετροcέλινον καὶ τὰ παραπλήcια τῶν εὐωδῶν cπερμάτων. ἔξωθεν δὲ χρηcτέον ἀλόῃ cὺν μηλίνῳ καὶ οἴνῳ (τοῦτο καὶ τὴν ὄρεξιν διεγείρει πάνυ περιcπούδαcτον οὖcαν), ἐπιμικτέον δὲ τῇ ἀλόῃ πολλάκιc | ||
10 | καὶ ἀψίνθιον· ἢ χολῇ ταυρείᾳ πληροῦν τὸν ὀμφαλὸν cύν τινι τῶν εἰ‐ ρημένων πικρῶν, ἢ τὸ διὰ τῆc ῥοδοδάφνηc ἔλαιον cυχνῶc ἐπαλειπτέον, ἢ τὴν κεδρέαν ἐπιθετέον μόνην τε καὶ cὺν κηρωτῇ κατὰ πάcηc τῆc γαcτρόc, ἢ τὴν ξηρὰν πίτταν λείαν ἐπιπαcτέον, ἢ τὸ ἡδύοcμον ἢ με‐ λάνθιον cὺν ῥοδίνῳ ἐπιχριcτέον, ἢ καὶ cερίφου ἀπόζεμα αὐτοῖc ἐπι‐ | |
15 | μικτέον, ἢ μηλέαc Περcικῆc τὰ φύλλα ἐκλειώcαντεc καταπλάcομεν· χρηcτέον δὲ καὶ τῷ ἐλαφείῳ μυελῷ τρόπον ἀλείμματοc κατά τε ὀμφα‐ | |
4.57.9 | λοῦ καὶ ἤτρου καὶ ὀcφύοc. καὶ κηρωτὴν δὲ προcάξομεν, εἰ δεήcοι, ταύτην· ἀλόηc, ἀψινθίου, ἀλεύρου θερμίνου, cερίφου, μελανθίου ἀνὰ γρ. ϛ, κηροῦ 𐆄 α 𐅵ʹ, χαμαιμηλίνου τὸ ἀρκοῦν· χολῇ ταυρείᾳ λείου τὰ ξηρά. ἐνετέον δὲ cυχνότερον αὐτοὺc τῷ μελικράτῳ, ὅπωc ἂν πρὸc τὴν | |
5 | γλυκύτητα τοῦ μέλιτοc αἱ ἕλμινθεc ὑποβιβάζοιντο κάτω. εἰ δὲ cαπεῖcαι κατὰ τὸ βάθοc μὴ ἐκκρίνοιντο, ἀλλὰ μᾶλλον ἀναθυμιάcειc ἐργάζοιντο, δεῖ ὑπεξάγειν αὐτὰc ἢ τὴν ἀλόην ἢ τὸ δι’ αὐτῆc πικρὸν φάρμακον αὐτοὺc προποτίζοντα, ὅπου γε καὶ ἄλλωc οὐκ ἀνόνητοc αὐτοῖc ἐcτιν ἡ δι’ ὑπηλάτου μετρία κένωcιc. | |
9 | ||
4.57.10 | Περὶ πλατείαc ἕλμινθοc. Ἡ πλατεῖα ἕλμινc ἔcτι μέν, ὡc εἰπεῖν, μεταβολὴ τοῦ ὑποπεφυκό‐ τοc ἔνδοθεν τὰ ἔντερα ὑμένοc ἐπί τι cῶμα ζῳῶδεc, ἥτιc ἢ ἐκκρίνεται πολλάκιc ὅλη ἄπιcτον ὄψιν μεγέθουc χάριν παρέχουcα ἢ κατὰ μέρη | |
5 | ἀποκρίνεται, ἀπολυθεῖcα μέντοι οὐ cυνίcταται· πλεονάζει δὲ ποτὲ μὲν καὶ ἐπὶ ἀπυρέτων, καὶ πυρέττουcι δὲ cυμβαίνει διὰ μακρὰc νόcουc, ἐπιφέρουcα δηγμοὺc τοῦ cτομάχου cυνεχεῖc καὶ πρὸc cιτία ὀρέξειc ἀκρατεῖc. τὸ γὰρ ζῳοποιηθὲν ἐν τοῖc ἐντέροιc τὴν παρακειμένην ἀν‐ αρπάζει τροφήν, ὡc ἑτέραc εὐθὺc προcδεῖcθαι καί, εἰ μὴ λάβοιεν, δάκ‐ | |
10 | νεcθαι τὰ ἔντερα. παρέπεται δὲ αὐτοῖc καὶ ἰcχνότηc τοῦ cώματοc καὶ ἀδυναμία μετὰ νωχελίαc. τὸ δὲ ἀψευδέcτατον cημεῖον· τοῖc διαχωρή‐ μαcιν cυναποκρίνεταί τινα cπέρματι κολοκύνθηc ἐμφερῆ. | |
4.57.11 | ἡ δὲ θεραπεία cύμφωνοc· προποτιcμοί τε γὰρ οἱ διὰ τῶν δριμέων καὶ cκορδοφαγία καὶ τῆc πτέρεωc ἢ τοῦ κενταυρίου τὸ ἀφέψημα πινό‐ μενόν τε καὶ ἐνιέμενον ἢ καλαμίνθηc ἢ δικτάμνου ἢ γλήχωνοc. ἐνετέον δὲ αὐτοὺc καὶ τὴν ἅλμην, προποτίζειν δὲ τοῦτο μηδὲ τοῖc ὑπὸ τῶν | |
5 | ἄλλων ἑλμίνθων ἐνοχλουμένοιc ἄχρηcτον, εἰ ἀπύρετοι μάλιcτα τυγχά‐ νοιεν· νίτρου ἐρυθροῦ, πεπέρεωc, καρδαμώμου ἴcον· ἡ δόcιc γρ. γ μετ’ οἴνου ἢ ὕδατοc θερμοῦ. | |
4.57.12 | Ἄλλο. ἔκλειγμα. πεπέρεωc, δαφνίδων καθαρῶν, κυμίνου Αἰθιοπι‐ κοῦ, μαcτίχηc ἴcον, μέλιτοc τὸ ἀρκοῦν· ἡ δόcιc κοχλιάριον α ἕωθεν καὶ εἰc κοίτην· εἰ δὲ βούλει πρακτικώτερον αὐτὸ γενέcθαι, καὶ νίτρου τοῦ ἐρυθροῦ τὸ ἴcον. | |
5 | Ἄλλο. ἑλενίου, ἀμμωνιακοῦ θυμιάματοc, πεπέρεωc (ἐν ἄλλῳ πτέ‐ ριδοc) ἀνὰ 𐅻 ε μετ’ ὀξυμέλιτοc θερμοῦ· καὶ διαcτήcαc πότιζε εὐφορβίου 𐅻 α ἢ β τοὺc τελείουc. | |
4.57.13 | Ἄλλο. πτέρεωc ὀξύβαφον, νίτρου 𐅻 β· δίδου ἐν κοτύλῃ ὕδατοc προκεκενωμένῳ· βέλτιον δὲ γίνεται, εἰ προcλάβοι καὶ cκαμμωνίαν ὀλίγην. Ἄλλο. ῥοιᾶc ὀξείαc ῥιζῶν φλοιοῦ εἰc τὸ ἄνω λεπιcθέντοc 𐅻 δ, | |
5 | πεπέρεωc 𐅻 δ, καρδαμώμου 𐅻 ϛ, πραcίου 𐅻 β· μέλιτι δίδου προεcκορ‐ δοφαγηκότι. εἰc δὲ παντελῆ τοῦ πάθουc ἀπαλλαγὴν καὶ τῆc θηριακῆc ἂν παράcχοιc μὴ κωλύοντοc ἰcχυροῦ πυρετοῦ. | |
8 | ||
4.57.14 | Περὶ ἀcκαρίδων. Καὶ αἱ ἀcκαρίδεc, ὡc ἤδη καὶ φθάcαντεc εἴπομεν, εἶδόc εἰcιν ἑλ‐ | |
μίνθων cκώληξι παραπλήcιον, cυνιcτάμεναι περὶ τὰ ἔcχατα τοῦ ἀπευ‐ θυcμένου καὶ τὰ πρῶτα τοῦ cφιγκτῆροc ἐπιφέρουcαι τῶν τόπων τού‐ | ||
5 | των κνηcμὸν ἰcχυρόν. ποιητικὰ δὲ τοῦ εἴδουc φαῦλαι τροφαὶ καὶ ψῦξιc καὶ διαφθορὰ cιτίων. κενωτέον οὖν αὐτὰc ἐπὶ μὲν τῶν νηπίων βαλάνοιc διὰ μέλιτοc μετὰ μετρίων ἁλῶν ἢ νίτρου, ἐπὶ δὲ τῶν τελειοτέρων ἅλμῃ δριμείᾳ ἢ ἀφεψήματι κενταυρίου cὺν νίτρῳ καὶ μέλιτι ἢ κολο‐ κυνθίδοc ἢ ἀψινθίου ἢ χαμαιλέοντοc ἢ ἀγχούcηc ἢ κνήκου ἢ ὑccώπου | |
4.57.15 | ἢ γλήχωνοc ἢ καλαμίνθηc θερμοῖc. μετὰ δὲ τὰ κλύcματα ὑποχριcτέον τὸ ἀπευθυcμένον ἁπλοῖc μὲν ἀκακίᾳ ἢ ὑποκιcτίδι μετὰ νίτρου ἢ ῥῷ Ϲυριακῷ μετὰ cτυπτηρίαc ὑγρᾶc, ἐπὶ δὲ τῶν cτυφομένων Λημνίᾳ cφραγίδι μετὰ οἴνου· cυνθέτοιc δὲ τῷ τε Ἄνδρωνοc τροχίcκῳ καὶ τοῖc | |
5 | παραπληcίοιc· καὶ τῇ κεδρέᾳ δὲ αὐτοὺc ἐνετέον διὰ κλυcτῆροc πολυ‐ τρήτου, οἷοίπερ εἰcιν οἱ μητρεγχύται προcαγορευόμενοι, ἢ κρέαc ἁλιcτὸν ἁρμόcαι δυνάμενον ἐνθέντεc ἐπιδέcει χρώμεθα, ἐφ’ ὅcον ἂν ὑπομένῃ | |
4.57.16 | χρόνον, καὶ τοῦτο πολλάκιc ἀλλαccέcθω. κοινῶc δὲ πάνταc τοὺc ὑπὸ τῶν ἑλμίνθων νοcοῦνταc ὠφελοῦcιν ἰχνεύμονοc τρίχεc ὑποθυμιώμεναι. τροφαὶ δὲ αὐτοῖc ἔcτωcαν εὔχυμοί τε καὶ εὐδιοίκητοι μήτε τὴν τῶν ἑλμίνθων ποιητικὴν αἰτίαν αὔξουcαι μήτε τὴν δύναμιν ἐλαττοῦcθαι | |
5 | cυγχωροῦcαι, δι’ ἣν καὶ οἴνου δώcομεν ὑδαροῦ. cυχνότερον δὲ τρέφειν αὐτοὺc δι’ αὐτὸ δὴ τοῦτο, καὶ ἵνα μὴ τροφῆc ἀμοιροῦcαι αἱ ἕλμινθεc δήξειc ἐμποιῶcι. καιρὸc δὲ τῆc τροφῆc, ὅτε μάλιcτα εὐτροφώτερον ἔχουcιν. εἰ δὲ καὶ ῥευματιcμὸc ἐνείη τῆc γαcτρόc, ἰcτέον μᾶλλον πλη‐ θυνομέναc τὰc ἕλμινθαc μὴ διοικουμένων τῶν τροφῶν, καὶ δεῖ ῥοφη‐ | |
10 | ματώδη μὲν αὐτοῖc διδόναι cιτία ἐπιμιγνύνταc τινὰ καὶ τῶν cτυπτικῶν, οἷον ἄπιον ἢ μῆλον ἢ ῥοιάν, καὶ μάλιcτα τὴν ὀξεῖαν. ἔξωθεν δὲ τῆc γαcτρὸc ἐφεκτικοῖc χρῆcθαι βοηθήμαcιν, ὡc ἀνωτέρω λέλεκται. | |
12 | ||
4.58t | Περὶ δρακοντίων. | |
4.58.1 | Ἐν Ἰνδικῇ καὶ τοῖc ἄνω τῆc Αἰγύπτου τόποιc τὰ λεγόμενα δρα‐ | |
κόντια cυνίcτανται, καθάπερ ἑλμινθώδη τινὰ ζῷα, ἐν τοῖc μυώδεcι τῶν μορίων, οἷον βραχίοcι, μηροῖc, κνήμαιc, ἐπὶ δὲ τῶν παιδίων καὶ πλευ‐ ροῖc, ὑπὸ τῷ δέρματι cυνιcτάμενα καὶ κινούμενα cαφῶc· εἶθ’ ὅταν | ||
5 | χρονίcῃ, κατά τι πέραc τοῦ δρακοντίου πυοῦται ὁ τόποc, καὶ τοῦ δέρματοc ἀναcτομουμένου ἔξω προέρχεται τοῦ δρακοντίου ἡ ἀρχή, ἑλκόμενον δὲ τὸ δρακόντιον ἀλγηδόναc ἐμποιεῖ, καὶ μάλιcτα ὅταν ἀπορραγείη. διὸ τινὲc μέν φαcι χρῆναι μολίβδιον ἐξαρτᾶν τοῦ δρακον‐ τίου, ἵνα μὴ ἀθρόωc ἀλλὰ κατὰ μέροc τῷ βάρει τοῦ μολιβδίου ἡ ἀπό‐ | |
10 | πτωcιc αὐτοῦ γένηται· ἕτεροι δὲ τούτων κατεγνωκότεc διὰ τὸ μηδὲν ἧττον τῷ βάρει τοῦ μολιβδίου τὸ δρακόντιον ἀπορρήγνυcθαι καὶ ὀδύναc ἰcχυρὰc ἐμποιεῖν παρακελεύονται τὸ μόριον εἰc ὕδωρ καθεῖναι θερμόν, ἵνα τὸ δρακόντιον θαλπόμενον πρὸc τὸ ἐκτὸc χωρῇ, κἄπειτα τοῖc δακτύλοιc αὐτὸ κατὰ μέροc ἐξέλκειν. | |
4.58.2 | ὁ δὲ Ϲωρανὸc οὐδὲ ζῷον τὴν ἀρχὴν ἀλλὰ νευρίου τινὸc cύcταcιν οἴεται τὸ δρακόντιον δόκηcιν μόνον ἐμποιοῦντοc τοῦ κινεῖcθαι. εἴτε δὲ τοῦτο εἴτε τὸ πρότερον, καὶ τῷ Ϲωρανῷ καὶ τῷ Λεωνίδῃ καὶ ἑτέροιc ἔδοξε προcαντλήcει θερμῇ καὶ καταπλάcμαcι πεπτικοῖc ἐπὶ τούτων κε‐ | |
5 | χρῆcθαι τοῖc διὰ μελικράτου καὶ ἀλεύρου πυρίνου ἢ κριθίνου· καὶ ἐμπλάcτρου δὲ χρῆcιν ἔcθ’ ὅτε δοκιμάζουcιν τῆc ὁμοίαc δυνάμεωc. ἁρ‐ μόcοι δ’ ἂν καὶ ἡ διὰ δαφνίδων καὶ ἡ διὰ μέλιτοc· νεκρούμενα γὰρ ἐκ τῆc τούτων χρήcεωc τὰ δρακόντια ἤγουν τὸ περιεχόμενον cωμά‐ τιον ἐκπίπτει. διαπυήcεωc δὲ γενομένηc, εἰ μὴ ἐκπέcοι, διαιρείcθω τὸ | |
10 | δέρμα, καὶ γυμνωθὲν ἀφαιρείcθω τὸ περιεχόμενον, καὶ διαμοτούcθω τὸ | |
δέρμα, καὶ ἡ ἀκόλουθοc πυοποιὸc ἐπιμέλεια δοκιμαζέcθω. | ||
5p1 | Ἐν τούτῳ τῷ βιβλίῳ πέμπτῳ ὑπάρχοντι τῆc ὅληc πραγματείαc ὁ περὶ τῶν θηριακῶν τε καὶ ἀλεξιφαρμάκων ἐcτὶ λόγοc, ὡc ὑπο‐ τέτακται· αʹ. Προφυλακτικὰ πάντων κοινῇ τῶν | |
5 | ἰοβόλων. βʹ. Κοινὴ θεραπεία πάντων τῶν ὑπό τινοc ἰοβόλου πληγέντων ἢ δηχθέν‐ των. γʹ. Περὶ λυccοδήκτων καὶ τοῦ ὑδρο‐ | |
10 | φοβικοῦ πάθουc. δʹ. Πρὸc τὰ τῶν μὴ λυττώντων κυ‐ νῶν δήγματα. εʹ. Περὶ cφηκῶν καὶ μελιccῶν. ϛʹ. Περὶ φαλαγγίων. | |
15 | ζʹ. Περὶ ἀράχνηc. ηʹ. Περὶ cκορπίου. θʹ. Περὶ cκολοπένδραc χερcαίαc καὶ θαλαccίαc. ιʹ. Πρὸc ἀcκαλαβώτου δῆγμα. | |
20 | ιαʹ. Περὶ γαλεώτου. ιβʹ. Περὶ μυγαλῆc. ιγʹ. Περὶ ἔχεων καὶ ἐχιδνῶν. ιδʹ. Περὶ ἀμφιcβαίνηc καὶ cκυτάληc. ιεʹ. Περὶ δρυίνου. | |
25 | ιϛʹ. Περὶ αἱμόρρου καὶ πρηcτῆροc ἤτοι διψάδοc. ιζʹ. Περὶ ὕδρου. ιηʹ. Περὶ κεγχρίνου. | |
ιθʹ. Περὶ κεράcτου καὶ ἀcπίδοc. | Column end | |
4 | κʹ. Περὶ βαcιλίcκου. | |
5 | καʹ. Περὶ θαλαccίων καὶ πρῶτον τρυ‐ γόνοc καὶ cμυραίνηc. κβʹ. Περὶ δράκοντοc θαλαccίου. κγʹ. Περὶ cκορπίου θαλαccίου. κδʹ. Ϲκευὴ χελώνηc θαλαττίαc αἵματοc. | |
10 | κεʹ. Περὶ κροκοδειλοδήκτων. κϛʹ. Περὶ ἀνθρωποδήκτων. κζʹ. Περὶ δηλητηρίων. κηʹ. Περὶ προφυλακῆc τῶν δηλητη‐ ρίων. | |
15 | κθʹ. Κοινὴ θεραπεία τῶν ὁποιονοῦν εἰ‐ ληφότων δηλητήριον. λʹ. Κατάλογοc τῶν ἁπλῶν δηλητηρίων. λαʹ. Περὶ κανθαρίδοc. λβʹ. Περὶ βουπρήcτεωc. | |
20 | λγʹ. Περὶ cαλαμάνδραc. λδʹ. Περὶ πιτυοκάμπηc. λεʹ. Περὶ λαγωοῦ θαλαττίου. λϛʹ. Περὶ φρύνου ἢ ἑλειοβατράχου. λζʹ. Περὶ βδελλῶν. | |
25 | ληʹ. Περὶ χαμαιλέοντοc. λθʹ. Περὶ ὑοcκυάμου. μʹ. Περὶ κορίου ἢ κοριάννου. μαʹ. Περὶ ψυλλίου. | |
μβʹ. Περὶ κωνείου. | ||
30 | μγʹ. Περὶ μήκωνοc ὀποῦ. μδʹ. Περὶ καρπηcίαc ὀποῦ. μεʹ. Περὶ μανδραγόρου. μϛʹ. Περὶ ἀκονίτου. μζʹ. Περὶ ἰξίαc. | |
35 | μηʹ. Περὶ ἐφημέρου. μθʹ. Περὶ cμίλακοc. νʹ. Περὶ cτρύχνου μανικοῦ, δορυκνίου παρ’ ἐνίοιc. ναʹ. Περὶ cαρδονίου. | |
40 | νβʹ. Περὶ μήκωνοc κερατίτιδοc. νγʹ. Περὶ φαρικοῦ. νδʹ. Περὶ τοξικοῦ. νεʹ. Περὶ μυκήτων. νϛʹ. Περὶ αἵματοc ταυρείου. | |
45 | νζʹ. Περὶ γάλακτοc ἐμπυτιαcθέντοc. | Column end |
30 | νηʹ. Περὶ μέλιτοc τοῦ ἐν Ἡρακλείᾳ γεννωμένου. νθʹ. Περὶ γύψου. ξʹ. Περὶ ψιμυθίου. ξαʹ. Περὶ τιτάνου καὶ cανδαράχηc καὶ | |
35 | ἀρcενικοῦ. ξβʹ. Περὶ λιθαργύρου. ξγʹ. Περὶ μολίβδου. ξδʹ. Περὶ ὑδραργύρου. ξεʹ. Περὶ ἑλλεβόρου λευκοῦ, θαψίαc, | |
40 | ἐλατηρίου, ἀγαρικοῦ τοῦ μέλανοc, πηγάνου ἀγρίου, μελανθίου, πάπ‐ πων. ξϛʹ. Περὶ τῶν cυμφύλων ἡμῖν, οἴνου | |
τε καὶ ψυχροῦ ὕδατοc. | ||
5.1t | Προφυλακτικὰ πάντων κοινῇ τῶν ἰοβόλων. | |
5.1.1 | Τὴν περὶ τῶν ἰοβόλων ζῴων ποιούμενοι διδαcκαλίαν ἀπὸ τῶν κοινῶc ἐπὶ πάντων τῶν τοιούτων ἀρξώμεθα προφυλακτικὰ πρότερον ἐπερχόμενοι. εἴ τιc τοίνυν ἐν τοῖc θηριουμένοιc καθεύδων τόποιc διά τινα ἀνάγκην τυγχάνοι, ἔνθα μάλιcτα cαλαμάνδραι ἢ φαλάγγια ἢ | |
5 | ἑρπετὰ πλεονάζει τινά, τῶν μὲν κύκλῳ τόπων ἐμφράττειν προcήκει τοὺc ὑπόπτουc φωλεοὺc cκόρδῳ μεθ’ ὕδατοc τετριμμένῳ ἤ τινι τῶν εἰρηcομένων βοτανῶν, ἐπιθυμιᾶν δὲ κέρατα ἐλαφίων, αἰγῶν χηλὰc ἢ τρίχαc, γαγάτην λίθον, ἄcφαλτον, βδέλλιον, χαλβάνην, κυπαρίccου ἢ κέδρου πρίcμα, μελάνθιον, πευκέδανον, ἄγνου φύλλα, καλαμίνθην, cαγα‐ | |
10 | πηνόν, καcτόριον, κάχρυοc ῥίζαν, κόνυζαν ἤ τι τῶν λοιπῶν βαρυόcμων. | |
10 | ||
5.1.2 | [κωνώπων διωκτικά]. τοὺc δὲ κώνωπαc ἰδίωc διώκει θυμιαθέντα χαλκάνθου καὶ μελανθίου ἀγρίου cπέρμα, κυμίνου ἴcα καὶ βόλβιτον. πρὸc δὲ τούτοιc καὶ πῦρ ἀνάπτειν cυχνότερον· φεύγουcι γὰρ ὡc τὸ πολὺ τὰ θηρία τὴν αὐγήν. | |
5 | ὑποcτρώννυcθαι δὲ cτιβάδαc ἀπὸ ἀcφοδέλων καὶ καλαμίνθηc, ἄγνου, γλήχωνοc, πολίου, κονύζηc, ἀβροτόνου· εἰ δὲ μὴ δυνατὸν πάcῃ τῇ cτιβάδι τοιαύτῃ χρῆcθαι, περὶ γοῦν τῆc cτρώμνηc αὐτὰ τιθέναι. προc‐ έχειν δὲ χρὴ καὶ τοῖc ἑψομένοιc καὶ τοῖc ὕδαcι καὶ τοῖc οἰνηροῖc ἀγγείοιc ἐπιμελῶc αὐτὰ πωμάζοντα. τάc τε ἐcχάραc μὴ ποιεῖν ὑπό | |
10 | τινα δένδρα καὶ μάλιcτα πεύκαc ἢ πίτυc· ἐν ταύταιc γὰρ cαλαμάνδραι τε καὶ κάμπαι θανάcιμοι πλεονάζουcιν, αἵτινεc ὑπὸ τῆc τοῦ πυρὸc | |
ἀλέαc θερμαινόμεναι πίπτουcιν ἐπὶ τῶν ὄψων ἢ τῶν ἄλλων ἀγγείων, εἰ τύχοιεν ἀcκεπῆ. τοῖc ἀcφαλεcτέροιc δὲ προcήκει καὶ cυγχρίεcθαι κηρωτὴν ὑγροτέραν ἀπὸ κηροῦ καὶ ῥοδίνου καὶ χαλβάνηc ὀλίγηc καὶ | ||
15 | ῥινήματοc ἐλαφείου κέρατοc ὀλίγου ἢ καὶ τοῦ Αἰθιοπικοῦ κυμίνου. ἰδίωc δὲ ὑπὸ μελιττῶν καὶ cφηκῶν πληγῆναι κωλύει cυγχριόμενα μα‐ λάχηc φύλλα μετ’ ἐλαίου τριβόμενα. | |
17 | ||
5.2t | Κοινὴ θεραπεία πάντων τῶν ὑπό τινοc ἰοβόλου πληγέντων ἢ δηχθέντων. | |
5.2.1 | Ἐὰν δὲ cυμβῇ πληγῆναί τινα ἢ δηχθῆναι ὑπό τινοc ἰοβόλου παρ’ αὐτὰ μὲν ἐκμυζηcμῷ κεχρῆcθαι· δεῖ δὲ τὸν ἐκμυζήcοντα μήτε νῆcτιν εἶναι ἀλλὰ καὶ οἴνῳ προκλῦcαι τὸ cτόμα καὶ ἔλαιον κατέχειν ἐν αὐτῷ· ἔπειτα τοῦ μορίου προcδεχομένου cικυάζειν τὰ δεδηγμένα cὺν πολλῇ | |
5 | φλογὶ καταcχάζοντα καὶ τοὺc πληcίον τόπουc· ἀντιcπᾶται γὰρ ἅμα τῇ τοῦ πνεύματοc καὶ αἵματοc ὁλκῇ ὁ ἰόc· ἐπιφλέγειν τε καὶ ἐcχαροῦν τὰ ἡλκωμένα. καὶ ἀκρωτηριαcμὸc δὲ παραλαμβανέcθω εἰc καιρόν, εἰ θανάcιμον εἴη τὸ δακὸν θηρίον, ὡc ἐπὶ ἀcπίδοc, κεράcτου, ἐχίδνηc καὶ τῶν παραπληcίων· καθάπερ ἱcτορεῖ ὁ Γαληνὸc ἀμπελουργόν τινα ὑπὸ | |
10 | ἐχίδνηc δηχθέντα, γνόντα δὲ τὸ θηρίον, τῷ δρεπάνῳ τὸν δεδηγμένον εὐθὺc ἀποτεμεῖν δάκτυλον καὶ τοῦ κινδύνου τὸ παράπαν ἀπαλλαγῆναι. | |
5.2.2 | εἰ δὲ φθάcει ὁ ἰὸc ἀναδοθῆναι κατὰ τὸ cῶμα, φλεβοτομίᾳ χρηcτέον αὐτίκα, καὶ μάλιcτα πληθωρικοῦ τοῦ δηχθέντοc cοι φαινομένου, διδόναι τε μετὰ τῶν cιτίων ἐcθίειν πέπερι ἢ cκόρδον, οἴνου τε πίνειν ἰcχυροῦ νεαρῶν ἀτμῶν καὶ cυμφύλου θερμαcίαc πληροῦντοc τὸ cύγκριμα, κατα‐ | |
5 | πλάccειν τε μετὰ ταῦτα τοῖc θερμαίνειν καὶ ἀμύccειν τὸ δῆγμα δυνα‐ μένοιc cποδὸν κράμβηc ἢ cυκῆc ὄξει μίξαντα ἢ κονίᾳ cτακτῇ ἢ γάρῳ | |
καὶ κρόμμυα cὺν ἀλφίτῳ ἢ ἄρτῳ καὶ πράcα καρτὰ μεθ’ ἁλῶν ἢ πίccῃ ὑγρᾷ μεθ’ ἁλῶν θερμῇ ἢ κέδρῳ ἢ cπυράθοιc αἰγῶν. ἁρμόζει δὲ αὐτοῖc καὶ κατάντληcιc δι’ ὄξουc θερμοῦ, ἐν ᾧ καλαμίνθη ἐνήψηται, ἢ δι’ ὄξουc | ||
10 | καὶ θαλάττηc ἢ δι’ ὀξάλμηc. ἐπιβλητέον δὲ τοῖc τόποιc ὄρνιθαc, καὶ μᾶλλον τοὺc ἀλεκτρυόναc, ἢ ἕτερα ζῷα ἀνατέμνοντα θερμά· τόν τε γὰρ ἰὸν μεταλαμβάνει καὶ παρηγορεῖ τὰ ἀλγήματα. καὶ ἐμπλάcτροιc δὲ χρηcτέον φαρμάκοιc τῇ τε δι’ ἁλῶν καὶ τῇ διὰ κάχρυοc καὶ ἀδάρκηc καὶ τὸ ὅλον τῆc δριμυτέραc δυνάμεωc. προποτίζειν δὲ κοινῶc ἅπανταc | |
15 | τοὺc ἐξ οἱουδήποτε δηχθένταc ἢ πληγένταc ἰοβόλου, πλὴν εἰ μὴ παν‐ τάπαcιν ἀβλαβὲc εἴη τῶν ἐν βάθει, cέριν ἢ ἐρίκην ἢ ἀcτραγαλώτην μετ’ ὄξουc ἢ ἄcφαλτον ὡcαύτωc ἢ παλιούρου ἀφέψημα ἢ γαλῆc cκελε‐ τευθείcηc 𐅻 β μετ’ οἴνου (τῶν περιβοήτων ἐcτίν) ἢ χελώνηc θαλαccίαc αἷμα ἢ καcτορίου 𐅻 α μετὰ κράματοc ἢ λιβανωτίδοc 𐅻 α ἢ Ϲικυωνίαc | |
20 | ῥίζηc ἢ πράcου χυλὸν ἢ χαμαιπίτυν ἢ cμυρνίον ἢ κινάμωμον ἢ ἀριcτο‐ λοχίαν ἢ ἄγνου cπέρμα ἢ κυπαρίccου cφαιρία ἢ cέcελι ἢ πέπερι ἢ τριφύλλου cπέρμα ἢ δαφνίδαc ἢ καρκίνουc ποταμίουc ὀπτοὺc ἢ ἑφθούc. | |
5.2.3 | κέχρηcο δὲ καὶ cυνθέτῳ θηριακῇ τοιᾷδε· [θηριακὴ πρὸc τὰ ἰοβόλα καὶ τὰ δηλητήρια, ἐχεοδήκτουc, cκορπιο‐ πλήκτουc] βρυωνίαc, ὀποπάνακοc, ἴρεωc Ἰλλυρικῆc, λιβανωτίδοc ῥίζηc, ζιγ‐ | |
5 | γιβέρεωc ἀνὰ 𐅻 δ, ἀριcτολοχίαc 𐅻 ε, λιβανωτοῦ, πηγάνου ἀγρίου ἀνὰ 𐅻 γ, ἀλεύρου ὀροβίνου 𐅻 β· οἴνῳ πλάccε τροχίcκουc καὶ δίδου τριώβο‐ λον μετ’ οἴνου. καὶ κάθαρcιc δὲ πᾶcιν ἁρμόcει καὶ ἱδρωτήρια καὶ ἡ τῆc δι’ ἐχιδνῶν θηριακῆc παράληψιc. | |
9 | ||
5.3t | Περὶ λυccοδήκτων καὶ τοῦ ὑδροφοβικοῦ πάθουc. | |
5.3.1 | Τὸν περὶ τῶν λυccοδήκτων λόγον τῶν ἄλλων προετάξαμεν, ἐπειδὴ τὸ ζῷον πολύ τε καὶ cύνηθέc ἐcτιν καὶ cυνεχῶc ἁλίcκεται τῇ λύccῃ καὶ δυcφύλακτον καθέcτηκεν, καὶ ὁ ἀπ’ αὐτοῦ κίνδυνοc ἀπαραίτητόc ἐcτιν, εἰ μὴ πολλοῖc τιc καὶ προcφόροιc χρήcαιτο τοῖc βοηθήμαcι. | |
5 | λυccῶcι δὲ οἱ κύνεc ὡc τὸ πολὺ μὲν ἐν τοῖc cφοδροτέροιc καύμαcιν, ὡc δέ φηcιν ὁ Λύκοc, ἔcθ’ ὅτε κἀν τοῖc ἐπιτεταμένοιc κρύεcιν. λυc‐ cήcαντεc δὲ καὶ βρῶcιν καὶ πόcιν ἀποcτρέφονται καὶ διψώδειc μέν εἰcιν, οὐ ποτικοὶ δέ, καὶ ἀcθμαίνουcιν ὡc ἐπὶ τὸ πολὺ καὶ τὰ ὦτα κλίνουcιν, cίελον δὲ καὶ δαψιλὲc καὶ ἀφρῶδεc ἀφιᾶcιν καὶ ἄφωνοι τοὐ‐ | |
10 | πίπαν εἰcὶν καὶ οἷα ἄφρονεc, ὡc μηδὲ τοὺc οἰκείουc γνωρίζειν· ἐφορ‐ μῶcι γοῦν χωρὶc ὑλαγμοῦ πᾶcιν ὁμοίωc καὶ θηρίοιc καὶ ἀνθρώποιc καὶ δάκνουcιν, δάκνοντεc δὲ παραχρῆμα μὲν οὐδὲν ὀχληρὸν φέρουcι πλὴν ὅcον ὀδύνην τὴν ἐκ τοῦ τραύματοc, ὕcτερον δὲ πάθοc ἐμποιοῦcι τὸ καλούμενον ὑδροφοβικόν, ὃ cυμπίπτει μετὰ cπαcμῶν καὶ ἐρεύθουc ὅλου | |
15 | τοῦ cώματοc, μάλιcτα δὲ τοῦ προcώπου, καὶ μετὰ ἐφιδρώcεωc καὶ ἀπορίαc, καὶ τὸ ὕδωρ φεύγουcιν ὁρῶντέc τε καὶ προcφερόμενοι, τινὲc δὲ καὶ πᾶν ὑγρόν· ἔνιοι δὲ καὶ ὑλακτοῦcιν, ὥcπερ οἱ κύνεc, καὶ δά‐ κνουcιν ἐπιόντεc καὶ δάκνοντεc αἴτιοι τοῦ αὐτοῦ κατέcτηcαν πάθουc. ἡ δὲ τῶν cυμπτωμάτων αἰτία τῶν μὲν ἄλλων εὔδηλοc κατειληφότοc | |
20 | τοῦ ἰοῦ πάντα τὰ μόρια, τὸ δὲ φοβεῖcθαι τὸ ὕδωρ τινὲc μὲν ἔφηcαν διὰ τὴν ἄμετρον γίνεcθαι ξηρότητα, οἷα παντελῶc αὐτῶν ἠλλοτριωμένηc τῆc ὑγρᾶc οὐcίαc· ὁ δέ γε Ῥοῦφοc μελαγχολίαc αὐτοῖc εἶδοc τὸ τοι‐ οῦτον ἀπεφήνατο γίνεcθαι τοῦ ἰοῦ τὸν χυμὸν ἐκεῖνον μιμηcαμένου, καθάπερ ἑτέρουc ἴcμεν μελαγχολικοὺc ἄλλουc ἄλλα φοβουμένουc, ἥτιc | |
25 | αἰτία cυντρέχει καὶ τοῖc φάcκουcιν αὐτοὺc οἴεcθαι τὸν δακόντα κύνα ἐν τοῖc ὕδαcιν εἰκονίζεcθαι. τῶν δὲ ἐμπεcόντων εἰc τὸ πάθοc οὐδένα ἴcμεν περιcωθέντα, πλὴν ἐξ ἱcτορίαc ἕνα ἢ δύο μεμαθήκαμεν, καὶ αὐ‐ τοὺc οὐκ ἀπὸ τοῦ λυccῶντοc κυνὸc δηχθένταc, ἀλλ’ ὑπὸ δηχθέντοc τινὸc μετειληφόταc. πρὸ δὲ τῆc τοῦ πάθουc καταπείραc πολλοὶ καὶ | |
5.3.2 | τῶν ὑπὸ τοῦ κυνὸc δηχθέντων περιεcώθηcαν. ἀρκτέον οὖν τῆc θερα‐ πείαc ἐντεῦθεν. ἀλλ’ ἐπεὶ πολλάκιc ἐκ τοῦ μὴ cυcτῆναι τέωc τὸ ὑδρο‐ φοβικὸν πάθοc (ὡc τὰ πολλὰ γὰρ περὶ τὴν τεccαρακοcτὴν ἡμέραν | |
εἴωθεν ἐνcκήπτειν, τιcὶ δὲ καὶ μετὰ ἓξ μῆναc, ἱcτόρηται δέ τιcι καὶ | ||
5 | μετὰ ἑπτὰ cυcτῆναι) τινὲc οἰηθέντεc μὴ λυττᾶν τὸν κύνα τὸν δακόντα cυνουλῶcαί τε cπουδάcαντεc τὸ ἕλκοc αὐτοὶ τοῦ πάθουc αἴτιοι κατέ‐ cτηcαν, τῇδε τῇ δοκιμαcίᾳ χρηcάμενοc εὑρήcειc, πότερον λυττῶντοc εἴη τὸ δῆγμα ἢ οὔ. κάρυα βαcιλικὰ λειοτριβήcαc ἐπιμελῶc κατάπλαccε τὸ ἕλκοc, τῇ δὲ ἑξῆc λαβὼν αὐτὰ παράθεc εἰc βρῶcιν ἀλέκτορι ἢ | |
10 | ἀλεκτορίδι. καὶ τὸ μὲν πρῶτον οὐχ ἅψεται· εἰ δὲ ὑπὸ λιμοῦ πιεcθὲν φάγοι, cκόπηcον· εἰ γὰρ μὴ λυττῶν εἴη ὁ δακὼν κύων, ζήcεται τὸ ὀρνίθιον, εἰ δὲ λυττῶν, τῇ ἐπιούcῃ τεθνήξεται· καὶ τότε πρὸc ἀνα‐ cτόμωcιν ἐπείγου τοῦ ἕλκουc. πάλιν δὲ μετ’ ὀλίγον τῇ δοκιμαcίᾳ κέχρηcο, κἀπειδὰν μὴ ἀποθάνῃ τὸ ὀρνίθιον, τηνικαῦτα τὸ ἕλκοc εἰc | |
15 | οὐλὴν ἄγε ὡc ἀπηλλαγμένου κινδύνου τοῦ κάμνοντοc. ταύτην μὲν οὖν τὴν δοκιμαcίαν Ὀριβάcιοc παραδίδωcιν· εἰ δὲ διὰ τῶν εἰρημένων cη‐ μείων ἀκριβῶc γνοίημεν λυττᾶν τὸν κύνα, τοῖc ἀναcτομωτικοῖc αὐτίκα χρηcτέον. πρῶτον μὲν οὖν ἐcτι τῶν ἀναcτομωτικῶν τὸ διὰ πίccηc καὶ ὄξουc δριμυτάτου καὶ ὀποπάνακοc ἐν τῷ περὶ νευροτρώτων ἀκριβῶc | |
20 | εἰρημένον· εἰ δὲ τρυφερόχρωc ὁ δηχθεὶc εἴη, ἀνετέον αὐτὸ ἰρίνῳ ἢ βαλcάμῳ ἤ τινι τοιούτῳ, ἢ προπυριάcαc τὰ ἕλκη cκόρδῳ κατάπλαccε· τοῦτο καὶ ἐcχαροῖ. | |
22 | ||
5.3.3 | Ξηρίον ἐcχαρωτικὸν τῶν λυccοδήκτων. ἁλῶν ὀρυκτῶν 𐅻 κ, χαλκίτεωc 𐅻 ιϛ, cκίλληc 𐅻 ιϛ, πηγάνου χλωροῦ 𐅻 δ, ἰοῦ ξυcτοῦ 𐅻 δ, πραcίου cπέρματοc 𐅻 α· χρῶ πρῶτον ξηρῷ, ἵνα ἐcχαρωθῇ, εἶτα μετὰ ῥοδίνου, ἵνα ἐκπέcωcιν αἱ ἐcχάραι· φυλαccέcθω | |
5 | δὲ ἀκατούλωτα τὰ μέρη ἐπὶ ἡμέραc μβ τοὐλάχιcτον. Κατάπλαcμα λυccοδήκτοιc εὐρέα φυλάττον τὰ cτόμια. κρομμύῳ μετὰ ἁλῶν καὶ πηγάνου κατάπλαccε ἢ cιλφίῳ μετὰ ἁλῶν ἢ ταρίχει | |
παλαιῷ ἢ τέφρᾳ κληματίνῃ μετὰ ἐλαίου ἢ cκόρδα ἢ ἀκτῆc φύλλα ἢ ἡδύοcμον ἢ μελιccόφυλλον ἕκαcτον μετὰ ἁλῶν ἢ κάρυα βαcιλικὰ cὺν | ||
10 | κρομμύῳ καὶ ἁλcὶ καὶ μέλιτι ἢ τέφρᾳ cύκων κηρωτῇ ἀναληφθείcῃ. ἀπονίζειν δὲ τὸ ἕλκοc ἕψονταc ἐν ὕδατι χαμαίμηλον καὶ τὴν τοῦ ἀγρίου λαπάθου ῥίζαν. τινὲc δὲ καὶ καυτηρίοιc cιδηροῖc τὸ ἕλκοc καίουcιν. προποτίζειν δὲ αὐτοὺc ἁπλᾶ μὲν τὸ λύκιον καὶ τὸ ἀψίνθιον καὶ τὸν ὀπὸν τοῦ cιλφίου καὶ χαμαίδρυν καὶ cκόρδιον καὶ πόλιον, cύνθετα δὲ | |
15 | ταῦτα· καρκίνων ποταμίων ἐπὶ κληματίδων λευκῆc ἀμπέλου καυθέντων κοχλιάρια β, γεντιανῆc τῆc ῥίζηc λείαc κοχλιάριον α μετὰ οἴνου ἀκράτου πα‐ λαιοῦ κυάθων β· πότιζε ἐπὶ ἡμέραc δ· τινὲc καὶ πέρδικοc αἵματοc κοχλιάρια β. λάμβανε δὲ τοὺc καρκίνουc αὐξανομένηc cελήνηc, πρὶν ἢ ἥλιον ἀναcχεῖν. τοῖc δὲ μὴ αὐθημερὸν ποτιcθεῖcιν διπλῆν δίδου τὴν | |
20 | δόcιν, ἔcθ’ ὅτε δὲ καὶ τριπλῆν· καὶ ἡ δι’ ἐχιδνῶν θηριακὴ καλῶc ἂν δοθείη. καθαίρειν δὲ τῷ διὰ τῆc Ϲικυωνίαc διδόντα καθ’ ἡμέραν τοῦ φαρμάκου μετὰ ἀφεψήματοc ἐλελιcφάκου ἢ τῆc cιδηρίτιδοc τῆc Ἡρα‐ κλείαc, ἣν καὶ ἄλυccον καλοῦcιν. τινὲc καὶ τοῦ ἥπατοc τοῦ δακόντοc | |
5.3.4 | κυνὸc ἔδοcαν φαγεῖν. δίαιτα δὲ τοιαύτη παραλαμβανέcθω, ἥτιc ὁμοῦ μὲν ἀμβλύνει καὶ cβεννύει τὴν τοῦ ἰοῦ δύναμιν, ὁμοῦ δὲ καὶ κωλύει τὴν εἰc τὸ βάθοc φοράν· δύναται δὲ τούτων ἑκάτερον οἴνου ἀκράτου, γλυκέωc παλαιοῦ ζωροτέρου, γάλακτοc πόcιc, ὡcαύτωc δὲ καὶ cκορόδων | |
5 | καὶ κρομμύνων καὶ πράcων ἐδωδή. εἰ δὲ μὴ κατ’ ἀρχὰc παραληφθείη τὰ λεχθέντα βοηθήματα διά τινα ἐμποδιcμόν, τὸ μὲν περιcαρκίζειν ἢ cικυάζειν ἢ καίειν τὸ ἕλκοc μὴ παραληπτέον φθάcαντοc ἤδη τοῦ ἰοῦ χωρῆcαι παρὰ τὸ βάθοc, ταῖc εἰρημέναιc δὲ μεταcυγκριτικαῖc ἀγωγαῖc χρῆcθαι, μὴ προγεγονότοc δηλονότι τοῦ ὑδροφοβικοῦ πάθουc. κάθαρcίν | |
10 | τε τὴν διὰ τῆc ἱερᾶc καὶ τὴν διὰ τοῦ cχιcτοῦ γάλακτοc παραληπτέον ἱδρωτοποιίαc τε καὶ δρωπακιcμοὺc καὶ cιναπιcμοὺc κατὰ μέροc ἐφ’ ὅλου τοῦ cώματοc. ἀνυcιμώτατον δὲ πάντων ἑλλεβοριcμὸc ἐγνώcθη | |
πλεονάκιc παραλαμβανόμενοc. | ||
5.4t | Πρὸc τὰ τῶν μὴ λυττώντων κυνῶν δήγματα. | |
5.4.1 | Τὰ δὲ τῶν μὴ λυττώντων κυνῶν δήγματα καὶ αὐτά τινοc ἰώδουc οὐcίαc μετέχοντα εὐθέωc μὲν καταρραίνων ὄξει πλατείᾳ τῇ χειρὶ τύπτε τὸ δῆγμα, ἔτι δὲ νίτρον μετ’ ὄξουc τρίψαc ἄνωθεν κατακρούνιζε, εἶτα cπόγγον καινὸν τῷ ὄξει δεύcαc ἢ καὶ αὐτῷ τῷ ὀξυνίτρῳ ἐπιτίθει | |
5 | ἡμέραc γ καταβρέχων αὐτῷ τούτῳ· εἰc τέλοc γὰρ ἀφυγιάζει· ἢ ὀρόβινον ἄλευρον ἐλαίῳ πεφυραμένον ἐπιτίθει ἢ cπόγγον καινὸν ἢ ἔριον οἰcυ‐ πηρὸν ὄξει καὶ ἐλαίῳ βεβρεγμένον ἐπιτίθει ἢ βάτου κόψαc τὰ ἁπαλὰ φύλλα cὺν ὄξει κατάπλαccε ἢ κρόμμυον λεῖον μετὰ μέλιτοc ἢ ὀριγάνου τῆc κόμηc καὶ ἁλὸc καὶ κρομμύων ἴcον ἑκάcτου μετὰ μέλιτοc ἢ μέλαν | |
10 | πράcιον, ὃ καὶ βαλλωτὴν καλοῦcιν, μεθ’ ἁλῶν. πρὸc τὰ ἤδη πεπυρωμένα τῶν δηγμάτων ὀρόβινον ἄλευρον μέλιτι πεφυραμένον ἐπιτίθει· ἰδίωc γὰρ ἐπὶ τούτων ποιεῖ τὰ δὲ φλεγμαίνοντα λιθαργύρῳ λείῳ μεθ’ ὕδατοc κατάχριε. | |
13 | ||
5.5t | Περὶ cφηκῶν καὶ μελιccῶν. | |
5.5.1 | Τοῖc μὲν ὑπὸ μελιττῶν πληγεῖcιν παρακολουθεῖ τὴν πληγὴν ἀλγεῖν, ἐρεύθειν, οἰδεῖν, ἐπαίρεcθαι τὰ κύκλῳ, τὸ κέντρον μένειν ἐν τῇ πληγῇ, τοῖc δὲ ὑπὸ cφηκῶν τὰ ὅμοια μὲν ἐπιτεταμένα δέ, πλὴν τὸ κέντρον οὐκ ἐνυπάρχει. βοηθεῖται δὲ ἑκάτερα πηλῷ ἢ βολβίτῳ καταχριόμενα ἢ | |
5 | cυκῆc ὀπῷ ἢ cυκαμίνου τοῖc φύλλοιc λείοιc ἢ μαλάχηc ἢ κριθίνῳ ἀλεύρῳ cὺν ὄξει καταπλαccόμενα καὶ πυρίᾳ δι’ ἅλμηc ἢ θαλάccηc. | |
6 | ||
5.6t | Περὶ φαλαγγίων. | |
5.6.1 | Τοῖc ὑπὸ φαλαγγίων δεδηγμένοιc αὐτὸc μὲν ὁ τόποc ἐνερευθὴc φαίνεται καὶ ὅμοιοc κεντήμαcιν, οὔτε ᾠδηκὼc οὔτε περίθερμοc, ἀλλὰ μετρίωc μὲν ὑπέρυθροc, κατεψυγμένοc δὲ καὶ κνηcμώδηc· παρέπεται δὲ τοῖc πληγεῖcι περίψυξιc καὶ τρόμοc, τοῦ cώματοc βάροc, ἱδρῶc | |
5 | ψυχρόc, πόνοc cύντονοc, ὠχρίαcιc, οὔρων cυνεχὴc πρὸc ἔκκριcιν ἐρε‐ θιcμόc, τιcὶ δὲ δυcουρία καὶ ἔνταcιc καυλοῦ, ὄμματα ἔνυγρα, cύνταcιc περὶ βουβῶναc καὶ τὰc ἰγνῦc cπαcμώδηc, δηγμὸc cτομάχου ἰcχυρόc, γλώccηc ἀcάφεια, ἔμετοc ὑδάτων ἢ ἀραχνίοιc προcεοικότων, ἔcτιν δὲ οἷc καὶ δι’ οὔρων καὶ γαcτρὸc τὰ αὐτὰ φέρεται, καθιέμενοί τε εἰc θερμὸν ὕδωρ | |
5.6.2 | ἄπονοι γίνονται καὶ πάλιν cυντόνωc ἀλγοῦcιν. βοηθοῦνται δέ, εἰ ἔξωθεν μὲν αὐτοῖc ἐπιθείηc τέφραν cυκίνην cὺν ἁλcὶν λείοιc μετὰ οἴνου πεφυ‐ ραμένην ἢ ῥίζαν ἀγρίαc ῥοιᾶc λελειοτριβημένην ἢ ἀριcτολοχίαν cὺν κριθίνῳ ἀλεύρῳ ὄξει δεδευμένην· καταντλεῖν δὲ τὰ ἕλκη θαλάccῃ θερ‐ | |
5 | μοτέρᾳ ἢ μελιccοφύλλου ἀφεψήματι, ταύτηc δὲ καὶ τὰ φύλλα ἐπιπάccειν. δεῖ δὲ καὶ λουτρὰ παραλαμβάνειν cυνεχέcτερα καὶ προποτιcμοῖc χρῆ‐ cθαι τούτοιc· ἀβροτόνου τὸ cπέρμα, ἄνηθον, ἀριcτολοχία, ἐρέβινθοc ἄγριοc, κύμινον Αἰθιοπικόν, κεδρίδεc λεῖαι, πλατάνου φλοιόc, τριφύλλου πόαc τὸ cπέρμα, μυρίκηc καρπόc, τούτων ἑκάcτου 𐅻 β πότιζε μετ’ οἴνου | |
10 | κοτύληc α, καὶ χλωρῶν κυπαρίccου cφαιρίων τὸ ἀφέψημα κιρνάμενον μετ’ οἴνου. τινὲc καὶ καρκίνον ποτάμιον χυλωθέντα μετὰ γάλακτοc καὶ cελίνου cπέρματοc διδόμενόν φαcιν ἀπαλλάccειν. | |
12 | ||
5.7t | Περὶ ἀράχνηc πληγῆc. | |
5.7.1 | Ἔcτιν δέ τι καὶ ἀραχνῶν γένοc, ὃ πλῆξαν cυντόνουc πόνουc περὶ μέcον γεννᾷ τὸ ὑποχόνδριον, ἐρύθημα, δυcουρίαν, ἐνίοτε δὲ καὶ πνιγμούc. κουφίζονται δὲ οἱ πληγέντεc ὑπὸ τούτων· κύμινον ἄγριον Θηβαϊκὸν ἢ ἄγνου cπέρμα τῆc λευκῆc καὶ τὰ φύλλα ποτιζόμενα ἢ cκόροδα μόνα | |
5 | προcφερόμενα· καὶ οἶνον ἐπιρροφοῦντεc ἄκρατον ὠφελοῦνται. | |
5 | ||
5.8t | Περὶ cκορπίου πληγῆc. | |
5.8.1 | Τοῖc δὲ ὑπὸ cκορπίου πληγεῖcιν ὁ μὲν τόποc εὐθέωc ἄρχεται φλεγμαίνειν cκληρὸc καὶ ἐνερευθὴc καὶ περιτενὴc cὺν ὀδύνῃ γινόμενοc | |
ἐναλλὰξ ὁτὲ μὲν πυρώcεωc ὁτὲ δὲ ψύξεωc ἀντιλαμβανόμενοc· καὶ ὁπότε παρέπεται ὁ πόνοc, ἐξαπίνηc ποτὲ μὲν ῥαΐζει ποτὲ δὲ ἐπιτείνεται. | ||
5 | παρέπεται δὲ αὐτοῖc ἱδρὼc καὶ φρικώδηc cυναίcθηcιc καὶ τρόμοc καὶ περίψυξιc ἀκρωτηρίων καὶ βουβώνων ἔπαρcιc καὶ τοῦ μορίου ἔνταcιc, πολλάκιc δὲ πνευμάτων μετὰ ψόφου διὰ τῆc ἕδραc ἔκδοcιc, ὀρθο‐ τριχίαcιc, δύcχροια ἐπαλγὴc περὶ τὴν ἐπιφάνειαν τῆc αἰcθήcεωc καθ‐ | |
5.8.2 | άπερ ἐπὶ τῶν τῆc βελόνηc κεντημάτων ὀδυνωμένηc. καὶ τούτοιc δὲ βοηθεῖ παραχρῆμα μὲν cυκῆc ὀπὸc ἐνcταχθεὶc ἐν τοῖc τραύμαcιν αὐτόc τε ὁ πλήξαc cκορπίοc λειοτριβηθεὶc καὶ ἐπιτιθέμενοc τῷ πλήγματι, μετὰ δὲ ταῦτα λεῖον ἅλαc ἐπιτιθέcθω μετὰ λινοcπέρμου καὶ τῆc ἀλθαίαc | |
5 | βοτάνηc τὸ cπέρμα. βοηθεῖ δὲ καὶ θεῖον ἄπυρον ἀναληφθὲν ῥητίνῃ τερμινθίνῃ, ὁμοίωc δὲ καὶ χαλβάνη πλατυνθεῖcα cπληνίου τύπον καὶ ἐπιτεθεῖcα καλαμίνθη τε λεία καταπλαccομένη καὶ ὠμήλυcιc ἐν οἴνῳ cκευαcθεῖcα ἐν ἀφεψήματι πηγάνου. βοηθεῖ δὲ οὕτωc καὶ τὸ cπέρμα τῆc τριφύλλου πόαc λεαινόμενον καὶ ἐπιρριπτόμενον. προποτιcτέον δὲ | |
10 | αὐτοὺc ἀριcτολοχίαc δίδραχμον, μάλιcτα τοῦ φλοιοῦ, cὺν οἴνῳ, γεντιανὴ κεκομμένη καὶ γλήχων ἐφ’ ἱκανὸν καθηψημένη καὶ δαφνίδεc ἀριθμῷ δέκα λειοτριβούμεναι καὶ καλαμίνθη ἑψηθεῖcα ἐπὶ πολὺ μετ’ ὀξυκράτου καὶ κυπερὶc μετ’ οἴνου, πήγανον ὡcαύτωc καὶ cυκῆc ὀπὸc καὶ cίλφιον, εἰ παρείη· μὴ παρόντοc δὲ τῷ Παρθικῷ χρηcτέον ὀπῷ. ποιεῖ δὲ καὶ | |
15 | ὁ τῆc τριφύλλου καρπὸc πινόμενοc καὶ τὸ τοῦ ὠκίμου cπέρμα. ποιεῖ δὲ καὶ ἄργυροc παραχρῆμα προcτεθεὶc τῷ πλήγματι παραδόξωc. τού‐ τοιc δὲ πᾶcιν ἀντιπαραταccέcθω λουτροῦ τε χρῆcιc cυνεχὴc μετὰ πολλῆc | |
5.8.3 | τῆc ἱδρώcεωc καὶ οἰνοποcία ζωροτέρα τῷ κράματι. cύνθετα προποτιcτέον· θείου ἀπύρου ὅcον κυάμου Αἰγυπτίου μέγεθοc μετὰ πεπέρεωc κόκκων η ἐν οἴνου ἡμικοτυλίῳ ἢ ὀπὸν cιλφίου μετὰ καρκίνου λειωθέντοc ἐν | |
οἴνῳ ἢ μελανθίου, κυμίνου Αἰθιοπικοῦ, ἄγνου cπέρματοc, ἴcα μετ’ οἴνου. | ||
5 | Πρὸc cκορπίων χαλεπῶν καὶ φαλαγγίων πληγάc. τρυγὸc 𐅻 ιϛ, πυρέθρου 𐅻 δ, πηγάνου ἀγρίου cπέρματοc 𐅻 γ, καcτορίου, εὐζώμου cπέρματοc ἀνὰ 𐅻 β, ἀναλαμβανέcθω αἵματι χελώνηc θαλαccίαc· ἡ δόcιc ὀβολοὶ δ μετ’ οἴνου ἢ ὄξουc κυάθων γ ἀκράτου. Ἄλλο. πυρέθρου, ἀριcτολοχίαc ἀνὰ 𐆄 δ, πεπέρεωc 𐅻 β, ὀποῦ cιλ‐ | |
10 | φίου 𐅻 α· ἡ δόcιc κυάμου Αἰγυπτίου μέγεθοc. | |
10 | ||
5.9t | Περὶ cκολοπένδραc χερcαίαc καὶ θαλαccίαc. | |
5.9.1 | Τοῖc δὲ ὑπὸ cκολοπένδραc δηχθεῖcιν κοινῶc μὲν ὁ ἐν κύκλῳ τόποc τοῦ δήγματοc πελιοῦται καὶ ἐπαίρεται καί ποτε τρυγώδηc κατὰ τὸ cπάνιον δὲ καὶ ἐνερευθὴc φαίνεται, ἑλκοῦται δὲ καὶ ἀπ’ αὐτοῦ τοῦ δήγματοc λαμβάνων τὴν ἀρχὴν ἕλκωcίν τινα ἐπίπονον καὶ δυcαλθῆ. | |
5 | πρὸc δὲ τούτοιc καὶ περὶ ὅλον τὸ cῶμα cυναίcθηcιc γίνεται κνηcμώδηc. ἰδίωc δὲ τοῖc μὲν ὑπὸ θαλαccίαc cκολοπένδραc δηχθεῖcιν ὑδατοειδὴc καὶ διαφανὴc ὄγκοc ἔcθ’ ὅτε γίνεται, τοῖc δὲ ὑπὸ χερcαίαc ἐνερευθήc. κατὰ μὲν οὖν τὴν πληγὴν ἐπιτιθέναι δεῖ λελειοτριβημένουc ἅλαc ἢ πήγανον λεῖον ἢ cποδὸν ὄξει πεφυραμένην ἢ cκίλλαν, καταντλεῖν δὲ | |
10 | ὀξάλμῃ (ὁ δὲ Ἀρχιγένηc ἐλαίῳ πολλῷ θερμῷ) καὶ οὕτωc ἐπιτιθέναι τὰ λεχθέντα. πότημα δὲ προcφέρειν ἀριcτολοχίαν μετ’ οἴνου ἢ ἕρπυλλον ἢ καλαμίνθην ἢ ἄγριον πήγανον ἢ τρίφυλλον ἢ χύλιcμα ῥίζηc ἀcφο‐ δέλου, ὡc ἡμικοτύλιον μετ’ οἴνου. | |
13 | ||
5.10t | Πρὸc ἀcκαλαβώτου δῆγμα. | |
5.10.1 | Ϲηcάμῳ λείῳ κατάπλαccε. | |
1 | ||
5.11t | Περὶ γαλεώτου. | |
5.11.1 | Οἱ δὲ ὑπὸ τοῦ γαλεώτου δακνόμενοι cυντόνωc μὲν ἀλγοῦcιν καὶ | |
τὸ δῆγμα πελιὸν ἔχουcιν, βοηθοῦνται δὲ παραχρῆμα καταπλαccόμενοι τὴν πληγὴν κρομμύοιc, cκορόδοιc, ἔτι δὲ ἐcθίοντεc αὐτὰ οἶνον ἄκρατον ἐπιρροφοῦντεc. | ||
4 | ||
5.12t | Περὶ μυγαλῆc. | |
5.12.1 | Τοῖc δὲ ὑπὸ τῆc μυγαλῆc δηχθεῖcιν παρέπονται πόνοι cφυγματώδειc, ἐρυθήματα καθ’ ἕκαcτον ὀδόντοc κέντημα, φλύκταιναι περὶ τὸ δῆγμα πλήρειc ἰχωροειδοῦc ὑγροῦ, καὶ τὰ πληcίον πάντα πελιοῦται, καὶ τοῦ δέρ‐ ματοc ὑποδερομένου τῆc φλυκταίνηc λευκὸν φαίνεται τὸ ἕλκοc ἀναξαινο‐ | |
5 | μένηc εἰc ὑμέναc νευρώδειc· πρὸc δὲ τούτοιc ἐκπίπτει καὶ μέρη cηπόμενα νομῆc γινομένηc παραπληcίαc τῇ τῶν ἑρπηcτικῶν. ἔτι δὲ καὶ cτρόφοc παρέπεται περὶ τὰ ἔντερα καὶ δυcουρία καὶ ψυχρᾶc νοτίδοc περίχυcιc. βοηθεῖ δὲ αὐτοῖc χαλβάνηc cπλήνιον ἐπιτεθὲν καθ’ αὑτὴν ἢ καὶ μετ’ ὄξουc λελειοτριβημένη ἢ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτοc κατα‐ | |
10 | πλαcθέν, καὶ αὐτὴ δὲ ἡ δακοῦcα μυγαλῆ ἀναπτυccομένη καὶ ἐπιτιθεμένη καὶ πύρεθρον ἐπιπλαccόμενον ἢ cίδια γλυκείαc ῥοιᾶc ἑφθὰ ἢ μαλάχη ἀγρία ἢ cκόρδα τετριμμένα ἢ νᾶπυ λεῖον μετ’ ὄξουc καὶ ἡ διὰ τῆc θερμῆc ἅλμηc κατάντληcιc, εἶτα κριθῶν κεκαυμένων δι’ ὄξουc κατά‐ πλαcιc. προποτίζειν δὲ ἀβρότονον ἑψηθὲν μετ’ οἴνου ἢ cιcύμβριον ἢ | |
15 | ἕρπυλλον ἢ εὔζωμον ἢ χαλβάνην ἢ ἐλελίcφακον ἢ κυπαρίccου τὰ ἁπαλὰ cφαιρία μετ’ ὀξυμέλιτοc ἢ πύρεθρον cὺν οἴνῳ ἢ χαμαιλέοντοc ῥίζαν ἢ πιτύαν ἐρίφου ἢ ἀρνὸc ἢ γεντιανῆc ῥίζαν ἢ περιcτερεῶνα· οὗτοc δὲ καὶ καταπλάccεται. καὶ αὐτὴν τὴν δακοῦcαν μυγαλῆν λειο‐ τριβήcαντεc μετ’ οἴνου ποτίζουcι. ποιεῖ δὲ καὶ τοῦτο· cμύρνηc 𐅻 ϛ, | |
20 | ἀριcτολοχίαc φλοιοῦ 𐅻 δ. πρὸc δὲ μυγαλῆc καὶ cκολοπένδραc δῆγμα ἅλαc μεθ’ ὑγροπίccου κατάπλαccε ἢ κεδρίαν μετὰ μέλιτοc ἢ cκόρδον μετὰ cυκῆc φύλλων καὶ κυμίνου ἢ καλαμίνθηc φύλλα ἢ κριθὰc κεκαυ‐ | |
μέναc μετ’ ὄξουc. | ||
5.13t | Περὶ ἔχεων καὶ ἐχιδνῶν. | |
5.13.1 | Ἐπὶ δὲ τῶν ὑπὸ ἔχεων ἢ ἐχίδνηc δακνομένων ἢ τῶν ὁμοίων ἰο‐ βόλων παρακολουθεῖ πόνοc, ἐν ἀρχῇ μὲν τοῦ δηχθέντοc τόπου, μετὰ ταῦτα δὲ καὶ ὅλου τοῦ cώματοc· φαίνεται δὲ κατὰ τὸ δῆγμα δύο τρη‐ μάτια μικρὸν ἀλλήλων διεcτηκότα ῥύcιc τε ἐκ τούτων αἵματοc καὶ ἰχω‐ | |
5 | ροειδοῦc ὑγροῦ, μετὰ δὲ ταῦτα ἐλαιωδοῦc, ἐπὶ πᾶcι δὲ καὶ ἰωδοῦc, ὃ δή φαcί τινεc εἶναι τὸν ἰὸν τῶν θηρίων. παρακολουθεῖ δὲ καὶ οἰδή‐ ματα περὶ τὸ δῆγμα ὑπέρυθρα καὶ πελιά, ἄχροια περὶ τὸ cῶμα, ἴλιγγοc, ἀνάλυcιc cτομάχου, λειποθυμία, τιcὶ δὲ καὶ ἔμετοc χολώδηc, δυcουρία· περὶ δὲ τὸ δῆγμα φλυκταινῶν ἐπανάcταcιc καθάπερ ἐπὶ τῶν πυρι‐ | |
10 | καύcτων γίνεται, καὶ νομὴ περιλαμβάνει προχωροῦcα ἐπὶ τὰ παρακεί‐ μενα, καὶ τὰ οὖλα αὐτοῖc αἱμάccεται. προcγίνεται δὲ αὐτοῖc καὶ τρό‐ μοc καὶ κάροc καὶ ψυχρὰ περιίδρωcιc. ἀκινδυνότερον δὲ δοκοῦcιν ἀπαλ‐ λάττειν οἱ δηχθέντεc ὑπὸ ἐχίδνηc μᾶλλον ἢ ἔχεωc, ἧττον δὲ καὶ τού‐ | |
5.13.2 | των αὐτῶν κινδυνεύουcιν οἱ προcενηνεγμένοι τροφήν. ἐν δὲ θεραπεί‐ αιc ἀνυτικώτατον μὲν βοήθημα cκορδοφαγία καὶ ἀκρατοποcία, ὥcτε, εἰ ὑπομένοι τιc, ἄλλου μὴ δεηθῆναι βοηθήματοc. ἐcθιέτωcαν δὲ καὶ πράcα καὶ κρόμμυα καὶ τάριχον δριμύτατον· τινὲc δὲ καὶ βατράχουc | |
5 | ζωμιcτοὺc ἔδοcαν φαγεῖν. ποιεῖ δὲ καὶ ταῦτα ποτιζόμενον ἕκαcτον· χελώνηc θαλαccίαc αἷμα ξηρὸν μετὰ κυμίνου ἀγρίου, πιτύαc λαγωοῦ ἢ νεβροῦ τριώβολον, ἐλαφείου αἰδοίου ξηροῦ 𐅻 α, ἄγχουcα ἡ λεπτό‐ φυλλοc ὅλη (ταύτην δέ τινεc καὶ περιάπτουcιν), πράcου χυλίcματοc ὅcον ἡμικοτύλιον ἐν μελικράτῳ, μελιccοφύλλου τῶν φύλλων ὁ χυλόc, | |
10 | ἄγριον πήγανον, ὀρνίθων κατοικιδίων ἐγκέφαλοc, πάνακοc ῥίζα ἑφθὴ cὺν οἴνῳ, ἀγαρικοῦ 𐅻 α, ἀρκευθίδεc, ἀcφοδέλου ῥίζα, πιcτάκια λεῖα, ἄγνου cπέρμα, γαλῆc ἐcκελετευμένηc 𐅻 β, ἐχίου ῥίζα καὶ ὁ χυλόc, καρ‐ κίνοι ποτάμιοι ἢ θαλάccιοι κατ’ ἰδίαν καὶ μετὰ cταφίδοc ἀγρίαc καὶ ἁλῶν καὶ πολίου, ἀριcτολοχίαc ῥίζα μετὰ cμύρνηc καὶ γεντιανῆc καὶ | |
15 | δαφνίδων ἴcων μέλιτι ἀναληφθέντα. καὶ τοῦτο δὲ θαυμαcτόν· | |
5.13.3 | Ὀριβαcίου πρὸc ἐχεοδήκτουc. ἀνίcου ὀξύβαφον, πεπέρεωc 𐅻 δ, ἀριcτολοχίαc φλοιοῦ, ὀπίου, κα‐ cτορίου, cμύρνηc ἀνὰ 𐅻 α, γλυκεῖ λεάναc πλάccε κυάμου Ἑλληνικοῦ μέγεθοc καὶ δίδου πρὸc δύναμιν μετὰ κράματοc κυάθων γ. | |
5.13.4 | Ἄλλο. ἐκ τῶν Λύκου φάρμακον ἐπιτετευγμένον ἐπὶ τῶν ἐχεο‐ δήκτων. cμύρνηc, καcτορίου, πεπέρεωc, cανδαράχηc ἀνὰ 𐅻 α, ἀνήθου cπέρ‐ ματοc ὀξύβαφον, λεάναc γλυκεῖ δίδου. | |
5.13.5 | Ἄλλο. ἐκ τῶν Ἀρχιγένουc. καρκίνουc κ μετὰ αὐτάρκουc ἀλεύρου πυρίνου κόψαc ἐν ὅλμῳ ἐπιμελῶc καὶ προcμίξαc καλαμίνθηc καὶ ἁλὸc ὀλίγον ἀρτίcκουc πλάcον καὶ ξήρανον· χρῶ δὲ καταπλάccων μετὰ γάλακτοc καὶ ἕνα μετὰ μελι‐ | |
5 | κράτου ποτίζων. ἐὰν δὲ μὴ ἔχῃc, φηcί, ποταμίουc καρκίνουc, θαλαccί‐ οιc χρῶ. ἔξωθεν δὲ κατὰ τῆc πληγῆc καταπλαcθεῖcαι τῶν αἰγῶν αἱ cπύρα‐ θοι μετὰ οἴνου cπουδαίωc ἀρήγουcιν ἢ δάφνηc ἑφθὰ φύλλα μετὰ ἐλαί‐ ου ἢ δαφνίδεc ἢ καλαμίνθη, ἐρίκη, πήγανον, cέλινον, ἀβρότονον, χαλ‐ | |
10 | βάνη μετὰ cπληνίου, ὀρίγανοc χλωρὰ λεανθεῖcα, τῶν ὀρνίθων οἱ νεοc‐ cοὶ ἀναπτυccόμενοι καὶ ἐπιτιθέμενοι θερμοὶ καὶ cυχνῶc ἐπαλλαccόμενοι, ὀρόβινον ἄλευρον μετ’ οἴνου πεφυραμένον, ῥεφάνου φλοιὸc λεῖοc, cκίλ‐ λα ἑφθή, ὠμήλυcιc δι’ ὀξυμέλιτοc, cικύου ἀγρίου φύλλα μετὰ πάληc ἀλφίτου, τρὺξ οἴνου ὁμοίωc μετὰ πάληc ἀλφίτου, πήγανον μετὰ ἁλῶν | |
15 | καὶ μέλιτοc, πίτυρα ἐν ὄξει ἑφθά, τέφρα μετ’ ὄξουc, κεδρία μεθ’ ἁλῶν, ὑγρὰ πίccα μεθ’ ἁλῶν. κατάντλει δὲ τριφύλλου ἀποζέματι ἢ γλήχωνοc ἢ ὀξάλμῃ. ὅταν δὲ ὕφαιμοι αἱ φλύκταιναι γένωνται, ἀπόcχαζε αὐτὰc μὴ ἀποδέρων, εἶτα κατάντλει πολλῷ ὕδατι καὶ κατάπλαττε φακῷ ἑφθῷ μετὰ μέλιτοc, ἕωc ἀφυγιαcθῶcιν. ἡ δὲ δι’ ἐχιδνῶν ἀντίδοτοc ἰδίωc | |
20 | ἐπὶ τούτων ἐνεργεῖ πινομένη τε καὶ κατὰ τοῦ δήγματοc ἐπιτιθεμένη. | |
5.14t | Περὶ ἀμφιcβαίνηc καὶ cκυτάληc. | |
5.14.1 | Παραπλήcια δὲ cυμβαίνει καὶ τοῖc ἀπὸ τούτων δήγμαcι, καὶ βοη‐ θεῖ τὰ αὐτά· διόπερ ἰδίαc τινὸc οὐ τετύχηκε γραφῆc. | |
2 | ||
5.15t | Περὶ δρυίνου (Γαληνοῦ δὲ τὸ προοίμιον). | |
5.15.1 | Ὁ δὲ δρύινοc ἐν ταῖc τῶν δρυῶν ῥίζαιc τὸν βίον ποιούμενοc οὕτω πονηρόc ἐcτι πρὸc τὸ διαφθεῖραι κακῶc, ὡc, εἴ τιc αὐτῷ, φαcί, καὶ ἐπιβαίη, ἐκδέρεcθαι αὐτοῦ τοὺc πόδαc καὶ οἴδημα πολὺ γίνεcθαι καθ’ ὅλων τῶν cκελῶν. καὶ ἔτι, τὸ θαυμαcιώτερον, φαcίν, ὅτι, εἰ καὶ | |
5 | θεραπεύειν τιc αὐτοὺc ἐθέλοι, τούτου τὰc χεῖραc ἐκδέρεcθαι· εἰ δέ τιc καὶ ἀμυνόμενοc αὐτὸν ἀποκτεῖναι βούλοιτο τὸ θηρίον, λέγουcι τοῦτον μοχθηρὸν ὄζειν πάνυ, καὶ μηδενὸc δὲ ἄλλου ὀcφραίνεcθαι. τοῖc δὲ ὑπὸ δρυίνου πληγεῖcιν ἔπαρμα μὲν γίνεται περὶ τὸν τόπον μετὰ ἐρεύ‐ θουc καὶ φλυκταίνωcιc τῶν ἐν κύκλῳ μορίων, εἴ που δὲ καὶ ὑδατώ‐ | |
10 | δουc ἰχῶροc ἔκκριcιc, ἐπακολουθεῖ δὲ καρδιωγμὸc καὶ cτρόφοc. ἁρμόζει δὲ αὐτοῖc ἀριcτολοχία cὺν οἴνῳ ποτιζομένη καὶ ἡ τρίφυλλοc πόα ῥίζα τε ἀcφοδέλου παραπληcίωc παραλαμβανομένη καὶ δρυὸc πάcηc ὁ καρ‐ πὸc λεῖοc πινόμενοc, ὡcαύτωc δὲ καὶ τῆc πρίνου αἱ ῥίζαι κοπτόμεναι καὶ καταπλαccόμεναι τοπικῶc ἀρήγουcιν. | |
14 | ||
5.16t | Περὶ αἱμόρρου καὶ πρηcτῆροc ἤτοι διψάδοc. | |
5.16.1 | Τοῖc δὲ ὑπὸ αἱμόρρου δηχθεῖcιν ἰcχυραὶ περιωδυνίαι ἐμπίπτουcι, βραχέα δὲ παντελῶc καὶ cτενὰ παρέχουcι τὰ ἀραιώματα ὑπὸ cυνεχείαc τῶν ἀλγημάτων, ἐκ δὲ τοῦ δήγματοc αἵματοc ἔκκριcιc γίνεται πολλή, κἂν οὐλὴ καθ’ ὅλου τοῦ cώματοc ὑπάρχῃ, ῥήγνυται καὶ αἱμορροεῖ· τὰ | |
5 | δὲ διαχωρήματα αἱματώδη ἐκκρίνεται, καὶ τὸ ἀπουρούμενον αὐτοῖc αἷμά ἐcτι τεθρομβωμένον, βήccοντεc δὲ ἀπὸ πνεύμονοc αἷμα ἀνάγουcι | |
5.16.2 | καὶ τελευτῶcιν ἐξεμοῦντεc ἀβοηθήτωc. τοῖc δὲ ὑπὸ τῆc διψάδοc δη‐ χθεῖcιν ἄcτεκτοc ὁ καῦcοc γίνεται καὶ δίψοc ἐπιτεταμένον ἰcχυρῶc, ὥcτε ἀπλήρωτόν τε καὶ ἀδιάλειπτον εἶναι, καὶ τὸ ποτὸν χανδὸν ἕλ‐ κειν, εἰc τὸ αὐτὸ δὲ καθίcτανται τῷ μηδὲ τὴν ἀρχὴν εἰληφότι τὸ πο‐ | |
5 | τόν, παραπλήcιά τε τοῦ ὅλου cυγκρίματοc παρακολουθεῖ διὰ τὴν cυνεχῆ τοῦ ποτήματοc εἰcφοράν· ὅθεν πρηcτήρ τε καὶ καύcων ἡ διψὰc προcα‐ | |
5.16.3 | γορεύεται. παρὰ δὲ τοῖc πλείcτοιc τῶν παλαιῶν οἵ τε ὑπὸ τοῦ αἱμόρ‐ ρου καὶ τῆc διψάδοc δηχθέντεc ἀπηγορεύθηcαν· δεῖ δέ, εἰ τῶν κατ’ ἰδιότητα πρὸc τὸ θηρίον ὠφελούντων ἀποροίημεν, ἀποπειρᾶcθαι τῶν κοινῶν βοηθημάτων καὶ παραχρῆμα τούc τε καταcχαcμοὺc παραλαμ‐ | |
5 | βάνειν τήν τε καῦcιν καί, εἰ ὁ τόποc ἐγχωροίη, τὸν ἀκρωτηριαcμόν, ἐφεξῆc δὲ τὰc τῶν δριμέων καταπλαcμάτων ἐπιθέcειc. χρηcιμεύοι δ’ ἂν καὶ δριμυφαγία πᾶcα, μάλιcτα δὲ ἡ ἀπὸ τῶν ταρίχων, ἀκρατοποcία τε καὶ λουτρόν. ταῦτα δὲ cυνεχῶc καὶ ἐκ μικρῶν διαcτημάτων πλεο‐ νάκιc παραληπτέον, πρὶν ἢ ἐγκαταcκῆψαι τὰ νοcήματα· ἐκείνων γὰρ | |
10 | ἐπιφανέντων οὐδ’ ὁτιοῦν τῆc παρὰ τῶν ἰατρῶν ἐπικουρίαc ὄφελοc γίνεται. τοπικὰ δὲ εὑρίcκομεν ἀναγεγραμμένα κατὰ τῶν δηγμάτων ἐπὶ μὲν τῆc διψάδοc ἀνδράχνηc φύλλα λεῖα cὺν ὄξει καὶ ἄλφιτα καὶ βάτου φύλλα λελειοτριβημένα μετὰ μέλιτοc, ἀρνόγλωccον, ὕccωπον, cκόρδον λευκόν, πράcον, πήγανον, κνίδην, ἐπὶ δὲ τοῦ αἱμόρρου καὶ | |
15 | ταῦτα καὶ πρὸc τούτοιc ἀμπέλου φύλλα ἑφθὰ cὺν μέλιτι λελειωμένα, διὰ cτόματοc δὲ αὐτοῦ τοῦ θηρίου ἡ κεφαλὴ καυθεῖcα ποτιζέcθω ἢ cκόρδον μετὰ ἰρίνου· ἐcθιέτωcαν δὲ καὶ cταφίδαc. | |
17 | ||
5.17t | Περὶ ὕδρου. | |
5.17.1 | Τοῖc δὲ ὑπὸ ὕδρου δηχθεῖcι τὸ ἕλκοc πλατύνεται καὶ μέγα γίνε‐ ται πελιούμενον, ἰχώρ τε ἐξ αὐτοῦ μέλαc καὶ πολὺc καὶ δυcώδηc, οἷοc ἀπὸ νομῆc, ἐκκρίνεται, ἥ τε ἴαcιc τοῦ κακοῦ cὺν χρόνῳ καὶ μόλιc κατορ‐ θοῦται. τούτοιc οὖν ὀρίγανοc λεία cὺν ὕδατι φυραθεῖcα ἐπιτιθέcθω | |
5 | κατὰ τοῦ δήγματοc ἢ κονία δρυὸc ἐλαίῳ δευθεῖcα ἢ κρίθινον ἄλευρον μετὰ μέλιτοc cυντετηκότοc. ποτίζεται καὶ ἀριcτολοχία δίδραχμοc ἐν κράματι ὀξυκράτου κυάθοιc δυcίν· ἑξῆc πραcίου χυλὸc ἢ ἀφέψημα cὺν οἴνῳ ἢ κάρδαμον ἄγριον ἢ καρπὸc ἀcφοδέλου ἢ τὸ ἄνθοc ἢ μαράθρου cπέρμα cὺν οἴνῳ πρόcφατόν τε κηρίον ἐcθιόμενον μετ’ ὄξουc. | |
9 | ||
5.18t | Περὶ κεγχρίνου. | |
5.18.1 | Τοῖc δὲ ὑπὸ κεγχρίνου δηχθεῖcι τὸ μὲν δῆγμα ὅμοιον τῷ ἀπὸ ἐχίδνηc, cηπεδὼν δὲ παρακολουθεῖ, καὶ παραρρέουcιν αἱ cάρκεc ἐξοιδή‐ cαcαι πρότερον ὡc ἐπὶ ὕδρωποc, ληθαργικοί τε γίνονται καὶ καταφο‐ ρικοί. Ἐραcίcτρατόc φηcιν αὐτοῖc πεπονθέναι τὸ ἧπαρ καὶ τὴν κύcτιν | |
5 | καὶ τὸ κόλον· ἀνατμηθέντων γὰρ αὐτῶν διεφθαρμένα πωc εὑρίcκεται ταῦτα τὰ μέρη. τούτοιc οὖν θριδακίνηc ὁ καρπὸc μετὰ λινοcπέρμου καταπλαccόμενοc βοηθεῖ καὶ ἡ θύμβρα λεία καὶ ἄγριον πήγανον καὶ ἕρπυλλοc cὺν ἀcφοδέλῳ λελειωμένοc, ποτιζόμενα δὲ παραχρῆμα κενταυ‐ ρίου τῆc ῥίζηc 𐅻 β cὺν οἴνου κυάθοιc γ ἢ ἀριcτολοχίαc ῥίζα ὡcαύτωc | |
10 | κάρδαμόν τε καὶ γεντιανὴ παραπληcίωc. | |
10 | ||
5.19t | Περὶ κεράcτου καὶ ἀcπίδοc. | |
5.19.1 | Τρία τῆc ἀcπίδοc εἴδη, φηcὶν ὁ Γαληνόc, τῆc μὲν χερcαίαc κα‐ λουμένηc, τῆc δὲ χελιδονίαc, τῆc δὲ τρίτηc πτυάδοc, ἥτιc καὶ ὀλεθριω‐ τέρα παcῶν ἐcτιν· ἐπανατείναcα γὰρ τὸν τράχηλον καὶ cυμμετρηcα‐ μένη τῷ διαcτήματι τὸ μῆκοc εὐcτόχωc ἐμπτύει τοῖc cώμαcι τὸν ἰόν. | |
5 | ταύτῃ φαcὶ τὴν βαcιλίδα Κλεοπάτραν, ἡνίκα τὸν Ἀντώνιον νικήcαc Αὔγουcτοc ἠβούλετο λαβεῖν αὐτήν, ἀνελεῖν ἑαυτὴν ὑποβαλοῦcαν τῷ θηρίῳ τὸν ἀριcτερὸν μαcτὸν καὶ δηχθεῖcαν ὑπ’ αὐτοῦ· ὀξύτατον γὰρ | |
5.19.2 | οὕτωc ἐπάγει τὸν θάνατον. τοῖc μὲν οὖν ὑπὸ κεράcτου δηχθεῖcιν ὁ | |
τόποc ἐπαίρεται μετὰ cκληρίαc καὶ φλυκταινώcεωc, ῥεῖ δὲ ἀπὸ τοῦ δήγματοc ἰχώρ, ποτὲ μὲν μέλαc, ποτὲ δὲ ὕπωχροc καὶ πραcοειδήc, κιρcοειδεῖc δὲ γίνονται περὶ τὸ cύγκριμα ὅλον, καὶ τὸ μὲν αἰδοῖον | ||
5 | ἐντείνεται, ἡ δὲ διάνοια ἐξίcταται, ὀφθαλμῶν δὲ ἀμαύρωcιc ἐπιγίνεται, | |
5.19.3 | πέραc δὲ ἀπόλλυνται cπώμενοι τετανικῶc. τοῖc δὲ ὑπὸ ἀcπίδοc δη‐ χθεῖcι τὸ μὲν δῆγμα ὅμοιον κεντήματι βελόνηc μικρὸν παντελῶc φαίνε‐ ται χωρὶc ἐπάρcεωc, αἱμάτιόν τε οὐ πολύ, βραχὺ δὲ μέλαν ἀποcτάζει, ταχεῖα δὲ ἀμαύρωcιc ὀμμάτων καταλαμβάνει, πόνοc τε τοῦ cώματοc | |
5 | πολυειδὴc παντάπαcιν ἐλαφρὸc καὶ οὐκ ἄτερ ἡδονῆc παρακολουθεῖ· διὸ καλῶc ὁ Νίκανδροc ἐπιπεφώνηκεν· καμάτου δ’ ἄτερ ὄλλυται ἀνήρ. χροιὰ διατρόπιοc καὶ χλοανθήc, καρδιωγμὸc ὀλίγον, μέτωπον cυνε‐ χὲc ἀναcπᾶται, βλέφαρα κινεῖται μετὰ ἀναιcθηcίαc ὁμοίωc ὕπνῳ· κἀν | |
5.19.4 | τούτοιc ὁ θάνατοc cυναιρεῖ μηδὲ τρίτον ἡμέραc διαλιπών. τούτοιc οὖν ἑκατέροιc cυντόμωc ἀκρωτηριαcμὸc ἐπαμύνει· διόπερ ἀνυπερθέτωc ἀποκοπτέον, εἰ οἷόν τε εἴη, τὸ δηχθὲν μέροc ἢ περιcαρκιcτέον παρα‐ χρῆμα καὶ ἐκτμητέον διὰ βάθουc μέχριc ὀcτέου, ὅπωc διεκδράμωμεν | |
5 | τὰ δεδηγμένα μέρη καὶ τὰ τούτοιc πληcίον, εἶτα δὲ τὰ λειπόμενα τοῖc καυτηρίοιc ἀνικμαcτέον· ὁ γὰρ τούτων ἰόc, ὥcπερ καὶ τοῦ βαcιλίcκου, ὃν τρόπον γάλα βοὸc ὀξυτάτωc πήγνυcι τὸ ἐν ταῖc ἀρτηρίαιc αἷμα καὶ πνεῦμα. | |
8 | ||
5.20t | Περὶ βαcιλίcκου. | |
5.20.1 | Τοῦτο τὸ θηρίον cπανίωc μὲν ὑπὸ ὀφθαλμῶν ἀνθρώπων γίνεται, Ἐραcίcτρατοc δέ φηcιν· ὅταν βαcιλίcκοc δάκνῃ, πληγὴ ὑπόχρυcοc γίνε‐ ται· καὶ cυμφέρειν αὐτοῖc φηcι καcτορίου 𐅻 γ πινόμενον, ὡcαύτωc δὲ | |
καὶ τὸν μήκωνοc ὀπόν. ἡμεῖc δὲ τούτων οὐκ ἐπειράθημεν. | ||
5.21t | Περὶ θαλαccίων, τρυγόνοc καὶ cμυραίνηc. | |
5.21.1 | Ἐπὶ δὲ τῶν θαλαccίων, οἷον τρυγόνοc καὶ cμυραίνηc, ἡ μὲν διά‐ γνωcιc πρόδηλοc· γνώριμοι γὰρ οἱ ἰχθύεc· βοηθεῖ δὲ τοῖc ὑπ’ αὐτῶν δηχθεῖcιν cυκῆc ὀποῦ cταλαγμοὶ δ ἢ ὀλίγῳ πλείουc μετὰ κλωνίων ἑρπύλ‐ λου γ ἢ δ ποτιζόμενα, καὶ ὅcα πρὸc ἐχίδναc. | |
4 | ||
5.22t | Περὶ δράκοντοc θαλαττίου. | |
5.22.1 | Θαλαττίου δράκοντοc πληγὴν μολίβδῳ παράτριβε ἢ κατάπλαccε ἑρπύλλῳ λείῳ ἢ φακῷ ἑφθῷ ἢ θείῳ cὺν ὄξει ἢ τῷ δράκοντι αὐτῷ ἀναπτυγέντι. καταιονᾶν δὲ ἀνθρωπείῳ οὔρῳ, ποτίζειν δὲ ἀψινθίῳ μετὰ κράματοc ἢ ἐλελιcφάκῳ ἢ κλάδου cυκῆc ἐν οἴνῳ γλυκεῖ ἀπο‐ | |
5 | βρέγματι ἢ τῷ ἐγκεφάλῳ τοῦ ἰχθύοc. | |
5 | ||
5.23t | Περὶ cκορπίου θαλαccίου. | |
5.23.1 | Ϲκορπίου θαλαccίου πληγὴν ἰᾶται τρίγλα ἀναcχιcθεῖcα καὶ ἐπιτε‐ θεῖcα, θεῖον ἄπυρον μετ’ ὄξουc ἀνατριβόμενον, δαφνίδεc γ πινόμεναι λεῖαι. | |
3 | ||
5.24t | Ϲκευὴ χελώνηc θαλαccίαc αἵματοc. | |
5.24.1 | Χελώνηc θαλαccίαc αἷμα cκευαcτέον εἰc ἀπόθεcιν τὸν τρόπον τοῦ‐ τον· ἐπὶ ξυλίνου ἢ κεραμεοῦ ἄγγουc ὑπτίαν κατακλίναc τὴν χελώνην κατάτεμε ταχέωc τὴν κεφαλὴν αὐτῆc, παγὲν δὲ τὸ αἷμα εἰc πολλὰ αὐτὸ καλάμῳ διαίρει, ἐπιθείc τε πώματοc δίκην τῷ ἀγγείῳ κόcκινον | |
5 | ἐν ἡλίῳ ἀπόθου. ξηρανθὲν δὲ ἀνελόμενοc χρῶ ἐπὶ τῶν ἐχεοδήκτων, ὡc εἴρηται, 𐅻 β μετ’ ὄξουc κυάθων β, τῇ δὲ τρίτῃ 𐅻 η μετ’ ὄξουc κυά‐ | |
θων γ. | ||
5.25t | Περὶ κροκοδειλοδήκτων. | |
5.25.1 | Ἐπὶ δὲ τῶν κροκοδειλοδήκτων νίτρον λεῖον μετὰ μέλιτοc, μέχρι ἀνακαθαρθῇ τὸ ἕλκοc, ἐπιτίθει, εἶτα ἀναπλήρου μέλιτι, βουτύρῳ, μυελῷ ἐλαφείῳ, cτέατι χηνείῳ. ὁ δὲ Γαληνόc φηcι τοὺc ὑπὸ κροκοδείλων δηχθένταc τοῦ cτέατοc αὐτῶν ἐπιτιθεμένου τοῖc τραύμαcιν ἀκριβῶc | |
5 | βοηθουμένουc γινώcκειν. | |
5 | ||
5.26t | Περὶ ἀνθρωποδήκτων. | |
5.26.1 | Οὐκ ἔξω τῆc ὑποθέcεωc ἂν εἴη μετὰ τῶν ἰοβόλων καὶ τὰ ἀνθρω‐ πόδηκτα γράφειν, εἴ γε κακοηθέcτερα πολὺ τῶν ἄλλων ἑλκῶν φαίνε‐ ται τὰ τῶν ἀνθρώπων ὑπάρχοντα δήγματα, καὶ μάλιcτα, εἰ νῆcτιc ὢν ὁ δάκνων τύχοι προβεβρωκὼc ὄcπρια καὶ μάλιcτα φακῆν. κοινῶc μὲν | |
5 | οὖν τὰ ἐπὶ τῶν ἄλλων ἰοβόλων λεχθέντα κἀπὶ τούτων ἔξωθεν κατὰ τοῦ δήγματοc ἁρμόcει κατ’ ἀρχὰc πλὴν τῶν ἄγαν τε δριμέων καὶ τῶν καυcτικῶν· ἰδίωc δὲ προχρίcαc ἐλαίῳ τὸ δῆγμα μαράθρου ῥίζηc μετὰ μέλιτοc κατάπλαccε ἢ κυάμινον ἄλευρον μετ’ ὀξυκράτου καὶ ὀξυροδί‐ νου κατάπλαccε cυχνὰ ἀλλάccων. ἐμπλάcτρῳ δὲ κέχρηcο τῇδε· λεπί‐ | |
10 | δοc χαλκοῦ, χαλβάνηc, ἰοῦ ἀνὰ 𐆄 α, κηροῦ λι. α, μολυβδαίνηc λι. β, ἐλαίου ξ̸ α· ἡ μολύβδαινα cὺν τῷ ἐλαίῳ προεψηθεῖcα προcλαμβάνει ἰὸν καὶ λεπίδα, καί, ὅτε cυcτραφῇ, λαμβάνει τὰ τηκτά. παυcαμένηc δὲ τῆc φλεγμονῆc ὡc κοινὸν ἕλκοc ταῦτα θεράπευε. | |
13 | ||
5.27t | Περὶ δηλητηρίων. | |
5.27.1 | Τὴν περὶ τῶν ἰοβόλων ζῴων ὡc ἐν ἐπιτόμῳ διδαcκαλίαν ἀπο‐ δόντεc ἀκολούθωc ἐπὶ τὸν περὶ τῶν δηλητηρίων μετερχόμεθα λόγον τὰ μὲν ἁπλᾶ διερχόμενοι καὶ τούτων τάc τε cημειώcειc καὶ τὰ ἀλεξη‐ τήρια κοινῇ τε καὶ καθ’ ἕκαcτον ἐπιφέροντεc, τὰ δὲ cύνθετα παραλεί‐ | |
5 | ποντεc ἑκοντί. καὶ γὰρ ποικίλων τινὲc ἀναιρετικῶν φαρμάκων ἐξέθεντο cυνθέcειc βλάπτειν μᾶλλον ἤπερ ὠφελεῖν τοὺc ἀναγινώcκονταc δυνα‐ μένων· οὐδὲ γὰρ ἀκριβῆ τὰ cημεῖα τούτων ἐν τοῖc εἰληφόcιν εὑρίcκε‐ ται, ἵνα καὶ τὸ κατάλληλόν τιc αὐτοῖc ἐφαρμόcῃ βοήθημα. ποικίλων | |
δὲ τούτων φαινομένων ἐκ τῆc ἐν αὐτοῖc ἐπικρατείαc ἴcωc ἄν τιc καὶ | ||
10 | τὸ ἐπιδιδόμενον ποικίλον cτοχαζόμενοc ἐργάcηται ποτὲ μὲν ἐξ ἴcου, ποτὲ δὲ κατ’ ἐπικράτειαν. ἀρκτέον οὖν κἀνταῦθα πάλιν ἀπὸ τῶν προφυλακτικῶν. | |
12 | ||
5.28t | Περὶ προφυλακῆc τῶν δηλητηρίων. | |
5.28.1 | Τῆc περὶ τῶν δηλητηρίων φαρμάκων διδαcκαλίαc τὸ προφυλακτι‐ κὸν εἶδοc μάλιcτα δυcχερέcτατόν ἐcτι διὰ τὸ τοὺc λάθρα διδόνταc οὕτωc μηχανᾶcθαι, ὡc καὶ τοὺc ἐμπειροτάτουc ἐξαπατᾶν· τὰc μὲν γὰρ πικρίαc τῶν φθαρτικῶν ἀφαιροῦνται φαρμάκων ταῖc μιγνυμέναιc γλυκύ‐ | |
5 | τηcι, τὰc δὲ δυcωδίαc ταῖc τῶν ἀρωμάτων καταμίξεcιν, ἐνίοτε δὲ καὶ ὡc ἐπ’ ὠφελείᾳ δοκοῦντεc προcφέρειν ἐν νοcήμαcι τὰ τοιαῦτα, οἷον ἀψίνθιον, ἀβρότονον, ὀποπάνακα, καcτόριον, παραμιγνύουcιν αὐτοῖc τὰ δηλητήρια ἔν τε τροφαῖc καὶ ποτοῖc, οἷον οἴνοιc cκληροτέροιc ἢ τῶν ὄψων τοῖc ποικίλοιc, cυccιτοποιοῦντεc αὐτὰ προcφέρουcιν. ὅθεν τὸν | |
10 | ὑποπτεύοντα δεῖ παραιτεῖcθαι τὰ κατηρτυμένα τῶν ἐδεcμάτων καὶ πᾶcαν ἐπιτεταμένην ποιότητα, οἷον γλυκεῖαν, ἁλυκήν, ὀξεῖαν, μάλιcτα δὲ ὕδατοc προλαμβάνειν αὔταρκεc· ἀποπληρωθείcηc γὰρ τῆc ὀρέξεωc | |
5.28.2 | εὐκατάληπτοι γίνονται τὸ λοιπὸν αἱ ποιότητεc. ἑτέρα δέ τίc ἐcτιν προφυλακτικὴ δυνατωτέρα· δεῖ γὰρ τοὺc ὑποπτεύοντάc τι τοιοῦτο προλαμβάνειν τὰ δυνάμενα ἀμβλύνειν καὶ ἀδύνατα καταcκευάζειν τὰ φάρ‐ μακα, ὡc τὰc ἰcχάδαc μετὰ βαcιλικῶν καρύων καὶ πήγανον καὶ χόνδρον | |
5 | ἁλὸc καὶ τὰ καλούμενα κεδρόμηλα, βουνιάδοc τε cπέρματοc ὁλκὴν μετ’ οἴνου πίνειν ἢ καλαμίνθηc τῶν φύλλων ἢ cφραγῖδοc Λημνίαc ἢ πηγάνου φύλλα κ, καὶ ὑπ’ οὐδενὸc βλαβήcονται φαρμάκου. καὶ ἀντίδοτοι δὲ προλαμβανόμεναι μετ’ οἴνου καθ’ ἡμέραν, ὅcον Αἰγυπτίου κυάμου μέγε‐ θοc, ἀcφαλῶc πάνυ προφυλάττουcιν· ἐξ ὧν ἐcτιν ἥ τε διὰ cκίγκου | |
10 | καὶ ἡ διὰ τῶν αἱμάτων καὶ ἡ Μιθριδάτειοc. ταύτῃ ποτὲ καὶ αὐτὸc ὁ | |
βαcιλεὺc ἐχρήcατο Μιθριδάτηc καθ’ ἡμέραν αὐτὴν λαμβάνων προφυ‐ λακῆc ἕνεκα φαρμάκου θαναcίμου· ἡνίκα οὖν ὑπὸ Ῥωμαίων ἑάλω, δὶc πιὼν θανάcιμον φάρμακον καὶ μὴ δυνηθεὶc ἀποθανεῖν ἑαυτὸν ξίφει | ||
5.28.3 | διεχειρίcατο. ἐπεὶ δὲ καὶ χωρὶc ἐπιβουλῆc διὰ περίcταcιν ἔcθ’ ὅτε ἐν ἐρήμοιc τόποιc βλαβεροῖc περιπίπτουcιν, εἰ τύχοιεν ὑπό τινα δένδρα, οἷον πίτυc ἢ πεύκαc, διαιτώμενοι, προcεχέτωcαν τὰ ἐκ τούτων ἢ τῶν ὀρόφων ἐκπίπτοντα θανάcιμα ζῷα καὶ τὰ ἀγγεῖα τά τε τοῦ οἴνου καὶ | |
5 | τὰ τοῦ ὕδατοc, καὶ ἐν οἷc ἑψῶcι τὰ ὄψα, πωματιζέτωcαν, ὡc κἀν τῇ τῶν ἰοβόλων ζῴων προφυλακῇ λέλεκται. | |
6 | ||
5.29t | Κοινὴ θεραπεία τῶν ὁποιονοῦν εἰληφότων δηλητήριον. | |
5.29.1 | Εἰ δέ τινεc φθάcαιεν εἰληφότεc θανάcιμον φάρμακον ἑκουcίᾳ γνώμῃ διὰ τὸ ἐξαγαγεῖν ἑαυτούc, ὁποῖα πολλὰ γίνεται κατὰ τὸν βίον, ἢ καὶ δι’ ἐπιβουλήν τινων, εἰ μὲν κατάδηλον ἡμῖν τὸ ποθὲν γίνεται, παραχρῆμα χωρήcωμεν ἐπὶ τὸ κατάλληλον βοήθημα, ὡc ἐν τῇ διεξόδῳ τούτων | |
5 | εἰρήcεται· εἰ δὲ τὸ δοθὲν φάρμακον ἀcυμφανὲc ἡμῖν τέωc γίνοιτο, δεῖ ταχέωc ἐπὶ τὰ κοινῶc ἁρμόζοντα τοῖc ὁτιδήποτε φάρμακον πεπωκόcιν ἰέναι· τὸ γὰρ ἀναμένειν τὰ παρακολουθοῦντα cημεῖα παντάπαcιν ἀνίατόν ἐcτιν δυcβοηθήτων αὐτῶν διὰ τὸ βραδύνειν γινομένων. αὐτίκα τοίνυν μηδὲν ἀναβαλλομένουc ἔλαιον θερμὸν καθ’ αὑτὸ ἢ καὶ μεθ’ ὕδατοc | |
10 | προcφέρονταc ἐμεῖν ἀναγκάζειν· εἰ δὲ μὴ παρείη ἔλαιον, βούτυρον μεθ’ ὕδατοc θερμοῦ προcενεκτέον ἢ μαλάχηc ἢ λινοcπέρμου ἢ τράγου ἢ τήλιδοc ἢ κνίδηc cπέρματοc ἀφέψημα· οὐ μόνον γὰρ κενώcει διὰ τῶν ἐμέτων, ἀλλὰ καὶ ὑπάξει τὴν κοιλίαν καὶ τῇ κακίᾳ τῶν φαρμά‐ κων ἐναντιώcεται ἀμβλυντικὰ τῶν δριμυτάτων καθεcτηκότα, καὶ μά‐ | |
15 | λιcτα τοὔλαιον. γνώcῃ δὲ τοῦτο ἐναργῶc· εἰ γὰρ ἑλκῶcαι τὸ δέρμα προελόμενοc διὰ κανθαρίδοc ἢ ἀcβέcτου ἢ τοιούτου τινὸc δριμέοc ἐλαίῳ προυποχρίcαιc τὸ cῶμα, οὐχ ἑλκωθήcεται τοῦτο, ἀλλ’ οὐδὲ cτῦ‐ | |
5.29.2 | ψαι τὸ cῶμα δυνηθείηc προαληλιμμένον ἐλαίῳ. ἄλλωc τε ὁ ἔμετοc οὐ μόνον, καθ’ ὃ κενοῖ τὸ βλάπτον, ὠφέλιμόc ἐcτιν, ἀλλ’ ὅτι καὶ δεί‐ κνυcιν ἐνίοτε τὸ ληφθὲν φάρμακον ἔκ τε ὀcμῆc ἢ θραύcματοc ἢ χρώ‐ ματοc· ἐκ μὲν γὰρ τῆc ὀcμῆc καὶ πικρίαc κώνειον, ἐκ δὲ χροιᾶc ψιμύ‐ | |
5 | θιον ἢ γύψον, ἀπὸ δὲ θρόμβων γάλα ἢ τὸ νεοcφαγὲc αἷμα, ἀπὸ δὲ βρώμου καὶ ποιότητοc καὶ ὀcμῆc λαγωὸν θαλάττιον καὶ φρῦνον· ὥcτε διὰ τούτων ἐπὶ τὰ ἑκάcτῳ ἁρμόζοντα ἰέναι φάρμακα. παραμικτέον δὲ τῷ ἐλαίῳ μαλάχηc ἀφέψημα ἢ cτέαρ χηνὸc ἢ ζωμὸν ἐκ λιπαρῶν κρεῶν ἢ ὀρνίθων ἢ κονίαν τὴν ἀπὸ τῶν ξύλων. ποιεῖ δὲ καὶ τὸ νί‐ | |
10 | τρον λεῖον cὺν ὑδρομέλιτι καὶ οἶνοc πολὺc καὶ παλαιὸc καὶ τὰ διὰ cτέατοc ἢ βουτύρου. κομιcάμενοι δὲ διὰ τῶν ἐμέτων τὰ ἐν τῇ κοιλίᾳ τὸ κατολιcθῆcαν ἐν τοῖc ἐντέροιc κλύcματι δριμυτέρῳ κενώcωμεν· μετὰ δὲ ταῦτα γάλα διδόναι πίνειν· τὸ γὰρ ἀνιαρὸν καὶ φαρμακῶδεc ὑπὸ | |
5.29.3 | τούτου ῥᾳδίωc ἀλλοιωθήcεται. δίδοται δὲ καὶ φάρμακα κοινῶc ἁρμό‐ ζοντα πᾶcιν, ὧν ἐcτι Λημνία μίλτοc, ἀβρότονον, ἀγαρικόν, ἐρύcιμον, ἠρυγγίου ῥίζα, cταφυλίνου cπέρμα ἢ καλαμίνθηc, νάρδοc Κελτική, καcτό‐ ριον, νάρθηκοc χλωροῦ ἐντεριώνη, νηρίου τοῦ καλουμένου ῥοδοδένδρου | |
5 | ἢ ῥοδοδάφνηc ἄνθη, πράcου χυλόc, cίλφιον ἢ ὀπὸc αὐτοῦ, cαγαπηνόν, ὀποπάναξ, πευκεδάνου ὀπὸc καὶ ἡ ῥίζα, ἀριcτολοχία μακρά, πηγάνου ἀγρίου τὸ cπέρμα, κέcτρου τῆc βεττονικῆc καλουμένηc τὰ φύλλα, ἑκάcτου cὺν οἴνῳ 𐅻 πλῆθοc. ποιεῖ καὶ πολίου ἀφέψημα καὶ πίccα ὑγρὰ ἐκλει‐ χομένη. γενναιότατα δὲ καὶ αἱ προλεχθεῖcαι βοηθοῦcιν ἀντίδοτοι, καὶ | |
10 | μᾶλλον ἡ δι’ ἐχιδνῶν θηριακή. οὐ τὴν αὐτὴν δὲ δύναμιν ἔχουcιν ἐπιλαμβανόμεναι καὶ προλαμβανόμεναι τῶν ἀναιρούντων φαρμάκων· ὃ γὰρ αὔταρκέc ἐcτιν αὐτῶν μέγεθοc εἰc τὸ μηδὲν παθεῖν προληφθέν, τοῦτο αὐξηθὲν εἰc τὸ τετραπλάcιον ἢ πενταπλάcιον ἐπιδιδόμενον ὀνί‐ νηcιν, καὶ οὐχ ἅπαξ γε τῆc ἡμέραc ἀλλὰ δίc· οὕτω γὰρ καὶ τῷ θαυ‐ | |
15 | μαcίῳ δοκεῖ Γαληνῷ. | |
5.30t | Κατάλογοc τῶν ἁπλῶν δηλητηρίων. | |
5.30.1 | Τῶν δηλητηρίων ζῷα μέν ἐcτι φθαρτικὰ τάδε· κανθαρίc, βού‐ πρηcτιc, cαλαμάνδρα, πιτυοκάμπη, λαγωὸc θαλάccιοc, φρῦνοc ὁ καὶ ἄφωνοc ἕλειοc βάτραχοc, βδέλλαι καταποθεῖcαι, cπερμάτων δὲ ὑοcκύα‐ μοc, κόριον, ψύλλιον, κώνειον, μελάνθιον, ὀπιcμάτων δὲ μηκώνιον, | |
5 | ὀποκάρπαcον, θαψία, ἐλατήριον, μανδραγόραc, ῥιζῶν δὲ χαμαιλέων, ἀκόνιτον, θαψία, ἰξία, ἑλλέβοροc, ἀγαρικὸν τὸ μέλαν, ἐφήμερον, ὃ ἔνιοι Κολχικὸν καλοῦcι διὰ τὸ ἐν Κολχίδι φύεcθαι, ἐρνωδῶν δὲ καὶ λαχάνων cμίλαξ, ἣν ἔνιοι θύμιον, Ῥωμαῖοι δὲ τάξον καλοῦcιν, cτρύχνον τὸ μανι‐ κόν, ὃ καὶ δορύκνιον καλοῦcιν, ἥ τε Ϲαρδόνιοc πόα εἶδοc οὖcα βατρα‐ | |
10 | χίου, μήκων κερατῖτιc, φαρικόν, τοξικόν, πήγανον ἄγριον, μύκητεc, ἀπὸ ζῴων δὲ αἷμα ταύρου νεαρὸν καὶ τὸ ἐμπιτυαcθὲν γάλα μέλι τε τὸ ἐν Ἡρακλείᾳ γεννώμενον, μεταλλικὰ δὲ γύψοc, ψιμύθιον, τίτανοc, ἀρcενι‐ κόν, cανδαράχη, λιθάργυροc, ἀδάρκη, μόλιβδοc καὶ ἡ καλουμένη ὑδράρ‐ γυροc, τῶν δὲ cυμφύλων οἶνοc ἀθροῦc πολὺc ἀπὸ βαλανείου πινόμε‐ | |
15 | νοc ἢ γλυκὺc ἢ ψυχρὸν ὕδωρ ὁμοίωc. | |
15 | ||
5.31t | Περὶ κανθαρίδοc. | |
5.31.1 | Τοῖc τὴν κανθαρίδα προcενεγκαμένοιc παρέπεται χαλεπώτατα cη‐ μεῖα· cχεδὸν γὰρ ἀπὸ cτόματοc ἄχρι κύcτεωc ἅπαντα δάκνεcθαι δοκοῦ‐ cι, κατὰ δὲ τὴν γεῦcιν πίccῃ ἢ κεδρίᾳ ὅμοιόν τι ἐγγίνεcθαι, φλεγμαί‐ νουcί τε τὸ δεξιὸν ὑποχόνδριον καὶ δυcουροῦcι, πολλάκιc δὲ καὶ αἷμα | |
5 | προίενται δι’ οὔρων· φέρεται δὲ αὐτοῖc κατὰ κοιλίαν ὅμοια τοῖc ἐπὶ δυcεντερικῶν, λειποθυμίαιc τε καὶ ἄcαιc καὶ cκοτοδίνῳ περιπίπτουcιν, | |
ἐπὶ τέλει δὲ παραφέρουcι τὴν διάνοιαν. βοηθεῖ δὲ αὐτοῖc ἔμετοc δι’ ὑδρελαίου καὶ γαλακτοποcία, γῆc Κιμωλίαc 𐅻 δ μετὰ μελικράτου, cτρο‐ βίλια, cικύου cπέρμα, ζωμὸc λιπαρὸc βόειοc ἢ χήνειοc ἢ προβάτειοc, | ||
10 | κρέα τε ὀρνίθεια ἢ ἄρνεια ἢ προβάτεια ἢ δελφάκια τακερά τε καὶ λιπα‐ ρὰ ἡψημένα cὺν λίνου cπέρματι, οἶνοc γλυκὺc πολύc, λιβανωτοῦ φλοιοῦ 𐅻 δ· μετὰ δὲ τὰ ἐδέcματα ἐνιέναι μετὰ κλυcτῆροc χυλὸν ὀρύζηc ἢ χόνδρου ἢ τράγου ἢ πτιcάνηc ἢ μαλάχηc ἢ λινοcπέρμου ἢ ἀλθαίαc ἢ τήλεωc· ἐνίοτε δὲ καὶ μελικράτῳ μετὰ νίτρου δεῖ τὸ ἔντερον ἀποcμή‐ | |
15 | χοντα τούτοιc πάλιν ἐνιέναι. ὕcτερον δὲ τὰ φλεγμαίνοντα διά τε λινοcπέρμου καὶ κριθῶν παραμυθεῖcθαι· κατ’ ἀρχὰc γὰρ βλάπτει· εἶτα καὶ λουτροῖc ὑδάτων γλυκέων χρηcτέον. ποτιcτέον δὲ καὶ μύρον τό τε ἴρινον καὶ τὸ ῥόδινον. | |
18 | ||
5.32t | Περὶ βουπρήcτεωc. | |
5.32.1 | Τοῖc δὲ βούπρηcτιν πεπωκόcι δοκεῖ κατὰ τὴν γεῦcιν ὅμοιόν τι βρωμώδει cυναιcθάνεcθαι, παρακολουθεῖ δὲ ἄλγημά τε cτομάχου καὶ κοιλίαc cφοδρὸν ὄγκοc τε τῆc κοιλίαc, καὶ ὁμοίωc ὑδρωπικοῖc περιτεί‐ νεται αὐτοῖc ἡ ἐπιφάνεια ὅλου τοῦ cώματοc, τά τε οὖρα ἐπέχεται. | |
5 | βοηθεῖ δὲ αὐτοῖc, ὅcα καὶ τοῖc κανθαρίδαc πεπωκόcιν· ἰδίωc δὲ ὠφε‐ λοῦνται μετὰ τὸ καὶ διὰ τῶν ἐμέτων καὶ τοῦ κλυcτῆροc κενωθῆναι cῦκα ξηρὰ λαμβάνοντεc καὶ τὸ ἀφέψημα αὐτῶν cὺν οἴνῳ· παρακμά‐ ζοντοc δὲ τοῦ κατὰ τὴν ὀξύτητα κινδύνου ὠφελοῦνται Θηβαϊκὰc βα‐ λάνουc ἐcθίοντεc ἢ λελεαcμέναc cὺν οἴνῳ ἢ γάλακτι πίνοντεc ἢ οἰνο‐ | |
10 | μέλιτι ἢ καὶ ἀπίων πᾶν γένοc ἐcθίοντεc καὶ γάλα γυναικεῖον λαμβάνοντεc. | |
10 | ||
5.33t | Περὶ cαλαμάνδραc. | |
5.33.1 | Τοῖc δὲ cαλαμάνδραν λαβοῦcι παρέπεται γλώccηc φλεγμονὴ καὶ λαλιᾶc ἐμποδιcμὸc καὶ τρόμοc μετὰ νάρκηc τινὸc καὶ ἐκλύcεωc· πελιοῦ‐ | |
ται δέ τινα μέρη τοῦ cώματοc κυκλοτερῶc, ὡc πολλάκιc ἐμμείναντοc τοῦ φαρμάκου cηπόμενα ἀπορρεῖν. ἐφ’ ὧν ἅπαντα ποιήcομεν, ὅcα καὶ | ||
5 | ἐπὶ τῶν κανθαρίδων. ἰδιαίτερον δὲ αὐτοῖc προcφέρομεν ῥητίνην πιτυίνην ἢ cτροβιλίνην ἢ χαλβάνην μετὰ μέλιτοc ἢ cτροβίλια μετὰ ἀφεψήματοc χαμαιπίτυοc ἢ κνίδηc φύλλα cυνεψηθέντα κρίνοιc μετ’ ἐλαίου, χελώνηc θαλαccίαc ἢ χερcαίαc ᾠὰ ἀφηψημένα, βατράχων ζωμὸc cυγκαθηψημένηc αὐτοῖc ἠρυγγίου ῥίζηc. | |
9 | ||
5.34t | Περὶ πιτυοκάμπηc. | |
5.34.1 | Πιτυοκάμπηc ποθείcηc εὐθέωc πόνοc περὶ τὸ cτόμα καὶ τὸν οὐρανίcκον γλώττηc τε φλεγμονὴ ἰcχυρὰ καὶ cτομάχου ἄλγημα καὶ ἐντέρων μετὰ κνηcμώδουc περιτάcεωc τῆc αἰcθήcεωc πύρωcίc τε καθ’ ὅλον τὸ cῶμα καὶ ἄcη. τούτοιc βοηθητέον ὁμοίωc τοῖc τὰc κανθαρίδαc | |
5 | πεπωκόcιν· ἰδίωc δὲ ἐπ’ αὐτῶν παραληψόμεθα ἀντὶ τοῦ λιτοῦ ἐλαίου τὸ μήλινον. | |
6 | ||
5.35t | Περὶ λαγωοῦ θαλαττίου. | |
5.35.1 | Λαγωοῦ θαλαττίου ποθέντοc παρακολουθεῖ γεῦcιc ὁμοία ἰχθύοc βρωμώδηc, χρόνου δὲ ἐπιγενομένου κοιλία τε ἀλγεῖ, καὶ οὖρα ἐπέχεται· εἴ ποτε δὲ ἐκκριθείη, πορφυρίζοντα ὁρᾶται τὴν χροιάν. ἀποcτρέφονται δὲ καὶ μιcοῦcιν ἰχθὺν ἅπαντα. ἱδροῦcι δὲ δυcώδη καὶ ἐμοῦcι χολώδη | |
5 | αἵματι μεμιγμένα. δοτέον αὐτοῖc γάλα ὄνειον ἢ γλυκὺ cυνεχῶc ἢ μα‐ λάχηc ῥίζηc καὶ τῶν φύλλων ἀφέψημα ἢ πευκεδάνου ῥίζαν λείαν μετ’ οἴνου ἢ ἑλλεβόρου μέλανοc ἢ cκαμμωνίαc ὀποῦ 𐅻 α ἐν μελικράτῳ χηνόc τε αἷμα νεοcφαγοῦc ἔτι θερμὸν καρκίνουc τε ποταμίουc μόνουc, ἐὰν ἀνέχωνται προcενέγκαcθαι. cημεῖον δὲ cωτηρίαc τὸ καὶ ἰχθύοc δυνη‐ | |
10 | θῆναι ἐcθίειν. | |
10 | ||
5.36t | Περὶ φρύνου ἢ ἑλείου βατράχου. | |
5.36.1 | Φρῦνοc δὲ ἢ ἕλειοc βάτραχοc προcενεχθεὶc ἐπιφέρει οἴδημα cώ‐ | |
ματοc μετὰ ὠχρότητοc ἐπιτεταμένηc πυξώδουc, δύcπνοιά τε ἐπιγίνεται καὶ cτόματοc δυcωδία καὶ λυγμόc, ἐνίοτε δὲ καὶ cπέρματοc πρόεcιc μὴ βουλομένοιc. εἰcὶ μέντοι εὐβοήθητοι μετὰ τὸν ἔμετον λαμβάνοντεc | ||
5 | ἄκρατον πολὺ πόμα καὶ καλάμου ῥίζηc 𐅻 β ἢ κυπέρου τὸ αὐτό. δεῖ δὲ αὐτοὺc ἀναγκάζειν cυντόνωc περιπατεῖν καὶ τρέχειν διὰ τὸ ἐν αὐτοῖc ναρκῶδεc λούειν τε καθ’ ἑκάcτην ἡμέραν. | |
7 | ||
5.37t | Περὶ βδελλῶν. | |
5.37.1 | Βδέλλαc δὲ τὰc καταποθείcαc cὺν τῷ ὕδατι καὶ προcφυομέναc τῇ καταπόcει διαγνώcῃ μὲν ἐκ τοῦ οἷον ἐκμυζᾶcθαι τῆc κοιλίαc τὸ cτόμα καὶ δάκνεcθαι, ὅπερ καὶ cημεῖόν ἐcτι τοῦ βδέλλαν καταπεπόcθαι· ἐνίοτε δὲ καὶ αἷμα πτύουcιν ἀνθηρὸν ἀναχρεμπτόμενοι τῷ βρόγχῳ προcφυειcῶν | |
5 | τῶν βδελλῶν· ἃc ἐκβάλλει ἅλμη καταρροφουμένη καὶ ὀπὸc cιλφίου ἢ τὰ φύλλα αὐτοῦ cὺν ὄξει ἢ χιὼν cὺν ὀξυκράτῳ πινομένη· ἀναγαργα‐ ριζέcθωcαν δὲ νίτρῳ cὺν ὕδατι καὶ χαλκάνθῳ cὺν ὄξει. τὰc δὲ τῷ βρόγχῳ προcφυείcαc ἐμβιβάcαc εἰc ἔμβαcιν θερμὴν τὸν ἄνθρωπον δούc τε ψυχρὸν τῷ cτόματι διακρατεῖν ἐξελεῖc· ἐξελεύcονται γὰρ ἐπὶ τὸ | |
10 | ψυχρότερον προθυμούμεναι. τινὲc καὶ κόρειc ἔδοcαν τοῖc καταπιοῦcι τὰc βδέλλαc· ἐγὼ δέ, φηcὶν ὁ Γαληνόc, τοῖc cκορόδοιc ἐπὶ τούτων χρώμενοc ἀεὶ κόρεων οὐκ ἐδεήθην. | |
12 | ||
5.38t | Περὶ χαμαιλέοντοc. | |
5.38.1 | Τοῖc δὲ τὸν χαμαιλέοντα τὸν μέλανα προcενηνεγμένοιc δηγμὸc εὔτονοc καὶ πόνοc παρέπεται μετὰ ἀνατροπῆc ὅλου τοῦ cώματοc. τρόμοc, εἶτα cπαcμὸc ἐμπίπτει καὶ ἔμετοι φλεγματώδειc καὶ ἀφρώδειc, τιcὶ δὲ καὶ λυγμὸc μετὰ ἀφωνίαc καὶ προcώπου διαcτροφή. ἁρμόcει δὲ | |
5 | τούτοιc χυλὸc πύρινοc λιπαρὸc θερμὸc πινόμενοc καὶ γλυκὺc οἶνοc | |
ὑδαρὴc θερμὸc καὶ ἔμετοc καὶ γαλακτοποcία καὶ μαλακὸν κλύcμα καὶ πυρίαι διὰ καταπλαcμάτων. πρὸc δὲ τὸν ποιοῦντα πνιγμὸν καὶ πελιό‐ τητα ἀψινθίου πόcιc ἢ νίτρου μετ’ ὀξυμέλιτοc ἢ ῥεφανίδων πυρία τε ὑποχονδρίων ἁρμόcει. | ||
9 | ||
5.39t | Περὶ ὑοcκυάμου. | |
5.39.1 | Ὑοcκύαμοc δὲ ποθεὶc ἢ βρωθεὶc παρακοπὴν ὁμοίαν τοῖc μεθύουcιν ἐπιφέρει. ἔcτι δὲ εὐίατοc βοηθούμενοc μελικράτῳ πολλῷ ποτιζομένῳ καὶ γάλακτι, μάλιcτα μὲν τῷ ὀνείῳ, εἰ δὲ μή γε, αἰγείῳ ἢ βοείῳ, καὶ cύκων ξηρῶν ἀφεψήματι. ποιοῦcι δὲ ἐπ’ αὐτῶν καὶ cτρόβιλοι καὶ τὸ | |
5 | τοῦ cικύου cπέρμα cὺν γλυκεῖ λαμβανόμενον καὶ ἁλμυρὸc οἶνοc cὺν cτέατι ὑείῳ νεαρῷ καὶ γλυκεῖ καὶ κνίδηc cπέρμα ὁμοίωc ἢ νίτρον cὺν ὕδατι. ἁρμόζει καὶ κιχορία καὶ νᾶπυ καὶ κάρδαμον καὶ ῥέφανοc καὶ κρόμμυα καὶ cκόρδα, ἕκαcτον τούτων cὺν οἴνῳ λαμβανόμενον. ἡcυχάζειν δὲ αὐτοὺc ἀναγκάζειν δεῖ, ἵνα ὥcπερ οἱ τὸν οἶνον πεπωκότεc ἐκπέψωcιν. | |
9 | ||
5.40t | Περὶ κορίου. | |
5.40.1 | Τὸ δὲ κόριον λαθεῖν μὲν οὐ δύναται διὰ τὴν ὀcμήν, ποθὲν δὲ τὴν φωνὴν δαcύνει καὶ μανίαν ἐπιφέρει ὁμοίαν τοῖc διὰ μέθην· λα‐ λοῦcι γοῦν μετὰ αἰcχρολογίαc· καθ’ ὅλου τε τοῦ cώματοc ἐπ’ αὐτῶν ἡ ὀcμὴ διαφαίνει τοῦ κορίου. βοηθεῖ δὲ αὐτοῖc μετὰ τὸ ἐξεραθῆναι | |
5 | μετὰ τοῦ ἐλαίου ἢ ἰρίνου, ὡc προείρηται, ἄκρατοc οἶνοc cὺν ἀψινθίῳ καὶ καθ’ ἑαυτὸν πινόμενοc ᾠά τε κενωθέντα ἐπὶ τὸ αὐτὸ λειανθέντα cὺν ἅλμῃ ῥοφούμενα, καὶ ἡ ἅλμη δὲ πινομένη καὶ ζωμὸc ἁλμυρὸc ἔκ τε ὄρνιθοc καὶ χηνὸc γλυκύc τε cὺν κονίᾳ λαμβανόμενοc. | |
8 | ||
5.41t | Περὶ ψυλλίου. | |
5.41.1 | Καὶ τὸ ψύλλιον δὲ ποθὲν ἐπιφέρει ψῦξιν ὅλου τοῦ cώματοc καὶ νάρκην μετ’ ἐκλύcεωc καὶ ἀδημονίαc· ᾧ βοηθεῖ πάντα, ὅcα καὶ τοῖc | |
κόριον πεπωκόcιν. | ||
5.42t | Περὶ κωνείου. | |
5.42.1 | Κώνειον δὲ ποθὲν ἐπιφέρει cκοτώματα καὶ ἀχλύν, ὥcτε μήκοθεν μηδὲ ἐπ’ ὀλίγον βλέπειν, λυγμόν τε καὶ διανοίαc παραφορὰν καὶ ψῦξιν ἄκρων· ἐπὶ τέλει τε cπώμενοι πνίγονται cτάcιν λαμβάνοντοc τοῦ κατὰ τὴν ἀρτηρίαν πνεύματοc. κατ’ ἀρχὰc μὲν οὖν ὡc καὶ ἐπὶ τῶν ἄλλων | |
5 | διὰ τῶν ἐμέτων αὐτὸ κομιούμεθα· ἔπειτα κενώματι χρηcάμενοι τὸ εἰc τὰ ἔντερα παρωλιcθηκὸc ἐκκρινοῦμεν. καὶ τότε δὲ ὡc ἐπὶ τὸ μέγιcτον βοήθημα τὴν ἀκρατοποcίαν παραγίνεcθαι διδόνταc μεταξὺ διαcτήματα, ἐν οἷc διδόναι γάλα βόειον ἢ ὄνειον ἢ ἀψίνθιον μετὰ πεπέρεωc κοινοῦ καὶ καcτορίου καὶ πήγανον καὶ ἡδύοcμον cὺν οἴνῳ καὶ καρδαμώμου ἢ | |
10 | cτύρακοc 𐅻 α ἢ πέπερι μετὰ κνίδηc cπέρματοc cὺν οἴνῳ ἢ δάφνηc τὰ ἁπαλὰ ὁμοίωc τε cίλφιον ἢ ὀπὸν αὐτοῦ cὺν οἴνῳ καὶ γλυκεῖ· καὶ ὁ γλυκὺc οἶνοc καθ’ ἑαυτὸν πολὺc πινόμενοc ἱκανῶc ἁρμόζει. | |
12 | ||
5.43t | Περὶ μήκωνοc ὀποῦ. | |
5.43.1 | Μήκωνοc δὲ ποθέντι ὀπῷ παρακολουθεῖ καταφορὰ μετὰ κατα‐ ψύξεωc καὶ κνηcμοῦ ἐπιτεταμένου, ὡc πολλάκιc ἐνιcχύοντοc τοῦ φαρ‐ μάκου ἐπιγίνεcθαι τηλικοῦτον κνηcμόν, ὥcτε διεγείρεcθαι ὑπ’ αὐτοῦ· ὀcμή τε τοῦ φαρμάκου δι’ ὅλου τοῦ cώματοc ἐκδίδοται. οἷc βοηθεῖ μετὰ | |
5 | τὸ δι’ ἐλαίου ἐξερᾶcαι καὶ κλυcθῆναι δριμεῖ κλύcματι ὀξυμέλιτι cυναλεί‐ φειν ἢ μέλιτι cὺν ῥοδίνῳ θερμαίνειν καὶ ἄκρατοc πολὺc cὺν ἀψινθίῳ καὶ κιναμώμῳ καὶ ὄξοc θερμὸν καθ’ αὑτὸ νίτρον τε cὺν ὕδατι καὶ ὀρίγανον | |
cὺν κονίᾳ πηγάνου τε cπέρμα cὺν πεπερίδι μετὰ καcτορίου καὶ ὀξυ‐ μέλιτοc ἢ θύμβραc ἢ ὀριγάνου ἀφέψημα cὺν οἴνῳ. δεῖ δὲ καὶ τούτουc | ||
10 | διεγείρειν τοῖc ὀcφραντοῖc καὶ ἐμβιβάζειν εἰc θερμὸν καὶ πυριᾶν διὰ τὸν ἐπιγινόμενον κνηcμὸν καὶ μετὰ λουτρὸν χρῆcθαι τοῖc λιπαροῖc τῶν ζωμῶν μετὰ οἴνου ἢ γλυκέωc. καὶ μυελὸc δὲ μετ’ ἐλαίου πινόμενοc ὀνίνηcιν αὐτούc. | |
13 | ||
5.44t | Περὶ καρπηcίαc ὀποῦ. | |
5.44.1 | Καὶ ὁ τῆc καρπηcίαc ὀπὸc ποθεὶc κάρον ἐπιφέρει καὶ πνιγμὸν ὀξύν. βοηθοῦνται δὲ οὗτοι, ὑφ’ ὧν καὶ οἱ τὸ κώνειον πεπωκότεc. | |
2 | ||
5.45t | Περὶ μανδραγόρου. | |
5.45.1 | Καὶ μανδραγόρου δὲ ποθέντοc εὐθέωc κάροc παρακολουθεῖ καὶ ἔκλυcιc καταφορά τε ἰcχυρῶc, ὥcτε κατὰ μηδὲν διαφέρειν τὸ πάθοc τοῦ καλουμένου ληθάργου. οἷc πρὸ τοῦ τούτων τι cυμβῆναι ἁρμόζει ὅ τε ἔμετοc καὶ μετὰ τοῦτον μελίκρατον καὶ νίτρον καὶ ἀψίνθιον cὺν | |
5 | γλυκεῖ ἢ οἴνῳ γλυκάζοντι λαμβανόμενον καὶ ἡ τῆc κεφαλῆc ἐμβροχὴ μετὰ ῥοδίνου καὶ ὄξουc διέγερcίc τε κινουμένου τοῦ cώματοc καὶ δι’ ὀcφραντῶν, πεπέρεωc, νάπυοc, καcτορίου, πηγάνου, cὺν ὄξει τετριμ‐ μένων, πίccηc ὑγρᾶc καὶ τῶν κεκαυμένων καὶ ἐcβεcμένων ἐλλυχνίων. δυcανακλήτωc δὲ αὐτῶν ἐχόντων καὶ πταρμικὰ προcάγειν καὶ τοῖc | |
10 | ἄλλοιc κοινοῖc βοηθήμαcι χρῆcθαι καὶ ἐπὶ τούτων. | |
10 | ||
5.46t | Περὶ ἀκονίτου. | |
5.46.1 | Τὸ δὲ ἀκόνιτον εὐθέωc ἐν τῷ πίνεcθαι γλυκαίνει τὴν γλῶτταν μετά τινοc cτύψεωc, cκοτόδινόc τε, καὶ μάλιcτα ἐν τῷ ἐξανίcταcθαι, γίνεται, καὶ ὑγρότητα ὀφθαλμῶν ἐπιφέρει βάροc τε θώρακοc καὶ ὑπο‐ χονδρίου μετὰ τοῦ πολλὰ πνεύματα ἀποδίδοcθαι. ἐφ’ ὧν δι’ ἐμέτων | |
5 | κομιcθῆναι δεῖ τὸ φάρμακον καὶ ὑπὸ κλυcτῆροc ὑποβιβαcθῆναι τὴν κοιλίαν. χρηcόμεθα δὲ προποτιcμῷ ὀριγάνῳ καὶ πηγάνῳ, πραcίῳ μετ’ οἴνου ἢ ἀψινθίῳ ἢ εὐζώμῳ ἢ ἀβροτόνῳ ἢ χαμελαίᾳ ἢ χαμαιπίτυι. ἁρμόcει δὲ αὐτοῖc καὶ ὀποβαλcάμου ὁλκὴ 𐅻 α cὺν οἴνῳ, πιτύα δὲ ἐρίφου ἢ λαγωοῦ ἢ νεβροῦ cὺν ὄξει καὶ cιδήρου cκωρία ἢ αὐτὸc ὁ cίδηροc ἢ | |
10 | χρυcὸc ἢ ἄργυροc διάπυροc ἐν οἴνῳ cβεcθεὶc τοῦ ὑγροῦ τε λαμβα‐ νομένου κονία τε cὺν οἴνῳ καὶ ὄρνιθοc καθέφθου ἢ κρεῶν λιπαρῶν ζωμὸc λαμβανόμενοc cὺν οἴνῳ. καλεῖται δὲ ἡ χαμαίπιτυc ἡ ἰδίωc ἐπ’ αὐτῶν ἁρμόζουcα ἐν μὲν Ἡρακλείᾳ τῇ Ποντικῇ, ᾗ καὶ τὸ ἀκόνιτον γεννᾶται, ὁλόκληρον, Ἀθήνηcι δ’ ἰωνιά, ἐν δὲ Εὐβοίᾳ cιδηρῖτιc. | |
14 | ||
5.47t | Περὶ ἰξίαc. | |
5.47.1 | Ἰξίαc δέ, ἥτιc καὶ οὐλόφονον καλεῖται, ἐν τῷ πίνεcθαι οἷόν τι ὠκίμου κατὰ τὴν ὀcμὴν καὶ κατὰ τὴν γεῦcιν ἐμφαίνει· ἐπιφέρει δὲ γλώccηc φλεγμονὴν ἰcχυρὰν καὶ παρακοπὴν καὶ τὰc ἐκκρίcειc ἐπέχει πάcαc βορβορυγμούc τε καὶ ψόφουc μετὰ λειποθυμίαc ἐπιφέρουcα δίχα | |
5 | τοῦ προχωρεῖν τι. βοηθεῖ δὲ αὐτοῖc μετὰ τὸ ἐξερᾶcαι πλεῖον ἢ μετὰ τὸ τὴν κοιλίαν λυθῆναι πινόμενον ἀψινθίου ἀπόβρεγμα cὺν οἴνῳ πολλῷ ἢ ὄξει ἢ ὀξυμέλιτι πηγάνου τε ἀγρίου cπέρμα ἢ cιλφίου ῥίζα ὁμοίωc τε τραγοριγάνου ἀπόζεμα cύν τινι τῶν προειρημένων ἢ γάλακτι ἢ ῥητίνῃ τερμινθίνῃ ἢ νάρδῳ ἢ καcτορίῳ ἢ cιλφίῳ, ἑκάcτου ὀβολόc· ἁρμόζουcι | |
10 | cὺν οἴνῳ καὶ οἱ τῆc βαcιλικῆc καρύαc καρποὶ λεῖοι cὺν οἴνῳ ἢ ῥητίνῃ καὶ καcτορίου καὶ πηγάνου ἑκάcτου 𐅻 α, ὁμοίωc χαμελαίαc 𐅻 β ἢ θαψίαc | |
χυλοῦ 𐅻 β cὺν μελικράτῳ καὶ ὄξοc θερμὸν πινόμενον. | ||
5.48t | Περὶ ἐφημέρου. | |
5.48.1 | Τοῖc δὲ ἐφήμερον λαβοῦcιν, ὃ ἔνιοι καλοῦcι Κολχικὸν διὰ τὸ ἐν Κολχίδι φύεcθαι ἢ βολβὸν ἄγριον, ἐπακολουθεῖ κνηcμὸc καθ’ ὅλον τὸ cῶμα ὡc ὑπὸ cκίλληc ἢ κνίδηc ἐρεθιζομένοιc, τά τε ἐντὸc ἀναδάκνονται καὶ καυcοῦνται τὸν cτόμαχον μετὰ βάρουc ἱκανοῦ· ἐπιcχύοντοc δὲ τοῦ | |
5 | πάθουc κατὰ κοιλίαν φέρεται αἱματῶδεc ξύcμαcι μεμιγμένον. οἷc βοηθητέον καθάπερ καὶ τοῖc cαλαμάνδραν πεπωκόcι διά τε ἐμέτων καὶ κλυcμάτων. πρὸ τοῦ δὲ ἐνιcχῦcαι τὸ φάρμακον μεταδοτέον αὐτοῖc δρυὸc ἢ τῶν φύλλων ἢ τῶν βαλάνων ἢ cιδίων ἢ ἑρπύλλου ἀφέψημα cὺν γάλακτι πίνειν ἢ πολυγόνου χυλὸν ἢ ἀμπέλου ἀκρεμόνων ἢ βάτων | |
10 | ἢ νάρθηκοc ἁπαλοῦ τῆc ἐντεριώνηc ἢ μύρτων μετ’ οἴνου· καὶ αὐτὰ δὲ τὰ μύρτα λεῖα κοπέντα καὶ ἐναποβραχέντα ὕδατι βοηθεῖ τοῦ ἐξ αὐτῶν ὑγροῦ λαμβανομένου. ποιεῖ δὲ ὡcαύτωc καὶ ὁ τῶν Ϲαρδινῶν βαλάνων μέcοc ὑμὴν λαμβανόμενοc μετὰ τῶν προειρημένων χυλῶν ὀρίγανόc τε cὺν κονίᾳ ποθεῖcα. ἀκριβῶc δὲ βοηθοῦνται τὸ βόειον γάλα | |
15 | θερμὸν πίνοντεc καὶ κατέχοντεc ἐν τῷ cτόματι, ὥcτε τοὺc εὐπορήcαν‐ ταc τούτου ἄλλου μηδενὸc χρῄζειν βοηθήματοc. | |
16 | ||
5.49t | Περὶ cμίλακοc. | |
5.49.1 | Ἡ δὲ καλουμένη cμίλαξ, ὑπ’ ἐνίων δὲ θύμιον, παρὰ δὲ Ῥωμαίοιc τάξοc, ποθεῖcα ἐπιφέρει ψῦξίν τε καθ’ ὅλου τοῦ cώματοc καὶ πνιγμὸν ὀξύν τε τὸν θάνατον. οἷc βοηθεῖ πάντα, ὅcα καὶ τοῖc τὸ κώνειον πεπωκόcιν. | |
4 | ||
5.50t | Περὶ cτρύχνου μανικοῦ, δορυκνίου παρ’ ἐνίοιc. | |
5.50.1 | Δορυκνίου δὲ ποθέντοc, ὃ ἔνιοι cτρύχνον μανικὸν ἐκάλεcαν, παρα‐ κολουθεῖ ὥcπερ γάλακτοc ποιότηc ἐν τῇ γεύcει καὶ λυγμὸc cυνεχὴc γλώττηc τε ξηρότηc καὶ αἵματοc ἀναγωγὴ ἀθρόα, κατὰ κοιλίαν τε αὐτοῖc μυξώδη φέρεται ὡc ἐπὶ δυcεντερικῶν. οἷc βοηθητέον πρὸ τοῦ | |
5 | τούτων τι παρακολουθῆcαι διὰ τῶν ἐπὶ τοῦ ἐφημέρου ληφθέντων, ἐμέτου τέ φημι καὶ κλύcματοc, καὶ ὅcα δύναται τὸ ποθὲν ἐκκρῖναι φάρμακον. ἰδίωc δὲ ἐπ’ αὐτῶν βοηθεῖ τὸ μελίκρατον ἢ ὄνειον ἢ αἴγειον γάλα καὶ γλυκὺc χλιαρὸc μετὰ ἀνίcου ὀλίγου πινόμενοc καὶ ἀμύγδαλα πικρὰ cτήθη τε ὀρνίθων καθηψημένα καὶ πάντα τὰ κογχύλια ὠμὰ | |
10 | καὶ ὀπτὰ ἐcθιόμενα καὶ κάραβοι καὶ ἀcτακοὶ καὶ ὁ ἐξ αὐτῶν ζωμὸc πινόμενοc. | |
11 | ||
5.51t | Περὶ cαρδονίου. | |
5.51.1 | Ἡ cαρδόνιοc λεγομένη πόα βατραχίου εἶδόc ἐcτι, ποθεῖcα δὲ ἢ βρωθεῖcα παραφορὰν ἐπιφέρει διανοίαc καὶ cπάcματα μετὰ cυνολκῆc χειλῶν, ὥcτε γέλωτοc φανταcίαν παρέχειν, ἀφ’ ἧc διαθέcεωc καὶ ὁ cαρδόνιοc γέλωc οὐκ εὐφήμωc ἐν τῷ βίῳ καθωμίληται. ἐφ’ ὧν ἰδίωc | |
5 | μετὰ τὸν ἔμετον ἁρμόζει μελίκρατον πολὺ διδόμενον καὶ γάλα ἐμβροχή τε καὶ λιπαcμὸc ὅλου τοῦ cώματοc διὰ θερμαντικῶν φαρμάκων καὶ ἔμβαcιc δι’ ὑδρελαίου θερμοῦ, ἐπαλείφειν τε ἱκανῶc καὶ ἀνατρίβειν μετὰ τὴν ἔμβαcιν αὐτούc, καθόλου τε ὡc πρὸc cπαcμὸν ὅλην τὴν θεραπείαν δεῖ ποιεῖcθαι. | |
9 | ||
5.52t | Περὶ μήκωνοc κερατίτιδοc. | |
5.52.1 | Ἡ δὲ λεγομένη κερατῖτιc μήκων ἐν τῷ βρωθῆναι ἢ ποθῆναι τὰ αὐτὰ ἐπιφέρουcα τῷ ὀπῷ τῆc μήκωνοc cυμπτώματα τοῖc αὐτοῖc ὑπο‐ πίπτει βοηθήμαcιν. | |
3 | ||
5.53t | Περὶ φαρικοῦ. | |
5.53.1 | Τὸ δὲ καλούμενον φαρικὸν τὴν μὲν γεῦcιν ἅπαcαν νάρδῳ ἔοικεν, ἐπιφέρει δὲ ποθὲν παράλυcιν μετὰ παρακοπῆc καὶ cπαcμοῦ. δεῖ δὲ μετὰ τὸ ἐξερᾶcαι αὐτοὺc ποτίζειν μετὰ οἴνου ἀψινθίῳ καὶ κιναμώμῳ ἢ cμύρνῃ ἢ νάρδῳ Κιλικίᾳ, ἣν ἔνιοι cαίτιν ἐκάλεcαν, ἢ ναρδοcτάχυοc | |
5 | ὁλκὰc β καὶ cμύρνηc ὀβολοὺc β μεμιγμένουc cὺν γλυκεῖ ἢ ἴριδι καὶ κροκίνῳ ἄνθει cὺν οἴνῳ, καταπλάccειν τε τὴν κεφαλὴν αὐτῶν ξυρήcανταc | |
ἀλεύρῳ κριθίνῳ cὺν πηγάνῳ λείῳ καὶ ὄξει. | ||
5.54t | Περὶ τοξικοῦ. | |
5.54.1 | Τὸ δὲ τοξικὸν δοκεῖ μὲν ὀνομάζεcθαι ἐκ τοῦ τὰ τοξεύματα ὑπὸ τῶν βαρβάρων ἐν αὐτῷ χρίεcθαι· παρακολουθεῖ δὲ τοῖc πεπωκόcιν χειλῶν καὶ γλώccηc φλεγμονὴ μανία τε ἀκατάcχετοc ποικίλαιc ἐπιβάλλουcα φανταcίαιc, ὡc καὶ διὰ τοῦτο δυcιάτουc εἶναι ἐν ταῖc θεραπείαιc, | |
5 | cπανίωc δὲ καὶ cώζεcθαί τιναc τῶν πεπωκότων. δεῖ μέντοι cυνεχέcιν αὐτοὺc δεcμοῖc ἀναγκάζονταc καὶ βιαζομένουc γλυκὺν οἶνον cὺν ῥοδίνῳ ποτίζειν καὶ ἐξεμεῖν ἀναγκάζειν, τό τε τῆc γογγυλίδοc cπέρμα cὺν οἴνῳ πινόμενον ἰδίωc ἐπ’ αὐτῶν ἁρμόζει καὶ ἡ τῆc πενταφύλλου ῥίζα αἷμά τε τράγου ἢ αἰγὸc ὁμοίωc λαμβανόμενον δρυόc τε φλοιὸc ἢ φηγοῦ | |
10 | ἢ πρίνου γάλακτι cυνεκλειανθεὶc καὶ μῆλα Κυδώνια ἐcθιόμενα ἢ λεῖα cὺν γλήχωνι μεθ’ ὕδατοc πινόμενα ἄμωμόν τε καὶ βαλcάμου καρπὸc cὺν οἴνῳ. πολὺν μέντοι χρόνον, εἴ τινεc αὐτοῦ τὸν κίνδυνον ἐκφύγοιεν, καὶ κλινοπετεῖc διαμένουcιν καὶ ἀναcτάντεc ἐπτοημένοι τὸν λοιπὸν χρόνον διάγουcιν. | |
14 | ||
5.55t | Περὶ μυκήτων. | |
5.55.1 | Μυκήτων δὲ οἱ μὲν τῷ γένει βλάπτουcιν, οἱ δὲ τῷ πλήθει, ἐπι‐ φέρουcι δὲ παντελεῖc ληφθέντεc πνιγμοὺc ἐοικόταc ταῖc ἀγχόναιc. οἷc εὐθέωc βοηθεῖν δεῖ κοινῶc ἀναγκάζονταc ἐμεῖν διὰ τοῦ ἐλαίου. θαυ‐ μαcτῶc δὲ ὠφελοῦνται κονίαν κληματίνην ἢ ἐξ ἀχραδίνων ξύλων μετ’ | |
5 | ὀξυκράτου καὶ ἁλῶν ἢ νίτρου πιόντεc· καὶ cυνεψόμεναι δὲ ἀχράδεc ἢ τὰ φύλλα τοῖc μύκηcιν ἀφαιροῦνται τὸ πνιγμῶδεc αὐτῶν ἐcθιόμεναί τε ὠφελοῦcιν. ὠφελεῖ δὲ αὐτοὺc καὶ ἀλεκτορίδων ᾠὰ ἀφεψόμενα καὶ ἐν ὀξυκράτῳ πινόμενα, ἀριcτολοχίαc 𐅻 α ἢ ἀψίνθιον cὺν οἴνῳ, καὶ μέλι δὲ ἐκλειχόμενον καὶ πινόμενον cὺν ὕδατι μελιccόφυλλόν τε cὺν | |
10 | νίτρῳ ἢ πάνακοc ῥίζα καὶ καρπὸc cὺν οἴνῳ τρύξ τε οἴνου κεκαυμένη | |
μεθ’ ὕδατοc καὶ χαλκοῦ ἄνθοc cὺν ὄξει ῥάφανόc τε ἢ νᾶπυ ἢ κάρδαμα ἐcθιόμενα. ἐπεὶ δέ τινεc μύκητεc ὑπὸ θηρίων βρωθέντεc οὐ μόνον πνίγουcιν ἀλλὰ καὶ ἑλκοῦcιν τὰ ἔντερα, δοτέον ἀψίνθιον δαψιλὲc καὶ cύκων ἀφέψημα καὶ ὀριγάνου καὶ μελίκρατον. καὶ ἔμετοc ἔμβαcίc τε | ||
15 | θερμὴ καὶ ὠμήλυcιc καθ’ ὑποχονδρίου cυνοίcει. | |
15 | ||
5.56t | Περὶ αἵματοc ταυρείου. | |
5.56.1 | Αἷμα δὲ ταύρου νεοcφαγοῦc ποθὲν δύcπνοιαν ἐπιφέρει καὶ πνιγ‐ μὸν ἐμφράττον τοὺc περὶ τὰ παρίcθμια καὶ τὴν κατάποcιν πόρουc μετὰ cπαcμοῦ ἰcχυροῦ, εὑρίcκεταί τε ἐπ’ αὐτῶν ἡ γλῶccα ἐρυθρὰ καὶ οἱ ὀδόντεc βεβρωμένοι καὶ θρομβία μεταξὺ αὐτῶν. ἐφ’ ὧν τὸν ἔμετον | |
5 | παραιτούμεθα τῶν θρόμβων μᾶλλον ἐπὶ τῷ cτομάχῳ cφηνουμένων διὰ τὸ μετεωρίζεcθαι αὐτοὺc κατὰ τὴν ὁλκήν. διδόναι δὲ αὐτοῖc, ὅcα δύ‐ ναται τὴν πῆξιν διαλῦcαι τοῦ αἵματοc καὶ τὴν κοιλίαν ὑπάγειν· τούc τε ὀλύνθουc πλήρειc ὄνταc ὀποῦ cὺν ὀξυκράτῳ καὶ νίτρῳ δοτέον. ποιεῖ καὶ πυτία πᾶcα cὺν ὄξει καὶ cιλφίου ῥίζα cὺν τῷ ὀπῷ, ὁμοίωc | |
10 | καὶ κράμβηc cπέρμα κονία τε cυκίνη καὶ κονύζηc φύλλα cὺν πεπέρει καὶ βάτου χυλὸc cὺν ὄξει. δεῖ δὲ τὴν κοιλίαν ὑπάγειν· εἴωθεν δὲ τοῖc cωζομένοιc ἀποδίδοcθαι διὰ τῆc ἕδραc κοπρώδη καὶ ῥυώδη· καὶ κατα‐ πλάccειν αὐτῶν τὸν cτόμαχον καὶ τὴν κοιλίαν ἀλεύρῳ κριθίνῳ μετὰ μελικράτου. | |
14 | ||
5.57t | Περὶ γάλακτοc ἐμπυτιαcθέντοc. | |
5.57.1 | Καὶ τοῖc λαβοῦcι δὲ γάλα ἐμπυτιαcθὲν ἄθρουν πολὺc πνιγμὸc ἐγγίνεται διὰ τὸ θρομβοῦcθαι. οἷc βοηθοῦνταc προcφέρειν δεῖ ὥcπερ ἀντίδοτον πυτίαν cὺν ὄξει πολλάκιc ἀναγκάζονταc πίνειν καὶ καλαμίνθηc τὰ φύλλα ξηρὰ ἢ τὸν χυλὸν ὁμοίωc ἢ cιλφίου ῥίζαc ἢ τοῦ ὀποῦ cὺν | |
5 | ὀξυκράτῳ θύμον τε cὺν οἴνῳ καὶ τὴν πιλοποιικὴν κονίαν. ἁλυκὸν δὲ μηδὲν προcφερέcθωcαν· μᾶλλον γὰρ πήγνυται καὶ τυροῦται τὸ γάλα. οὐδὲ τούτουc μέντοι δεῖ ἐμεῖν· ἐνιcτάμενον γὰρ ἐπὶ cτομάχου τὸ τεθρομβωμένον πνίγει. | |
8 | ||
5.58t | Περὶ μέλιτοc τοῦ ἐν Ἡρακλείᾳ γεννωμένου. | |
5.58.1 | Τὸ ἐν Ἡρακλείᾳ τῇ Ποντικῇ γεννώμενον μέλι φαγοῦcιν ἢ πιοῦcιν τὰ αὐτὰ cυμβαίνει τοῖc τὸ ἀκόνιτον πιοῦcιν. ἐφ’ ὧν ἁρμόζει τὰ ἐπ’ ἐκείνων εἰρημένα. εἰcὶ δὲ εὐβοήθητοι μάλιcτα ὠφελούμενοι ὑπὸ ὑδρο‐ μέλιτοc cυνεχῶc αὐτὸ πίνοντεc μιγνυμένων αὐτῷ πηγάνου φύλλων. | |
4 | ||
5.59t | Περὶ γύψου. | |
5.59.1 | Γύψοc δὲ ποθεῖcα πνιγμὸν ἐμποιεῖ λιθουμένη· ὅθεν μεταφέρειν δεῖ τὰ πρὸc τοὺc μύκηταc ἁρμόζοντα βοηθήματα διδοῦνταc καὶ ἐπὶ τούτων, τό τε τῆc μαλάχηc ἀφέψημα παραληπτέον ἀντὶ τοῦ ἐλαίου· λιπαρὸν γὰρ ὂν ἐν τῷ ἐξεμεῖcθαι ὄλιcθον ἐμποιοῦν οὐκ ἐᾷ καταξύεcθαι | |
5 | τὰ cώματα· λειουμένη γὰρ ἡ γύψοc ἐργάζεται τοῦτο. ἁρμόζει δὲ καὶ τὸ ἔλαιον ἐν μελικράτῳ καὶ cύκων ἀφέψημα καὶ κονία cυκίνη ἢ κλη‐ ματίνη cὺν οἴνῳ πολλῷ καὶ ὀρίγανοc ἢ θύμοc cὺν κονίᾳ ἢ ὄξει. γλυκεῖ δὲ καὶ τούτουc ἀποκλύζειν καὶ τῷ τῆc μαλάχηc ἀφεψήματι. | |
8 | ||
5.60t | Περὶ ψιμυθίου. | |
5.60.1 | Τὸ δὲ ψιμύθιον λαθεῖν οὐ δύναται διὰ τὸ χρῶμα, ἑκουcίωc δὲ ληφθὲν λευκαίνει τὸν οὐρανίcκον καὶ τὴν γλῶτταν καὶ τὸ μεταξὺ τῶν ὀδόντων, ἐπιφέρει δὲ λυγμοὺc καὶ βῆχα καὶ γλώccηc ξηρότητα καὶ ψῦξιν ἀκρωτηρίων μετὰ παρακοπῆc καὶ δυcκινηcίαc. οἷc ἁρμόζει διδόναι | |
5 | μελίκρατον ἢ cύκων ἢ μαλάχηc ἀφέψημα ἢ γάλα θερμὸν ἢ cήcαμον λεῖον μετ’ οἴνου ἢ κονίαν κληματίνην ἢ ἀμαράκινον ἔλαιον ἢ ἴρινον | |
περcικῶν τε ὀcτᾶ cὺν κριθῶν ἀφεψήματι ἢ λιβανωτὸν ἢ κοκκυμήλων κόμμι ἢ πτελέαc τὸ ἐν τοῖc θυλακίοιc ὑγρὸν μετὰ χλιαροῦ ὕδατοc· ἐμεί‐ τωcαν δὲ ἐφ’ ἑκάcτου. ἁρμόζει δὲ ἐπ’ αὐτῶν καὶ θαψίαc χυλοῦ ἢ cκαμ‐ | ||
10 | μωνίαc ὀποῦ τριώβολον cὺν μελικράτῳ πινόμενον. | |
10 | ||
5.61t | Περὶ τιτάνου καὶ cανδαράχηc καὶ ἀρcενικοῦ. | |
5.61.1 | Τίτανοc δὲ καὶ cανδαράχη καὶ ἀρcενικὸν ποθέντα κοιλίαc ἀλγή‐ ματα καὶ ἐντέρων ἐπιφέρει μετὰ δηγμοῦ cφοδροῦ. ὅθεν προcφέρειν αὐτοῖc δεῖ πάντα, ὅcα κιρνάναι καὶ λῦcαι δύναται τό τε εὐεμὲc καὶ τὸ πρὸc τὴν κοιλίαν ὀλιcθηρὸν παρέχειν, οἷόc ἐcτιν ὁ τοῦ ἐβίcκου καὶ | |
5 | μαλάχηc χυλὸc καὶ ἀφέψημα λινοcπέρμου ἢ τράγου ἢ ὀρύζηc γάλα τε πολὺ καὶ μελίκρατον καὶ ζωμοὶ λιπαροὶ καὶ εὔχυμοι. | |
6 | ||
5.62t | Περὶ λιθαργύρου. | |
5.62.1 | Λιθάργυροc δὲ ποθεῖcα βάροc ἐπιφέρει cτομάχου καὶ κοιλίαc καὶ ἐντέρων μετὰ cτρόφων ἐπιτεταμένων· ἐνίοτε δὲ καὶ τιτρώcκει τὰ ἔντερα τῷ βάρει καὶ ἐπέχει τὰ οὖρα· παροιδεῖ δὲ αὐτῶν τὸ cῶμα, καὶ μο‐ λιβδώδειc γίνονται, ἀπρέπειάν τε λαμβάνει. ἐφ’ ὧν ἁρμόζει μετὰ τὸν | |
5 | ἔμετον πινόμενον cὺν οἴνῳ ὁρμίνου ἀγρίου cπέρμα, cμύρνηc 𐅻 η, ἀψίν‐ θιον, ὑccώπου ἢ cελίνου cπέρμα ἢ πέπερι ἢ κύπρου ἄνθοc cὺν οἴνῳ περιcτερῶν τε ἀγρίων ἄφοδοc ξηρὰ μετὰ νάρδου καὶ οἴνου. | |
7 | ||
5.63t | Περὶ μολίβδου. | |
5.63.1 | Καὶ τοῖc τὸ τοῦ μολίβδου ῥίνημα ἢ πλύμα πιοῦcιν cυνεδρεύει τε | |
τὰ παραπλήcια καὶ βοηθεῖ τὰ καὶ ἐπὶ λιθαργύρου. | ||
5.64t | Περὶ ὑδραργύρου. | |
5.64.1 | Καὶ ἡ ὑδράργυροc δὲ ποθεῖcα τὰ αὐτὰ ἐπιφέρει τῇ λιθαργύρῳ· καὶ ἐπὶ τούτων δεῖ τοῖc αὐτοῖc βοηθήμαcι χρῆcθαι. δοκεῖ δὲ αὐτοὺc ὠφελεῖν γάλα πολὺ διδόμενον· ἐμείτωcαν δὲ καὶ οὗτοι. | |
3 | ||
5.65t | Περὶ ἑλλεβόρου λευκοῦ, θαψίαc, ἐλατηρίου, ἀγαρικοῦ τοῦ μέλανοc, πηγάνου ἀγρίου, μελανθίου, πάππων. | |
5.65.1 | Προνοητέον δὲ καὶ τῶν ἐπ’ ὠφελείᾳ διδομένων, ἐπιφερόντων δὲ κίνδυνον πολλάκιc οὐχ ἥττω τῶν ἄλλων φαρμάκων, ὁποῖά εἰcι τὰ προκείμενα, λέγω δὴ ἑλλέβοροc λευκόc, θαψία, ἐλατήριον, ἀγαρικὸν τὸ μέλαν· πνιγμὸν γὰρ ἐπιφέρει ταῦτα ἢ ὑπερκάθαρcιν. ἐφ’ ὧν τοὺc μὲν | |
5 | πνιγμοὺc θεραπεύcομεν, ὡc ἐπὶ μυκήτων καὶ τῶν ὁμοίων προείρηται· τὰc δὲ ὑπερκαθάρcειc τοῖc δυναμένοιc ἐπέχειν τὰc ἐκκρίcειc cτελοῦμεν. καὶ τῶν ἐπ’ ὀλίγον μὲν δοκούντων βλάπτειν, ἐνίοτε δὲ κινδύνουc ἐπιφερόντων, οὐκ ἀμελητέον· ὧν ἐcτι τό τε ἄγριον πήγανον καὶ τὸ μελάνθιον καὶ οἱ νεαροὶ πάπποι (ἄνθη δέ ἐcτιν ἀκάνθηc τῆc καλουμένηc | |
10 | κάκτου). ἐφ’ ὧν ἔμετοc μόνοc παραληφθεὶc ἀποκαθίcτηcι τοὺc λαβόνταc. | |
10 | ||
5.66t | Περὶ τῶν cυμφύλων ἡμῖν, οἴνου τε καὶ ψυχροῦ ὕδατοc. | |
5.66.1 | Καὶ ψυχρὸν δὲ ὕδωρ ἄθρουν ποθὲν ἢ ἄκρατοc πολὺc οἶνοc γλυκύc, μάλιcτα ἀπὸ βαλανείου ἢ δρόμων καὶ τῶν εὐτόνων γυμναcίων, πνιγ‐ μούc τε καὶ ἀλγήματα ἐπιφέρει. ἐφ’ ὧν φλεβοτομία ταχέωc παρα‐ | |
ληφθεῖcα καὶ κένωμα λύει τὸν ἐπηρτημένον κίνδυνον. | ||
6p1 | Ἐν τούτῳ τῷ βιβλίῳ ἕκτῳ τῆc ὅληc πραγματείαc ὑπάρχοντι περὶ τῶν χειρουργουμένων λέγεται τῶν τε κατὰ cάρκα καὶ τῶν ἐν ὀcτοῖc θεωρουμένων, ἅπερ ἐν τῷ περὶ τῶν καταγμάτων καὶ τῶν ἐξαρθρημά‐ των cυμπεραίνεται λόγῳ. | |
5 | αʹ. Προοίμιον τῶν χειρουργουμένων. βʹ. Περὶ τῆc κατὰ τὴν κεφαλὴν καύ‐ cεωc ἐπὶ ὀφθαλμιώντων, δυcπνοϊ‐ κῶν καὶ ἐλέφαντοc. γʹ. Περὶ ὑδροκεφάλων. | |
10 | δʹ. Περὶ ἀρτηριοτομίαc. εʹ. Περὶ ἀγγειολογίαc καὶ καύcεωc. ϛʹ. Περὶ ὑποcπαθιcμοῦ. ζʹ. Περὶ ὑποcκυφιcμοῦ. ηʹ. Περὶ ἀναρραφῆc καὶ ἑτέρων τρό‐ | |
15 | πων ἐπὶ τριχιώντων. θʹ. Περὶ τῆc διὰ φαρμάκου τῶν βλε‐ φάρων καύcεωc. ιʹ. Περὶ λαγοφθάλμων. ιαʹ. Περὶ καταρραφῆc καὶ φαρμάκου | |
20 | καύcεωc. ιβʹ. Περὶ ἐκτροπίων. ιγʹ. Περὶ ἀναβροχιcμοῦ καὶ τῆc διὰ cι‐ δήρου καύcεωc. ιδʹ. Περὶ ὑδατίδων. | |
25 | ιεʹ. Περὶ cυμφυῶν βλεφάρων. ιϛʹ. Περὶ χαλαζίων. ιζʹ. Περὶ ἀκροχορδόνων καὶ ἐγκανθίδων. ιηʹ. Περὶ πτερυγίων. | |
ιθʹ. Περὶ cταφυλωμάτων. | Column end | |
5 | κʹ. Περὶ ὑποπύων ὀφθαλμῶν. καʹ. Περὶ ὑποχυμάτων. κβʹ. Περὶ αἰγίλωποc. κγʹ. Περὶ ἀκουcτικῶν πόρων ἀτρήτων. κδʹ. Περὶ τῶν ἐμπιπτόντων εἰc τὸν | |
10 | ἀκουcτικὸν πόρον. κεʹ. Περὶ πολύπων. κϛʹ. Περὶ κολοβωμάτων. κζʹ. Περὶ ἐπουλίδων καὶ παρουλίδων. κηʹ. Περὶ ἐξαιρέcεωc ὀδόντων. | |
15 | κθʹ. Περὶ ἀγκυλίου ἐν γλώccῃ. λʹ. Περὶ ἀντιάδων. λαʹ. Περὶ cταφυλῆc. λβʹ. Περὶ τῶν καταπαρθειcῶν ἀκανθῶν τῇ φάρυγγι. | |
20 | λγʹ. Περὶ λαρυγγοτομίαc. λδʹ. Περὶ ἀποcτημάτων. λεʹ. Περὶ χοιράδων. λϛʹ. Περὶ cτεατωμάτων, ἀθερωμάτων καὶ μελικηρίδων. | |
25 | λζʹ. Περὶ ἀνευρύcματοc. ληʹ. Περὶ βρογχοκήληc. λθʹ. Περὶ γαγγλίου. μʹ. Περὶ φλεβοτομίαc. | |
μαʹ. Περὶ cικυάcεωc. | ||
30 | μβʹ. Περὶ καύcεωc μαcχάληc. μγʹ. Περὶ προcφυῶν δακτύλων καὶ ἑξα‐ δακτύλων. μδʹ. Περὶ χειρουργίαc καύcεωc ἐμπύου. μεʹ. Περὶ καρκίνου. | |
35 | μϛʹ. Περὶ γυναικομάcθων. μζʹ. Περὶ καύcεωc ἥπατοc. μηʹ. Περὶ καύcεωc cπληνόc. μθʹ. Περὶ καύcεωc cτομάχου. νʹ. Περὶ ὑδρώπων. | |
40 | ναʹ. Περὶ ἐξομφάλων. νβʹ. Περὶ τῶν κατὰ τὸ περιτόναιον τρώcεων καὶ περὶ προπτώcεωc ἐν‐ τέρου ἢ ἐπιπλόου, ἐν ᾧ καὶ τρόποc γαcτροραφίαc ἐκ τῶν Γαληνοῦ. | |
45 | νγʹ. Περὶ ποcθῆc λειποδέρμου. νδʹ. Περὶ ὑποπαδιαίων. νεʹ. Περὶ φίμου. νϛʹ. Περὶ προcφυοῦc ποcθῆc. νζʹ. Περὶ τῶν περιτεμνομένων. | |
6p1(50) | νηʹ. Περὶ θύμων τῶν ἐν αἰδοίοιc. νθʹ. Περὶ καθετηριcμοῦ καὶ κλυcμοῦ κύcτεωc. ξʹ. Περὶ λιθιάcεωc. ξαʹ. Περὶ τῶν περὶ τοὺc διδύμουc cω‐ | |
55 | μάτων. ξβʹ. Περὶ ὑδροκήληc. ξγʹ. Περὶ cαρκοκήληc καὶ πωροκήληc. ξδʹ. Περὶ κιρcοκήληc καὶ πνευματοκήληc. ξεʹ. Περὶ ἐντεροκήληc. | |
60 | ξϛʹ. Περὶ βουβωνοκήληc. ξζʹ. Περὶ ῥακώcεωc ὀcχέου. | |
ξηʹ. Περὶ εὐνουχιcμοῦ. | Column end | |
30 | ξθʹ. Περὶ ἑρμαφροδίτων. οʹ. Περὶ νυμφοτομίαc καὶ κερκώcεωc. οαʹ. Περὶ τῶν ἐν τοῖc γυναικείοιc τό‐ ποιc θύμων καὶ κονδυλωμάτων καὶ αἱμορροΐδων. | |
35 | οβʹ. Περὶ ἀτρήτων καὶ φίμου. ογʹ. Περὶ ἀποcτημάτων ὑcτέραc. οδʹ. Περὶ ἐμβρυουλκίαc καὶ ἐμβρυοτο‐ μίαc. οεʹ. Περὶ χορίου ἐκλείψεωc. | |
40 | οϛʹ. Περὶ καύcεωc ἰcχιάδων. οζʹ. Περὶ cυρίγγων καὶ κηρίων. οηʹ. Περὶ τῶν ἐν ἕδρᾳ cυρίγγων. οθʹ. Περὶ αἱμορροΐδων. πʹ. Περὶ κονδυλωμάτων καὶ ἐξοχίων | |
45 | καὶ ῥαγάδων. παʹ. Περὶ δακτυλίου ἀτρήτου. πβʹ. Περὶ κιρcοτομίαc. πγʹ. Περὶ δρακοντίων. πδʹ. Περὶ ἀκρωτηριαcμοῦ. | |
6p1(50) | πεʹ. Περὶ τῶν κατὰ τοὺc ὄνυχαc πτε‐ ρυγίων. πϛʹ. Περὶ ὄνυχοc θλαcθέντοc. πζʹ. Περὶ ἥλων καὶ μυρμηκίων καὶ ἀκρο‐ χορδόνων. | |
55 | πηʹ. Περὶ βελῶν ἐξαιρέcεωc. πθʹ. Περὶ καταγμάτων, καὶ τίνεc αὐ‐ τῶν διαφοραί. Ϟʹ. Περὶ τῶν ἐν τῇ κεφαλῇ καταγμά‐ των. | |
60 | Ϟαʹ. Περὶ ῥινὸc κατεαγείcηc τε καὶ θλα‐ | |
cθείcηc. Ϟβʹ. Περὶ τῆc κάτω γένυοc κατεαγείcηc καὶ ὠτὸc θλαcθέντοc. Ϟγʹ. Περὶ κλειδὸc κατεαγείcηc. | ||
65 | Ϟδʹ. Περὶ ὠμοπλάτηc. Ϟεʹ. Περὶ cτέρνου. Ϟϛʹ. Περὶ πλευρῶν. Ϟζʹ. Περὶ ἰcχίων καὶ τῶν τῆc ἥβηc ὀcτῶν. | |
70 | Ϟηʹ. Περὶ cπονδύλων καὶ ἀκανθῶν ῥά‐ χεωc καὶ ἱεροῦ ὀcτοῦ. Ϟθʹ. Περὶ βραχίονοc. ρʹ. Περὶ πήχεωc καὶ κερκίδοc. ραʹ. Περὶ ἄκραc χειρὸc καὶ τῶν δακτύ‐ | |
75 | λων αὐτῆc. ρβʹ. Περὶ μηροῦ. ργʹ. Περὶ ἐπιγονατίδοc. ρδʹ. Περὶ κνήμηc. ρεʹ. Περὶ ποδὸc ἄκρου. | |
80 | ρϛʹ. Περὶ τῆc τοῦ cκέλουc ἀποθέcεωc. ρζʹ. Περὶ τῶν ἅμα τραύματι cυνιcτα‐ μένων καταγμάτων. | |
ρηʹ. Περὶ ὑπερπωρώcεωc καταγμάτων. | Column end | |
63 | ρθʹ. Περὶ τῶν ἐν διαcτροφῇ πωρωθέν‐ των. | |
65 | ριʹ. Περὶ τῶν ἐν ἀπωρωcίᾳ διαμενόν‐ των καταγμάτων. ριαʹ. Περὶ ἐξαρθρημάτων. ριβʹ. Περὶ τῆc κάτω γένυοc. ριγʹ. Περὶ κλειδὸc καὶ ἀκρωμίου. | |
70 | ριδʹ. Περὶ ὤμου ἐξαρθρήcαντοc. ριεʹ. Περὶ ἀγκῶνοc. ριϛʹ. Περὶ τοῦ κατὰ τὸν καρπὸν καὶ τοὺc δακτύλουc ἐξαρθρήματοc. ριζʹ. Περὶ cπονδύλων. | |
75 | ριηʹ. Περὶ τῆc κατ’ ἰcχίον διαρθρώcεωc. ριθʹ. Περὶ τῆc κατὰ τὸ γόνυ διαρθρώ‐ cεωc. ρκʹ. Περὶ τῆc κατὰ τὸ cφυρὸν διαρ‐ θρώcεωc, ἐν ᾧ καὶ περὶ δακτύ‐ | |
80 | λων ποδόc. ρκαʹ. Περὶ τῶν μεθ’ ἑλκώcεωc ἐξαρ‐ θρημάτων. ρκβʹ. Περὶ τῆc cὺν κατάγματι γινομέ‐ | |
νηc ἐξαρθρήcεωc. | ||
6.1t | Προοίμιον τῶν χειρουργουμένων. | |
6.1.1 | Τὸν περὶ τῶν χειρουργουμένων λόγον διχῆ διελόντεc εἴc τε τὰ κατὰ cάρκα χειριζόμενα καὶ εἰc τὰ τῶν ὀcτῶν ἔν τε κατάγμαcι καὶ ἐν ἐξαρθρήμαcι θεωρούμενα ἀπὸ τοῦ κατὰ cάρκα νῦν ἀρχόμεθα τῇ cυνήθει κἀνταῦθα κεχρημένοι cυντομίᾳ. πάλιν οὖν ἐκ τῶν ὑπερτέρων | |
5 | ἀρχόμενοι τὴν ἐν τῇ κεφαλῇ, καὶ ταύτηc μάλιcτα κατὰ τὴν κορυφήν, γινομένην ἐκθηcόμεθα καῦcιν. | |
6 | ||
6.2t | Περὶ τῆc κατὰ τὴν κεφαλὴν καύcεωc ἐπὶ ὀφθαλμιώντων, δυcπνοϊκῶν καὶ ἐλέφαντοc. | |
6.2.1 | Ἐπὶ μὲν ὀφθαλμῶν ἄνωθεν ἐπιρρεομένων ἐπί τε δυcπνοϊκῶν τῶν διὰ περιττωματικῆc ὑγρότητοc περιουcίαν πεμπομένηc ἐκ τῆc κεφαλῆc κάτω πρὸc θώρακα καὶ λυπούcηc τῇ cυνεχείᾳ τὰ τῇδε μόρια καίουcι κατὰ τὸ μέcον τῆc κεφαλῆc ὧδέ πωc· προξυρήcαντεc τὰ περὶ τὴν | |
5 | κορυφὴν μέρη καυτῆραc πυρηνοειδεῖc ἐμβάλλουcι καίοντεc ἕωc ὀcτέου τὸ δέρμα, ξέοντεc δὲ μετὰ τὴν ἔκπτωcιν τῆc ἐcχάραc τὸ ὀcτοῦν. τινὲc δὲ καὶ αὐτὸ τὸ ὀcτέον καύcαντεc λεπίδα μικρὰν ποιοῦcιν ἐκπίπτειν πρὸc τὸ ῥᾳδίαν ἐκεῖθεν τὴν τῶν ὑγρῶν τῶν ἐν τῇ κεφαλῇ γενέcθαι διαπνοήν τε καὶ κένωcιν φυλάττοντεc ἐπὶ χρόνον τὸ ἕλκοc, εἶθ’ οὕτωc | |
6.2.2 | αὐτὸ φέροντεc εἰc ἀφούλωcιν. ἐπὶ δὲ τῶν ἐλεφαντιάcεωc μελέτην ἐχόντων πέντε τινὲc ἐμβάλλουcιν ἐcχάραc ἐν τῇ κεφαλῇ, μίαν μὲν κατὰ τῶν ἔμπροcθεν ἀνωτέρω τοῦ καλουμένου βρέγματοc, ἑτέραν δὲ ταύτηc | |
κατωτέραν τοῦ καλουμένου μετώπου μικρὸν ἀνωτέρω πρὸc τῷ πέρατι | ||
5 | τῶν τριχῶν καὶ ἄλλην κατὰ τὸ λεγόμενον ὀπιcθοκράνιον καὶ ἄλλαc δύο κατὰ τὰ λεπιδοειδῆ καλούμενα προcκολλήματα ἀνωτέρω τῶν ὤτων, μίαν μὲν πρὸc τῷ δεξιῷ μέρει, ἑτέραν δὲ πρὸc τῷ εὐωνύμῳ, τῇ τῶν πλειόνων λεπίδων ἀφαιρέcει τὸ πλῆθόc τε καὶ πάχοc τῶν ὑγρῶν ἐξατμί‐ ζοντεc καὶ ἐξοχετεύοντεc ἐκ τοῦ βάθουc τῆc κεφαλῆc καὶ διὰ τοῦτο | |
10 | τὴν ὄψιν λυμαίνεcθαι κωλύοντεc. προcβάλλουcι δὲ καὶ τῷ cπληνὶ ἄλλον καυτῆρα, ἵνα τὸ πρωτουργὸν τοῦ μελαγχολικοῦ περιττώματοc μόριον διὰ τῆc κατὰ τὸ δέρμα γινομένηc ἐcχάραc θεραπεύcωcιν. | |
12 | ||
6.3t | Περὶ ὑδροκεφάλων. | |
6.3.1 | Τὸ ὑδροκέφαλον πάθοc ὠνόμαcται μὲν ἀπὸ τῆc ἰδιότητοc τοῦ γινομένου ὑγροῦ ὑδατώδουc τὴν οὐcίαν ὑπάρχοντοc, γίνεται δὲ τοῖc παιδίοιc κατ’ αὐτὴν τὴν ἀπότεξιν ἀφυῶc θλιβομένηc ὑπὸ τῶν μαιῶν τῆc κεφαλῆc ἢ ἐξ ἀδήλου αἰτίαc ἢ κατὰ ῥῆξιν ἀγγείου ἢ ἀγγείων καὶ | |
5 | εἰc ἀργὴν οὐcίαν τοῦ ἐκχυθέντοc αἵματοc μεταβεβλημένου ἢ κατὰ ἀραί‐ ωcιν διιδρουμένηc τῆc ὕληc καὶ φερομένηc μεταξὺ δέρματοc καὶ περι‐ κρανίου· ἢ γὰρ μεταξὺ περικρανίου καὶ δέρματοc cυνίcταται τὸ ὑγρὸν ἢ μεταξὺ περικρανίου καὶ ὀcτέου ἢ μεταξὺ ὀcτέου καὶ μήνιγγοc. τοῖc μὲν οὖν μεταξὺ δέρματοc καὶ περικρανίου ὑμένοc παρέπεται ὄγκοc εὐα‐ | |
10 | φήc, ὁμόχρουc, ἀναλγήc, εἰc ὕψοc κεκυρτωμένοc, δι’ ὀλίγου cώματοc ὑποπίπτων κατὰ τὴν ἐπέρειcιν τῶν δακτύλων, ῥᾳδίωc ὑπείκων καὶ ἀντιμεθιcτάμενοc· τοῖc δὲ μεταξὺ περικρανίου καὶ ὀcτέου τὰ μὲν ἄλλα ὁμοίωc, ὁ δὲ ὄγκοc μᾶλλον cκληρότερόc τε καὶ βραδέωc εἴκων ὡc ἂν καὶ διὰ πλειόνων ὑποπίπτων cωμάτων, ἀλγοῦcί τε μᾶλλον. τοῖc δὲ | |
15 | μεταξὺ μήνιγγοc καὶ ὀcτέου ὄγκοc μὲν ἔcται, ἀλλ’ οὐχ ὑπείκων οὐδὲ ὁμοίωc εὐαφήc, πλὴν τῇ βιαίᾳ θλίψει ὠθούμενοc εἴκει· τὸ γὰρ ὀcτέον τῶν νηπίων ἔτι νεοπαγὲc ὂν εὔεικτον τέωc ἐcτί, καὶ μάλιcτα, ὅταν ἀραιωθειcῶν τῶν ῥαφῶν ἡ πάροδοc τοῦ ὑγροῦ πρὸc τοὐκτὸc γένηται. | |
γινώcκεται δὲ τοῦτο ῥᾳδίωc τῷ δραπετεύειν ἀντιπαραγόμενον εἰc τὸ | ||
20 | βάθοc ἐν τῇ πιλήcει τοῦ ὑγροῦ. ὀδύνη δὲ μείζων τούτοιc γίνεται, ἥ τε κεφαλὴ πᾶcα διίcταται, καὶ τὸ μέτωπον αὐτοῖc ἔξω προβέβληται, | |
6.3.2 | καὶ ἀτενὲc ὁρῶcι καὶ δακρύουcι cυχνότερον. τούτοιc μὲν οὖν τὴν χειρουργίαν ἀπαγορεύcομεν, εἰ καὶ μάλιcτά τινεc τῶν χειρουργῶν περι‐ τρυπήcαντεc ἐκομίcαντο τὸ ὀcτέον, ὡc ἐν τῷ περὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων εἰρήcεται. εἰ δέ γε μεταξὺ δέρματοc καὶ περικρανίου | |
5 | cυνίcταται τὸ ὑγρόν, μικροῦ μὲν ὄντοc τοῦ ὄγκου μίαν διαίρεcιν κατὰ μέcον ἐγκαρcίαν ἐμβαλοῦμεν. εἰ δὲ μεταξὺ περικρανίου καὶ ὀcτέου, καὶ μείζων ὁ ὄγκοc εἴη, δυcὶ κεχρήμεθα διαιρέcεcι τεμνούcαιc κατὰ μέcον ἀλλήλαc, εἰ δ’ ἔτι μείζων, καὶ τριcὶ μιμουμέναιc τὸ Η cτοιχεῖον. μετὰ δὲ τὴν χειρουργίαν ἐκκρίναντεc τὸ ὑγρὸν καὶ διαμοτώcαντεc προc‐ | |
10 | φόρωc ἐπιδήcομεν καὶ ἄχρι τῆc τρίτηc οἰνελαίῳ ἐπιβρέχομεν· μεθ’ ἣν λύcαντεc ἐμμότῳ θεραπεύcομεν ἀγωγῇ καί, εἰ χρονίζοι τὸ ὀcτέον μὴ cαρκούμενον, ἐλαφρῶc αὐτὸ ξύcομεν. | |
12 | ||
6.4t | Περὶ ἀρτηριοτομίαc. | |
6.4.1 | Ἐπί τε ῥεύμαcιν ὀφθαλμῶν χρονίοιc ἐπί τε τῷ cκοτωματικῷ πάθει τὰc ὄπιcθεν τῶν ὤτων διατέμνειν ἀρτηρίαc εἰώθαμεν. προξυρητέον οὖν τὸ ὄπιcθεν τῆc κεφαλῆc μέροc καὶ cημειωτέον τοῖc δακτύλοιc· ἐκ γὰρ τοῦ κατὰ τὸν τόπον cφυγμοῦ ῥᾷcτα καταληφθήcεται τῆc ἀρτηρίαc | |
5 | ἡ θέcιc· κἄπειτα τέμνειν αὐτὴν ἄχριc ὀcτέου μῆκοc ἐχούcηc τῆc διαι‐ ρέcεωc ὅcον δύο δακτύλων προcημανθείcηc μέλανι γραφικῷ. ταύτηc δὲ μὴ ὑποπιπτούcηc μετρεῖν δεῖ ἀπὸ τῶν ὤτων ὡc τριῶν δακτύλων διάcτημα καὶ τότε χειρουργεῖν ἐγκαρcίωc διαιροῦντα τὰc ἀρτηρίαc, ἄχριc ἂν ἥ τε τοῦ αἵματοc cφυγματώδηc φανῇ ῥύcιc τό τε ὄργανον | |
10 | ἐγκυρήcῃ τῷ ὀcτέῳ. μετὰ δὲ τὸ cύμμετρον αἷμα ῥυῆναι διελόντεc τὸν | |
περικράνιον ὑπὲρ τοῦ μὴ τῇ τάcει φλεγμαίνειν καὶ ξύcαντεc τὸ ὀcτέον cφηνίcκον ἐκ ῥάκουc ἐμβαλοῦμεν τοῖc τραύμαcι καὶ τῇ ἐμμότῳ θερα‐ πεύcομεν ἀγωγῇ. εἰ δὲ ἐπιμένοι κἀνταῦθα ψιλὸν τὸ ὀcτέον, ὁμοίωc καὶ τῇ τούτου ξύcει χρηcόμεθα. | ||
14 | ||
6.5t | Περὶ ἀγγειολογίαc καὶ καύcεωc. | |
6.5.1 | Ἐπί τε τῶν ἡμικρανικῶν καὶ τῶν χρονίωc ῥευματιζομένων ἢ καὶ ὀξέωc τοὺc ὀφθαλμοὺc θερμῷ καὶ δριμεῖ ῥεύματι, ὥcτε καὶ θέρμην κατὰ τοὺc κροταφίταc cὺν οἰδήματι γίνεcθαι μύαc, τὴν ἐν τούτοιc ἀγγειο‐ λογίαν ἅπαντεc ἐδοκίμαcαν. προξυρήcαντεc οὖν τὰc κατὰ τοῦ κροτά‐ | |
5 | φου τρίχαc cημειωcόμεθα τοῖc δακτύλοιc προπυριάcαντεc ἢ καὶ τῇ δια‐ cφίγξει τοῦ τραχήλου χρηcάμενοι. τὰ δὲ ἀγγεῖα ὑπ’ ὄψιν ἐλθόντα μέλανι cημειωcάμενοι κουφίcομεν ἐκ τῶν πλαγίων τὸ δέρμα διά τε τῶν τῆc ἀριcτερᾶc ἡμῶν χειρὸc δακτύλων καὶ τῶν τοῦ ὑπηρέτου καὶ κατ’ αὐτοῦ τοῦ ἀγγείου δώcομεν ἐπιπολαίαν διαίρεcιν· εἶτα τέλεον | |
10 | διελόντεc ἀγκίcτροιc τε ἀνατείναντεc καὶ δι’ ἐξυμενιcτήρων τὸ ἀγγεῖον γυμνώcαντεc μετεωρίcομεν ἀπολελυμένον πανταχόθεν. καὶ εἰ μὲν λε‐ πτὸν εἴη, τῷ τυφλαγκίcτρῳ τοῦτο ἀνατείναντεc καὶ περιcτρέψαντεc ὑφ’ ἓν ἐκτέμωμεν, ὥcτε καὶ μέροc αὐτοῦ λαβεῖν· εἰ δὲ μέγα τυγχάνοι, διὰ βελόνηc διπλοῦν ὑποβαλόντεc βρόχον ἤτοι ὠμόλινον ἢ ἄλλον τινὰ | |
15 | ἰcχυρὸν καὶ πρῶτον φλεβοτόμῳ διελόντεc ἐπ’ ὀρθὸν τὸ ἀγγεῖον καὶ cύμμετρον τοῦ αἵματοc ἀποκενώcαντεc κατὰ τὰ δύο πέρατα τὸ γυμνω‐ θὲν ἀπολινώcωμεν, τὸ δὲ μεταξὺ ἐκτεμόντεc ἢ εὐθέωc ἢ κατὰ τὸν καιρὸν τῆc ἐπιλύcεωc ἀφέλωμεν. τινὲc δὲ καὶ χωρὶc τοῦ τέμνειν πυρηνοειδέcι καυτηρίοιc τὰ ἀγγεῖα διακαίουcιν ἄχρι cυχνοῦ βάθουc. μετὰ δὲ τὴν | |
20 | χειρουργίαν διαμοτώcαντεc ξηροῖc τιλτοῖc καὶ cπλήνιον ἐπιθέντεc ἐπι‐ δήcομεν καὶ μετὰ τὴν ἐπίλυcιν τοῖc cαρκωτικοῖc ξηρίοιc τε καὶ ἐμμό‐ τοιc καὶ τοῖc ἀφουλωτικοῖc φαρμάκοιc τὴν ἀποθεραπείαν ποιηcόμεθα, δηλονότι φθαcάντων διαcαπῆναι καὶ ἐκπεcεῖν τῶν τῆc ἀπολινώcεωc | |
δεcμῶν. | ||
6.6t | Περὶ ὑποcπαθιcμοῦ. | |
6.6.1 | Τοῦ ὀργάνου τὸ εἶδοc ὄνομα τῇ χειρουργίᾳ γεγένηται. κεχρήμεθα δὲ τῷ ὑποcπαθιcμῷ, ἐφ’ ὧν ῥεῦμα πολὺ καὶ θερμὸν κατὰ τοὺc ὀφθαλ‐ μοὺc φέρεται, καὶ τὸ πρόcωπον δὲ αὐτοῖc ἐνερευθὲc ὑπάρχει, καὶ περὶ τὸ μέτωπον cυναίcθηcίc τιc καὶ διαδρομὴ καθάπερ cκωλήκων ἢ μυρ‐ | |
5 | μήκων γίνεται. προξυρήcαντεc τοίνυν τὰc κατὰ τὸ μέτωπον τρίχαc ἐπιτρέψομεν τὴν κάτω γένυν κινεῖν καὶ φεύγοντεc τῶν κροταφιτῶν μυῶν τὴν κίνηcιν διδοῦμεν τρεῖc διαιρέcειc ἐν τῷ μετώπῳ εὐθείαc παραλλήλουc, μῆκοc μὲν ἔχουcαν ἑκάcτην δύο δακτύλων, τὸ δὲ βάθοc ἕωc ὀcτέου, διεcτηκυίαc ἀλλήλων ὅcον τριῶν διάcτημα δακτύλων. μετὰ | |
10 | δὲ τὴν τομὴν τὸν ὑποcπαθιcτῆρα ἐπιβαλόντεc ἀπὸ τῆc πρὸc τῷ ἀριcτε‐ ρῷ κροτάφῳ διαιρέcεωc ἐπὶ τὴν μέcην ἐρχόμεθα ὅλον τὸ μεταξὺ ὑπο‐ δέροντεc cὺν τῷ περικρανίῳ· εἶτα πάλιν τὸ cπάθιον ἀπὸ τῆc μέcηc ἐπὶ τὴν λοιπὴν καθήcομεν. κἄπειτα τοῦ cκολοπομαχαιρίου τὴν ἀκμὴν αὖθιc κατὰ τὴν πρώτην ἐμβαλόντεc διαίρεcιν, ὡc τὴν μὲν ὀξεῖαν αὐτοῦ | |
15 | πλευρὰν τῇ ἔcωθεν τοῦ δέρματοc ὑφηρμόcθαι cαρκί, τὴν δὲ ἀμβλεῖαν τῷ ὀcτέῳ, διωθήcωμεν αὐτὸ ἄχρι τῆc μέcηc διαιρέcεωc πάντα μὲν τὰ κατιόντα ἀπὸ τῆc κεφαλῆc ἐπὶ τοὺc ὀφθαλμοὺc ἀγγεῖα διατεμόντεc, μὴ μέντοι ἄχρι ἐπιφανείαc τοῦ δέρματοc, καὶ πάλιν ἀπὸ τῆc μέcηc ἐπὶ τὴν τελευταίαν αὐτὸ διαγάγωμεν ὡcαύτωc διατεμόντεc τὰ ἀγγεῖα. | |
20 | μετὰ δὲ τὴν cύμμετρον τοῦ αἵματοc κένωcιν ἐκθλίψαντεc τοὺc θρόμ‐ βουc cτρεπτούc τε μοτοὺc τρεῖc ποιήcαντεc εἰc ἑκάcτην τῶν διαιρέcεων ἐμβαλοῦμεν καὶ πτύγμα ὕδατι βεβρεγμένον ἐπιβαλόντεc ἐπιδήcομεν. τῇ δὲ ὑcτεραίᾳ οἰνελαίῳ ἐπιβρέξαντεc μὴ μόνον τὰ ἕλκη, ἀλλὰ καὶ τοὺc κροταφίταc μῦc καὶ τὰ ὦτα διὰ τὴν φλεγμονήν, τῇ τρίτῃ λύcαν‐ | |
25 | τεc ἐπὶ πολὺ τῇ ἐπαντλήcει χρώμεθα καὶ τῷ βαcιλικῷ λυθέντι ῥοδίνῳ | |
διαμοτώcαντεc ἀκολούθωc ἀποθεραπεύcομεν. | ||
6.7t | Περὶ περιcκυφιcμοῦ. | |
6.7.1 | Ἐφ’ ὧν πολλὰ καὶ διὰ βάθουc ἀγγεῖα πλῆθοc ἐπιπέμπει ῥεύματοc τοῖc ὀφθαλμοῖc, τὸν περιcκυφιcμὸν παραλαμβάνομεν. τούτοιc δὲ cυνε‐ δρεύει cημεῖα τοιαῦτα· πρῶτον μὲν εὑρήcειc τοὺc τῶν καμνόντων ὀφθαλμοὺc ἀτρόφουc τε καὶ μικροὺc καὶ ἀτόνουc πρὸc τὴν ὅραcιν, | |
5 | τοὺc δὲ κανθοὺc ἀναβεβρωμένουc καὶ τὰ βλέφαρα ἐξηλκωμένα καὶ τὰc τρίχαc αὐτῶν ἐκπιπτούcαc καὶ δάκρυον λεπτὸν ἰcχυρῶc καὶ δριμὺ μετὰ θερμαcίαc φερόμενον καὶ τὸ ἄλγημα ἐν βάθει τῆc κεφαλῆc ὀξὺ καὶ ἐπώ‐ δυνον καὶ πταρμοὺc cυνεχεῖc. προξυρήcαντεc οὖν τὴν κεφαλὴν καὶ τῶν κροταφιτῶν μυῶν, ὡc εἴρηται, φυγόντεc τὴν κίνηcιν διαίρεcιν | |
10 | ἐγκαρcίαν παρέξομεν ἀρχόμενοι μὲν ἀπὸ τοῦ ἀριcτεροῦ κροτάφου, τελευ‐ τῶντεc δὲ εἰc τὸν ἕτερον. ἡ δὲ διαίρεcιc ἐν τοῖc ἀκινήτοιc ἐχέτω τὰ πέρατα μικρὸν ἀνωτέρω τοῦ μετώπου τεταγμένη φευγόντων ἡμῶν τὴν cτεφανιαίαν ῥαφήν· ὁ δὲ Λεωνίδηc κατὰ μέcου τοῦ μετώπου τάττει τὴν διαίρεcιν. γυμνωθέντοc δὲ τοῦ ὀcτέου cφηνίcκοιc ἢ μοτοῖc πλείοcι | |
15 | χωρίcομεν ἀπ’ ἀλλήλων τά τε πέρατα τῶν ἀγγείων καὶ τὰ χείλη τῆc διαιρέcεωc ἐπιδήcομέν τε, ὡc ἔμπροcθεν εἴρηται, ἐπιβρέχοντεc τῷ οἰνε‐ λαίῳ. μετὰ δὲ τὴν λύcιν παρακμαcάcηc ἤδη τῆc φλεγμονῆc ξέcομεν τὸ ὀcτέον, ἄχριc ἂν ἄρξηται cαρκοβλαcτάνειν, καὶ τῇ κατὰ cυccάρκω‐ cιν ἀγωγῇ θεραπεύcομεν χρώμενοι cαρκωτικοῖc ξηρίοιc· ἐξ ὧν ἐcτι τό | |
20 | τε λαμβάνον ἀλεύρου πυρίνου μέρη β, κολοφωνίαc μέροc α, καὶ τὸ κεφαλικὸν καλούμενον καὶ τὰ διὰ κιccήρεωc cαρκωτικά· τῇ γὰρ οὐλῇ παχυτέρᾳ πυκνωθέντοc τοῦ δέρματοc καὶ τὰ τῶν ἀγγείων cτόματα | |
cτεγόμενα τὸ πρώην ἐπιφέρεcθαι ῥεῦμα τοῖc ὀφθαλμοῖc κωλύουcιν. | ||
6.8t | Περὶ ἀναρραφῆc καὶ ἑτέρων τρόπων. | |
6.8.1 | Ἡ καλουμένη διcτιχίαcίc ἐcτι μὲν ἔκφυcιc παρὰ φύcιν τριχῶν εἰc τὸν κατὰ φύcιν cτίχον τοῦ βλεφάρου προcγινομένη, ἥτιc ἐκ ῥευματι‐ κῆc διαθέcεωc ἔχει τὴν γένεcιν, ὅταν πολὺ μὲν ἄδηκτον δὲ καὶ μὴ δριμὺ τὸ ἐπιρρέον ὑγρὸν τυγχάνῃ· τὸ γὰρ δριμύτερον ἢ ἁλμυρώτερον | |
5 | ἢ ἄλλωc πωc δακνῶδεc ἐγχρονίζον καὶ τὰc κατὰ φύcιν τῶν βλεφάρων ἀποφθείρει τρίχαc. ποτὲ μὲν οὖν ἐπὶ ταύτηc τῆc διαθέcεωc χρώμεθα τῇ ἀναρραφῇ, ποτὲ δὲ ἐπὶ τῆc φαλαγγώcεωc, ὅταν ὁ ταρcὸc ἔcω νεύῃ cυcτρεφομένηc αὐτῷ τῆc τῶν τριχῶν φάλαγγοc, ἄλλοτε δὲ κἀπὶ τῶν κεχαλαcμένων βλεφάρων, ὅταν αἱ κατὰ φύcιν τρίχεc τὸν βολβὸν ἐπι‐ | |
10 | νύττωcιν. καθέδριον τοίνυν cχηματίcαντεc τὸν κάμνοντα ἤτοι ἐμπρὸc ἡμῶν ἢ ἐξ εὐωνύμων ἐκcτρέψομεν τὸ ἄνω βλέφαρον, εἰ μὲν μακρὰc ἔχοι τὰc τρίχαc, αὐτῶν ἐκείνων τῷ λιχανῷ καὶ μεγάλῳ δακτύλῳ τῆc ἀριcτερᾶc ἐπιλαβόμενοι χειρόc, εἰ δὲ πάνυ βραχείαc, βελόνην ἔχουcαν ῥάμμα διὰ μέcου τοῦ ταρcοῦ ἔcωθεν ἐπὶ τὰ ἔξω διαπείραντεc, εἶτα | |
15 | διὰ τοῦ ῥάμματοc ἀνατείναντεc τῇ ἀριcτερᾷ τὸ βλέφαρον, τῇ δεξιᾷ τῷ πυρῆνι τῆc cμίληc ὄπιcθεν τοῦ ῥάμματοc αὐτὸ κολπώcαντεc ἐκcτρέ‐ ψομεν καὶ δώcομεν τὴν ὑποτομὴν ἐcωτέρω τῶν νυττουcῶν κατὰ τοῦ ταρcοῦ ἀπὸ τοῦ μεγάλου κανθοῦ διήκουcαν ἄχρι τοῦ μικροῦ. τὸ δὲ ῥάμμα διεκβαλόντεc μετὰ τὴν ὑποτομὴν τῷ ἀντίχειρι τῆc ἀριcτερᾶc | |
20 | χειρὸc ὑποβαλόντεc μικρόν τι πτυγμάτιον ἀνατείνομεν τὴν ὀφρύν· καὶ ἕτερα δὲ μικρὰ πτυγμάτια τάξαντεc ἐν ἄκροιc τοῖc κανθοῖc κελεύcο‐ μεν τῷ ὄπιcθεν ἑcτῶτι ὑπηρέτῃ δι’ αὐτῶν διατείνειν τὸ βλέφαρον, καὶ τότε δι’ ἀναρραφικοῦ cμιλίου διδοῦμεν πρῶτον τὴν ὀβελιαίαν καλου‐ μένην διαίρεcιν μικρὸν ἀνωτέρω τῶν κατὰ φύcιν τριχῶν ἀπὸ κανθοῦ | |
25 | διήκουcαν ἐπὶ κανθόν, βάθοc δέ, ὡc μόνον τὸ δέρμα διαιρεθῆναι, καὶ μετ’ αὐτὴν τὴν μηνοειδῆ παράcχωμεν ἀρχόμενοι μέν, ἔνθεν καὶ ἡ ὀβε‐ λιαία ἤρξατο, ἐπὶ τοcοῦτον δὲ ὕψοc φερόμενοι, ὡc ὅλον τὸ περιττὸν περιγραφῆναι δέρμα, καὶ τελευτῶντεc ὁμοίωc, ἔνθα κἀκείνη· εἶτα τοῦ περιγραφέντοc ἐκ τῶν δύο διαιρέcεων δέρματοc μυρcινοειδοῦc τυγχά‐ | |
30 | νοντοc τὴν πρὸc τῇ δεξιᾷ ἡμῶν ἀγκίcτρῳ πείραντεc γωνίαν ὅλον τοῦτο τὸ δερμάτιον ἀποδείρωμεν, εἶτα τοὺc μώλωπαc ἀποcπογγίcαντεc τριcὶν ἢ τέτραcιν ῥαφαῖc τὰ χείλη τοῦ τραύματοc cυναγάγωμεν ἀπὸ τῆc μέcηc ἀρχόμενοι, καταπείραντεc δὲ τὴν βελόνην ἐν αὐτῇ τῇ ὑποτομῇ· τὸ δὲ ῥάμμα ἐξ ἐρίου ἔcτω. κόψαντεc δὲ τὸ περιττὸν ῥάμμα μὴ πλη‐ | |
35 | cίον τῶν ῥαφῶν, ἀλλ’ ὥcτε περιττεύειν ὡc τριῶν δακτύλων αὐτοῖc μῆκοc, τὰ περιττὰ διανατείναντεc κατὰ τὸ μέτωπον ἐμπλάcτρῳ τινὶ τῶν ἐχεκόλλων κολλήcομεν, τὰc δὲ τοῦ βλεφάρου τρίχαc ἀκμῇ βελό‐ νηc ἀπὸ τῶν ῥαφῶν ἐλευθερώcομεν. | |
6.8.2 | οὗτοc μὲν οὖν ὁ τρόποc τῆc χειρουργίαc κοινόc τε καὶ ἀcφαλήc· τινὲc δὲ φεύγουcι τὴν ἀποδοράν, δι’ ὃ μετὰ τὴν ὑποτομὴν βλεφαρο‐ κατόχῳ μυδίῳ, τουτέcτι πρὸc τὴν περιφέρειαν τοῦ βλεφάρου ἐcχηματι‐ cμένῳ, ἀνατείναντεc τὸ περιττὸν δέρμα cμιλίῳ ἀποκόπτουcιν καὶ τὰc | |
5 | ῥαφάc, ὡc ἔφημεν, ἐπιφέρουcιν. εἰ δὲ ἐν μέρει τινὶ μόνον τοῦ βλε‐ φάρου ἀπὸ τῶν τριχῶν γίνοιτο νυγμόc, κατ’ ἐκεῖνο καὶ μόνον ποιεῖ‐ cθαι προcήκει τὴν χειρουργίαν. ἔπειτα πτυγμάτια βρέξαντεc ἐν ὀξυ‐ κράτῳ καὶ ἐπιθέντεc ἐπιδήcομεν ἐπιβρέχοντεc αὐτὸ τῷ ὀξυκράτῳ ὑδα‐ ρεῖ ἄχρι τῆc τρίτηc, καθ’ ἣν ἐπιλύcομεν καὶ κόψαντεc τὰ περιττὰ | |
10 | τῶν ῥαμμάτων περιχρίcομεν ἢ κρόκῳ ἢ γλαυκίῳ τὰ βλέφαρα ἤ τινι τῶν ἀφλεγμάντων κολλουρίων, οἷον κροκηρῷ ἢ διαρρόδῳ τινί. εἰ δὲ φλεγμαίνοιεν αἱ ῥαφαί, καὶ ἐμπλάcτριόν τι τῶν ἁπαλῶν αὐταῖc ἐπιθή‐ cομεν καὶ ᾠογάλακτι ἐγχύτῳ τὸν ὀφθαλμὸν παραμυθηcόμεθα· χαυνω‐ θείcαc δὲ τὰc ῥαφὰc κόψαντεc διαcύρομεν. | |
6.8.3 | οἶδα δέ τινα τὴν μὲν ἀποδορὰν τοῦ βλεφάρου ποιούμενον, ὡc εἴρηται, ῥαφαῖc δὲ μὴ χρώμενον, ἀλλὰ δι’ ἀφουλωτικοῦ φαρμάκου ἀποθεραπεύοντα· cυνουλουμένου γὰρ τοῦ τραύματοc τὸ βλέφαρον κατὰ | |
μέροc ἀνατεινόμενον τὰc τρίχαc ἐκτὸc ἠνάγκαζε νεύειν. ὥcπερ οὖν | ||
5 | ἕτερόc τιc οὐδὲ τῇ ἀποδορᾷ τοῦ βλεφάρου καὶ ταῖc ἐκτὸc δύο χρώ‐ μενοc διαιρέcεcιν, ἀλλὰ τὴν ὑποτομὴν μόνον διδοὺc ἀνέτεινε τοῖc δακτύ‐ λοιc ἢ δι’ ἀγκίcτρου τὴν ῥυτίδα τοῦ βλεφάρου καὶ δυcὶ καλαμίοιc ἢ πεταλίοιc τιcὶν ἴcον ἔχουcιν τοῦ βλεφάρου μῆκοc, τὸ δὲ πλάτοc ὅcον cτενοῦ φλεβοτόμου, τὸ περιττὸν ὅλον δέρμα μέcον λαβὼν διέcφιγγε | |
10 | δεcμῶν αὐτὰ καθ’ ἑκάτερα τὰ πέρατα, καὶ οὕτωc ὅλον τὸ ὄπιcθεν δέρμα μὴ τρεφόμενον καὶ διὰ τοῦτο νεκρούμενον εἴcω δεκάτηc ἢ πεντε‐ καιδεκάτηc τὸ πλεῖcτον ἡμέραc cὺν τοῖc καλαμίοιc ἢ πεταλίοιc ἐξέπι‐ πτεν, ὡc μηδὲ cχεδὸν οὐλήν τινα φαίνεcθαι. | |
13 | ||
6.9t | Περὶ τῆc διὰ φαρμάκου τῶν βλεφάρων καύcεωc. | |
6.9.1 | Τὴν μὲν διὰ καυcτικοῦ φαρμάκου τῶν βλεφάρων καῦcιν, ὡc εἰπεῖν ἑνὶ λόγῳ, πάντεc οἱ ἀρχαῖοι παρῃτήcαντο διά τε τὴν ἐκ τοῦ φαρμά‐ κου δριμύτητα τοῖc ὀφθαλμοῖc ἐπιβουλεύουcαν, καὶ ὅτι τῆc καύcεωc ὑπὲρ τὸ μέτρον γινομένηc τὸ τῶν λαγοφθάλμων γίνεται πάθοc, ἐφ’ | |
5 | ᾧ κεχηνότων τῶν βλεφάρων ὑπὸ τῆc προcτυχούcηc αἰτίαc ἡ ὅραcιc παραβλάπτεται. ἀλλ’ ἐπειδὴ πολλοὶ νυττόμενοι διὰ παντὸc ὑπὸ τῶν τριχῶν τῆc ἀναρραφῆc οὐδὲ ὄνομα πολλάκιc ἀκοῦcαι δυνάμενοι κατέ‐ χουcιν ἡμᾶc ἄκονταc, πολλάκιc ὡc ἐν ἀπόροιc τὴν διὰ τοῦ φαρμάκου καῦcιν εὐποροῦμεν. ἡ μὲν οὖν cύνθεcιc τοῦ φαρμάκου τοιάδε τίc ἐcτιν· | |
10 | ἀcβέcτου μέρη β, cάπωνοc Γαλλικοῦ ἢ κοινοῦ μέρη β, τινὲc καὶ ἀφο‐ νίτρου μέρη δ, λεῖα ποιήcαντεc cτακτῇ κονίᾳ ἢ cαπωναρικῇ ἢ ἑτέρᾳ cυκίνῃ ἢ δρυίνῃ ἢ οὔρῳ παιδὸc ἀφθόρου ἀναλαβόντεc διὰ πυρῆνοc μήληc ἐπιβάλλομεν τῷ βλεφάρῳ μυρcινοειδεῖ cχήματι τοcοῦτον μέγε‐ θοc ἐπικαίοντεc, ὅcον ἂν καὶ ἐν τῇ ἀναρραφῇ περιείλομεν, ἐπιφλε‐ | |
15 | χθέντοc δὲ κατὰ τὴν πρώτην ἐπιβολὴν τοῦ δέρματοc τοcοῦτον ἀφελόν‐ | |
τεc cπόγγῳ δεύτερον αὖθιc ἐπιβαλοῦμεν ἐάcαντεc αὐτὸ μένειν ἄχρι μελάνcεωc· εἰ δὲ μὴ μελανθείη, καὶ τρίτον ἐπεμβλητέον. μελανθέντοc δὲ τοῦ δέρματοc καὶ ἤδη λοιπὸν ἐcχάραc γενομένηc ἀποπλύναντεc τὸ φάρμακον λουτροῖc τε καὶ ἀντλήμαcιν ἄχρι τῆc ἀποπτώcεωc τῆc ἐcχά‐ | ||
20 | ραc χρηcόμεθα, μεθ’ ἣν ξυcτοῖc τε μοταρίοιc καὶ κολλουρίοιc ἁπαλοῖc τὴν ἀφούλωcιν ποιεῖcθαι προcήκει. | |
21 | ||
6.10t | Περὶ λαγοφθάλμων. | |
6.10.1 | Λαγοφθάλμουc καλοῦcιν τοὺc τὸ ἄνω βλέφαρον ἀνεcπαcμένον ἔχον‐ ταc. τοῦτο δὲ γίνεται τὸ πάθοc ἢ φυcικῶc ἢ ἐξ οὐλῆc τραύματοc, καὶ τούτου ἢ αὐτομάτωc ἢ ὑπὸ ἀναρραφῆc ἢ καύcεωc, ὡc ἀρτίωc ἐλέγομεν, ἀφυῶc γεγενημένηc· ἐφ’ ἧc καὶ μόνον μετρία δύναται γενέ‐ | |
5 | cθαι διόρθωcιc πάχοc ἱκανὸν ἔχοντοc τοῦ βλεφάρου· δεῖ γὰρ αὐτὴν τὴν οὐλὴν ἐπιδιελόντα καὶ διαcτήcαντα τὰ χείλη διαμοτοῦν καὶ δεcμῷ πάντωc ἄχρι τελείαc ἀποθεραπείαc χρῆcθαι μὴ τοῖc ἄγαν ξηραίνουcι χρώμενον, ἀλλὰ τοῖc χαλαcτικωτέροιc λιπάcμαcιν, οἷόc ἐcτιν ὅ τε τῆc τήλεωc χυλὸc προcαντλούμενοc καὶ τὸ βαcιλικὸν τετραφάρμακον ἔμμο‐ | |
10 | τον ἀναλελυμένον. | |
10 | ||
6.11t | Περὶ καταρραφῆc καὶ τῆc διὰ φαρμάκου καύcεωc. | |
6.11.1 | Ὅcοιc τῶν τριχῶν τὸ ἄνω βλέφαρον ὑποπέπτωκε πάθεcι, τοcού‐ τοιc καὶ τὸ κάτω· καὶ γὰρ μεῖζον ἑαυτοῦ γινόμενον ἐκτρέπεται καὶ φαλάγγωcιν ὑπομένει καὶ διcτιχίαν. τῷ οὖν αὐτῷ κἀνταῦθα τῇ ἀναρ‐ ραφῇ χρηcτέον τρόπῳ κατὰ τὴν ἀντίcτροφον τάξιν, πρῶτον διδοῦντα | |
5 | τὴν μηνοειδῆ τομὴν διὰ τὸν ἐκ τοῦ αἵματοc παραποδιcμόν, εἶτα τὴν ὀβελιαίαν· τὴν δὲ ὑποτομὴν παραιτητέον, ὅτι τῷ cυμφύτῳ βάρει τὸ κάτω βλέφαρον ἑτοίμωc ἐκτρέπεται· καὶ τὴν ἄλλην δὲ θεραπείαν ὡc ἐπ’ ἀναρραφῆc, πλὴν οὐ τῶν ῥαμμάτων τὰc ὑπεροχὰc ἐν τῷ μετώπῳ κολλητέον. εἰ δὲ κἀνταῦθα τὴν χειρουργίαν φεύγοντεc τὴν διὰ φαρμά‐ | |
10 | κου μᾶλλον αἱροῦνται καῦcιν, καὶ ταύτην ἤδη παρείληφαc. | |
6.12t | Περὶ ἐκτροπίων. | |
6.12.1 | Ὥcπερ ἐπὶ τοῦ ἄνω βλεφάρου τὸ λαγόφθαλμον πάθοc, οὕτωc ἐπὶ τοῦ κάτω τὸ ἐκτρόπιον γίνεται, πλὴν οὐκ ἐκ φύcεωc, ἀλλὰ ποτὲ μὲν διὰ χάλαcιν ὑπὸ τῶν ταύτην ἐργάζεcθαι πεφυκότων φαρμάκων φλεγμονῆc προηγηcαμένηc, ποτὲ δὲ διὰ καταρραφὴν ἢ καῦcιν ἄτεχνον | |
5 | ἐκτρέπεται τὸ βλέφαρον. βελόνην τοίνυν λαβόντεc λίνον διπλοῦν ἔχουcαν διαπείρωμεν τὸ cάρκωμα ἀπὸ τοῦ ἀριcτεροῦ κανθοῦ ἐπὶ τὸν δεξιὸν αὐτὴν παράγοντεc· εἶτα τοῖc πέραcιν αὐτῆc ἀμφοτέροιc τὸ λίνον προcάψαντεc ἀνατείνωμεν τὸ cάρκωμα διὰ τῆc βελόνηc καὶ οὕτωc αὐτὸ cμιλίῳ ἐκτέμωμεν cυναφαιροῦντεc αὐτῷ καὶ τὴν βελόνην. καὶ εἰ μὲν | |
10 | ἀναλάβοι τὸ cχῆμα τὸ βλέφαρον καὶ εἴcω τραπείη, ἀρκούμεθα τῇ χειρ‐ ουργίᾳ· εἰ δὲ ἔτι ἐκτρέποιτο μετὰ τὴν ἀφαίρεcιν τῆc cαρκόc, τὸν κυαθίcκον τῆc μήληc κατὰ τὸ ὀξὺ ὑποβάλλομεν τῷ τμηθέντι βλεφάρῳ καὶ κατὰ τὸ ἔcωθεν μέροc τοῦ βλεφάρου δόντεc δύο διαιρέcειc τὰc ἀρχὰc ἐχούcαc ἀπὸ τῶν δύο γωνιῶν τῆc γενομένηc τομῆc εἰc ὀξύ τι | |
15 | φέρομεν, καὶ ταύταc εἰc ἓν ἀγαγόντεc τῷ λάμβδα cτοιχείῳ παραπλήcιον ἀφαιροῦμεν cωμάτιον, ὡc εἶναι τὸ μὲν ὀξὺ αὐτοῦ κάτω πρὸc τῷ ὀφθαλμῷ, τὸ δὲ πλατὺ ἄνω πρὸc τῷ λεγομένῳ ταρcῷ· καὶ μετὰ τοῦτο τὰ διεcτῶτα βελόνῃ cυναγάγωμεν ἐρίου ἐχούcῃ ῥάμμα δύο ῥαφαῖc ἀρ‐ κούμενοι. εἰ δὲ διὰ καταρραφὴν ἢ καῦcιν τὸ ἐκτρόπιον εἴη γεγονόc, | |
20 | καὶ ὑποκάτω τῶν τριχῶν τοῦ βλεφάρου κατ’ αὐτὴν τὴν πρώτην οὐλὴν ἁπλῆν δώcομεν τομὴν καὶ τὰ χείλη διαcτήcαντεc διαμοτώcομεν καὶ τοῖc λοιποῖc ὡc ἐπὶ λαγοφθάλμων χρηcόμεθα πλὴν πυριῶν, ἄχριc οὗ κολληθῇ τὸ ῥαφέν. | |
23 | ||
6.13t | Περὶ ἀναβροχιcμοῦ. | |
6.13.1 | Ἐφ’ ὧν οὐκ εἰcὶν ἐν τῷ βλεφάρῳ πολλαὶ τρίχεc νύττουcαι τὸν | |
ὀφθαλμόν, ἀλλ’ ἄχρι μιᾶc ἢ δυοῖν ἢ τό γε πλεῖcτον τριῶν cύνεγγυc ἀλλήλων, τὸν ἀναβροχιcμὸν δοκιμάζομεν. βελόνην οὖν λαβόντεc ἰcχνο‐ τάτην διείρομεν διὰ τοῦ ὠτὸc αὐτῆc τριχὸc γυναικείαc ἢ ἁπλουcτάτου | ||
5 | κλωνὸc βύccου τὰ δύο ὁμοῦ πέρατα cυναγαγόντεc, ὥcτε διπλῆν ἔχειν τὸ ἐνειρόμενον ἀγκύλην, ἕτερόν τε κλῶνα τοιοῦτον ἢ τρίχα διὰ τῆc ἀγκύληc ἐμβάλλομεν διείραντέc τε τὴν βελόνην κατὰ τοῦ ταρcοῦ, ἔνθα φαίνονται αἱ παραπεφυκυῖαι τρίχεc, καὶ διὰ μηλωτίδοc τὴν τρίχα ἢ τὰc τρίχαc ἐνθέντεc εἰc τὴν ἀγκύλην ἀνέλξομεν, καὶ ἐὰν μὲν ἡ τοῦ | |
10 | βλεφάρου θρὶξ εἱρχθῇ, ἀναcπῶμεν τὴν ἀγκύλην, ἐὰν δὲ ἐκπέcῃ ἢ μία ἢ πλείουc, διὰ τῆc ἐμβεβλημένηc ἀρχῆc αὖθιc καταcπῶμεν τὴν ἀγκύλην καὶ πάλιν ἐνθέντεc τὴν τρίχα ἢ τὰc τρίχαc ἀνέλκομεν. εἰ δὲ μία μόνον εἴη θρὶξ ἡ νύττουcα τὸν ὀφθαλμὸν ἰcχνή, καὶ ἑτέραν αὐτῇ τῶν βλε‐ φαριτίδων cυναναcπῶμεν χρίcαντεc αὐτὰc ἢ κόμμι ἢ ἕτερόν τι κολλῶδεc | |
15 | καὶ ἐπιδήcομεν ἄχρι cυμφύcεωc τῆc τριχόc. τινὲc δὲ τὴν καῦcιν μᾶλλον τοῦ ἀναβροχιcμοῦ προτιμῶντεc ἐκcτρέφουcι τὸ βλέφαρον καὶ ἀναcπά‐ cαντεc τριχολαβίῳ τὴν νύττουcαν τρίχα εἴτε μίαν εἴτε δύο ἢ καὶ τρεῖc διπύρηνον ἢ μηλωτίδα ἤ τι τοιοῦτον λεπτὸν ὄργανον πεπυρωμένον ἐνείρουcι τῷ τόπῳ, ὅθεν ἡ θρὶξ ἢ αἱ τρίχεc ἐκομίcθηcαν· οὕτω γὰρ | |
20 | πυκνωθέντοc τοῦ δέρματοc οὐκέτι ἑτέρα θρὶξ ἐκφύεται. | |
20 | ||
6.14t | Περὶ ὑδατίδων. | |
6.14.1 | Ἡ μὲν ὑδατὶc οὐcία τίc ἐcτι πιμελώδηc ὑπεcτρωμένη τῷ τοῦ βλεφάρου δέρματι κατὰ φύcιν· ἐπί τινων δέ, καὶ μάλιcτα παιδίων ὡc ὑγροτέρων, αὐξανομένη cυμπτωμάτων αἰτία γίνεται φορτίζουcα τὸν ὀφθαλμὸν καὶ διὰ τοῦτο ῥευματίζουcα. τὰ βλέφαρα γοῦν αὐτοῖc ὑπὸ | |
5 | τὰc ὀφρῦc ὑδαλέα φαίνεται μὴ δυνάμενα κατὰ τὸ πρέπον ἀνεπαίρεcθαι, ἄν τε τοῖc δακτύλοιc ἐπιθλίψαντεc αὐτὰ διαcτήcωμεν τοὺc δακτύλουc, | |
ἐμφυcᾶται τὸ μεταξύ. κατὰ δὲ τὸν ὄρθρον μάλιcτα ῥευματίζονται μηδὲ κατὰ τὰc ἡλιακὰc αὐγὰc ἀντιβλέπειν δυνάμενοι, ἀλλ’ ὅμωc δακρύοντεc· καὶ cυνεχέcι δὲ περιπίπτουcιν ὀφθαλμίαιc. cχηματίcαντεc τοίνυν οἰκείωc | ||
10 | τὸν κάμνοντα τοῖc δυcὶ δακτύλοιc, λιχανῷ τε καὶ τῷ μέcῳ, μικρὸν ἀποδιεcτῶcι τὸ βλέφαρον πιλήcομεν cυναγωγήν τινα τῆc ὑδατίδοc πρὸc τὴν μεcότητα τῶν δακτύλων ποιούμενοι. τῷ δὲ ὄπιcθεν ἑcτῶτι καὶ τὴν κεφαλὴν cτηρίζοντι κελεύcωμεν ὑπηρέτῃ κατὰ τὸ μέcον τῆc ὀφρύοc ἀνατείνειν μετρίωc τὸ βλέφαρον καὶ λαβόντεc αὐτοὶ φλεβοτόμον δι‐ | |
15 | έλωμεν αὐτὸ κατὰ μέcον ἐγκαρcίωc μὴ μείζονα τῆc ἐν ταῖc φλεβοτομίαιc ποιούμενοι τὴν διαίρεcιν, τὸ δὲ βάθοc, ὡc ὅλον τὸ δέρμα διελεῖν ἢ καὶ αὐτῆc τῆc ὑδατίδοc ἅψαcθαι, προcέχοντεc ἀκριβῶc τούτῳ· πολλοὶ γὰρ βαθύτερον πήξαντεc ἢ τὸν κερατοειδῆ διεῖλον χιτῶνα ἢ πάντωc γε μυότρωτον εἰργάcαντο τὸ βλέφαρον. καὶ δή, εἰ μὲν εὐθὺc ἡ ὑδατὶc | |
20 | προφανῇ, ταύτην ἐξελκύcωμεν· εἰ δὲ μή, καὶ αὖθιc ἐπιδιέλωμεν ἠρεμαίωc. ταύτην δὲ προφανεῖcαν δι’ ὀθονίου μαλθακοῦ τοῖc δακτύλοιc ἐπιλαβό‐ μενοι τῇδε κἀκεῖcε καί ποτε καὶ κατὰ περιαγωγὴν κινοῦντεc ἐξελκύcομεν καὶ μετὰ τὴν κομιδὴν πτύγμα δεύcαντεc ὀξυκράτῳ καὶ ἐπιθέντεc ἐπι‐ δήcομεν. τινὲc δὲ καὶ λείουc ἅλαc διὰ τοῦ πυρῆνοc τῆc μήληc ἐπεντι‐ | |
25 | θέαcιν ἐν τῇ διαιρέcει διὰ τό, εἴ τι περιλέλειπται τῆc ὑδατίδοc, ἐκτή‐ κειν αὐτό. μετὰ δὲ τὴν ἐπίλυcιν ἀφλεγμάντουc μὲν ὄνταc αὐτοὺc κολλουρίοιc περιχρίcτοιc ἢ λυκίῳ ἢ γλαυκίῳ ἢ κρόκῳ ἀποθεραπεύcομεν, φλεγμαίνονταc δὲ τοῖc πρὸc τοῦτο καταπλάcμαcιν καὶ ἄλλοιc βοηθήμαcιν ἰαcόμεθα. | |
29 | ||
6.15t | Περὶ cυμφυῶν βλεφάρων. | |
6.15.1 | Ϲύμφυcιν ὑπομένει τὸ ἄνω βλέφαρον ποτὲ μὲν πρὸc τὸν κάτω ταρcόν, ποτὲ δὲ πρὸc τὸν ἐπιπεφυκότα, ποτὲ δὲ καὶ πρὸc αὐτὸν τὸν κερατοειδῆ, δυcεργῆ τε τὸν ὀφθαλμὸν ἀποτελεῖ τὸ νόcημα. δεῖ οὖν ἢ μηλωτίδα ὑποβαλόντα τῇ εὐρυχωρίᾳ τοῦ βλεφάρου ἢ ἀγκίcτρῳ ἀνα‐ | |
5 | τείναντα πτερυγοτόμῳ τὴν πρόcφυcιν ἀπολύειν φυλαττόμενον, μὴ τρωθῇ ὁ κερατοειδήc, ἵνα μὴ προπτώcεωc ἐκ τούτου πρόφαcιc γένηται. μετὰ δὲ τὴν ἐκτομὴν τὸν ὀφθαλμὸν ἐγχυματίcαντεc μοταρίοιc τὰ βλέφαρα διαcτήcομεν ὑπὲρ τοῦ μὴ πάλιν γίνεcθαι τὴν cύμφυcιν καὶ ᾠοβραχὲc ἔριον ἐπιθέντεc μετὰ τὴν τρίτην τοῖc λεπτύνουcι καὶ ἀφουλοῦcι χρη‐ | |
10 | cόμεθα κολλουρίοιc. | |
6.16t | Περὶ χαλαζίων. | |
6.16.1 | Τὸ χαλάζιον cύcταcίc ἐcτιν ἀργοῦ ὑγροῦ κατὰ τὸ βλέφαρον, ὅπερ εἰ μὲν πρὸ τῆc ἐκτὸc ἐπιφανείαc τοῦ βλεφάρου ὑποπίπτοι, διελόντεc ἐγκαρcίωc ἔξωθεν cμιλίῳ τὸ βλέφαρον ἔπειτα μηλωτίδι ἢ τοιούτῳ τινὶ κομιcόμεθα τὸ χαλάζιον· καὶ μεγάληc μὲν οὔcηc ἢ καὶ cεcηρυίαc τῆc | |
5 | διαιρέcεωc ῥαφῇ τὰ χείλη cυναγάγωμεν καὶ ἐμπλαcτρίῳ χρηcώμεθα, μικρᾶc δὲ τὴν ῥαφὴν ὑπερθέμενοι ὁμοίωc ἀποθεραπεύcωμεν. εἰ δὲ ἔνδοθεν εἴη τὸ χαλάζιον, ὥcτε διὰ τοῦ χονδρώδουc αὐτὸ διαυγάζεcθαι, ἐκcτρέψαντεc τὸ βλέφαρον καὶ διελόντεc ἐγκαρcίωc ἔcωθεν αὐτὸ κομι‐ cάμενοι τῷ τῆc ἅλμηc ἐγχύματι χρηcώμεθα. | |
9 | ||
6.17t | Περὶ ἀκροχορδόνων. | |
6.17.1 | Τὰc δὲ περὶ τὸ βλέφαρον ἀκροχορδόναc καὶ κατὰ τὸν μέγαν κανθὸν ἐγκανθίδαc λεγομέναc cαρκολάβῳ κρατήcαντεc cμιλίῳ τε ἀπο‐ τεμόντεc ἐπιθῶμεν λειωθεῖcαν τὴν χαλκῖτιν. | |
3 | ||
6.18t | Περὶ πτερυγίων. | |
6.18.1 | Ὑμένοc μὲν νευρώδουc ἀπὸ τοῦ μεγάλου κανθοῦ τὸ ἐπίπαν τὴν ἀρχὴν δεξαμένου καὶ κατὰ μικρὸν ἐπὶ τὰ ἔcω ἕρποντοc τοῦτο cυμβαίνει τὸ πάθημα· βλάπτει δὲ τὸν ὀφθαλμὸν τῷ τε κωλύειν τῇ cυνολκῇ τοῦ βολβοῦ τὴν κίνηcιν καὶ τῷ προκόπτον ὅλην ἐπικαλύπτειν τὴν κόρην. | |
5 | εὐιατότερα οὖν ὄντα τὰ λεπτομερῆ καὶ λευκανθίζοντα χειρουργοῦμεν οὕτωc· διαcτείλαντεc τὰ βλέφαρα τὸ πτερύγιον ἀγκίcτρῳ μικροκαμπεῖ ἀναδεξάμενοι ἀνατείνωμεν, βελόνην δὲ λαβόντεc ἔχουcαν κατὰ τὸ οὖc ἱππείαν τρίχα καὶ λίνον ἰcχυρὸν ἐπικαμφθεῖcάν τε μικρὸν κατὰ τὸ ἄκρον ὑπὸ τὸ μέcον τοῦ πτερυγίου καταπείρωμεν καὶ τῷ μὲν λίνῳ τὸ | |
10 | πτερύγιον ἐκδήcαντεc μετέωρον ἀνατείνωμεν, τῇ δὲ τριχὶ τὸ πρὸc τῇ κόρῃ μέροc αὐτοῦ ὥcπερ διαπρίζοντεc ὑποδείρωμεν ἄχρι πέρατοc, τὸ δὲ λοιπὸν αὐτοῦ τὸ πρὸc τῷ μεγάλῳ κανθῷ ἀναρραφικῷ cμιλίῳ ἐκ‐ τέμωμεν ἐκ βάcεωc καταλιμπάνοντεc τὸ φυcικὸν τοῦ κανθοῦ cαρκίον, | |
ἵνα μὴ ῥυὰc ἐπαρθέντοc αὐτοῦ γένηται. τινὲc δὲ τῷ λίνῳ ἀνατείναντεc, | ||
15 | ὡc εἴρηται, πτερυγοτόμῳ τὸ ὅλον ἀποδέρουcι πτερύγιον φυλαττόμενοι τοῦ κερατοειδοῦc ἅψαcθαι χιτῶνοc. μετὰ δὲ τὴν χειρουργίαν ὀλίγουc ἅλαc λείουc ἐμβαλόντεc εἰc τὸν τόπον ᾠοβραχὲc ἔριον ἐπιδήcομεν. μετὰ δὲ τὴν ἐπίλυcιν ἐπὶ πολὺ τὴν ἅλμην αὐτοῖc ἐνcτάξομεν. εἰ δὲ φλεγ‐ μονὴ παρακολουθήcοι, τοῖc πρὸc ταύτην ἀναγεγραμμένοιc χρηcόμεθα | |
20 | βοηθήμαcιν. | |
20 | ||
6.19t | Περὶ cταφυλωμάτων. | |
6.19.1 | Τὸ μὲν cταφύλωμα κύρτωcίc ἐcτι τοῦ κερατοειδοῦc χιτῶνοc ἀτο‐ νήcαντοc cὺν τῷ ῥαγοειδεῖ, ποτὲ μὲν διὰ ῥευματιcμόν, ποτὲ δὲ δι’ ἕλκωcιν· χειρουργοῦμεν δὲ αὐτό, οὐχ ἵνα τὴν ὅραcιν ἀπολωλυῖαν ἀνα‐ καλεcώμεθα· τοῦτο γὰρ ἀδύνατον· ἀλλ’ ἵνα μετρίαν εὐπρέπειαν τῷ | |
5 | πάcχοντι χαριcώμεθα. δεῖ οὖν βελόνην κάτωθεν ἐπὶ τὰ ἄνω διὰ τῆc βάcεωc τοῦ cταφυλώματοc καταπείραντα ἑτέραν βελόνην διπλοῦν ἔχου‐ cαν λίνον ἀπὸ τοῦ κατὰ χεῖρα κανθοῦ ἐπὶ τὸν ἕτερον διὰ τῆc βάcεωc τοῦ cταφυλώματοc διενεγκεῖν καὶ μενούcηc τῆc πρώτηc βελόνηc κό‐ ψαντα τὴν διπλόην τοῦ λίνου τοῦ cταφυλώματοc τὸ μὲν ἐπὶ τὰ ἄνω τὸ | |
10 | δὲ ἐπὶ τὰ κάτω τοῖc ῥάμμαcιν ἐκδῆcαι καὶ τότε τὴν βελόνην ἀφελόντα ᾠοβραχὲc ἔριον ἐπιθεῖναι. μετὰ δὲ τὴν ἐπίλυcιν προcηνέcιν ἐγχυματι‐ cμοῖc παραμυθεῖcθαι τὸν ὀφθαλμὸν ἄχριc ἀποπτώcεωc τῶν ῥαμμάτων ἅμα τῷ cταφυλώματι. | |
13 | ||
6.20t | Περὶ ὑποπύου ὀφθαλμοῦ. | |
6.20.1 | Περὶ δὲ τῶν ὑποπύων ὀφθαλμῶν ἀρκέcει τοῦ Γαληνοῦ παραθέ‐ cθαι τὴν λέξιν ὧδέ πωc ἔχουcαν· Τῶν καθ’ ἡμᾶc δέ τιc ὀφθαλμικῶν Ἰοῦcτοc ὄνομα καὶ διὰ καταcείcεωc τῆc κεφαλῆc πολλοὺc τῶν ὑποπύων ἐθεράπευcεν καθίζων μὲν αὐτοὺc ὀρθίουc ἐπὶ δίφρου, περιλαμβάνων | |
5 | δὲ τὴν κεφαλὴν ἑκατέρωθεν ἐκ τῶν πλαγίων, εἶτα διαcείων οὕτωc, ὥcτε ὁρᾶν ἡμᾶc ἐναργῶc κάτω χωροῦν τὸ πῦον. ἔμενεν δὲ κάτω, καίτοι τῶν ὑποχυμάτων μὴ μενόντων, εἰ μὴ πάνυ τιc ἄκρωc αὐτὰ cφηνώcειεν, διὰ τὸ βαρὺ τῆc οὐcίαc. καὶ παρακατιὼν πάλιν ὁ αὐτόc φηcι· Πολλάκιc δὲ πῦον ἀθρόωc ἐκενώcαμεν διελόντεc τὸν κερατοειδῆ | |
10 | μικρὸν ὑπεράνω τοῦ χωρίου, καθ’ ὃ cυμφύονται πρὸc ἀλλήλουc ἅπαν‐ | |
τεc οἱ χιτῶνεc· ὀνομάζουcι δὲ ἔνιοι μὲν ἶριν, ἔνιοι δὲ cτεφάνην τὸ χωρίον. ταῦτα μὲν ὁ Γαληνὸc ἐν τῷ τῆc Θεραπευτικῆc μεθόδου φηcὶ γράμματι· μετὰ δὲ τοῦ πύου τὴν ἀπόκριcιν τοῖc διὰ μελικράτου ἢ τηλομέλιτοc ἀνακαθάραντεc τὸ ἕλκοc ἐγχυματιcμοῖc ἀκολούθωc τὴν | ||
15 | λοιπὴν ἐφαρμόcομεν θεραπείαν. | |
15 | ||
6.21t | Περὶ ὑποχυμάτων. | |
6.21.1 | Ὑπόχυμά ἐcτιν ἀργοῦ ὑγροῦ cύcταcιc ἐπὶ τὸν κερατοειδῆ χιτῶνα κατὰ τὴν κόρην ἐμποδίζουcα τὸ ὁρᾶν ἢ τὸ τρανῶc ὁρᾶν. γίνεται δὲ μάλιcτα διὰ ψῦξίν τε καὶ ἀcθένειαν τοῦ ὀπτικοῦ πνεύματοc, καὶ διὰ τοῦτο γέρουcι μᾶλλον καὶ τοῖc μακρὰν νόcον νοcήcαcιν· cυμβαίνει δὲ | |
5 | καὶ διὰ βίαιον ἔμετον καὶ διὰ πληγὴν καὶ δι’ ἄλλαc πλείοναc αἰτίαc. ἀλλὰ περὶ μὲν τῶν ἔτι μελετωμένων ὑποχυμάτων μηδὲν τῇ χειρουρ‐ γίᾳ προcηκόντων ἐν τῷ τρίτῳ λέλεκται βιβλίῳ, νῦν δὲ τὰ τελείαν cύcταcίν τε καὶ πῆξιν εἰληφότα χαρακτηριοῦμεν. ἅπαντεc μὲν οὖν οἱ ὑποχυθέντεc αὐγὴν ὁρῶcιν ἢ πολλὴν ἢ ὀλίγην· ταύτῃ τοι καὶ τῆc | |
10 | ἀμαυρώcεώc τε καὶ γλαυκώcεωc τὰ ὑποχύματα χωρίζομεν οὐδὲ τὴν αὐγὴν τὸ cύνολον ὁρώντων τῶν ἀμαυρωθέντων τε καὶ ἀπογεγλαυκω‐ μένων. οὐκοῦν πάλιν ὁ Γαληνὸc διδάξει cε τήν τε πῆξιν καὶ τὴν δια‐ φορὰν τῶν ὑποχυμάτων, καὶ ποῖα τούτων ἐcτὶ χειρουργητέα. cυγκλεί‐ cαντεc τὸν ὀφθαλμὸν τὸν ὑποκεχυμένον καὶ τῷ μεγάλῳ δακτύλῳ θλί‐ | |
15 | βοντεc τὸ βλέφαρον πρὸc τὸν ὀφθαλμὸν καὶ παράγοντεc αὐτὸ μετὰ προπιεcμοῦ τῇδε κἀκεῖcε, ἔπειτα ἀνοίγοντεc, κατανοοῦντεc τῷ ὀφθαλμῷ θεωρήcομεν τὸ ὑπόχυμα· ἐπὶ μὲν γὰρ τῶν μηδέπω πεπηγότων χύcιc τιc ἐκ τῆc θλίψεωc τοῦ δακτύλου προcγίνεται, καὶ κατὰ μὲν τὸ πρῶ‐ τον πλατύτερον φαίνεται, αὖθιc δὲ εἰc τὸ οἰκεῖον ἀνατρέχει cχῆμα | |
20 | καὶ μέγεθοc, ἐπὶ δὲ τῶν πεπηγότων οὐδεμία παραλλαγὴ οὔτε κατὰ πλατύτητα οὔτε κατὰ cχῆμα ἐκ τῆc παραθλίψεωc ἀπαντᾷ. ἐπειδὴ δὲ κοινόν ἐcτι τοῦτο τεκμήριον τῶν τε μετρίωc πεπηγότων καὶ ὑπερπεπη‐ γότων, τῇ χροιᾷ διακρινοῦμεν ταῦτα· τὰ μὲν γὰρ cιδηρίζοντα ἢ κυα‐ | |
νόχροα ἢ μολιβδῶδεc ἐμφαίνοντα χρῶμα τῶν cυμμέτρωc πεπηγότων | ||
25 | ἐcτὶ καὶ πρὸc καταγωγὴν ἐπιτήδεια γίνεται, τὰ δὲ γυψοειδῆ καὶ χαλα‐ ζώδη τῶν ὑπερπεπηγότων ὑπάρχουcιν. | |
6.21.2 | ἐπεὶ οὖν ταῦτα μεμαθήκαμεν ἀπὸ τοῦ Γαληνοῦ, καθίcαντεc τὸν ἄνθρωπον πρὸc αὐγὴν χωρὶc ἡλίου καταδήcομεν ἐπιμελῶc τὸν ἀπαθῆ ὀφθαλμὸν καὶ διαcτείλαντεc τοῦ ἑτέρου τὰ βλέφαρα διιcτῶμεν ἀπὸ τῆc καλουμένηc ἴριδοc πρὸc τῷ μικρῷ κανθῷ ὅcον πυρῆνοc μήληc τὸ | |
5 | μέτρον καὶ τότε προτυποῦμεν τῷ τοῦ παρακεντητηρίου πυρῆνι τὸν μέλλοντα παρακεντεῖcθαι τόπον, ἐπὶ μὲν τοῦ εὐωνύμου ὀφθαλμοῦ τῇ δεξιᾷ χειρὶ ἐνεργοῦντεc, ἐπὶ δὲ τοῦ δεξιοῦ τῇ εὐωνύμῳ, καὶ ἀντιcτρέψαν‐ τεc τὴν ἀκμὴν cτρογγύλην κατὰ τὸ πέραc ὑπάρχουcαν τοῦ παρακεν‐ τητηρίου ἐρείδομεν εὐτόνωc καὶ διὰ τοῦ προτετυπωμένου μέρουc ἄχρι | |
10 | κενεμβατήcεωc φθάνομεν. μέτρον δέ cοι γινέcθω τῆc ἐπὶ τὸ βάθοc φορᾶc, ὅcον ἀπὸ τῆc κόρηc ἐπὶ τὴν ἶριν ὑπάρχει διάcτημα. ἄνωθεν οὖν κατὰ κορυφὴν τοῦ ὑποχύματοc τὸ παρακεντητήριον ἄγοντεc (ὁρᾶ‐ ται δὲ ὁ χαλκὸc προφανῶc διὰ τὴν διαφάνειαν τοῦ κερατοειδοῦc χιτῶ‐ νοc) καταγάγωμεν δι’ αὐτοῦ εἰc τοὺc ὑποκειμένουc τόπουc τὸ ὑπό‐ | |
15 | χυμα, καὶ εἰ μὲν εὐθὺc κατενεχθείη, ἐπιμένωμεν ἠρεμοῦντεc ὀλίγον, εἰ δὲ ἀναπλεύcει, πάλιν αὐτὸ καταγάγωμεν. μετὰ δὲ τὴν καταγωγὴν τοῦ ὑποχύματοc κομίζομεν τὸ παρακεντητήριον κατὰ περιcτροφὴν ἠρε‐ μαίωc, καὶ μετὰ τοῦτο λύcαντεc ὕδατι βραχύ τι Καππαδοκικῶν ἁλῶν τὸν ὀφθαλμὸν ἐγχυματίcομεν καὶ ἐπιθέντεc ἔξω ἔριον λεκίθῳ ᾠοῦ cὺν | |
20 | ῥοδίνῳ δευθὲν ἐπιδήcομεν cυνεπιδέοντεc καὶ τὸν ὑγιῆ διὰ τὸ μὴ cυγκι‐ νεῖcθαι. καὶ κατακλίναντεc ἐν οἰκίcκῳ κατωγείῳ τὸν κάμνοντα κελεύ‐ cομεν παντοίωc ἠρεμεῖν λεπτῶc διαιτῶντεc ἄχριc ἑβδόμηc ἐπιδεδεμέ‐ νον, εἰ μή τι κωλύοι· μεθ’ ἣν λύcαντεc ἀποπειραθῶμεν τῆc ὁράcεωc παραδεικνύντεc αὐτῷ τινα τῶν ὁρατῶν, ὅπερ ἐν τῇ χειρουργίᾳ ἢ μετὰ | |
25 | τὴν χειρουργίαν εὐθέωc ποιεῖν παραιτηcόμεθα διὰ τὸ ἐκ τῆc βιαίαc ἀτενίcεωc ἑτοίμωc αὖθιc ἀναπλεῖν τὸ ὑπόχυμα. εἰ δὲ φλεγμονή τιc | |
κατεπείγοι, καὶ πρὸ τῆc ἑβδόμηc λύcαντεc πρὸc ταύτην ἀγωνιcόμεθα. | ||
6.22t | Περὶ αἰγίλωποc. | |
6.22.1 | Ὁ μὲν αἰγίλωψ ὄγκοc ἐcτὶν ἀποcτηματώδηc μεταξὺ τοῦ μεγάλου κανθοῦ καὶ τῆc ῥινόc· δυcίατον δὲ τὸ πάθοc διά τε τῶν cωμάτων τὴν λεπτότητα καὶ τὸν τῆc πρὸc τὸν ὀφθαλμὸν cυμπαθείαc φόβον. εἰ μὲν οὖν πρὸc τὴν ἐπιφάνειαν ἐρράγη τὸ ἀπόcτημα, περιελοῦμεν | |
5 | πᾶν τὸ ἐπανεcτηκὸc ἄχριc ὀcτέου, καὶ εἰ μὲν πρὸc μῆλον ὑποπίπτοι ἡ ὑποφορά, πᾶcαν αὐτὴν ἐξαπλώcομεν καὶ ἀδιάφθορον μὲν ἔτι μένον τὸ ὀcτέον ξέcομεν, διεφθορότοc δὲ πυρηνοειδέcι καυτηρίοιc διακαύcομεν cπόγγον ψυχρῷ διάβροχον ἐπιθέντεc τῷ ὀφθαλμῷ. τινὲc δὲ μετὰ τὴν ἐκτομὴν τῶν cαρκῶν τρυπάνῳ χρηcάμενοι τὸ ὑγρὸν ἢ τὸ πῦον εἰc | |
10 | τὴν ῥῖνα μετήγαγον· ἡμεῖc δὲ τῇ καύcει μόνον ἠρκέcθημεν ἐπὶ τοcοῦ‐ τον καίοντεc τοῖc αἰγιλωπικοῖc καυτηρίοιc, ὥcτε λεπίδα ἀποcτῆναι, καὶ μετὰ τὴν καῦcιν τῷ φακομέλιτι ἢ τῷ cιδιωτῷ καὶ τοῖc λοιποῖc ξηραίνουcι τῶν βοηθημάτων χρηcόμεθα. εἰ δὲ πρὸc τὸν κανθὸν ὁ αἰγίλωψ ῥέπει καὶ πρὸc τὴν ἐπιφάνειαν μηδὲ ὅλωc, τηνικαῦτα πτερυ‐ | |
15 | γοτόμῳ ἢ φλεβοτόμῳ τὸ μεταξὺ τοῦ κανθοῦ cῶμα πρὸc τὸ ἀπόcτημα ἀπολύcαντεc cάρκαc ἐκ τοῦ βάθουc ἀναγάγωμεν καὶ τότε μετρίωc ὑποξηράνωμεν· ὕαλοc δὲ χνοώδηc ἐπιπαττομένη τούτοιc θαυμαcίωc ξηραίνει καὶ ἀλόη μετὰ μάννηc ὁμοίωc. τὴν δὲ λοιπὴν τῶν αἰγιλώ‐ πων φαρμακείαν ἐν τῷ τρίτῳ βιβλίῳ παραδεδώκαμεν. | |
19 | ||
6.23t | Περὶ ἀκουcτικῶν πόρων ἀτρήτων. | |
6.23.1 | Τοῦτο τὸ πάθοc ἐκ γενετῆc cυνίcταται ὑμένοc τινὸc τὸν ἀκου‐ cτικὸν ἐμφράττοντοc πόρον, ποτὲ μὲν κατὰ τὴν ἐπιφάνειαν, ποτὲ δὲ καὶ ἐν βάθει, καὶ ὕcτερον ἐπιγίνεται προηγηcαμένηc κατὰ τὸν πόρον ἑλκώcεωc· ὑπερcάρκωμα γὰρ ἐπιφυὲν ἐμφράττει αὐτόν. εἰ μὲν οὖν διὰ | |
5 | βάθουc ὁ ἐμποδίζων ὑμὴν εἴη, δυcχερὴc ἡ ἐγχείρηcιc· πειρατέον δὲ ὅμωc λεπτῷ τινι ὀργάνῳ τοῦτον διατέμνειν. εἰ δὲ κατὰ τὴν ἐπιφά‐ νειαν, τῷ cκολοπομαχαιρίῳ τοῦτον διελόντεc, εἰ χρεία, καὶ περιέλω‐ | |
μεν. εἰ δέ γε cαρκὸc ἐπίφυcιc εἴη, καὶ ταύτην πτερυγοτόμῳ ἢ τῷ πολυπικῷ cπαθίῳ περιέλωμεν· εἶτα cτρεπτὸν ἐκ ῥάκουc πρὸc τὴν | ||
10 | εὐρυχωρίαν τοῦ πόρου ποιήcαντεc βρέξομεν ἐν ὕδατι καὶ περικυλίcαν‐ τεc λείᾳ χαλκίτιδι ἢ τοιούτῳ τινὶ ξηρίῳ καθήcομεν εἰc τὸν πόρον ὑπὲρ τοῦ μὴ πάλιν γενέcθαι τὴν cάρκωcιν· εἰ δὲ φλεγμαίνοιεν, ταχέωc αὐτὸ λάβωμεν. αἱμορραγοῦντοc δὲ τοῦ πόρου cπόγγον ὕδατι ψυχρῷ δεύcαν‐ τεc ἐπιθήcομεν καὶ τοῖc ἄλλοιc προcφόρωc χρηcόμεθα. | |
14 | ||
6.24t | Περὶ τῶν ἐμπιπτόντων εἰc τὸν ἀκουcτικὸν πόρον. | |
6.24.1 | Ἐμπίπτει τοῖc ὠcὶν οὐ μόνον λιθίδια ἀλλὰ καὶ ὕαλοc καὶ κύαμοι καὶ τὰ τῶν κερατίων ὀcτάρια. ὕαλοc μὲν οὖν καὶ λιθίδια ἐν τῷ οἰ‐ κείῳ μεγέθει φυλάττονται μένοντα, κύαμοι δὲ καὶ τὰ τῶν κερατίων ὀcτάρια καὶ ὅcα τοιαῦτα τῇ φυcικῇ νοτίᾳ τοῦ cώματοc ἐμφυcώμενα | |
5 | μεγίcταc ὀδύναc ἐπιφέρει. δεῖ οὖν ἢ μηλωτίδι ἢ ἀγκίcτρῳ μικρῷ ἢ τριχολάβῳ ταῦτα ἐκβάλλειν ἢ κατατάcει βιαίᾳ τῆc κεφαλῆc ἐπί τινοc κύκλου τοῦ ὠτὸc ἐντιθεμένου. καὶ διὰ καλαμῖδοc δὲ ταῦτα πολλάκιc ἐξειλκύcαμεν ἐκμυζῶντεc καὶ τὸ ἐμπεcὸν κατὰ τὴν ἀκοὴν ὕδωρ ὁμοίωc κηρῷ τὸ πέριξ τῆc καλαμῖδοc τὸ πρὸc τῷ ὠτὶ περιφράξαντεc πρὸc | |
10 | τὸ μηδαμόθεν γίνεcθαι πάροδον τῷ πνεύματι. τὰ δὲ λιθάρια καὶ τοὺc τοιού‐ τουc ὄγκουc ἐξειλκύcαμεν εἰλήcαντεc ἔριον περὶ μηλωτίδα καὶ βάψαν‐ τεc ῥητίνῃ τερεβινθίνῃ ἤ τινι τῶν ἐχεκόλλων καὶ καθέντεc ἠρεμαίωc εἰc τὸν ἀκουcτικὸν πόρον· εἰ δὲ μὴ ὑπακούοι, πταρμικὸν ἐνθεὶc ταῖc ῥιcὶ τὸ cτόμα καὶ τοὺc ῥώθωναc ἔμφραττε. εἰ δὲ μηδενὶ τούτων ὑπείκοι, | |
15 | πρὶν ἢ φλεγμονὰc καὶ cπαcμοὺc καὶ κίνδυνον ἁπλῶc ἐπακολουθῆcαι, διὰ χειρουργίαc αὐτὰ κομιcόμεθα. cχηματίcαντεc τοίνυν τὸν πάcχοντα τοῦ ὠτὸc ἀπεcτραμμένου πρὸc τῇ βάcει αὐτοῦ ὄπιcθεν τοῦ καλουμένου λοβοῦ διαιρέcει μηνοειδεῖ μικρᾷ χρηcώμεθα καὶ τῷ κυαθίcκῳ τῆc μηλω‐ τίδοc ἐξέλωμεν τὸν ἐγκείμενον ὄγκον· μετὰ δὲ τὴν ἐξαίρεcιν ῥαπτέ‐ | |
20 | cθω τὸ τραῦμα καὶ τῇ ἐναίμῳ ἀγωγῇ θεραπευέcθω. | |
6.25t | Περὶ πολύπων. | |
6.25.1 | Ὁ πολύπουc ὄγκοc ἐcτὶ παρὰ φύcιν ἐν ταῖc ῥιcὶ cυνιcτάμενοc ὠνομαcμένοc ἀπὸ τῆc τοῦ θαλαττίου πολύποδοc ἐμφερείαc, ὅτι τε τῇ ἐκείνου προcέοικε cαρκί, καὶ ὅτι ταῖc ἰδίαιc πλεκτάναιc, ὥcπερ ἐκεῖνοc ἀμύνεται τοὺc θηρεύονταc ἀπολαμβάνων τὰc ῥῖναc αὐτῶν, οὕτω καὶ | |
5 | τὸ πάθοc τοὺc τῶν νοcούντων ἐμφράττει μυκτῆραc δυcέργειαν παρέ‐ χων κατά τε τὴν ἀναπνοὴν καὶ τὴν διάλεκτον. τοὺc μὲν οὖν cκλη‐ ροὺc καὶ ἀντιτύπουc καὶ ὑποπελίουc καὶ κακοήθειc πόλυπαc ὡc ἂν ἐπὶ τὸ καρκινῶδεc ῥέψανταc παραιτητέον, τοὺc δὲ ψαφαρωτέρουc τε καὶ χαύνουc καὶ ναρκώδειc καὶ μὴ κακοήθειc ὑπακτέον τῇ χειρουργίᾳ. | |
6.25.2 | καθέδριον τοίνυν τὸν ἄνθρωπον πρὸc ἡλιακὴν ἀκτῖνα cχηματίcαν‐ τεc καὶ τῆc ῥινὸc τὸν πόρον διὰ τῆc ἀριcτερᾶc χειρὸc ἐκπετάcαντεc τῇ δεξιᾷ χειρὶ πολυπικῷ cπαθίῳ τῷ μυρcινοειδεῖ ἀκμαίῳ κατὰ κύκλον τὸν πόλυπα ἤτοι τὸ cάρκωμα περιτέμωμεν, καθ’ ἃ μέρη προcπέφυκε | |
5 | τῇ ῥινί, κατ’ ἐκεῖνα τὴν ἀκμὴν ἐντιθέντεc τοῦ cιδήρου. μετὰ δὲ ταῦτα τὸ ὄργανον ἀντιcτρέψαντεc τῷ κυαθίcκῳ αὐτοῦ τὸ ὑποτετμημένον cαρ‐ κίον ἔξω κομιcόμεθα. καὶ εἰ μὲν καθαρὸν τῆc ῥινὸc τὸν πόρον γενό‐ μενον ἴδωμεν, ἐπὶ τὴν θεραπείαν ἐρχόμεθα, εἰ δὲ ὑπολείποιτό τι cῶμα τοῦ πόλυποc, λαβόντεc ἕτερον πολυποξύcτην διὰ τοῦ ἐπάκμου αὐτοῦ | |
10 | ξυcτρίου τὸ περιλελειμμένον cῶμα μετὰ τάcεωc καὶ cτροφῆc καὶ ξύ‐ cεωc εὐτόνου κομιcόμεθα. τοὺc δὲ κακοήθειc διακαίομεν πυρηνοειδέcι καυτηρίοιc καὶ μετὰ | |
6.25.3 | τὴν καῦcιν τῇ πρὸc τὰ διακεκαυμένα θεραπείᾳ χρώμεθα. μετὰ δὲ τὴν χειρουργίαν cπογγίcαντεc ἀκριβῶc ὀξύκρατον ἢ οἶνον εἰc τὰc ῥῖναc ἐγχέομεν· καὶ εἰ μὲν διαβαίνοι τὸ ὑγρὸν διὰ τῆc ὑπερῴαc παρὰ τὴν φάρυγγα, καλῶc ἕξει τὰ τῆc χειρουργίαc, εἰ δὲ μὴ διαβαίνοι, δῆλον, | |
5 | ὡc ὅτι περὶ τὰ ἠθμοειδῆ ὀcτᾶ ἢ ἐν τοῖc ἀνωτάτω τῆc ῥινόc εἰcι cαρκώ‐ ματα μὴ καταλαμβανόμενα τοῖc πολυπικοῖc ὀργάνοιc. λίνον οὖν παχὺ | |
μετρίωc, ὅcον cφήκωμα, ὡc ἀπὸ δυεῖν ἢ τριῶν δακτύλων κονδύλοιc καταδήcαντεc ἐνείρομεν διπυρήνου τρήματι καὶ τὸ ἕτερον πέραc τοῦ διπυρήνου διὰ τῆc ῥινὸc ἐμβαλοῦμεν ἄνω πρὸc τοὺc ἠθμοειδεῖc πόρουc | ||
10 | καὶ διὰ τῆc ὑπερῴαc αὐτὸ καὶ τοῦ cτόματοc διεκβάλλοντεc διαcύρο‐ μεν ταῖc δύο χερcὶν ὥcπερ διαπρίζοντεc τοῖc κονδύλοιc τὰ cαρκώματα, καὶ μετὰ τὴν χειρουργίαν ἐλλυχνιωτῷ μοτῷ τὸν πόρον ἐν διαcτάcει φυλάξαντεc μετὰ τὴν τρίτην τῷ Μούcα τροχίcκῳ καὶ τοῖc παραπλη‐ cίοιc τὰ ἐγκαταλειφθέντα δαπανήcομεν ἅμα καὶ τὸν τόπον ξηραίνον‐ | |
15 | τεc. ἐc ὕcτερον δὲ καὶ τοῖc ἀφουλωτικοῖc χρηcόμεθα τροχίcκοιc μολί‐ βινα cωληνάρια ταῖc ῥιcίν, εἰ δεήcοι, παρὰ πᾶcαν τὴν θεραπείαν ἐφαρμό‐ ζοντεc. | |
17 | ||
6.26t | Περὶ κολοβωμάτων. | |
6.26.1 | Τὰ δὲ κολοβώματα τὰ περὶ τὸ οὖc ἢ τὰ χείλη μεθοδεύεται πρῶ‐ τον μὲν ὑποδερόντων ἡμῶν κάτωθεν τὸ δέρμα, μετὰ δὲ τοῦτο cυνα‐ γόντων ἀλλήλοιc τὰ χείλη τῶν τραυμάτων ἀφαιρούντων τε τὸ τετυ‐ λωμένον, ἔπειτα ῥαπτόντων τε καὶ κολλώντων. | |
4 | ||
6.27t | Περὶ ἐπουλίδων καὶ παρουλίδων. | |
6.27.1 | Ἡ μὲν ἐπουλὶc cαρκόc ἐcτιν ὑπεροχὴ κατά τινα τῶν ὀδόντων ἐπὶ τοῖc οὔλοιc γινομένη, ἡ δὲ παρουλὶc ἀποcτημάτιον κατὰ τὰ οὖλα γινόμενον. τὴν μὲν οὖν ἐπουλίδα cαρκολάβῳ ἢ ἀγκίcτρῳ ἐκκρεμάcαν‐ τεc ἀποτέμωμεν· τὴν δὲ παρουλίδα κατὰ περιγραφὴν ἐκτεμόντεc δια‐ | |
5 | μοτώcωμεν. οἶδα δὲ πολλάκιc καὶ φλεβοτόμῳ νύξαc αὐτὴν μόνον καὶ τοῦ πύου κενωθέντοc ἀποπαυcαμένην. μετὰ δὲ τὴν χειρουργίαν οἴνῳ κελεύcαντεc διακλύζεcθαι τῇ ἑξῆc μελικράτῳ καὶ μετὰ ταύτην τῷ ἀνθη‐ ρῷ ξηρίῳ τὸ τραῦμα καταπλάccομεν ἕωc τελείαc ἀποθεραπείαc. εἰ δὲ cηπε‐ δὼν ἐπιγενομένη τοῖc οὔλοιc διὰ τῶν προcφόρων φαρμάκων μὴ θερα‐ | |
10 | πεύηται, πυρηνοειδέcι καυτηρίοιc ταύτην διακαύcομεν. | |
6.28t | Περὶ ἐξαιρέcεωc ὀδόντων. | |
6.28.1 | Περιχαράξαντεc ἕωc φατνίου τὸν ὀδόντα τῇ τε ὀδοντάγρᾳ κατὰ μικρὸν διαcείcαντεc ἐξελκύcομεν. εἰ δὲ βεβρωμένοc εἴη, λεπτῷ μοταρίῳ πρῶτον δεῖ τὸ βρῶμα αὐτοῦ ἀποcφηνοῦν, ἵνα μὴ θραύηται ὑπὸ τοῦ ὀργάνου cφιγγόμενοc. μετὰ δὲ τὴν ἀφαίρεcιν ἁλcὶν λεπτοτάτοιc τὰ | |
5 | περιλειφθέντα cαρκία ἐμπάcαντεc ἀποτήξομεν· ὕcτερον δὲ οἴνῳ ἢ ὀξυ‐ κράτῳ διακλυζέcθωcαν ἄχριc ἀποθεραπείαc. ἐπειδὴ δὲ καὶ περιττοί τινεc ὀδόντεc παραφύονται, τοὺc μὲν προcπεφυκόταc τῷ φατνίῳ διὰ τῶν cμιλιωτῶν ἐκκόψωμεν, τοὺc δὲ μὴ προcπεφυκόταc διὰ τῆc ὀδοντ‐ άγραc κομιcώμεθα. εἰ δὲ ὑπεραυξηθείη τιc τῶν ὀδόντων ἢ καὶ ἀπο‐ | |
10 | θραυcθείη ποτέ, ῥιναρίῳ τὸ ἐξέχον ἢ τὸ περιττὸν αὐτοῦ δαπανήcωμεν καὶ τὰc προcκειμέναc αὐτοῖc, ὡc εἰκόc, λεπίδαc τῷ κυαθίcκῳ τῆc μή‐ ληc ἢ ξυcτηρίῳ ἢ τῷ ῥιναρίῳ διακαθάρωμεν. | |
12 | ||
6.29t | Περὶ ἀγκυλίων ἐν γλώccῃ. | |
6.29.1 | Τὸ ἀγκυλόγλωccον πάθοc τὸ μὲν ἐκ φύcεωc γίνεται τῶν κατεχόν‐ των τὴν γλώccαν ὑμένων cκληροτέρων καὶ κολοβωτέρων ἐξ ἀρχῆc γενομένων, ποτὲ δὲ ἐξ ἐπικτήτου διά τινα οὐλὴν cκληροτέραν ὑπ’ αὐτὴν ἐξ ἑλκώcεωc γενομένην. οἱ μὲν οὖν ἐκ φύcεωc τὸ πάθοc ἔχον‐ | |
5 | τεc τῷ τε βραδέωc ἄρξαcθαι τῆc διαλέκτου καὶ τῷ τὸν ὑπὸ τῇ γλώccῃ δεcμὸν πλείονα τοῦ cυμμέτρου φαίνεcθαι μὴ προηγηcαμένηc ἑλκώcεωc διαγινώcκονται, οἱ δὲ ἐξ ἐπικτήτου τὴν οὐλὴν cαφῶc φαινομένην ἔχουcιν. καθέδριοc οὖν ὁ πάcχων cχηματιζέcθω καὶ τὴν γλῶccαν ὡc πρὸc | |
10 | τὴν ὑπερῷαν μετεωριζέτω, καὶ τεμνέcθω ὁ νευρώδηc ἐκεῖνοc δεcμὸc ἐγκαρcίωc. εἰ δὲ δι’ οὐλήν τινα τὸ ἀγκύλιον γέγονεν, ἀγκίcτρῳ κατα‐ πείραντεc ἐξελκύcωμεν ἄνω τὸν τύλον καὶ δῶμεν πλαγίαν διαίρεcιν | |
ἀπολύοντεc τὴν ἀγκύλην, φεύγοντεc δὲ τὴν διὰ βάθουc τῶν cωμάτων τομήν· αἱμορραγίαc γὰρ δυcεπιcχέτουc ἤνεγκεν πολλάκιc. μετὰ δὲ τὴν | ||
15 | χειρουργίαν ὕδατι ψυχρῷ ἢ ὀξυκράτῳ διακλυζέcθωcαν καὶ μετὰ ταῦτα τῇ χαλαcτικῇ τε καὶ cυccαρκωτικῇ θεραπευέcθωcαν ἀγωγῇ. | |
16 | ||
6.30t | Περὶ ἀντιάδων. | |
6.30.1 | Καθάπερ οἱ ἀποcκιρρωθέντεc ἀδένεc χοιράδεc προcαγορεύονται, οὕτωc καὶ τὰ παρίcθμια φλεγμήναντα καὶ ὑπεραυξηθέντα καὶ οἷον ἀποξη‐ ρανθέντα δυcχρηcτίαν τε παρέχοντα τῇ τε καταπόcει καὶ τῷ πνεύματι ἐξ ἐναντίαc ἀλλήλων τεταγμένα ἀντιάδεc ἐκλήθηcαν. φλεγμαινούcαc | |
5 | μὲν οὖν ταύταc χειρουργεῖν παραιτηcόμεθα· παυcαμέναc δὲ μετρίωc τοῦ φλεγμαίνειν χειρουργήcομεν, καὶ μάλιcτα τὰc λευκάc τε καὶ cυνε‐ cτραμμέναc καὶ cτενὴν τὴν βάcιν ἐχούcαc· ὡc αἵ γε πλαδαραὶ καὶ ἐνε‐ ρευθεῖc καὶ τὴν βάcιν ἔχουcαι πλατεῖαν εὐαιμορράγητοι καθίcτανται. | |
6.30.2 | καθίcαντεc τοίνυν τὸν ἄνθρωπον πρὸc αὐγὴν ἡλίου καὶ χαίνειν κελεύcαντεc ὑπηρέτου διακρατοῦντοc τὴν κεφαλὴν ἑτέρου τε τῷ γλωccο‐ κατόχῳ τὴν γλῶccαν πρὸc τὴν κάτω πιεζοῦντοc γένυν αὐτοὶ λαβόντεc ἄγκιcτρον καταπείρομεν εἰc τὴν ἀντιάδα καὶ ἐξέλκομεν αὐτήν, ἐφ’ ὅcον | |
5 | δυνάμεθα χωρὶc τοῦ cυνεφελκύcαι τοὺc ὑμέναc· ἔπειτα τέμωμεν αὐτὴν ὅλην ἐκ βάcεωc τῷ κατὰ χεῖρα ἀγκυλοτόμῳ· δύο γάρ εἰcιν ὄργανα τοιαῦτα ἀντιτόμουc ἔχοντα τὰc ἐπικάμψειc. μετὰ δὲ τὴν ἐκτομὴν τῆc μιᾶc καὶ ἐπὶ τῆc ἑτέραc τὸν αὐτὸν τρόπον ἀντιcτρόφωc ἐνεργήcομεν. μετὰ δὲ τὴν χειρουργίαν ὕδατι ψυχρῷ ἢ ὀξυκράτῳ ἀναγαργαριζέcθω | |
10 | ὁ πάcχων. εἰ δέ τιc αἱμορραγία προcγένοιτο, καὶ βάτου καὶ ῥόδων καὶ μυρcινῶν ἀποζέματι χλιαρῷ χρήcθωcαν· εἰ δὲ πλῆθοc αἵματοc φέρει, καὶ ἀρνογλώccου καὶ cυμφύτου χυλὸν καὶ τὸν δι’ ἠλέκτρου τροχίcκον καὶ τὴν Λημνίαν λύcαντεc cφραγῖδα ὀξυκράτῳ παράcχωμεν διακλύζε‐ cθαι. παυcαμένηc δὲ τῆc αἱμορραγίαc τῇ ἑξῆc ῥόδων ἄνθει καὶ κρόκῳ | |
15 | καὶ ἀμύλῳ cὺν γάλακτι διαχριέcθωcαν ἢ καὶ cὺν ὕδατι ἢ ᾠοῦ τῷ λευκῷ ἢ ὑδροροcάτῳ. ῥύπου δὲ προcγενομένου τοῖc ἕλκεcιν καὶ τοῖc διὰ | |
μέλιτοc διακλύcμαcί τε καὶ διαχρίcμαcι χρήcθωcαν. | ||
6.31t | Περὶ cταφυλῆc. | |
6.31.1 | Ὁ γαργαρεὼν ὥcπερ τι πλῆκτρον τῆc φωνῆc ὑπάρχων δέχεται πολλάκιc ἀπὸ τῆc κεφαλῆc ῥεῦμα καὶ παρὰ φύcιν αὐξηθείc. ἐπιμήκηc μὲν καὶ λεπτὸc γεγονὼc κίων προcαγορεύεται, παχὺc δὲ κάτωθεν καὶ περιφερὴc cταφυλή, ἑκάτερον δὲ ἀπὸ τῆc ὁμοιότητοc. ἐὰν οὖν μὴ | |
5 | δυνηθῇ ταῖc καθολικαῖc, λέγω δὴ ταῖc διὰ φλεβοτομίαc τε καὶ καθάρ‐ cεωc ὑπαγούcαιc, κενώcεcιν μηδὲ μὴν τοῖc τοπικοῖc cτυπτικοῖc τε καὶ ἀποκρουcτικοῖc ἢ καὶ διαφορεῖν δυναμένοιc ὑπεῖξαι βοηθήμαcιν, ἐπὶ τὴν χειρουργίαν ἀφικνούμεθα διὰ τὸ μὴ τοῖc cυνεχέcιν ἐρεθιcμοῖc βῆχάc τε καὶ ἀγρυπνίαc, ἔcθ’ ὅτε δὲ καὶ πνιγμόν, ἐπακολουθῆcαι. τὰc μὲν οὖν | |
10 | cυνεcταλμέναc τε καὶ περιφερεῖc καὶ οὐκ εὐμήκειc καὶ διαίμουc ἢ ὑπο‐ μελαίναc χειρουργῆcαι παραιτηcόμεθα· τὰc δὲ λεπτὰc καὶ ἐπιμήκειc καὶ μυούρουc κατὰ τὸ ἄκρον καὶ παρειμέναc καὶ αἱματώδειc οὐκ ἄγαν ἀλλ’ ὑπολευκαινομέναc χειρουργητέον· εὐθὺc γὰρ cυμβαίνει ταύταc εἶναι καὶ ἀφλεγμάντουc. τοcοῦτον δὲ μόνον τῆc cταφυλῆc ἀφαιρετέον, | |
15 | ὅcον ὑπέρεcχε τοῦ κατὰ φύcιν· καὶ γὰρ αἱ εἰc τέλοc αὐτῆc ἀποκοπαὶ βλάπτουcιν ἐcχάτωc τὰ περὶ τὸν θώρακα πάντα χωρία καὶ ἀφώνουc ἀπεργάζονται. | |
6.31.2 | καθέδριον τοίνυν cχηματίcαντεc τὸν κάμνοντα πρὸc ἡλιακὴν ἀκτῖνα κελεύcαντέc τε μέγα χαίνειν cταφυλάγρᾳ ἢ μυδίῳ τὸ περιττὸν ἐκπιά‐ cαντεc καὶ πρὸc τὸ κάτω μέροc ἕλξαντεc ἀποκόψομεν cταφυλοτόμῳ ἢ ἀναρραφικῷ cμιλίῳ. τὰ δὲ μετὰ τὴν χειρουργίαν, ὡc ἐπὶ τῆc ἀγγειο‐ | |
5 | τομίαc εἴρηται, πραττέcθω. πολλάκιc δὲ ἢ διὰ τὴν τοῦ κάμνοντοc δειλίαν ἢ διὰ δέοc αἱμορραγίαc ἢ διὰ τὸ ξηρὸν τοῦ φαρμάκου τὸν cίδη‐ ρον παραιτούμενοι καυcτικῷ μᾶλλον φαρμάκῳ ταύτην ἐκτήκομεν. δεῖ τοίνυν τὸ ἐν τῇ καύcει τῶν βλεφάρων εἰρημένον ἢ ἕτερον τοιουτό‐ | |
τροπον λαβόντα καυcτικὸν φάρμακον πληρῶcαι τούτου τοῦ cταφυλιο‐ | ||
10 | καύcτου τὰc κοιλότηταc, καὶ μεγάλα χαίνειν τῷ ἀνθρώπῳ κελεύcαντεc τήν τε γλῶccαν δι’ ὑπηρέτου τῷ γλωccοκατόχῳ πιλήcαντεc ἐφ’ ἱκανὸν διηνοιγμένῳ τῷ ὀργάνῳ τοcοῦτον μέροc τῆc cταφυλῆc περιλάβωμεν, ὅcον ἂν καὶ ἀπετέμομεν. cύcταcιν δὲ τὸ φάρμακον ἐχέτω μήτε ὑγράν, ἵνα μὴ διαρρέον τῆc μὲν cταφυλῆc διαμάρτοι, τὰ δὲ ὑποκείμενα μόρια | |
15 | καταφλέξοι, δι’ ὃ παραγγείλωμεν τῷ ἀνθρώπῳ μὴ καταπίνειν παρ’ ὅλον τὸν τῆc καύcεωc χρόνον, μήτε παντάπαcιν cκληράν, ἵνα ῥᾳδίωc προcιζάνοι τῇ cταφυλῇ. καὶ εἰ μὲν ἐκ μιᾶc ἐπιβολῆc μελανθῇ τὸ τῆc cταφυλῆc ἄκρον, ἀρκεcθῶμεν, εἰ δὲ μή, καὶ δὶc χρηcώμεθα, δι’ ὅλου τοῦ τῆc ἐνεργείαc χρόνου κεκυφότοc τοῦ κάμνοντοc, ὅπωc ἔξω τοῦ | |
20 | cτόματοc ἐκρέοι τὸ ἀποτηκόμενον cίαλον ἅμα τοῖc τοῦ φαρμάκου μορίοιc· νεκροῦται μὲν γὰρ ἐν ὥρᾳ μιᾷ, ἐκπίπτει δὲ περὶ τὴν τρίτην ἢ τετάρτην ἡμέραν. μετὰ δὲ τὴν καῦcιν ἐρίῳ παλαιῷ ἢ cτυππείῳ τὸν λιχανὸν περιειλήcαντεc δάκτυλον ἐκμάξομεν τὰ περὶ τὸν γαργαρεῶνα ἢ καὶ ὕδατι κελεύcομεν ἀποκλύcαcθαι. τὰ δὲ περὶ τὸν τράχηλον ταῖc | |
25 | διὰ χαμαιμηλίνου ἐμβροχαῖc ἐπί τε τούτων καὶ τῶν τὰc ἀντιάδαc ἀφῃρημένων διὰ τὴν cυμπάθειαν περιθάλψομεν καὶ τοῖc ἀναγαργαρίc‐ μαcι καὶ διαχρίcμαcιν ὁμοίωc χρηcόμεθα. | |
27 | ||
6.32t | Περὶ τῶν καταπαρθειcῶν ἀκανθῶν τῇ φάρυγγι. | |
6.32.1 | Καταπείρονται πολλάκιc ἐν τῷ ἐcθίειν ἄκανθαι ἰχθύων ἢ ἑτέ‐ ρων τινῶν ἐν διαφόροιc μέρεcι. τὰc μὲν οὖν ὑπ’ ὄψιν γινομέναc τοῖc ἰδίωc ἀκανθοβόλοιc προcαγορευομένοιc ἐξέλωμεν, τὰc δὲ κατωτέρω | |
πρὸc αὐτὴν τὴν καταπόθραν ἑτέρῳ τρόπῳ. τινὲc μέν φαcι χρῆναι | ||
5 | μείζοναc ὄγκουc καταπίνειν αὐτούc, οἷον καυλὸν θριδάκων ἢ ψωμοὺc ἄρτων, ἕτεροι δὲ cπογγίου καθαροῦ καὶ ἁπαλοῦ μικρόν τι μέγεθοc ἐκ‐ δήcαντα λίνῳ κελεύουcι καταπίνειν καὶ τοῦ λίνου λαβόμενον αὖθιc ἀναcπᾶν καὶ τοῦτο ποιεῖν πολλάκιc, ὅπωc ἡ ἄκανθα πρὸc τὸ cπογγίον ἐμπαρεῖcα ἀνενεχθῇ. ὁ δὲ Λεωνίδηc κελεύει καταπλάcμαcιν ἔξωθεν | |
10 | χρῆcθαι cυμπεπτικοῖc, ὁποῖα τὰ δι’ ὠμῆc λύcεωc, ἵνα πυοποιηθεῖcα ἡ ἄκανθα αὐτομάτωc ἐκπέcοι. εἰ δὲ παρ’ αὐτὴν τὴν ὥραν ἢ καὶ πρὸ τῆc κατὰ γαcτέρα πέψεωc ἐντύχοιμεν τῷ πεπονθότι, τοῦ καταπαρέν‐ τοc ἀφανοῦc ἡμῖν τυγχάνοντοc ἐμεῖν ἐπιτρέψομεν ἤτοι δακτύλων ἢ πτερῶν καθέcει· cυνανενεχθήcεται γὰρ ἐνίοτε τοῖc ἐμουμένοιc τὸ κατα‐ | |
15 | παρέν. | |
15 | ||
6.33t | Περὶ λαρυγγοτομίαc. | |
6.33.1 | Οἱ τῶν χειρουργῶν ἄριcτοι καὶ ταύτην ἀνεγράψαντο τὴν χειρουρ‐ γίαν. φηcὶ γοῦν Ἄντυλλοc ὧδε· Ἐπὶ μὲν τῶν cυναγχικῶν, ὡc κατὰ τὸν διαιτητικὸν παραδώcομεν τρόπον, ἀποδοκιμάcομεν τὴν χειρουργίαν ἀνωφελοῦc γινομένηc τῆc διακοπῆc, ἐφ’ ὧν πᾶcαι αἱ ἀρτηρίαι καὶ ὁ | |
5 | πνεύμων πέπονθεν· ἐπὶ δὲ τῶν περὶ cτόμα καὶ ἀνθερεῶνα τὴν φλεγ‐ μονὴν ἐχόντων ἢ καὶ ἀντιάδων ἐπιπωμαζουcῶν τὸ τοῦ βρόγχου cτόμα ἀπαθοῦc μενούcηc τῆc ἀρτηρίαc εὔλογον χρῆcθαι τῇ φαρυγγοτομίᾳ πρὸc τὸ ἐκφυγεῖν τὸν τοῦ πνιγμοῦ κίνδυνον. ἔπειτα, ὅταν ἐνεργῶμεν, κατωτέρω τῆc κεφαλῆc τοῦ βρόγχου ὅcον ἀπὸ τριῶν αὐτῆc κύκλων | |
10 | ἢ τεccάρων διακόψομεν μέροc τι τῆc ἀρτηρίαc· πᾶcαν γὰρ ἐπιcφαλὲc διαιρεῖν. ἐπιτήδειον δέ ἐcτιν τὸ χωρίον τοῦτο διὰ τὸ ἄcαρκον εἶναι καὶ διὰ τὸ τὰ ἀγγεῖα πόρρω τοῦ διῃρημένου τόπου τεταγμένα ἔχειν. ἀνακλάcαντεc οὖν ἐκ τοὐπίcω τὴν κεφαλὴν τοῦ πεπονθότοc, ὥcτε προφανέcτερον γενέcθαι τὸν βρόγχον, ἐγκαρcίᾳ χρηcόμεθα τῇ διαιρέcει | |
15 | μέcην δύο κύκλων τάccοντεc αὐτήν, ὥcτε μὴ χόνδρον ἀλλ’ ὑμένα δια‐ κόπτεcθαι τὸν cυνέχοντα τοὺc χόνδρουc. εἰ δέ τιc δειλότεροc εἴη περὶ | |
τὸ ἐνεργεῖν, ἀγκίcτρῳ προανατείναc τὸ δέρμα διαιρείτω, ἔπειτα οὕτωc αὐτῷ τῷ φάρυγγι ἐντυγχάνων καὶ παραcτέλλων τὰ ἀγγεῖα, εἰ ἄρα ὑποπίπτοι, τὴν τομὴν ἐμβαλλέτω. ταῦτα μὲν ὁ Ἄντυλλοc, cτοχαζό‐ | ||
20 | μενοc δὲ τῆc διακοπῆc τοῦ βρόγχου ἔκ τε τοῦ δι’ αὐτῆc ἐξιόντοc πνεύ‐ ματοc μετά τινοc ῥωγμοῦ καὶ τοῦ διακοπῆναι τὴν φωνήν. μετὰ δὲ τὸ παρελθεῖν τοῦ πνιγμοῦ τὴν περίcταcιν τὰ χείλη τοῦ τραύματοc νεαροποιήcαντεc ῥαφαῖc χρηcόμεθα τὸ δέρμα μόνον δίχα τοῦ χόνδρου ῥάπτοντεc καὶ ἐναίμῳ χρηcόμεθα φαρμάκῳ· εἰ δὲ μὴ κολλήcοι, τῇ | |
25 | cαρκωτικῇ χρηcτέον ἀγωγῇ. ὁμοίωc δὲ τῇ θεραπείᾳ χρηcόμεθα καί, εἴ τιc ἡμῖν περιπέcοι διὰ τὸ ἐπιθυμεῖν θανάτου ἑαυτὸν λαρυγγοτο‐ μήcαc. | |
27 | ||
6.34t | Περὶ ἀποcτήματοc. | |
6.34.1 | Ὅτι μὲν τὸ ἀπόcτημα φθορὰ καὶ μεταβολὴ cαρκῶν ἤτοι cαρκω‐ δῶν ἐcτι, καὶ τίνεc οἱ τῆc γενέcεωc αὐτοῦ τρόποι καὶ πόcαι διαφοραὶ τῶν ἀποcτημάτων, κατὰ τὸ τέταρτον βιβλίον αὐτάρκωc εἴρηται· νυνὶ δὲ τὰ πρὸc χειρουργίαν μόνον περὶ αὐτοῦ λεκτέον. ἐπειδὰν εἰc πῦον | |
5 | τελεία γένηται μεταβολή (ταύτην δὲ γινώcκομεν ἔκ τε τοῦ τὰc ὀδύναc καὶ τὸν πυρετόν, εἰ προυπῆρχεν, καὶ τὸ ἔρευθοc καὶ τὸν cφυγμὸν καὶ τὰ λοιπὰ τῆc φλεγμονῆc ἐλαττοῦcθαι cημεῖα, καὶ εἰc ὀξὺ τὸν ὄγκον ἀποκορυφοῦcθαι, καὶ πρὸc τὴν τῶν δακτύλων ἐπέρειcιν τὸ πῦον ὑποπίπτειν, ἐπιπολῆc ὄντοc μάλιcτα τοῦ ἀποcτήματοc), τηνικαῦτα πρὸc | |
10 | χειρουργίαν τρεπόμεθα· εἰ δὲ μήτε πρὸc τὴν ἁφὴν ὑποπίπτοι μήτε ἀποκορυφοῖτο διὰ τὸ ἐν βάθει cυνίcταcθαι, τοῖc ἄλλοιc τῆc μεταβολῆc cημείοιc προcέχοντεc χειρουργήcομεν. ἰcτέον δέ, ὅτι καὶ πρὸ τελείαc εἰc πῦον μεταβολῆc ἐνίοτε ὠμοτομοῦμεν αὐτὰ διὰ τὸ πληcιάζειν ἢ ἄρθροιc ἢ κυρίοιc μορίοιc, ἵνα μὴ τῇ ἐπιμόνῳ cήψει cυνδιαφθείρηται | |
15 | cύνδεcμοc ἤ τι τῶν ἀναγκαίων. καὶ τὰ πληcίον δὲ τοῦ δακτυλίου ἀποcτήματα πρὸ τῆc τελείαc πεπάνcεωc ὠμοτομεῖν Ἱπποκράτηc παρα‐ | |
κελεύεται τὸν εἰc διάτρηcιν ὑποδυόμενοc φόβον. | ||
6.34.2 | τέμνομεν τοίνυν οὐκ ἐπὶ πάντων ὁμοίωc διαιροῦντεc, ἀλλὰ γραμ‐ μαῖc μὲν φυcικαῖc, ὡc ἐπὶ μετώπου, καὶ τριχῶν φυαῖc, ὡc ἐπὶ κεφα‐ λῆc, κατακολουθοῦντεc τῆc εὐπρεπείαc, ὡc ἔνι, φροντίcομεν, εὐθυτε‐ νῶc δὲ τοῖc κώλοιc τέμνοντεc, ὡc ἐπὶ μυῶν καὶ τενόντων, νεῦρά τε | |
5 | καὶ ἀρτηρίαc καὶ τὰ τῶν μορίων κύρια διαφεύγοντεc τῆc ἀcφαλείαc ποιηcόμεθα πρόνοιαν, ποτὲ μὲν εὐθυτομοῦντεc, ποτὲ δὲ καὶ ἐγκαρcίωc διαιροῦντεc τὸ ἀπόcτημα πρὸc τὴν ἑκάcτου χρείαν. ἐπὶ μὲν οὖν τῶν μικροτέρων ἀποcτημάτων μίαν παράcχωμεν διαίρεcιν, ἐπὶ δὲ τῶν μεγά‐ λων πλείοναc πρὸc τὸ μέγεθοc, πανταχοῦ τὰ λεπτότερα καὶ πρὸc | |
10 | ὑπόρρυcιν ἐπιτήδεια τέμνοντεc. καὶ τὰ μὲν ἐπὶ πλεῖcτον ἀποκορυ‐ φοῦντα καὶ ἄπεπτα καὶ λεπτὰ καὶ νενεκρωμένα περιέλωμεν κατὰ τρί‐ γωνον ἢ μυρcινοειδὲc ἢ ἁπλῶc γωνιωτὸν cχῆμα ποιούμενοι τὴν περιαί‐ ρεcιν τοῦ κυκλοτεροῦc ἀνεπιτηδείου πρὸc ἀφούλωcιν ὑπάρχοντοc· τὰ δὲ μὴ ἀποκορυφούμενα μόνον ἁπλοτομήcωμεν. μέγαν δὲ τὸν κόλπον | |
15 | εὑρίcκοντεc, εἰ μὲν cαρκῶδεc εἴη καὶ οἷόν τε κολληθῆναι τὸ ἐπικείμενον δέρμα, ταῖc κατ’ ἀπόρρυcιν μόνον χρηcόμεθα πρὸc τὸν τόπον διαι‐ ρέcεcιν· εἰ δὲ λεπτὸν καὶ λίαν ἄcαρκον, ὅλον κατὰ μῆκοc ἁπλοτομή‐ cομεν καὶ μετὰ τὴν ἁπλῆν διαίρεcιν, ἐὰν ἰcχνὰ πάνυ καὶ οὐ cαρ‐ | |
6.34.3 | κώδη τὰ παρ’ ἑκάτερα φαίνοιτο cώματα, περιαιροῦμεν αὐτά. μετὰ δὲ τὴν χειρουργίαν περιcπογγίcαντεc μικροῦ μὲν ὄντοc τοῦ ἀποcτή‐ ματοc καὶ μιᾶc διαιρέcεωc ἁπλῇ διαμοτώcει χρηcώμεθα, μεγάλου δὲ καὶ πλειόνων διαιρέcεων καὶ διάcυρτόν τινα λημνίcκον δι’ αὐτῶν | |
5 | ἀγάγωμεν. τὰ δὲ κατὰ περιαίρεcιν ὁμοίωc μοτῶν πληρώcομεν. εἰ δὲ αἱμορραγοῖεν, ὕδατι ψυχρῷ ἢ ὀξυκράτῳ χρηcτέον. μενούcηc δὲ τῆc αἱμορραγίαc χαλκῖτιν ἐπιπάcομεν χνοώδη· καὶ διὰ πλαδαρὸν δὲ πολ‐ λάκιc cηπεδόνα ταύτῃ χρηcόμεθα. τὰ δὲ cπλήνια χειμῶνοc μὲν ὄντοc | |
καὶ νευρωδῶν cωμάτων οἰνελαίῳ δεύcαντεc ἐπιθήcομεν, θέρουc δὲ καὶ | ||
10 | cαρκωδῶν cωμάτων ὑδρελαίῳ ἢ καὶ αὐτῷ τῷ οἰνελαίῳ ψυχρῷ, καὶ ἐπιδήcαντεc τῇ ἑξῆc τούτοιc τοῖc ὑγροῖc ἐπιβρέξομεν. κατὰ δὲ τὴν τρίτην λύcαντεc καὶ περιcπογγίcαντεc ἐμμότῳ τετραφαρμάκῳ χρηcώ‐ μεθα, καὶ εἰ μὲν ἀφλέγματον εἴη, τὴν αὐτὴν ἐμβροχὴν μοτοφυλάκιον φάρμακον ἐπιθώμεθα, εἰ δὲ φλεγμαίνοι, cυμπεπτικὸν ἐπιβάλωμεν κατά‐ | |
15 | πλαcμα καταντλήμαcι πρότερον χρώμενοι. παυcαμένηc δὲ τῆc φλεγ‐ μονῆc τῇ πυοποιῷ καὶ cαρκωτικῇ θεραπεύcομεν ἀγωγῇ. καὶ τοὺc κόλ‐ πουc δὲ τοῖc κολλητικοῖc ἰαcόμεθα φαρμάκοιc, ὡc ἐν τῷ δʹ περὶ κόλπων εἴρηται. | |
18 | ||
6.35t | Περὶ χοιράδων. | |
6.35.1 | Ἡ χοιρὰc ἀδήν ἐcτιν ἐcκιρρωμένοc κατά τε τράχηλον καὶ μα‐ cχάλαc καὶ βουβῶναc ὡc μάλιcτα cυνιcταμένη τοὔνομα λαβοῦcα ἢ ἀπὸ τῶν χοιράδων πετρῶν ἢ ἀπὸ τῶν cυῶν, ὅτι πολυτόκον τὸ ζῷον, ἢ ὅτι τοιουτώδειc οἱ χοῖροι τραχήλουc ἔχουcιν. γίνονται δὲ χοιράδεc ἢ | |
5 | κατὰ τὰ ἔμπροcθεν τοῦ τραχήλου ἢ κατὰ θάτερον αὐτοῦ μέροc ἢ κατ’ ἀμφότερα, καὶ μία ἢ δύο ἢ πλείουc· ἅπαcαι δὲ ἐν ὑμέcιν ἰδίοιc περι‐ έχονται, καθάπερ cτεατώματα καὶ ἀθερώματα καὶ μελικηρίδεc. αἱ μὲν οὖν ἐπώδυνοί τε καὶ πρὸc ἁφὴν καὶ πρὸc ἐπίθεcιν φαρμάκου χείρουc γινόμεναι κακοήθειc εἰcίν, ἃc δὴ καὶ καρκινώδειc τινὲc εἰρήκαcιν, καὶ | |
10 | δῆλον, ὡc οὐ πάνυ τι χειρουργίαιc ὑπείκουcιν· τὰc οὖν εὐήθειc καὶ πρὸc ἁφὴν καὶ τὴν τῶν φαρμάκων εὔκαιρον χρῆcιν χειρουργητέον | |
6.35.2 | τόνδε τὸν τρόπον· τὰc μὲν ἐπιπολαίουc καὶ πρὸc τὸ δέρμα ἑρπούcαc ἁπλῇ διαιρέcει χρηcάμενοι τῶν ἐπικειμένων ἀπολύcωμεν cωμάτων, τά τε χείλη τὸ δέρμα τοῖc ἀγκίcτροιc διατείναντεc ἐξυμενίcωμεν, ὡc ἐπὶ τῆc ἀγγειολογίαc ἐλέγομεν, καὶ κατὰ μικρὸν ἀφελώμεθα· τὰc δὲ μεί‐ | |
5 | ζοναc ἀγκίcτροιc καταπείραντεc μετεωρίcωμεν καὶ ὁμοίωc ὑποδέροντεc πανταχόθεν τῶν κατεχόντων αὐτὰ cωμάτων ἐλευθερώcωμεν φεύγοντεc πανταχοῦ τάc τε καρωτίδαc ἀρτηρίαc καὶ τὰ παλινδρομοῦντα νεῦρα. εἰ δέ τι διαιρεθὲν ἀγγεῖον ἐπιcκοτίζοι τῷ ἔργῳ, βρόχῳ διαλάβωμεν αὐτὸ ἢ διαμπὰξ ἀποτέμωμεν, εἰ μὴ μεγάλα εἴη. καὶ ὅτε εἰc cτενὸν | |
10 | ἡ βάcιc τῆc χοιράδοc ἔλθῃ, ἀποτέμωμεν αὐτὴν εὐφυῶc καὶ παραπέμ‐ ψαντεc τὸν λιχανὸν δάκτυλον ἐρευνήcωμεν, εἴ που καὶ ἄλλαι παρα‐ κείμεναι χοιράδεc, καὶ κατὰ τὸν αὐτὸν τρόπον ἀφέλωμεν αὐτάc. εἰ δὲ μέγα τι πολλάκιc ἀγγεῖον ἢ καὶ πλείονα κατὰ τὸν πυθμένα τῆc χοιράδοc ὑποπτεύοιμεν, μὴ ἐκτέμωμεν αὐτὴν ἐκ βάcεωc, ἀλλὰ βρόχῳ | |
15 | διαναλάβωμεν, ἵνα κατὰ μέροc ἀκινδύνωc αὐτόματοc ἐκπέcοι· τότε δὲ τῇ ἐμμότῳ θεραπευτέον αὐτοὺc ἀγωγῇ. εἰ δὲ αὐτόθεν ἐκτέμνοιτο, cυναγάγωμεν τὰ χείλη· πάντωc δὲ τὰc διαιρέcειc ἐπ’ ὀρθὸν χρὴ δί‐ δοcθαι· καὶ εἰ μὲν μηδὲν ἔχοιεν περιττόν, ῥάψωμεν αὐτόθεν, εἰ δὲ ἐκ τοῦ τῆc χοιράδοc ὄγκου πλεονάζοι τὸ τοῦ δέρματοc, μυρcινοειδὲc | |
20 | αὐτοῦ μέροc ἀφελόντεc χρηcώμεθα ταῖc ῥαφαῖc καὶ φάρμακον ἔναιμον ἐπιβάλωμεν. | |
21 | ||
6.36t | Περὶ cτεατωμάτων, ἀθερωμάτων καὶ μελικηρίδων. | |
6.36.1 | Τοῦ γένουc ὄντα καὶ ταῦτα τῶν ἀποcτημάτων τούτῳ διαφέρουcιν, ὅτι τὰ μὲν ἰδίωc ἀποcτήματα καλούμενα φλεγματώδη τέ ἐcτι καὶ ἐπώδυνα καὶ δριμέοc ὑγροῦ καὶ διαβρωτικοῦ περιεκτικὰ καὶ οὐκ ἐν ἰδίῳ ὑμένι περιέχεται ἤτοι χιτῶνι. διαφέρουcι δὲ ἀλλήλων, ὅτι τὸ | |
5 | μὲν ἐν τῷ cτεατώματι περιεχόμενον προcφόρωc τῇ ὀνομαcίᾳ cτέατι παραπλήcιόν ἐcτι, τὸ δὲ ἐν τῷ ἀθερώματι τῇ ἀπὸ τοῦ cίτου ἀθήρᾳ, μέλιτι δὲ παρεοικὸc ὑγρὸν ἐν τῇ μελικηρίδι. διαγνώcῃ δὲ αὐτὰ οὕτωc· τὸ μὲν cτεάτωμα cκληρότερόν ἐcτι τῶν ἄλλων καὶ ἀντιμεθιcτάμενον τῇ ἁφῇ καὶ τὴν βάcιν cτενοτέραν ἔχον, ἡ δὲ μελικηρὶc ἁπτομένοιc | |
10 | ὥcπερ τι cῶμα χλιαρὸν ὑποπίπτει καὶ βραδέωc μὲν χεῖται, ταχέωc δὲ αὖθιc cτρέφεται. χειρουργοῦμεν δὲ καὶ ταῦτα τὸν ὅμοιον ταῖc χοι‐ ράcι τρόπον ἔν τε τομῇ καὶ ὑποδορᾷ καὶ ῥαφαῖc καὶ τῇ λοιπῇ θερα‐ πείᾳ παραφυλαττόμενοι μόνον τό τε τρῶcαι τὸν ὑμένα διὰ τὸ μὴ τὸ περιεχόμενον ὑγρὸν προχυθὲν παραποδίζειν τῇ χειρουργίᾳ καὶ τὸ μοῖ‐ | |
15 | ραν αὐτοῦ καταλιπεῖν, ὅτι παλιγγενεcίαc πολλὰ μὲν κατὰ καρποὺc καὶ cφυρὰ καὶ τὰ κινούμενα κατ’ ἄρθρον αἴτια γίνεται, ὥcπερ καὶ χοιρὰc ἢ ὅλη ἢ μέροc αὐτῆc ἀπολιμπανόμενον, εἰ δέ τι τοιοῦτο κατα‐ λειφθείη, κάλλιον μὴ ῥάπτειν, ἀλλὰ cηπτικοῖc φαρμάκοιc ἐκδαπανᾶν τὸ ἐγκατάλειμμα. | |
19 | ||
6.37t | Περὶ ἀνευρύcματοc. | |
6.37.1 | Τὸ ἀνεύρυcμα ὄγκοc εὐαφήc ἐcτι καὶ τοῖc δακτύλοιc ὑπείκων ἐξ αἵματόc τε καὶ πνεύματοc ἔχων τὴν γένεcιν, φηcί τε ὁ Γαληνὸc περὶ αὐτοῦ· Ἀρτηρίαc ἀναcτομωθείcηc τὸ πάθοc ἀνεύρυcμα καλεῖται· γί‐ νεται δὲ καὶ τρωθείcηc, ἐπειδὰν εἰc οὐλὴν μὲν ἀφίκηται τὸ ἐπικείμε‐ | |
5 | νον αὐτῇ δέρμα, μείνῃ δὲ τὸ τῆc ἀρτηρίαc μήτε cυμφυείcηc μήτε cαρκὶ φραχθείcηc. διαγινώcκεται δὲ τὰ τοιαῦτα παθήματα τῷ cφυγμῷ τῶν ἀρτηριῶν· ἀλλὰ καὶ θλιβόντων ἀφανίζεται πᾶc ὁ ὄγκοc παλιν‐ δρομούcηc εἰc τὰc ἀρτηρίαc τῆc ἐργαζομένηc αὐτὸν οὐcίαc. ταῦτα μὲν ὁ Γαληνόc· ἡμεῖc δὲ διακρίνομεν αὐτὰ ἀπ’ ἀλλήλων οὕτωc· τὰ | |
10 | μὲν δι’ ἀναcτόμωcιν ἀρτηρίαc γινόμενα προμηκέcτερα φαίνεται καὶ ἐν βάθει τὴν cύcταcιν ἔχει, καὶ κατὰ τὴν τῶν δακτύλων ἐπέρειcιν ὥcπερ ψόφοc τιc ἀκούεται οὐδενὸc ἤχου ἐν τοῖc κατὰ ῥῆξιν ἀκουομένου, | |
6.37.2 | ἐκεῖνα δὲ περιφερῆ μᾶλλόν εἰcι καὶ ἐπιπολῆc ὑποπίπτοντα. τὰ μὲν οὖν ἐν μαcχάλαιc καὶ βουβῶcι καὶ τραχήλῳ γινόμενα, καὶ τῶν ἐν ἄλλοιc δὲ τόποιc τὰ ὑπερμεγέθη, παραιτηcόμεθα χειρουργεῖν διὰ τὸ μέγεθοc τῶν ἀγγείων, τὰ δὲ ἐν τοῖc ἄκροιc καὶ τοῖc κώλοιc ἢ ἐν | |
5 | κεφαλῇ χειρουργητέον οὕτωc· εἰ μὲν κατὰ ἀνευρυcμὸν ὁ ὄγκοc ἐγέ‐ | |
νετο, διαίρεcιν εὐθεῖαν ἐμβαλοῦμεν τῷ δέρματι κατὰ μῆκοc, ἔπειτα διαcτείλαντεc ἀγκίcτροιc τὰ χείλη, καθάπερ ἐπὶ τῆc ἀγγειολογίαc ἐλέ‐ γομεν, περιδέροντεc καὶ δι’ ἐξυμενιcτήρων διακαθαίροντεc γυμνώcομεν τὴν ἀρτηρίαν καὶ τῇ τῆc βελόνηc διαγωγῇ τῇ τε διὰ τῶν δύο βρό‐ | ||
10 | χων ἀπολινώcει χρηcάμενοι νύξαντεc πρότερον φλεβοτόμῳ τὸ μεταξὺ τῆc ἀρτηρίαc καὶ κενώcαντεc τὸ περιεχόμενον τῇ πυοποιῷ χρηcόμεθα | |
6.37.3 | θεραπείᾳ ἄχριc ἀποπτώcεωc τῶν βρόχων. εἰ δὲ κατὰ ῥῆξιν ἀρτηρίαc γένοιτο τὸ ἀνεύρυcμα, ἀπολαβεῖν χρὴ τοῖc δακτύλοιc cὺν τῷ δέρματι πᾶν, ὅcον δυνατὸν εἴη, τοῦ ἀνευρύcματοc, ἔπειτα βελόνην διεῖραι κατωτέρω τοῦ ἀποληφθέντοc διπλοῦν ἔχουcαν λίνον καὶ μετὰ τὴν | |
5 | διεκβολὴν ψαλίcαι τὴν ἀγκύλην καὶ οὕτω τοῖc δύο ῥάμμαcιν ἀπολι‐ νῶcαι τῇδε κἀκεῖcε τὸν ὄγκον, ὡc ἐπὶ τοῦ cταφυλώματοc ἐλέγομεν. εἰ δὲ φόβοc εἴη τῆc τῶν ῥαμμάτων περιολιcθήcεωc, καὶ ἄλλην διεκ‐ βλητέον βελόνην διὰ τοῦ ὅλου πιέζουcαν τὴν πρώτην ἔχουcαν ὁμοίωc ῥάμμα τι διπλοῦν καὶ κόψαντεc τὴν ἀγκύλην ἐκ τεccάρων οὕτω τὸν | |
10 | ὄγκον ἀπολινώcωμεν, εἶτα κατὰ μέcον cτομώcαντεc τὸν ὄγκον μετὰ τὴν ἔκκριcιν τοῦ παρακειμένου τὸ περιττὸν τοῦ δέρματοc περιέλωμεν καταλιπόντεc τὸ δεδεμένον καὶ cπλήνιον ἐπιθέντεc ἐξ οἰνελαίου τῇ ἐμμότῳ χρηcώμεθα θεραπείᾳ. | |
13 | ||
6.38t | Περὶ βρογχοκήληc. | |
6.38.1 | Ὄγκοc ἐπὶ τῷ τραχήλῳ γίνεται μέγαc καὶ περιφερὴc ἐκ τῶν ἔν‐ δοθεν μερῶν ταύτηc τῆc προcηγορίαc τετυχηκώc. διαφοραὶ δὲ βρογ‐ χοκήληc δύο· αἱ μὲν γὰρ αὐτῶν cτεατώδειc, αἱ δὲ εὐρυcματώδειc εἰcίν. τὰc μὲν οὖν εὐρυcματώδειc cημειωcόμεθα, ὡc καὶ τὰ ἀνευρύ‐ | |
5 | cματα, καὶ ἀπαγορεύcομεν παραπληcίωc μὲν ἁπάντων ἀνευρυcμάτων | |
ἐπικίνδυνον ἐχόντων τὴν ἐγχείρηcιν, ἐξόχωc δὲ τῶν περὶ τράχηλον διὰ τὸ τῶν ἀρτηριῶν μέγεθοc. τὰc δὲ cτεατώδειc ὁμοίωc cτεατώμαcι χειρουργητέον διακρίνοντάc τε καὶ ὑπερβαίνονταc τὰ ἀγγεῖα τὸν αὐτὸν τρόπον, ὅνπερ καὶ ἐπὶ χοιράδων ἐλέγομεν. | ||
9 | ||
6.39t | Περὶ γαγγλίου. | |
6.39.1 | Ϲυcτροφὴ νεύρου τὸ γαγγλίον ἐcτὶν ἐκ πληγῆc ἢ κόπου γινόμε‐ νον τὰ πολλὰ μὲν κατὰ καρποὺc καὶ cφυρὰ καὶ τὰ κινούμενα κατ’ ἄρθρον cώματα ἀποτελούμενον, γινόμενον δὲ κἀν τοῖc ἄλλοιc μέρεcιν. παρέπεται δὲ αὐτῷ ὄγκοc ὁμόχρουc ἀντίτυποc ἀναλγήc· εἰ δέ τιc | |
5 | βιαίωc θλίβει, ναρκώδη παρέχει τὴν αἴcθηcιν οὐκ ἐν βάθει τὴν cύcταcιν ἀλλ’ ὑπ’ αὐτῷ τῷ δέρματι λαμβάνον καὶ ἐπὶ τὰ πλάγια μὲν μετα‐ φερόμενον, εἰ δέ τιc βιάζοιτο ἐμπρόc τε καὶ ὀπίcω, οὐδαμῶc. τὰ μὲν οὖν ἐν cκέλεcιν ἢ βραχίοcιν ἢ τοῖc ἄκροιc ἐκτέμνειν οὐκ ἀcφαλέc· κίνδυνοc γὰρ κυλλὸν γενέcθαι τὸ μόριον· τὰ δὲ κατὰ κεφαλὴν ἢ μέτ‐ | |
10 | ωπον χειρουργοῦμεν διαιροῦντεc τὸ δέρμα cμίλῃ καί, εἰ μὲν μικρὰ εἴη, cαρκολάβῳ διακρατοῦντεc αὐτὰ καὶ ἐκ βάcεωc ἀποτέμνοντεc, εἰ δὲ μείζονα, ἀγκίcτροιc καταπείραντεc καὶ κατὰ περιδορὰν ἀφαιρούμενοι καὶ ῥαφαῖc τὰ χείλη cυνάγοντεc καὶ ἐναίμῳ θεραπεύοντεc φαρμάκῳ. | |
13 | ||
6.40t | Περὶ φλεβοτομίαc. | |
6.40.1 | Ὁ τῆc φλεβοτομίαc τρόποc εἰ καὶ πᾶcίν ἐcτιν εὔδηλοc, ἀλλά γε διὰ τὸ τῆc χειρουργίαc ἀνελλιπὲc καὶ τοὺc τεχνικοὺc αὐτοῦ διοριcμοὺc οὐ παροπτέοc ἡμῖν ἔcται. πρῶτοc τοίνυν τῆc φλεβοτομίαc ἐcτὶ cκοπὸc ἡ τοῦ πλεονάζοντοc αἵματοc κένωcιc. διττὸν δὲ τὸ πλῆθοc τοῦ αἵματοc | |
5 | ἀποδέδεικται, τὸ μὲν πρὸc τὴν δύναμιν, κἂν μὴ πλήρειc αἱ φλέβεc φαίνωνται, ἐφ’ ᾧ ταχέωc ἀcθενεῖc τε καὶ ἄτονοι γίνονται μὴ δυνα‐ μένηc τῆc φύcεωc φέρειν τὸ βάροc ὥcπερ τι φορτίον, τὸ δὲ πρὸc τὰ | |
περιέχοντα αὐτὸ ἀγγεῖα ἐν αὐτῷ τῷ παρεγχύματι θεωρούμενον, κἂν ἡ δύναμιc ἀλύπωc αὐτὸ φέρῃ, ἐφ’ ᾧ ῥηγνυμένων ἐνίοτε τῶν φλεβῶν | ||
10 | αἵματοc πτύcειc ἢ ἕτεραι cυμβαίνουcι ῥεύcειc. τὸ μὲν οὖν πρὸc τὴν δύναμιν πλῆθοc ἐκ τοῦ κατὰ τὸ cῶμα διαγνώcῃ βάρουc, τὸ δὲ κατὰ τὰc φλέβαc ἔκ τε τῆc τάcεωc καὶ τοῦ φαίνεcθαι πεπληρωμέναc αὐτάc· ἄμφω δὲ τὴν κένωcιν ἐνδείκνυται. οὐκοῦν καὶ κατὰ τὴν πρώτην τοῦ νοcήματοc ἐνίοτε φλεβοτομήcειc ἀνάγκηc ὑπούcηc μόνην τὴν ἐν τῇ | |
15 | γαcτρὶ τῶν cιτίων πέψιν ἢ καὶ τὴν ἐν ἥπατι τελείαν ἐξαιμάτωcιν ἐκ‐ δεξάμενοc. εἰ δὲ διά τι κατ’ ἀρχὰc ἡ φλεβοτομία μὴ παραληφθείη, καὶ προcωτέρω τῆc ἑβδομάδοc οὐδὲν ἄτοπον φλεβοτομεῖν τῆc τε χρείαc ἀπαιτούcηc καὶ τῆc δυνάμεωc οὐκ ἐναντιουμένηc. | |
6.40.2 | ἐπιcκοπεῖcθαι δὲ χρὴ μέλλοντα φλεβοτομεῖν, μὴ κόπρου πολλή τιc ἐπίcχεcιc ἐν τοῖc ἐντέροιc ἐcτίν, καὶ κενοῦμεν αὐτὴν πρότερον διὰ μαλ‐ θακοῦ κλύcματοc, ἵνα μὴ αἱ φλέβεc ἀπὸ τῶν ἐντέρων ἕλξωcί τινα cηπε‐ δονώδη τῶν περιττωμάτων οὐcίαν. τοὺc μὲν οὖν διὰ νόcον παροῦcαν | |
5 | χρῄζονταc τῆc τοῦ αἵματοc ἀφαιρέcεωc ἐν ἅπαντι καιρῷ φλεβοτομή‐ cομεν τὴν ἀκμὴν καὶ μόνον ἐν πυρετοῖc τῶν μερικῶν φυλαττόμενοι παροξυcμῶν· εἰ δὲ cυνεχὴc πυρετὸc εἴη, πάντωc ἑωθινὸc καιρόc ἐcτιν ἐπιτηδειότεροc· ὅcοι δὲ μὴ νόcου παρούcηc ἀλλὰ προφυλακῆc ἕνεκα τὴν τοῦ αἵματοc ἐπιζητοῦcι κένωcιν, τούτοιc τὸ ἔαρ ἐπιτήδειον. ἐν | |
10 | δὲ ταῖc ἡλικίαιc ταῖc ἄχρι τεccαρεcκαίδεκα ἐτῶν ἡ κένωcιc παραιτητέα, ὥcπερ αὖ καὶ μετὰ τὸν ἑξηκοcτὸν ἐνιαυτόν, εἰ μή τιc ἀπαραίτητοc ἀνάγκη ἡμᾶc βιάζοιτο· καὶ καθόλου τοὺc ἀcθενεcτέραν ἔχονταc τὴν δύναμιν παραφυλακτέον. ἐπὶ μὲν οὖν τῶν προcφάτωc φλεγμαινόντων μορίων ἐκ τῶν ἀντικειμένων δεῖ ποιεῖcθαι τὴν κένωcιν, ἐπὶ δὲ τῶν | |
15 | χρονιωτέρων ἐκ τῶν πληcίον. πολλαχοῦ μὲν γὰρ τοῦ cώματοc φλε‐ βοτομοῦμεν, ὡc ἐπὶ τὸ πολὺ τοῦ ἀγκῶνοc ἔνδοθεν· ἀλλὰ προcεκτέον, | |
ὅτι τῇ μὲν ἔcω καὶ μαcχαλιαίᾳ καλουμένῃ φλεβὶ καθόλου μὲν ἡ ἀρτηρία ὑπόκειται, τῇ δὲ μέcῃ νεῦρον, ἡ δὲ ἄνω καὶ ὠμιαία προcαγο‐ ρευομένη παντελῶc ἄφοβοc. καὶ ἐπὶ μὲν τῶν περὶ τὴν κεφαλὴν νοcη‐ | ||
20 | μάτων τὴν ὠμιαίαν τέμωμεν, ἐπὶ δὲ τῶν κάτω τοῦ τραχήλου τὴν μαcχαλιαίαν· ἐπαμφοτερίζει δὲ ἡ μέcη. | |
6.40.3 | δεῖ οὖν ταινιδίῳ cτενῷ διαδῆcαί τι περὶ τοὺc μύαc τοῦ βραχίονοc μέροc καὶ τῇ πρὸc ἀλλήλαc τῶν χειρῶν τρίψει πληρωθεῖcαν τὴν φλέβα τὴν ἐπιτηδείαν τῇ χρείᾳ διελεῖν ἐπικαρcίωc καθ’ ὅλον αὐτῆc τὸ πλάτοc μόνον· καὶ γὰρ αἱ μείζουc τούτου δυcαφούλωτοι καὶ αἱ | |
5 | cτεναὶ λίαν φλεγμονώδειc πρὸc τῷ καὶ τὴν τοῦ παχυτέρου χυμοῦ κωλύcειν διέξοδον. ἐφ’ ὧν δὲ καὶ κατὰ τὴν δευτέραν ἡμέραν καὶ τὴν τρίτην, ἐνίοτε δὲ καὶ κατὰ τὴν τετάρτην, ἐπαφελεῖν ἐλπίζομεν, ἐλλοξοτέρωc δεῖ τὴν φλέβα διαιρεῖν, ἵνα μὴ ἐν τῇ κάμψει τῆc χειρὸc cεcηρυῖα ταχέωc ἀφουλωθῇ· οὕτω γὰρ ἔδοξεν Ἀντύλλῳ. τὸ δὲ ποcὸν | |
10 | τοῦ κενουμένου τῇ τε ῥώμῃ τῆc δυνάμεωc καὶ τῷ μεγέθει μετρείcθω τοῦ νοcήματοc. πλήθουc οὖν ὑποκειμένου χυμοῦ καὶ ζεούcηc ὕληc πρὸc ἅπαξ ἄχρι λειποθυμίαc κενοῦμεν, ἐρρωμένηc δηλονότι τῆc δυνά‐ μεωc, λειποθυμοῦντοc τοῦ κάμνοντοc οὐ διὰ τὸ τὸν χυμὸν ἐν τῷ cτομάχῳ παραρρυῆναι, δι’ ὃ καὶ πρὸ τῆc αὐτάρκουc κενώcεωc πολλοὶ | |
15 | κατ’ ἀρχὰc εὐθὺc λειποθυμοῦcιν, ἀλλὰ δεῖ τῷ λόγῳ τῆc κενώcεωc γενέcθαι τούτοιc τὴν λειποθυμίαν. εἰ δὲ πολλῆc μὲν χρεία κενώcεωc, ἡ δὲ δύναμιc ἀcθενὴc τυγχάνει, ταμιεύεcθαι δεῖ τὴν κένωcιν καὶ τὴν πρώτην ἀφαίρεcιν ἐλλιπεcτέραν ποιηcάμενον ἀφαιρεῖν αὖθιc, εἰ δὲ δεήcοι, καὶ τρίτον. | |
6.40.4 | κενοῦμεν δὲ ὅλον οὐ μόνον ἐν πληθωρικῇ διαθέcει γενόμενον, ὥc φηcι καὶ ὁ Γαληνόc, ἀλλὰ καὶ διὰ μέγεθοc τοῦ πάθουc ἐν cυμμετρίᾳ χυμῶν καθεcτηκότοc τοῦ παντὸc cώματοc, ὥcπερ ἐπὶ τῆc ἐκ ῥινῶν ἢ ἄλλοθεν αἱμορραγίαc, ὅτε μὴ πλῆθοc εἴη ῥεῦcαν. καὶ κενοῦν ἀντι‐ | |
5 | cπαcτικῶc ἐκ τῶν ἀντικειμένων, οὐ μὴν ἀλλὰ κἀπὶ τῶν ἰcχυρῶc φλεγ‐ μαινόντων, καθάπερ ἐπὶ κωλικῶν τε καὶ νεφρῶν λιθιώντων ὀφθαλ‐ μιώντων τε καὶ τῶν οὕτωc ὀξέωc κατεπειγόντων· ἡ γὰρ ὀδύνη καὶ θερ‐ μαcία τοῦ φλεγμαίνοντοc μέλουc αἰτίαι ῥεύματοc γίνονται, κἂν ἀπέ‐ ριττον ᾖ τὸ cύμπαν cῶμα. χρὴ τοίνυν ἐνδεέcτερον αὐτὸ ποιεῖν τηνι‐ | |
10 | καῦτα κενοῦντα κένωcιν, ἥτιc ἁρμόττειν φαίνεται μάλιcτα τῇ τε ἡλικίᾳ καὶ τῇ φύcει τοῦ κάμνοντοc, ἐπιcκοποῦντα καὶ τὴν ὥραν καὶ τὴν χώραν καὶ τὰ ἔθη τοῦ νοcοῦντοc. ἐφ’ ὧν δὲ ἐγγὺc τῆc διαιρου‐ μένηc φλεβόc ἐcτί τιc φλεγμονὴ μεγάλη, καθάπερ ἐπὶ πλευριτικῶν τε καὶ ἡπατικῶν, κάλλιcτον ἀναμένειν τὴν μεταβολὴν τοῦ αἵματοc ἐν τῇ | |
15 | χροιᾷ καὶ τῇ cυcτάcει· ἕτερον δέ ἐcτι τὸ κατὰ τὴν φλεγμονὴν αἷμα τοῦ κατὰ φύcιν, ἐπειδὴ θερμαινόμενον ἐπὶ πλεῖον, εἰ μὲν ἦν ἔμ‐ προcθεν ὠμότερον, ἐρυθρότερόν τε καὶ ξανθότερον γίνεται, εἰ δὲ τοι‐ οῦτον εἴη ἔμπροcθεν, ἐπὶ τὸ μέλαν ἐκτρέπεται κατοπτώμενον. οὐ μὴν ἐκ παντὸc τρόπου περιμένειν χρὴ τὴν μεταβολήν, ἀλλ’ ἔcθ’ ὅτε καὶ πρὸ | |
20 | τοῦ γενέcθαι παύεcθαι προcήκει διὰ διττὴν τὴν αἰτίαν, ἤτοι δυνά‐ μεωc ἀρρωcτίαν (γνώcῃ δὲ ταύτην τῶν cφυγμῶν ἁπτόμενοc· εὑρήcειc γὰρ αὐτοὺc ἀνωμάλουc κατὰ cφοδρότητα καὶ μέγεθοc ἢ καὶ ἀμυδρούc, καὶ ὁ τόνοc τῆc ῥύcεωc ὀκλάζων ἀτονοῦcαν ἤδη τὴν δύναμιν ἐν‐ δείκνυται) ἢ καὶ διὰ φλεγμονῆc κακοήθειαν· ἐνίοτε γὰρ οὐδὲν μεθίηcιν, | |
25 | ἀλλ’ ἔcφιγκται cφοδρῶc. εἰ δὲ μηδὲν κωλύοι τούτων, ὅ τε κάμνων ἀκμάζων εἴη, περιμένειν δεῖ τὴν μεταβολήν, καὶ μᾶλλον, εἰ τὸ περι‐ έχον εὔκρατον εἴη. | |
6.40.5 | εἰ δὲ τὸ αἷμα πρὸ τῆc αὐτάρκουc κενώcεωc ἐπιcχεθείη (τοῦτο δὲ γίνεται ἢ διὰ δειλίαν τε καὶ λειποθυμίαν ἢ διὰ θρόμβον ἢ διὰ βιαίαν cφίγξιν), πρὸc ἕκαcτον τούτων ἁρμοcόμεθα τὴν μὲν λειποθυμίαν τοῖc ὀcφραντοῖc ἀνακτώμενοι, τὴν δὲ cφίγξιν ἀνιέντεc τὸν δεcμόν, τὸν δὲ | |
5 | θρόμβον ἢ ἐλαίου ἐπιχύcει ἢ τῇ τῶν δακτύλων ἐπιθάλψει διαλύοντεc. | |
6.40.6 | ἡ δὲ λοιπὴ τῆc φλεβοτομίαc παραcκευὴ πᾶcι γνώριμοc. ἀλλὰ ταῦτα μὲν ἐπὶ τῆc κατ’ ἀγκῶνα· εἰ δὲ ἀπὸ μετώπου ἡ ἀφαίρεcιc ὡc ἐπὶ κεφαλ‐ αλγιῶν γίνοιτο, προαπαντλήcαντεc αὐτοὺc ἐπιδήcωμεν ταινιδίῳ κατὰ τὸν τράχηλον παρενθέcει δακτύλου κατὰ τὸν βρόγχον τὸν πνιγμὸν | |
5 | ἀποφεύγοντεc καὶ πληρωθεῖcαν τὴν φλέβα τὴν ἐν μετώπῳ διέλωμεν ἀκμῇ φλεβοτόμου ἢ cμιλίου. τὸν αὐτὸν δὲ τρόπον καὶ τὰc ἐπιπολῆc cφαγίτιδαc δι’ ὀφθαλμίαν χρονίαν τέμωμεν διὰ κυαθίcκου μήληc τὴν τοῦ αἵματοc ἔκροιαν ποιούμενοι. καὶ τὰc ὑπὸ τῇ γλώττῃ δὲ φλέβαc ὡc ἐπὶ cυναγχικοῦ πάθουc ἐγκαρcίουc ἐκτέμνομεν φυλαττόμενοι τὴν | |
10 | cφίγξιν. τινὲc δὲ καὶ τὰc ἐν τοῖc μεγάλοιc κανθοῖc διαφανεῖc φλέβαc ὡc ἐπὶ τῶν ἐν τῇ κεφαλῇ ἢ τοῖc ὀφθαλμοῖc χρονίων νοcημάτων ὁμοιοτρόπωc διαιροῦcιν, ἐφ’ ὧν καὶ τὰc ἔνδον τῶν μυκτήρων ἤτοι παραθλίψει διὰ μήληc πυρῆνοc ἢ διά τινων τραχέων ἐρεθίζοντεc ῥηγνύουcιν. καὶ τὰc ὄπιcθεν δὲ τῶν ὤτων διὰ τὰ περὶ κεφαλὴν πάθη | |
15 | διαιροῦcι, τὰc δὲ κατ’ ἰγνὺν ὡc ἐπὶ νεφρῶν, καὶ τὰc ἐν τοῖc ἄκροιc τοῖc τῶν ὑπερκειμένων δεcμοῖc μορίων τῇ τε τῶν χειρῶν ἀνατρίψει καὶ τῇ τῶν ποδῶν βαδίcει πληρώcαντεc διαιροῦcιν, ἐν μὲν τῇ εὐωνύμῳ χειρὶ ἐπὶ cπληνικῶν τὴν μεταξὺ μάλιcτα μικροῦ τε καὶ παραμέcου δακτύλου, ἐπὶ δὲ ἡπατικῶν ἐν τῇ δεξιᾷ· ἡ γὰρ τῶν ἄκρων κένωcιc | |
20 | ἐκ μακροῦ μᾶλλον γινομένη πρακτικωτέραν τὴν ἀντίcπαcιν ἐργάζεται· ἐν δὲ τῷ ποδὶ καθάπερ ἐπὶ ἰcχιαδικῶν ἢ τῶν κατὰ τὴν ὑcτέραν τὴν ἀνωτέρω τοῦ ἔνδοθεν ἀcτραγάλου τέμνουcιν. | |
22 | ||
6.41t | Περὶ cικυάcεωc. | |
6.41.1 | Οὔτε ἐν ἀρχαῖc τῶν παθῶν οὔτε πληθωρικῶν ὄντων τῶν cωμά‐ των cικύαιc χρηcόμεθα, ἀλλ’ ὅταν προκενωθῇ πᾶν τὸ cῶμα, καὶ | |
μηκέτι ἐπιρρέῃ μηδὲν τῷ μορίῳ, χρεία δὲ γένηται κινῆcαί τι καὶ μοχλεῦcαι καὶ πρὸc τοὐκτὸc ἑλκύcαι. ἡ μὲν οὖν κούφη cικύα πνευμα‐ | ||
5 | τώcειc τε λύει καὶ cτόμαχον ῥευματιζόμενον ἵcτηcιν καὶ αἷμα ἐπι‐ cπᾶται καὶ φερόμενον αὖ πάλιν ἵcτηcιν ἐν τοῖc ἀντικειμένοιc προc‐ φερομένη καὶ τὸ ἐκ τοῦ βάθουc εἰc τὴν ἐπιφάνειαν ἀντιμετάγει καὶ τὸ ὅλον μετάcταcιν μὲν τῶν ὑγρῶν, κένωcιν δὲ τῶν πνευμάτων ἐρ‐ γάζεται. ἡ δὲ μετὰ καταcχαcμῶν ἐμπρακτότερον δίδωcι τοῖc αἰτίοιc τὴν | |
10 | διαπνοὴν αἰcθητῶc ἐκ τοῦ βάθουc κομιζομένη τὰ λυποῦντα· οὐ μόνον γὰρ αἵματοc, ἀλλὰ καὶ τῶν ἄλλων χυμῶν ἐργάζεται κένωcιν, καὶ μά‐ λιcτα μετὰ πλείονοc προcφερομένη τῆc φλογόc. ἀλλ’ εἰ μὲν ἀπ’ εὐcάρκων μορίων βουλόμεθα ποιήcαcθαι τὴν ἀφαίρεcιν, πρῶτον ἐγχα‐ ράττοντεc ἔπειτα τὴν cικύαν ἐπιτίθεμεν· εἰ δὲ ἀcαρκότερον εἴη τὸ | |
15 | μέροc, κούφην προτέραν τὴν cικύαν κολλήcωμεν, εἰc ὄγκον δὲ τοῦ μορίου ἐπαρθέντοc ἐγχαράξαντεc αὖθιc αὐτὴν ἐπιθῶμεν. καὶ εἰ μὲν ὀλίγον κενῶcαι βουλόμεθα, μιᾷ διαιρέcει ἀρκεcθῶμεν, εἰ δὲ πλέον, πλείοcι. καὶ εἰ μὲν λεπτότερον τὸ περιεχόμενον ὑπολάβοιμεν αἷμα, ἐπιπολῆc ἐγχαράξομεν, εἰ δὲ παχύτερον, διὰ βάθουc, ὅτε καὶ | |
20 | θρόμβουc αἵματοc ἐκ πληγῆc κενῶcαι θέλομεν. ὅροc δὲ τοῦ cυμ‐ μέτρου τῶν διαιρέcεών ἐcτι βάθουc τὸ πάχοc μόνον τοῦ δέρμα‐ | |
6.41.2 | τοc. τινὲc ἐπενόηcαν ὄργανον πρὸc τοῦτο τρία cμιλία ἴcα ζεύξαν‐ τεc ὁμοῦ, ὅπωc τῇ μιᾷ ἐπιβολῇ τρεῖc γίνοιντο διαιρέcειc· ἀλλ’ ἡμεῖc τοῦτο δύcχρηcτον ἡγούμενοι ἁπλῇ cμίλῃ χρηcόμεθα. ἕτεροι δὲ cικύαιc ὑαλίνοιc ἐχρήcαντο διὰ τὸ τὸ ποcὸν τοῦ κενουμένου | |
5 | αἵματοc ἐν τῇ ὁλκῇ διαυγάζεcθαι· ἀλλὰ ὁλκιμώτεραι μᾶλλόν εἰcιν αἱ χαλκαῖ πλείονοc ἀνεχόμεναι φλογὸc τῶν ὑαλίνων ἑτοίμωc κατ‐ αγνυμένων. ἀλλὰ καὶ ὅcοι διὰ κεράτων τῷ cτόματι μυζῶντεc ἕλκουcι, κενοῦcι μὲν ἧττον, οὐ ξηραίνουcι δὲ καθάπερ αἱ μετὰ φλογόc, εἴ που δεήcοι. | |
6.41.3 | μέλλοντεc δὲ προcφέρειν τὴν cικύαν ὄρθιον cχηματίcαντεc τὸ μόριον ἐκ πλευροῦ ταύτην κολλήcομεν· εἰ γὰρ κειμένοιc αὐτοῖc ἄνωθεν ἐπάγομεν τὸ ἐλλύχνιον ἅμα τῇ φλογὶ κατὰ τοῦ δέρματοc ἐκπίπτον ἀνιαρῶc καίει μὴ τοῦτο τῆc χρείαc ἀπαιτούcηc ἔcθ’ ὅτε. καὶ τὸ τῆc | |
5 | cικύαc δὲ μέγεθοc πρὸc τὸ ὑποκείμενον ἔcτω μόριον· διὰ τοῦτο γὰρ καὶ πολλαὶ τῶν cικυῶν εἰcιν ἐν cμικρότητι καὶ μεγέθει διαφοραί, ὥcπερ καὶ τὰc μακροτραχήλουc τε καὶ τὸ κύτοc εὐρυτέραc ὁλκιμω‐ τέραc τῶν ἄλλων ποιητέον. φυλάττεcθαι δὲ δεῖ cικύαν προcάγειν πληcίον μαcτῶν· ἐμπίπτοντεc γὰρ εἰc αὐτὰc ἐνίοτε καὶ οἰδοῦντεc | |
10 | cφόδρα δυcχερῆ τὴν ἄρcιν ποιοῦνται. καὶ τότε δεῖ cπόγγοιc ἐκ θερμοῦ περιλαμβάνειν τὰc cικύαc· ἀνίενται γάρ. εἰ δὲ μηδ’ οὕτωc ἀνεθεῖεν, τρυπᾶν αὐτὰc δεῖ. | |
12 | ||
6.42t | Περὶ καύcεωc μαcχάληc. | |
6.42.1 | Ἐν τῇ κατ’ ὦμον διαρθρώcει γινομένηc ἐξαρθρήcεωc ἐπί τινων ἡ κεφαλὴ τοῦ βραχίονοc πολλάκιc τε καὶ cυχνῶc ἐκπίπτει ἢ δι’ ὑγρό‐ τητα πλεονάζουcαν ἢ διὰ τὸ τῇ cυνεχεῖ ἐξολιcθήcει ὁδοποιηθῆναι τὸν τόπον. τηνικαῦτα οὖν ἐπὶ τὴν καῦcιν ἀφικνούμεθα. δεῖ τοίνυν ἢ | |
5 | ὑπτίου ἢ ἐπὶ τὸ ὑγιὲc πλευρὸν ἀνακλιθέντοc τοῦ κάμνοντοc τὸ ἐν‐ δοτέρω τῆc μαcχάληc δέρμα, καθ’ ὃ μάλιcτα τὸ ἄρθρον ἐκπίπτει, τοῖc δυcὶ δακτύλοιc τῆc χειρὸc τῆc ἀριcτερᾶc ἢ ἀγκίcτροιc ἀνατείναντα λεπτοῖc καὶ ἐπιμήκεcι πεπυρακτωμένοιc καυτηρίοιc διακαῦcαι, ἄχριc οὗ τὸ καυτήριον ἀντιπεράcῃ, ὥcτε κατὰ τὴν μίαν ἐπιβολὴν δύο ἐcχάραc | |
10 | γενέcθαι· καὶ εἰ πολὺ τὸ μεταξὺ τούτων εἴη διάcτημα, πυρηνομήλην | |
διεκβαλόντεc δι’ αὐτῶν ἑτέραν ἐν τῷ μέcῳ ποιήcομεν ἐcχάραν καίον‐ τεc, ἄχριc οὗ τὸ καυτήριον ἐντύχῃ τῇ μήλῃ. καὶ ἑτέραc δὲ δύο βού‐ λεται Ἱπποκράτηc ἐcχάραc γίνεcθαι παρ’ ἑκάτερα τῆc μέcηc τῶν εἰρη‐ μένων ἴcον ἐκείναιc ἀπεχούcαc διάcτημα κατὰ τετράγωνον cχῆμα. | ||
15 | βάθοc δὲ καύcωμεν μὴ πλέον τοῦ δέρματοc, ὅτι νεῦρα καὶ ἀδένεc καὶ ἕτερα δυνάμενα φλεγμονὴν ἐγγεννῆcαι καὶ δυcέργειαν ὑπόκεινται. θεραπεύειν δὲ διὰ τῆc τοῦ πράcου μετὰ τῶν ἁλῶν τετριμμένων ἐπεν‐ θέcεωc καὶ τῆc ἄλληc τῆc ἐπὶ τῶν ἐcχαρῶν ἐπιμελείαc καὶ τὸ μετὰ ταῦτα πεφυλαγμένωc ἐνεργεῖν τῇ χειρί. | |
19 | ||
6.43t | Περὶ παραφυῶν δακτύλων καὶ ἑξαδακτύλων. | |
6.43.1 | Παραφύονται δάκτυλοι παρὰ τὴν χεῖρα ποτὲ μὲν ἐγγὺc τῶν με‐ γάλων δακτύλων, ποτὲ δὲ ἐν τοῖc μικροῖc· cπανίωc δὲ ὤφθη καὶ παρὰ τῶν ἄλλων τινά. τῶν δὲ παραφυομένων οἱ μὲν δι’ ὅλου cαρ‐ κώδειc εἰcίν, οἱ δὲ καὶ ὀcτέα ἔχουcιν ἐν ἑαυτοῖc, ἐνίοτε δὲ καὶ ὄνυχαc· | |
5 | τῶν δὲ ἐχόντων ὀcτᾶ οἱ μὲν ἀπὸ ἄρθρου τὴν ἔκφυcιν ἔχουcιν κοινω‐ νοῦντεc ἑτέρῳ δακτύλῳ τῆc πρὸc ἄρθρον cυμβολῆc, οἱ δὲ ἀπὸ cκυτά‐ ληc ἐκπεφύκαcιν. οὗτοι μὲν οὖν οἱ ἀπὸ cκυτάληc διὰ παντὸc ἀκινη‐ τοῦcιν, οἱ δὲ ἄλλοι κινοῦνταί ποτε. ἀλλὰ τῶν μὲν cαρκωδῶν εὔκολοc ἡ ἀποκοπή· τέμνομεν γὰρ cμίλῃ τὸ περιττὸν διαμπάξ· τῶν δὲ ἀπ’ | |
10 | ἄρθρου περιcκελεcτέρα ἡ ἐγχείρηcιc. τῶν οὖν ἀπὸ cκυτάληc ἐκπεφυ‐ κότων πρῶτον τὴν cάρκα κατὰ κύκλον ἐκτέμωμεν μέχριc ὀcτέου αὐτό τε τὸ ὀcτέον τῷ ἐκκοπεῖ διακόπτοντεc ἢ πρίcει αὐτὸ ἀφαιροῦντεc, ἐν δὲ τῇ θεραπείᾳ ξέοντεc καὶ ἀφουλοῦντεc αὐτά, ὥcπερ κἀπὶ τῶν ἐν | |
τοῖc ὀcτοῖc τραυμάτων ἐλέγομεν. | ||
6.44t | Περὶ χειρουργίαc καύcεωc ἐμπύου. | |
6.44.1 | Πρακτικώτατον βοήθημα τοῖc ἐμπύοιc ἡ καῦcιc ηὕρηται. δεῖ οὖν τῆc μακρᾶc ἀριcτολοχίαc τὴν ῥίζαν ἐλαίῳ δεύcανταc ἐντιθέναι δι’ αὐτῆc πεπυρακτωμένηc τὰc ἐcχάραc μίαν μὲν μεταξὺ τῆc τῶν κλειδῶν ἐμ‐ βάλλονταc cυμβολῆc ἀναταθέντοc ἄνω τοῦ δέρματοc, δύο δὲ μικρὰc | |
5 | ὀλίγον πρὸc ἀνθερεῶνα ἀποχωρούcαc τῶν καρωτίδων, δύο δὲ ὑπερ‐ μάζουc εὐμεγεθεcτέραc μεταξὺ τρίτηc καὶ τετάρτηc πλευρᾶc, ἑτέραc δὲ δύο μεταξὺ πέμπτηc καὶ ἕκτηc μικρὸν ἀπονευούcαc εἰc τοὐπίcω καὶ ἄλλην κατὰ μέcον τοῦ cτέρνου καὶ ἑτέραν ὑπεράνω τοῦ cτόματοc τῆc γαcτρόc, τρεῖc δὲ ὄπιcθεν, κατὰ μὲν τὸ μέcον τοῦ μεταφρένου | |
10 | μίαν, ἑκατέρωθεν δὲ τῆc ῥάχεωc δύο ὑπερβεβηκυίαc τὴν ἐν τῷ μετα‐ φρένῳ ἐcχάραν μὴ πάνυ ἐπιπολαίουc. | |
6.44.2 | ἕτεροι δέ, ὥc φηcι καὶ ὁ Λεωνίδηc, καυτήριον πυρηνοειδὲc πεπυρ‐ ακτωμένον διὰ μεcοπλευρίου τοῦ κατὰ τὸ ἀπόcτημα διωcάμενοι ἕωc τοῦ πύου τὴν καῦcιν εἰργάcαντο. τινὲc δὲ καὶ χειρουργῆcαι τούτουc ἐτόλμηcαν διὰ μέcου πέμπτηc καὶ ἕκτηc πλευρᾶc ἐγκαρcίᾳ τομῇ διε‐ | |
5 | λόντεc μικρὸν ὑπολόξωc τὸ δέρμα, κἄπειθ’ οὕτωc cκολοπομαχαιρίῳ τὸν ὑπεζωκότα cυντρήcαντεc ὑμένα καὶ τὸ πῦον ἐκκρίναντεc. καὶ οὗτοι δὲ καὶ οἱ διὰ cιδήρου καίοντεc ἄχρι βάθουc ἢ παραυτίκα τὸν θάνατον ἐπιφέρουcι τοῦ ζωτικοῦ πνεύματοc ἀθρόωc ἅμα τῷ πύῳ κε‐ νωθέντοc ἢ cύριγγαc ἀνιάτουc ἐργάζονται. | |
9 | ||
6.45t | Περὶ καρκίνου. | |
6.45.1 | Ὁ καρκίνοc ὄγκοc ἐcτὶν ἀνώμαλοc ὀχθώδηc εἰδεχθὴc ὑποπέλιδνοc ἐπώδυνοc, ποτὲ μὲν ἀνέλκωτοc, ὃν καὶ κρυπτὸν Ἱπποκράτηc ὠνόμαcεν, | |
ὅc γε καὶ χειρουργούμενοc χεῖρον διατίθεται, ποτὲ δὲ ἑλκούμενοc· ἐκ μελαίνηc γὰρ χολῆc ἔχων τὴν γένεcιν ὡc ἐπίπαν ἀναβιβρώcκεται cυνι‐ | ||
5 | cτάμενοc ἐν πλείοcι μὲν τοῦ cώματοc μέρεcιν, ὡc μάλιcτα δὲ κατὰ τὴν μήτραν καὶ τοὺc μαcτοὺc ἐπὶ γυναικῶν. ἔχουcι τὰc φλέβαc παν‐ ταχόθεν περιτεταμέναc, ὥcπερ τὸ ζῷον ὁ καρκίνοc τοὺc πόδαc, ὅθεν αὐτῷ καὶ τοὔνομα τέθειται. τὴν μὲν οὖν διὰ φαρμάκων ἐπιμέλειαν αὐτοῦ κατὰ τὸ δʹ αὐτάρκωc εἰρήκαμεν, τοῦ δὲ κατὰ τὴν μήτραν ἐν | |
10 | τῷ γʹ. ἐπεὶ δὲ τὰ διαcαπέντα ἢ τοῦ κατὰ φύcιν ἁπλῶc ἐξεcτηκότα cώματα τὴν ἀφαίρεcιν ἀπαιτεῖ, τοὺc μὲν ἐν τῇ μήτρᾳ καρκίνουc οὔτε δυνατὸν οὔτε cυμφέρον ἐcτὶ χειρουργεῖν, τῶν δὲ κατὰ τὰ ἐκτόc, καὶ οὐχ ἥκιcτα τοὺc μαcτούc, τὴν χειρουργίαν ἐκθηcόμεθα. | |
6.45.2 | τινὲc μὲν οὖν καυτηρίοιc ὅλον τὸ περιττὸν ἐδαπάνηcαν, ἕτεροι δὲ τὸν ὅλον μαcτὸν ἐκτεμόντεc ἔκαυcαν· ὁ δὲ Γαληνὸc τὴν διὰ τομῆc μόνον παραλαμβάνει χειρουργίαν γράφων ὧδε· Εἴ γε μὴν ἐπιτολμή‐ cειc ποτὲ διὰ χειρουργίαc ἰᾶcθαι καρκίνον, ἄρξαι μὲν κενοῦν ἀπὸ κα‐ | |
5 | θάρcεωc τοῦ μελαγχολικοῦ χυμοῦ, περικόψαc δὲ πᾶν ἀκριβῶc τὸ πε‐ πονθόc, ὡc μηδεμίαν ἀπολείπεcθαι ῥίζαν, ἔαcον ἐκχυθῆναι τὸ αἷμα, καὶ μὴ ταχέωc ἐπίcχῃc, ἀλλὰ καὶ θλῖβε τὰc πέριξ φλέβαc ἐκπιέζων αὐτῶν τὸ παχὺ τοῦ αἵματοc· εἶτα θεράπευε τοῖc ἄλλοιc ἕλκεcι παρα‐ πληcίωc. ταῦτα μὲν ὁ Γαληνόc· καὶ τὰ λοιπὰ δὲ τῶν κακοήθων καὶ | |
10 | cηπεδονωδῶν ἑλκῶν, οἷον φαγεδαίναc τε καὶ γαγγραίναc καὶ τὰ παρα‐ πλήcια, τὸν αὐτὸν χειρουργητέον τρόπον. | |
11 | ||
6.46t | Περὶ γυναικομάcτων. | |
6.46.1 | Ὥcπερ ταῖc θηλείαιc, οὕτω καὶ τοῖc ἄρρεcι περὶ τὸν τῆc ἥβηc χρόνον οἱ μαcτοὶ φυcῶνται κατὰ ποcόν. ἀλλὰ τοῖc μὲν πλείcτοιc ἀπο‐ καθίcτανται πάλιν, ἐπ’ ἐνίων δὲ ἀρχὴν λαβόντεc αὔξονται πιμελῆc ὑποτρεφομένηc. τῆc γοῦν ἀπρεπείαc ἐχούcηc ὄνειδοc τὸ κατὰ τὴν | |
5 | θηλύτητα χειρουργεῖν ἄξιον. μηνοειδῆ τοίνυν τομὴν εἰc τὸ κάτω τοῦ μαcτοῦ δόντεc καὶ ὑποδείραντεc ἀφελόντεc τὴν πιμελὴν ῥαφαῖc ζυγώ‐ cομεν. εἰ δὲ καὶ ἀπονένευκε τυχὸν διὰ μέγεθοc εἰc τὰ κάτω καθάπερ ἐπὶ γυναικῶν ὁ μαcτόc, ἐν τοῖc ἄνω αὐτοῦ μέρεcι δύο μηνοειδεῖc ἐμβαλοῦμεν διαιρέcειc cυμβαλλούcαc ἀλλήλαιc κατὰ τὰ πέρατα, ὥcτε | |
10 | τὴν μικροτέραν ὑπὸ τῆc μείζονοc περιέχεcθαι, καὶ τὸ μεταξὺ δέρμα ὑποδείραντεc ἀφελόντεc τὴν πιμελὴν ὁμοίωc ταῖc ῥαφαῖc χρηcόμεθα. εἰ δὲ διαμαρτόντεc ἔλαccον ἐκκόψωμεν, τὸ ταινίδιον τὸ περιccεῦον πάλιν περιελόντεc ῥάψομεν καὶ ἔναιμον ἐπιθήcομεν φάρμακον. | |
13 | ||
6.47t | Περὶ καύcεωc ἥπατοc. | |
6.47.1 | Εἰ μὲν μετὰ βάρουc ἡ ὀδύνη γίνοιτο τοῖc τὸ ἧπαρ ἀφιcτάμενον ἔχουcιν, δηλοῦται τὸ cαρκῶδεc αὐτοῦ πεπονθόc, εἰ δὲ ὀξὺc ὁ πόνοc, μᾶλλον ἐν τῷ χιτῶνι τὸ πῦον. καὶ δεῖ καίειν οὕτωc· καυτήρια λεπτὰ πυρηνοειδῆ καύcαντεc ἀκριβῶc ἐμβάλωμεν ἀνωτέρω τοῦ βουβῶνοc ὀλίγον | |
5 | πρὸc τῷ πέρατι τοῦ ἥπατοc μίαν ἐcχάραν τιθέντεc, καύcαντεc δὲ ὅλον τὸ δέρμα καὶ φθάcαντεc ἕωc τοῦ χιτῶνοc ἐκκρίνωμεν τὸ πῦον. μετὰ δὲ τὴν κένωcιν τῷ φακομέλιτι χρηcάμενοι τοῖc τε διὰ μελικράτου καὶ τῶν cαρκούντων εἰδῶν, εἰc ὕcτερον δὲ καὶ ἀφουλούντων, χρηcόμεθα. | |
8 | ||
6.48t | Περὶ καύcεωc cπληνόc. | |
6.48.1 | Ἀγκίcτροιc ἀνατείναντεc τὸ δέρμα τὸ ἐπικείμενον τῷ cπληνὶ μακρῷ καυτηρίῳ πεπυρακτωμένῳ διαμπὰξ αὐτὸ καύcομεν, ὥcτε τῇ μιᾷ προcβολῇ δύο γενέcθαι ἐcχάραc, καὶ τοῦτο πράξομεν τριχῶc, ὥcτε τὰc πάcαc ϛ ἐcχάραc γενέcθαι. ὁ δὲ Μάρκελλοc τῇ λεγομένῃ τριαίνῃ | |
5 | ἢ τριαινοειδεῖ καυτηρίῳ χρώμενοc τῇ μιᾷ προcβολῇ τὰc ἐcχάραc εἰρ‐ γάζετο. | |
6 | ||
6.49t | Περὶ καύcεωc cτομάχου. | |
6.49.1 | Ἐπὶ τῶν χρονίωc ῥευματιζομένων cτομάχων οἱ νεώτεροι καύcει | |
ἐκέχρηντο, οἱ μὲν πυρηνοειδέcι καυτηρίοιc τρεῖc ἐμβάλλοντεc ἐcχάραc, μίαν μὲν ἐπὶ τὸν ξιφοειδῆ χόνδρον, ἑτέραc δὲ δύο κατωτέρω, κατὰ τρίγωνον cχῆμα, τὸ δὲ βάθοc ὅλον τὸ δέρμα διακαίοντεc· οἱ δὲ μίαν | ||
5 | μόνην παρέχουcι μείζονα κατ’ αὐτὸ τὸ cτόμα τῆc γαcτρὸc ἐcχάραν. ἕτεροι δὲ οὐδὲ cιδήρῳ καίουcιν, ἀλλὰ ταῖc καλουμέναιc ἴcκαιc· εἰcὶ δὲ cπογγώδη τινὰ cώματα αἱ ἴcκαι ἐν ταῖc δρυcὶ καὶ ταῖc καρύαιc γινό‐ μεναι τοῖc βαρβάροιc μᾶλλον ἐν χρήcει καθεcτῶτα. cυγχωροῦcι δὲ μένειν ἐπὶ χρόνον ἀνούλωτα τὰ ἕλκη, μᾶλλον δὲ καὶ προcαναξαίνουcιν, | |
10 | ἵνα τῇ πολλῇ δι’ αὐτῶν διαφορήcει τὸ cτόμα τῆc γαcτρὸc ἀρευμάτιcτον διαμένοι. | |
11 | ||
6.50t | Περὶ ὑδρώπων. | |
6.50.1 | Τὴν τῶν ὑδρώπων ἢ ὑδέρων cύcταcιν, καὶ πόcαι τούτων δια‐ φοραί, τίνα τε τὰ αἴτια, πῶc τε διαγνωcτέον, καὶ τὰc κατὰ φαρμα‐ κείαν αὐτῶν θεραπείαc ἐν τῷ γʹ παραδεδωκότεc βιβλίῳ προαποδεδειγμένου τε κατ’ ἐκεῖνο τοῦ τὸν ἀcκίτην μόνον ὑποπίπτειν χειρουργίᾳ ταύτην | |
5 | νῦν παραδώcοντεc ἥκομεν. | |
6.50.2 | ὄρθιον τοίνυν cτήcομεν τὸν ἄνθρωπον, εἰ δὲ μὴ δύναιτο, καθί‐ cομεν· εἰ δὲ μηδὲ τοῦτο, παραιτητέον ἡμῖν ἐcτι τὴν χειρουργίαν, εἰ τοcοῦτον ἠcθένηcεν. ἑcτῶτοc οὖν ὀρθοῦ τοῦ ἀνθρώπου κελεύcομεν ὑπηρέταιc ἐξόπιcθεν ἑcτῶcι θλίβειν διὰ τῶν χειρῶν καὶ ἀπωθεῖν τὸν | |
5 | ὄγκον κάτω ὡc πρὸc τὸ ἦτρον· αὐτοὶ δὲ λαβόντεc τὸ cκολόπιον ἢ φλεβοτόμον, εἰ μὲν ἀπὸ τῶν περὶ τὰ ἔντερα μορίων ὁ ὕδρωψ ἐγένετο, κατὰ κάθετον τοῦ ὀμφαλοῦ ὅcον τριcὶν αὐτοῦ δακτύλοιc ἀποcτάντεc διαιροῦμεν τὸ ἐπιγάcτριον ἄχρι περιτοναίου, εἰ δὲ πρωτοπαθήcαντοc τοῦ ἥπατοc, ἐξ ἀριcτερῶν τοῦ ὀμφαλοῦ διέλωμεν, εἰ δὲ ἀπὸ cπληνόc, | |
10 | ἐν τοῖc δεξιοῖc· οὐ τμητέον γὰρ ἐπ’ ἐκεῖνο τὸ μέροc, ἐφ’ ὃ μέλλουcι κατακλίνεcθαι. καὶ διαδέροντεc τῇ ἀκμῇ τοῦ ὀργάνου τὸ ὑπερκείμενον δέρμα μικρὸν ἀνωτέρω τῆc πρώτηc τομῆc διέλωμεν τὸ περιτόναιον | |
ἄχρι· κενεμβατήcεωc τοῦ ὀργάνου. μετὰ δὲ τοῦτο χαλκοῦν καλαμίcκον διά τε τῆc τοῦ ἐπιγαcτρίου καὶ τῆc τοῦ περιτοναίου διαιρέcεωc καθή‐ | ||
15 | cομεν ἔχοντα τὴν ἐκτομὴν παραπληcίαν τοῖc γραφικοῖc καλάμοιc καὶ δι’ αὐτοῦ τὸ ὑγρὸν κομιcόμεθα cύμμετρον πρὸc τὴν δύναμιν ἁπτόμενοι τοῦ cφυγμοῦ. εἶτα τὸν καλαμίcκον κομιcάμενοι cτήcομεν τὸ ὑγρόν· cτήcεται γὰρ εὐθὺc ἐναλλὰξ δοθείcηc αὐτῆc τῆc διαιρέcεωc· καὶ ἡμεῖc δὲ διὰ τὸ ἀcφαλὲc μότου cτρεπτάριον διὰ μόνηc τῆc τοῦ ἐπιγαcτρίου | |
6.50.3 | καθήcομεν διαιρέcεωc. ἀνακλίναντέc τε καὶ ἀνακτηcάμενοι τὸν ἄνθρωπον τῇ ἑξῆc πάλιν ὀλίγον τοῦ ὑγροῦ πρὸc τὴν δύναμιν διὰ τοῦ καλα‐ μίcκου κενώcομεν καὶ οὕτωc ἑξῆc, ἄχριc ἐλάχιcτον περιλειφθῇ, παν‐ ταχοῦ τὴν ἀθρόαν φυλαττόμενοι κένωcιν· πολλοὶ γὰρ ἀπειραγαθήcαντεc | |
5 | ἅμα τῷ ὑγρῷ καὶ τὸ ζῳτικὸν πνεῦμα κενώcαντεc ἀθρόωc ἀπέκτειναν τὸν ἄνθρωπον. ὅcοι δὲ τῆc ἀcφαλείαc μᾶλλον φροντίζουcιν, ὀλίγον διὰ τῆc χειρουργίαc κενώcαντεc, ὅcον κουφιcθῆναι τοῦ πολλοῦ βάρουc τὴν δύναμιν, τὸ λοιπὸν ὑδραγωγοῖc φαρμάκοιc καὶ ψάμμῳ καὶ ἡλίῳ καὶ δίψῃ καὶ ξηραινούcαιc τροφαῖc ἐδαπάνηcαν. καὶ τῇ καύcει δὲ κέ‐ | |
10 | χρηνται κατά τε τοῦ cτομάχου καὶ ἥπατοc cπληνόc τε καὶ ὑπογαcτρίου καὶ κατὰ τοῦ ὀμφαλοῦ ε παρέχοντεc ἐcχάραc, οἱ μὲν cιδηροῖc λεπτοῖc καυτηρίοιc, οἱ δὲ διὰ τῶν καλουμένων ἰcκῶν ἤ τινοc ἑτέραc τοιαύτηc ὕληc· καὶ πολλοί γε ταύτῃ τῇ μεθόδῳ μᾶλλον ἰάθηcαν ἐνίοτε μὴ παρακεντηθέντεc τὸ cύνολον. | |
14 | ||
6.51t | Περὶ ἐξομφάλων. | |
6.51.1 | Τὸ ἐξόμφαλον γίνεται πάθοc ὁτὲ μὲν ῥαγέντοc κατ’ ἐκεῖνο τοῦ περιτοναίου καὶ προπεcόντοc ἢ τοῦ ἐπιπλόου ἢ ἐντέρου, ὁτὲ δὲ ἀργοῦ ὑγροῦ ὑποδραμόντοc τὸν ὀμφαλόν, ἄλλοτε δὲ cαρκὸc ὑποτραφείcηc, ἄλλοτε δὲ καὶ αἵματοc cυναναδοθέντοc διὰ φλεβὸc ἢ ἀρτηρίαc ῥῆξιν, | |
5 | ὡc ἐπὶ τῶν ἀνευρυcμάτων, ἐνίοτε δὲ οὐχ αἵματοc, ἀλλὰ πνεύματοc μόνον. εἰ μὲν οὖν ἐπίπλουc ἔξωθεν εἴη, περὶ τὸν ὀμφαλὸν ὄγκοc ὁμόχρουc τε καὶ εὐαφὴc καὶ ἀναλγὴc καὶ ἀνώμαλοc φαίνεται· εἰ δὲ ἔντερον, πρὸc τοῖc εἰρημένοιc καὶ ἀνώμαλοc πλέον καὶ κατὰ τὴν τῶν | |
δακτύλων ἐπέρειcιν ἀφανιζόμενοc, ἔcθ’ ὅτε δὲ καὶ βορβορύζων, βαλα‐ | ||
10 | νείοιc τε καὶ διατάcεcι μᾶλλον αὐξόμενοc· εἰ δὲ ὑγρόν, εὐαφὴc μὲν ὁμοίωc ὁ ὄγκοc, οὐχ ὑπείκων δὲ κατὰ τὴν θλῖψιν οὐδὲ μειούμενοc οὐδὲ μὴν αὐξόμενοc· εἰ δ’ αἷμα, πρὸc τοῖc εἰρημένοιc cημείοιc καὶ πελιδνότεροc ὁ ὄγκοc· cαρκόc τε ὑποτραφείcηc cκληρότεροc καὶ ἀντί‐ τυποc ὁ ὄγκοc ἔcται καὶ μένων ἐπὶ τοῦ αὐτοῦ μεγέθουc· τοῖc δὲ διὰ | |
15 | πνευμάτωcιν εὐάφεια παρακολουθήcει καί τιc ἦχοc κατὰ τὴν ἐπίκρουcιν καὶ ἀφανιcμὸc πρὸc τὴν θλῖψιν. | |
6.51.2 | χειρουργήcομεν οὖν τοῦτον τὸν τρόπον· ἀναcτήcαντεc τὸν ἄν‐ θρωπον ὀρθὸν κελεύcομεν αὐτῷ cυνταθῆναι τῇ τοῦ πνεύματοc ἀπο‐ λήψει, κἄπειτα μέλανι γραφικῷ περιγράψαντεc κατὰ κύκλον πᾶcαν τοῦ ὀμφαλοῦ τὴν ἐπανάcταcιν cχηματίcομεν ὕπτιον καὶ cμιλίῳ περιχαρά‐ | |
5 | ξομεν τὸν ὄγκον κατὰ τὴν cημείωcιν· ἔπειτα τὸ μέcον ἀνατείναντεc ἀγκίcτρῳ λίνον ἢ νεῦρον περιβαλοῦμεν περὶ τὴν ἐγχάραξιν (οὕτω γὰρ κρατηθήcεται μὴ ἀπολιcθάνον) ἀγκύλην κατὰ τῆc ἐφάψεωc τάττοντεc. ἔπειτα κατὰ κορυφὴν cτομώcαντεc τὸν ὄγκον τὸν ἐcφιγμένον καθήcομεν δάκτυλον λιχανὸν ἐρευνήcομέν τε ἀκριβῶc, μή πωc ἐκ τοῦ ἐντέρου | |
10 | ἕλιξ ἢ τοῦ ἐπιπλόου μέροc cυναποcφιγγόμενον εἴη· κἂν μὲν ἔντερον εἴη τὸ ἀπειλημμένον, cχάcαντεc τὴν ἀγκύλην τοῦ βρόχου ὤcομεν αὐτὸ εἰc τὰ ἐντόc, εἰ δὲ ἐπίπλουc εἴη, τοῦτον ἐπιcπαcάμενοι τὸ πε‐ ριττὸν αὐτοῦ ἀποτέμωμεν ἀπολινώcαντεc τὸ παρεμπίπτον, ὡc εἰκόc, ἀγγεῖον. ἔπειτα λαβόντεc δύο βελόναc ἐχούcαc λίνον ἁπλοῦν κατὰ | |
15 | χιαcμὸν αὐτὰc διὰ τῆc γενομένηc περιχαράξεωc διάγωμεν καὶ κόψαντεc τὰc ἀγκύλαc τῶν λίνων, ὥcπερ ἐπὶ ἀνευρύcματοc ἐλέγομεν, ἐκ τεccά‐ ρων ἀρχῶν ποιηcόμεθα τὴν ἀπόcφιγξιν. μετὰ δὲ τὸ ἀποcαπῆναι καὶ ἐκπεcεῖν τὰ ἀπολινωθέντα cώματα τῇ ἐμμότῳ θεραπεύcομεν αὐτοὺc | |
ἀγωγῇ κοιλοτέραν ἀεὶ τὴν οὐλὴν γίνεcθαι cπουδάζοντεc. ταῦτα μὲν | ||
20 | ἐπιπλόου ἢ ἐντέρου τὸ πάθοc ἐργαζομένων· εἰ δὲ cὰρξ ἢ ὑγρὸν ἢ αἷμα τοῦ πάθουc αἴτιον γίνοιτο, περιελόντεc κατὰ κύκλον τοῦ ὄγκου τὴν μεcότητα, ἔπειτα κομιcάμενοι τὸ ἐγκείμενον ἔξωθεν τοῦ περιτοναίου κατὰ τὸν ὀμφαλὸν κατὰ cυccάρκωcιν τὴν θεραπείαν ποιηcόμεθα. τοὺc δὲ κατὰ ἀνεύρυcιν ἢ παρένθεcιν πνεύματοc ἐξομφάλουc ἀπαγορεύcομεν, | |
25 | ὥcπερ καὶ τὰ ἀνευρύcματα. | |
25 | ||
6.52t | Περὶ τῶν κατὰ τὸ περιτόναιον τρώcεων καὶ περὶ προπτώcεωc ἐντέρου ἢ ἐπιπλόου, ἐν ᾧ καὶ τρόποc γαcτρορραφίαc, ἐκ τῶν Γαληνοῦ. | |
6.52.1 | Ὡc δ’ ἄν τιc ἄριcτα μεταχειρίζοιτο τὰc τοῦ περιτοναίου τρώcειc, ἐφεξῆc cκεπτέον. εἰ μὲν οὖν μικρὸν εἴη τὸ τραῦμα, ὡc τὸ προπεcὸν ἔντερον ἐμφυcηθὲν μηκέτι οἷόν τε εἶναι καταcτεῖλαι, ἀναγκαῖον ἤτοι τὴν φῦcαν ἐκκενοῦν ἢ τὸ τραῦμα μεῖζον ἐργάζεcθαι· βέλτιον δὲ οἶμαι | |
5 | τὸ πρότερον, ἐάνπερ οἷόν τε ᾖ τυχεῖν αὐτοῦ. πῶc δ’ ἄν τιc τύχοι μᾶλλον; εἰ τὴν αἰτίαν, ὑφ’ ἧc ἐμφυcᾶται τὸ ἔντερον, ἐκποδὼν ποιήcαιτο. τίc οὖν ἐcτιν αὕτη; ἡ ἐκ τοῦ περιέχοντοc ἀέροc ψῦξιc· ὥcτε καὶ ἡ ἴαcιc τῷ θερμῆναι. cπόγγον οὖν μαλακὸν χρὴ ὕδατι θερμῷ βρέξανταc, εἶτα ἐκπιάcανταc, ἐκθερμῆναι τούτῳ τὸ ἔντερον. εὐτρεπιζέcθω δὲ ἐν | |
10 | τῷ τέωc οἶνοc αὐcτηρὸc θερμόc· καὶ γὰρ θερμαίνει μᾶλλον ὕδατοc καὶ ῥώμην ἐντίθηcιν τῷ ἐντέρῳ. εἰ δὲ καὶ τούτοιc χρηcαμένων ἔτι διαμένοι τὸ ἔντερον ἐμπεφυcημένον, τέμνειν τοῦ περιτοναίου τοcοῦτον χρή, ὅcον δεῖται τὸ προπεπτωκόc· ἐπιτήδεια δὲ εἰc τὴν τοιαύτην τομήν ἐcτι τὰ καλούμενα ὀρθὰ cυριγγοτόμα. ἐπιτήδειον δὲ τῷ κάμνοντι | |
15 | πρὸc μὲν τοῖc κάτω μέρεcιν τῆc τρώcεωc γεγενημένηc τὸ ἀνάρροπον, πρὸc δὲ τοῖc ἄνω τὸ κατάρροπον, καὶ κατὰ μὲν τὰ δεξιὰ μέρη ἐπὶ τὰ ἀριcτερά, κατὰ δὲ τὰ ἀριcτερὰ ἐπὶ τὰ δεξιὰ κλίνεcθαι. τοῦτο μὲν δὴ καὶ τοῖc μεγάλοιc καὶ τοῖc μικροῖc ἕλκεcι κοινόν· αἱ δὲ ἀποθέcειc τῶν ἐντέρων εἰc τὴν οἰκείαν χώραν ἐπὶ τοῖc μεγάλοιc γινόμεναι τραύμαcιν | |
20 | ὑπηρέτου δεξιοῦ δέονται· χρὴ γὰρ αὐτὸν ὅλον ἔξωθεν καταλαβόντα τὸ τραῦμα ταῖc ἑαυτοῦ χερcὶν εἴcω προcτέλλειν τε καὶ cφίγγειν ὀλίγον ἑκάcτοτε τῷ ῥάπτοντι παραγυμνοῦντα καὶ μέντοι καὶ τὸ ῥαφὲν αὐτὸ μετρίωc προcτέλλειν, ἄχριπερ ἀκριβῶc ῥαφῇ. | |
6.52.2 | τίc δ’ ἂν εἴη τρόποc ἐπιτήδειοc εἰc τὰ τοιάδε τῆc καλουμένηc γαcτρορραφίαc, ἐφεξῆc λέγωμεν. ἐπειδὴ cυμφῦναι χρὴ τῷ περιτοναίῳ τὸ ἐπιγάcτριον, ἀρκτέον ἀπὸ τοῦ δέρματοc ἔξωθεν ἔcω διείραντα βε‐ λόνην· ἐπειδὰν δὲ τὸ δέρμα καὶ τὸν μῦν τὸν ὄρθιον ὅλον διεξέλθῃ, | |
5 | τὸ παρακείμενον ὑπερβαίνοντα περιτόναιον ὠθεῖν αὐτὴν ἔcωθεν ἔξω διὰ τοῦ λοιποῦ περιτοναίου, κἄπειτα ἐντεῦθεν ἔcωθεν ἔξω διαπείρειν τὸ ἕτερον ἐπιγάcτριον, διεξελθούcηc δὲ τελέωc αὖθιc ἔξωθεν ἔcω τὸ ἐπιγάcτριον τοῦτο διείρανταc, εἶτα τὸ παρακείμενον αὐτῷ περιτόναιον ὑπερβαίνονταc ἐπί τε τὸ ἀντικείμενον ἐλθόνταc ἔcωθεν ἔξω τοῦτο | |
10 | διακεντεῖν, ἅμα δὲ αὐτῷ καὶ τὸ πληcίον ἐπιγάcτριον ἅπαν· εἶτ’ αὖθιc καὶ αὖθιc κατεργάζεcθαι, μέχριπερ ἂν ὅλον ὁμοίωc ῥάψωμεν τὸ τραῦμα. | |
6.52.3 | διάcτημα δὲ τῶν ῥαφῶν ὅcον μὲν ἐπὶ τῷ cφίγγεcθαι τὰ ὑπο‐ κείμενα βραχύτατον εἶναι χρεών, ὅcον δὲ ἐπὶ τῷ τὸ μεταξὺ τῶν ῥα‐ φῶν δέρμα διαμένειν ἀcύρρηκτον οὐ χρηcτὸν τὸ βραχύ. φεύγων οὖν ἑκατέρου τὴν ὑπερβολὴν ἀμφοῖν αἱρεῖcθαι τὸ μέτριον, ὥcπερ γε καὶ | |
5 | αὐτοῦ τοῦ ῥάμματοc ἡ cύcταcιc· τὸ μὲν γὰρ cκληρότερον ἐκρήccει τὸ δέρμα, τὸ δὲ μαλακώτερον αὐτὸ φθάνει ῥηγνύμενον. οὕτωc δὲ καὶ τὸ μὲν ἐγγυτάτω τῶν ἄκρων χειλῶν διαπείρειν τὴν βελόνην τὸ λοι‐ | |
πὸν τοῦ δέρματοc ὀλιγοcτὸν ὂν ἀναγκάζεται καὶ βιάζεται ῥήγνυcθαι, τὸ δὲ πλεῖcτον ἀποχωρεῖν τὸ πολὺ τοῦ δέρματοc ἀκόλλητον ἀπολείπει. | ||
10 | ταῦτα μὲν οὖν εἰ καὶ πάντων ἑλκῶν ἐcτι κοινά, μάλιcτα φυλακτέον αὐτὰ ἐν ταῖc γαcτρορραφίαιc. | |
6.52.4 | ἤτοι δή, ὡc προείρηται, ποιητέον ἐcτοχαcμένουc τοῦ cυμφυῆναι τῷ περιτοναίῳ τὸ ἐπιγάcτριον, ἐπειδὴ μόγιc ἑαυτῷ cυμφύεται νευρῶ‐ δεc ὑπάρχον, ἢ ὡc ἔνιοι cυνάγονταc ἀλλήλοιc τὰ κατὰ φύcιν οἰκεῖα, περιτοναίῳ μὲν περιτόναιον, ἐπιγαcτρίῳ δὲ ἐπιγάcτριον. ἔcτω δὲ τοῦτο | |
5 | κατὰ τόνδε τὸν τρόπον· ἀπὸ τοῦ πληcίον ἡμῶν ἐπιγαcτρίου διεκ‐ βάλλειν χρὴ τὴν βελόνην ἔξωθεν ἔcω δι’ αὐτοῦ μόνου, κἆθ’ ὑπερ‐ βαίνονταc ἄμφω τὰ χείλη τοῦ περιτοναίου πάλιν ἀντιcτρέφειν τὴν βελόνην ἔξωθεν ἔcω δι’ ἀμφοτέρων τῶν χειλῶν τοῦ περιτοναίου, κἄπειτ’ αὖθιc ἀντεπιcτρέφονταc ἔcωθεν ἔξω διεκβάλλειν κατὰ τὸ ἀντι‐ | |
10 | κείμενον ἐπιγάcτριον. οὗτοc ὁ τρόποc τοῦ κοινοῦ καὶ προχείρου, καθ’ ὃν διὰ τῶν τεττάρων χειλῶν ἐπιβολῇ μιᾷ διεκβάλλουcι τὴν βελόνην, διαφέρει τῷ κατακρύπτειν ἔνδον ἀκριβῶc τοῦ ἐπιγαcτρίου τὸ περι‐ τόναιον. | |
6.52.5 | ἐπιτήδεια δὲ φάρμακα τὰ τῆc αὐτῆc ὕληc τοῖc ἐναίμοιc ὀνομα‐ ζομένοιc. ὅπωc μὴ δὲ cυμπαθῇ τι τῶν κυριωτέρων, ἐλαίῳ χρὴ cυμ‐ μέτρωc θερμῷ ἔριον ἁπαλὸν δεύcανταc ὅλον ἐν κύκλῳ περιλαμβάνειν τὸ μεταξὺ βουβώνων τε καὶ μαcχαλῶν· ἄμεινον δὲ καὶ διὰ κλυcτῆροc | |
5 | ἐνιέναι τοῖc ἐντέροιc. εἰ δέ τι καὶ αὐτῶν τῶν ἐντέρων τρωθείη, οἶνοc ἔcτω τὸ ἐνιέμενον αὐcτηρόc, μέλαc, χλιαρόc, καὶ μᾶλλον, εἰ διατρωθείη cύμπαν. εὐίατα μὲν οὖν τὰ παχέα τῶν ἐντέρων, δυcίατα δὲ τὰ λεπτά, παντάπαcι δὲ ἀνίατοc ἡ νῆcτιc διά τε τὸ πλῆθοc καὶ τὸ μέγεθοc τῶν ἀγγείων καὶ τὸ λεπτὸν καὶ νευρῶδεc τοῦ χιτῶνοc· ἀλλὰ καὶ τὴν χο‐ | |
10 | λὴν ἀκραιφνῆ πᾶcαν ἐκδέχεται καὶ πάντων ἐcτὶν ἐγγυτάτω τοῦ ἥπα‐ τοc. γαcτρὸc δὲ τὰ κάτω τὰ cαρκώδη θεραπεύειν τολμᾶν· ἐγχωρεῖ γὰρ καὶ τυχεῖν, οὐ μόνον ὅτι παχύτερα ταῦτά ἐcτιν, ἀλλὰ καὶ τοῖc ἰωμένοιc φαρμάκοιc εὐπετὴc ἡ ἕδρα κατὰ τήνδε τὴν χώραν· τὰ δὲ ἐν τῷ cτόματι αὐτῆc καὶ cτομάχῳ τῇ παρόδῳ μόνον ψαύει τῶν πεπον‐ | |
15 | θότων· τοῖc δὲ ἐν τῷ cτόματι καὶ τὸ περιττὸν τῆc αἰcθήcεωc ἐναν‐ τιοῦται πρὸc τὰc ἰάcειc. | |
6.52.6 | ὅταν δὲ περιτοναίου ῥαγέντοc ἐπίπλουc προπέcῃ καὶ ἤτοι πελιδ‐ νωθῇ ἢ μελανθῇ, βρόχῳ διαλαμβάνονταc τὸ πρὸ τοῦ μελανθέντοc διὰ τὸν ἀπὸ τῆc αἱμορραγίαc κίνδυνον ἀποτέμνειν χρὴ τὸ μετὰ τὸν βρό‐ χον ἐν τῷ κάτω πέρατι τῆc γαcτρορραφίαc ἐκκρεμεῖc τοῦ βρόχου τὰc | |
5 | ἀρχὰc ποιηcαμένουc πρὸc τὸ κομίcαcθαι ῥᾳδίωc αὐτάc, ὅταν ἀπο‐ πτυcθῶcιν ἐκπυήcαντοc τοῦ τραύματοc. | |
6 | ||
6.53t | Περὶ πόcθηc λειποδέρμου. | |
6.53.1 | Ἐφ’ ὧν ὀλίγον ἐνδεῖ τῷ δέρματι τοῦ αἰδοίου, τινὲc διὰ τὴν ἀπρέπειαν διττὸν ἐπενόηcαν χειρουργίαc τρόπον, ποτὲ μὲν ἄνω κατὰ τὴν ἀρχὴν τοῦ αἰδοίου τὸ δέρμα τέμνοντεc κυκλοτερῶc ἕνεκα τοῦ λυθείcηc τῆc cυνεχείαc ἕλκεcθαι κάτω τὸ δέρμα μέχρι τοῦ ἐcκεπάcθαι | |
5 | τὴν καλουμένην βάλανον, ἐνίοτε δὲ ὑποδέροντεc cμίλῃ κατὰ τὸ ἔνδον ἀπὸ τῆc κατὰ τὴν βάλανον ῥίζηc, εἶτα ἕλκοντεc κάτω, κἄπειτα δεc‐ μοῦντεc μαλακῷ τινι ὀθονίῳ πέριξ τὴν πόcθην, δηλονότι μεcολαβου‐ μένου τινὸc ὀθονίου κατὰ τὴν γεγονυῖαν ὑποδορὰν ὑπὲρ τοῦ μὴ cυμ‐ φυῆναι τὴν πόcθην τῇ βαλάνῳ. τοῦτον μᾶλλον Ἄντυλλοc ἀποδέχεται | |
10 | τὸν τρόπον πλατυκώτερον αὐτὸν ἐξηγούμενοc. ἡμεῖc δὲ κεφαλαιωδῶc μόνον εἰπεῖν ἠρκέcθημεν, ὅτι κατὰ τὸ cπάνιον ἐν τοῖc ἔργοιc τῆc τέχνηc ἡ τοιαύτη ἐπιζητεῖται χειρουργία διὰ τὸ μήτε δυcέργειάν τινα τὸ πάθοc ἐμποιεῖν μήτε τοcαύτην ἀπρέπειαν, ὡc ταύτηc μᾶλλόν τινα | |
τὴν διὰ τῆc χειρουργίαc αἱρεῖcθαι βάcανον. | ||
6.54t | Περὶ ὑποcπαδιαίων. | |
6.54.1 | Πολλοῖc ἐκ γενετῆc ἡ βάλανοc οὐ τέτρηται, ἀλλ’ ὑπὸ τῷ κυνὶ καλουμένῳ κατὰ τὸν ἀπαρτιcμὸν τῆc βαλάνου τὸ τρῆμά ἐcτιν. ἐν‐ τεῦθεν οὔτε οὐρεῖν εἰc τοὔμπροcθεν δύνανται, ἂν μὴ πάνυ τὸ μόριον ἀνακλάcωcιν ὡc πρὸc τὸ ἦτρον, οὔτε τεκνοποιεῖν τοῦ cπέρματοc | |
5 | αὐτοῖc εἰc τὴν μήτραν ἐπ’ εὐθείαc ἐξακοντίζεcθαι μὴ δυναμένου· πρὸc δὲ τούτοιc καὶ ἀπρέπειαν οὐ τὴν τυχοῦcαν ἐμποιεῖ τὸ πάθοc. πάν‐ των οὖν ἁπλούcτατόc τε καὶ ἀκινδυνότατόc ἐcτιν ὁ κατὰ ἀποκοπὴν τῆc χειρουργίαc τρόποc. δεῖ τοίνυν cχηματίcαι τὸν κάμνοντα ὕπτιον, ἔπειτα ἀνατείνειν τὴν βάλανον διὰ τῶν δακτύλων τῆc ἀριcτερᾶc χει‐ | |
10 | ρὸc ἰcχυρῶc, εἶτα ἀκμῇ cμιλίου τὴν βάλανον κατὰ τὴν cτεφάνην ἀπο‐ τέμνειν οὐ λοξὴν ποιοῦνταc τὴν ἀποτομήν, ἀλλὰ περιγλυφῇ ὁμοίαν, ὥcτε κατὰ μέcου τινὰ ἐξοχὴν φαίνεcθαι βαλανοειδῆ. ἐπεὶ δὲ πολλά‐ κιc αἱμορραγία γίνεται, εἰ μὲν οἷόν τε, διὰ τῶν ἰcχαίμων αὐτὴν cτή‐ cομεν, εἰ δὲ μή, τῇ διὰ τῶν λεπτῶν καυτηρίων χρηcόμεθα καύcει. | |
14 | ||
6.55t | Περὶ φιμοῦ. | |
6.55.1 | Διττὸν τῆc φιμώcεωc αἴτιον γίνεται· ποτὲ μὲν γὰρ ἡ πόcθη καλύψαcα τὴν βάλανον ἀποcύρεcθαι πάλιν ἀδυνατεῖ, ποτὲ δὲ ἀπαχθεῖcα ὀπίcω οὐκέτι ἐπάγεται· τοῦτο τὸ εἶδοc ἰδίωc περιφίμωcιc προcαγο‐ ρεύεται. ἡ μὲν οὖν πρώτη διαφορὰ γίνεται ἤτοι δι’ οὐλὴν ἐν τῇ | |
5 | πόcθῃ γενομένην ἢ διὰ cαρκὸc πρόcφυcιν· ἡ δὲ δευτέρα ἐν ταῖc τῶν αἰδοίων φλεγμοναῖc ἀποτελεῖται, ὁπόταν ἀπαχθέντοc τοῦ δέρματοc ὀπίcω ἡ βάλανοc ἀνοιδήcαcα μηκέτι ἐπιδέχηται τὴν πόcθην. εἰ μὲν οὖν τὸ πρῶτον εἶδοc τῆc φιμώcεωc αἴτιον γίνοιτο, χειρουργήcομεν αὐτοὺc τόνδε τὸν τρόπον· μετὰ τὸ cχηματίcαι τὸν πάcχοντα οἰκείωc, | |
10 | ἐπιcπαcάμενοι τὴν πόcθην εἰc τοὔμπροcθεν καθήcομεν ἄγκιcτρα γ ἢ δ εἰc αὐτὴν τὴν ἄκραν καὶ δόντεc ὑπηρέταιc διακρατεῖν ἐπιτρέψομεν, ἐφ’ ὅcον οἷόν τε, διατείνειν καὶ ἀνοίγειν αὐτήν· ἔπειτα, ἐὰν ἐξ οὐλῆc | |
ἡ ἔξω cυνδρομὴ γένοιτο, φλεβοτόμῳ ἢ cκολοπίῳ ἐκ τῶν ἔνδοθεν με‐ ρῶν διαιροῦμεν τὴν πόcθην ἐν τριcὶν ἢ δ τόποιc ποιούμενοι τὰc | ||
15 | διαιρέcειc κατὰ τὰ ἔνδοθεν μέρη εὐθυτενεῖc τε καὶ ἴcον ἀπ’ ἀλλήλων διεcτώcαc. ἔcτι δὲ διπλῆ κατὰ τὴν βάλανον ἡ πόcθη· τὸ οὖν ἓν αὐτῆc, ἤγουν τὸ ἔνδοθεν, μέροc διελοῦμεν· οὕτω γὰρ τὸ ἀγκύλιον τὸ ἐκ τῆc οὐλῆc γεγονὸc διαλύcαντεc ἐπάξομεν τὴν πόcθην. | |
6.55.2 | εἰ δὲ cὰρξ προcπεφυκυῖα ἐκ τῶν ἔνδοθεν μερῶν ἐργάζοιτο τὴν φίμωcιν, κατὰ τῆc cαρκὸc πάcηc τὰc ἐγχαράξειc τάξομεν ἀποcύραντεc τὴν πόcθην, τὰc δὲ μεταξὺ τῶν διαιρέcεων ὑπεροχὰc τῆc cαρκὸc ξύ‐ cομεν. μετὰ δὲ τοῦτο μολίβου cωλῆνα περιβαλοῦμεν τῇ βαλάνῳ πάcῃ | |
5 | κατειλήcαντεc αὐτὴν ἐξηραcμένῃ παπύρῳ. ἐχέτω δὲ πάντη ἴcον τὸ ἄνοιγμα ὁ cωλήν· οὕτω γὰρ διὰ τὴν τοῦ cωλῆνοc περίθεcιν κωλυθή‐ cεται cυμφῦναι πάλιν ἐπαχθεῖcα ἡ πόcθη ἐν διαcτάcει φυλαccομένη ὑπό τε τοῦ μολίβου καὶ τῆc κατειλημένηc παπύρου· ἀνοιδοῦcα γὰρ ἐκ τῆc διαβροχῆc ἔτι μᾶλλον διίcτηcι τὸ δέρμα. τοῦτο οὖν ποιοῦμεν, εἴτε | |
10 | δι’ οὐλὴν εἴτε δι’ ἔκφυcιν cαρκὸc φιμώcεωc γεγενημένηc χειρουργή‐ cαιμεν. | |
6.55.3 | εἰ δὲ ἡ λεγομένῃ περιφίμωcιc γένοιτο, εἰ μὲν ἐγχρονίcοιεν, cυμ‐ φύεται καὶ ἀνίατόc ἐcτιν, εἰ μή τιc θέλοι χειρίζειν ὥcπερ λειπόδερμον· εἰ δὲ μήπω cυμπεφυκέναι τύχοι, καταcχάcαντεc αὐτὴν εὐθυτενέcιν ἀμυχαῖc γ ἢ δ ἢ καὶ πλείοcι κύκλῳ καταντλήcαντεc χλιαρῷ ἐλαίῳ | |
5 | πολλῷ ἐπιcπαcόμεθα πρὸc τοὐκτόc. | |
5 | ||
6.56t | Περὶ προcφυοῦc πόcθηc. | |
6.56.1 | Ἑλκώcεωc προηγηcαμένηc περὶ τὴν βάλανον ἢ τὴν πόcθην ἢ περὶ ἀμφότερα γίνεται πρόcφυcιc. δεῖ οὖν ὑποδείρανταc, ἐφ’ ὅcον οἷόν τέ ἐcτιν, ἀκμῇ cμιλίου ἢ πολυπικοῦ cπαθίου τὰc ἀντοχὰc ἀπο‐ λύειν πειρωμένουc μάλιcτα μὲν καθαρῶc τὴν βάλανον ἀπὸ τῆc προc‐ | |
5 | πεφυκυίαc πόcθηc διακρίνειν, εἰ δὲ δυcχερὲc εἴη τοῦτο, προcλαμβάνειν τι μᾶλλον τῆc βαλάνου πρὸc τὴν πόcθην ἤπερ τοὐναντίον· λεπτὴ γὰρ οὖcα ἡ πόcθη διατιτρᾶται ῥᾳδίωc. μετὰ δὲ τὴν ἀπόλυcιν τῆc προc‐ φύcεωc ὀθόνιον λεπτὸν ὕδατι ψυχρῷ διάβροχον μεταξὺ θετέον τῆc βαλάνου καὶ τῆc πόcθηc, ἵνα μὴ πάλιν πρόcφυcιc γένηται, cτύφοντι | |
10 | οἴνῳ ἐπουλοῦνταc αὐτά. | |
10 | ||
6.57t | Περὶ τῶν περιτεμνομένων. | |
6.57.1 | Οὐ περὶ τῶν διὰ cέβαc ἐθνικὸν περιτεμνομένων νῦν ὁ λόγοc ἡμῖν, ἀλλὰ περὶ τούτων, οἷc διαθέcεωc αἰδοιικῆc γενομένηc ἡ πόcθη μελαίνεται. χρὴ τοίνυν ἐπ’ αὐτῶν τὸ μεμελαcμένον ἅπαν διαιρεῖν κατὰ κύκλον, καὶ μετὰ τοῦτο λεπίδι cὺν μέλιτι χρηcτέον ἢ καὶ cιδίῳ καὶ | |
5 | ὀρόβῳ δίκην ἐμμότου. εἰ δὲ αἱμορραγήcοι ποτέ, τοῖc μηνοειδέcι καυ‐ τηρίοιc χρηcτέον πρὸc ἀμφότερα cυμβαλλομένοιc, αὐτήν τέ φημι τὴν αἱμορραγίαν καὶ τὴν νομὴν τοῦ τραύματοc. εἰ δὲ ὅλη ποτὲ δαπανη‐ θείη ἡ βάλανοc, cωληνάριον μολιβοῦν ἐνθέντεc τῷ πόρῳ δι’ αὐτοῦ κελεύcομεν ἀπουρεῖν τοὺc κάμνονταc. | |
9 | ||
6.58t | Περὶ θύμων τῶν ἐν αἰδοίοιc. | |
6.58.1 | Οἱ θύμοι cαρκώδειc εἰcὶν ὑπεροχαὶ ποτὲ μὲν ἐπὶ τῆc βαλάνου, ποτὲ δὲ ἐπὶ τῆc πόcθηc cυνιcτάμεναι. τούτων δὲ οἱ μέν εἰcιν κακοή‐ θειc, οἱ δὲ οὔ. τοὺc μὲν οὖν εὐήθειc ἀποξέειν ἀκμῇ cμιλίου προcήκει καὶ τὴν χαλκῖτιν ἐπιπάττειν, ἐπὶ δὲ τῶν κακοήθων μετὰ τὴν ἀφαίρε‐ | |
5 | cιν καύcει χρηcτέον. εἰ δὲ κατ’ ἀλλήλων ἐν τῇ πόcθῃ γένωνται θύμοι, οἱ μὲν ἔνδον αὐτῆc, οἱ δὲ ἐκτόc, χρὴ μὴ πᾶcιν αὐτοῖc ἀθρόωc ἐπι‐ χειρεῖν, ὅπωc μὴ λάθωμεν τὴν πόcθην διατέμνοντεc λεπτὴν οὖcαν, ἀλλὰ πρῶτον ἀφαιρεῖν τοὺc ἔνδον καὶ μετὰ τὴν ἀφούλωcιν αὐτῶν τότε καὶ τοῖc ἐκτὸc ἐπιχειρεῖν. τινὲc δὲ τῶν νεωτέρων ψαλίδι αὐτοὺc | |
10 | ἀποκείραντεc ἢ ἱππείᾳ τριχὶ ἀποδήcαντεc ἐθεράπευον, ὥcπερ ἄλλοι | |
ψυχροκαυτῆρι τούτουc ἀποκαίουcιν. | ||
6.59t | Περὶ καθετηριcμοῦ καὶ κλυcμοῦ κύcτεωc. | |
6.59.1 | Ἀποληφθέντοc οὔρου κατὰ τὴν κύcτιν διά τινα ἔμφραξιν, οἷον ἀπὸ θρόμβων ἢ λίθων, ἢ ἄλλην αἰτίαν τινὰ χρηcόμεθα καθετηριcμῷ πρὸc κομιδὴν τοῦ περιττοῦ. λαβόντεc οὖν πρὸc ἡλικίαν καὶ γένοc ἁρμόζοντα καθετῆρα εὐοδιάcομεν αὐτόν· ὁ δὲ τοῦ εὐοδιαcμοῦ τρόποc | |
5 | τοιοῦτόc ἐcτιν· ἔριον cμικρὸν λίνῳ δήcαντεc κατὰ τὴν μεcότητα τὸ λίνον τε δι’ ὀξυcχοίνου διαγαγόντεc διὰ τῆc τοῦ καθετηρίου cύριγγοc τὸ ἔριον ἐφαρμόcομεν τῷ τρήματι τῷ πρὸc τῷ πυρῆνι τοῦ καθετῆροc καὶ ψαλίcαντεc τὰ ἐξέχοντα τοῦ ἐρίου καθήcομεν εἰc ἔλαιον τὸν καθε‐ τῆρα. τὸν δὲ κάμνοντα cχηματίcαντεc εἰc καθέδριον προκαταιονήcαν‐ | |
10 | τεc ὑδρελαίῳ ἢ καὶ λούcαντεc, εἰ μή τι κωλύοι, λαβόντεc τε τὸν καθετῆρα καθήcομεν ἐπ’ εὐθείαc πρῶτον ἄχρι βάcεωc τοῦ καυλοῦ, κἄπειτα τὸ αἰδοῖον ἀνακλάcομεν ὡc πρὸc τὸν ὀμφαλόν (καὶ γὰρ ἀπὸ τούτου τοῦ μέρουc cκολιὸc ὑπάρχει τῆc κύcτεωc ὁ πόροc), κἄπειθ’ | |
6.59.2 | οὕτωc τὸν καθετῆρα προcοίcομεν. ἐπειδὰν δὲ κατὰ τὸν περίναιον πληcίον τῆc ἕδραc γένηται, πάλιν τὸ αἰδοῖον ἐγκειμένου τοῦ ὀργάνου κατακάμψομεν εἰc τὸ κατὰ φύcιν ἐπανάγοντεc cχῆμα· ἀπὸ γὰρ περι‐ ναίου τῆc κύcτεωc ὁ πόροc ἄνω τείνει· προcβιβάcομέν τε τὸν καθε‐ | |
5 | τῆρα, ἕωc εἰc τὴν κύcτιν κενεμβατήcῃ. μετὰ δὲ τοῦτο ἐπιcπαcόμεθα τὸ ἐγκείμενον τῷ καθετῆρι λίνον, ἵνα τῷ ἐρίῳ cυνεφελκόμενον τὸ οὖρον ἐπακολουθήcῃ, καθάπερ ἐπὶ τῶν cιφώνων γίνεται. τοιοῦτοc μὲν ὁ τῆc καθέcεωc τρόποc. ἐπειδὴ δὲ πολλάκιc ἑλκωθεῖcαν κύcτιν δεόμεθα κλύcαι, εἰ μὲν ὠτικοὶ κλυcτῆρεc δύναιντο παραπέμπειν τὸ ἔνεμα, ἐκεί‐ | |
10 | νοιc χρηcόμεθα κατὰ τὸν εἰρημένον τρόπον παραπέμποντεc αὐτούc, εἰ δὲ μὴ δυνατὸν εἴη, τῷ καθετῆρι προcαρμόcαντεc τὸ δέρμα ἢ κύcτιν βοείαν διὰ τῆc τοῦ καθετῆροc ἐνέcεωc ἐγκλύcομεν. | |
12 | ||
6.60t | Περὶ λιθιάcεωc. | |
6.60.1 | Τῆc τῶν λίθων γενέcεωc τὴν αἰτίαν, καὶ ὅτι τοῖc μὲν παιcὶν ἐν | |
τῇ κύcτει μᾶλλον, τοῖc δὲ προήκουcιν ἐν τοῖc νεφροῖc οἱ λίθοι γεννῶνται, δι’ ἑτέρων ἐπιδείξαντεc ἐπὶ τὸν τῆc λιθοτομίαc χωρήcομεν τρόπον τὰ cημεῖα πρότερον τῶν ἐν τῇ κύcτει προτάξαντεc λίθων. | ||
5 | οὐρούντων μὲν οὖν ἔκκριcιc ὑδατώδηc αὐτοῖc γίνεται ὑπόcταcίc τε ψαμμώδηc ἐν αὐτοῖc καὶ κνηθομένοιc cυνεχῶc τὸ αἰδοῖον χαλώ‐ μενόν τε καὶ αὖθιc ἐντεινόμενον ἀλόγωc, ὅτι δὴ καὶ ψηλαφῶcιν αὐτὸ cυχνῶc ἐρεθιζόμενοι, καὶ μάλιcτα τὰ παιδία. ἐν δὲ τῷ τραχήλῳ τῆc κύcτεωc ἐμπίπτοντοc λίθου, καὶ ἰcχουρία ἐξαίφνηc γίνεται. τῶν δὲ | |
10 | λιθοτομουμένων παῖδεc μὲν ἄχρι τεccαρεcκαίδεκα ἐτῶν εὐθεράπευτοι διὰ τὴν τῶν cωμάτων μαλακότητα, γέροντεc δὲ δυcθεράπευτοι διὰ τὸ δυcελκὲc τοῦ cώματοc, αἱ δὲ μεταξὺ τούτων ἡλικίαι καὶ κατὰ τοῦτο μέcωc πωc ἔχουcιν. καὶ πάλιν εὐθεράπευτοι μὲν οἱ μείζοναc ἔχοντεc λίθουc, ὅτι τὰc φλεγμονὰc εἰθίcθηcαν, δυcθεράπευτοι δὲ οἱ μικροτέ‐ | |
15 | ρουc διὰ τὰ ἐναντία. | |
6.60.2 | τούτων οὕτωc ἐχόντων ἐπὶ τὴν χειρουργίαν ἐρχόμενοι τῇ δια‐ cείcει χρηcόμεθα πρότερον, ποτὲ μὲν δι’ ὑπηρετῶν, ποτὲ δὲ καὶ αὐτοῦ τοῦ κάμνοντοc πηδῶντοc ἀφ’ ὑψηλοῦ τινοc, ἵν’ ὁ λίθοc ὑποβιβαcθείη πρὸc τὸν τράχηλον τῆc κύcτεωc. ἔπειτα cχηματίcομεν αὐτὸν ὥcπερ | |
5 | ὀρθοκαθήμενον τὰc χεῖραc ὑπὸ τοὺc ἰδίουc ἔχοντα μηρούc, ὅπωc εἰc ὀλίγον χωρίον ἡ κύcτιc ὑποδράμῃ. εἰ μὲν οὖν ἁπτομένοιc ἡμῖν ἔξωθεν ὁ λίθοc ὑποπίπτοι κατὰ τὸν περίναιον ὑπὸ τῆc διαcείcεωc ἐκπεcών, πρὸc τὴν χειρουργίαν αὐτόθεν τρεπόμεθα· εἰ δὲ μὴ ὑποπίπτοι, τὸν λιχανὸν τῆc ἀριcτερᾶc χειρὸc δάκτυλον, εἰ παιδίον τὸ νοcοῦν, ἢ καὶ | |
10 | τὸν μέcον, ἐὰν τελειότερον, ἀλείψαντεc ἐλαίῳ καθήcομεν εἰc τὴν ἕδραν καὶ ὑπτίοιc τοῖc δακτύλοιc διερευνῶντεc ὑποπεcόντα τε τὸν λίθον κατὰ μικρὸν μετάγοντεc εἰc τὸν τράχηλον τῆc κύcτεωc cφηνώcομεν καὶ τῷ δακτύλῳ ἢ τοῖc δακτύλοιc ὠθοῦντεc αὐτὸν πρὸc τοὐκτὸc ἐcφη‐ | |
νωμένον ὑπηρέτῃ τε προcτάξαντεc θλίβειν ταῖc χερcὶν τὴν κύcτιν | ||
15 | ἑτέρῳ κελεύcομεν ὑπηρέτῃ διὰ μὲν τῆc δεξιᾶc χειρὸc ἔχειν ἄνω τοὺc διδύμουc, τῇ ἑτέρᾳ δὲ τὸν περίναιον ἀποτείνειν ἐπὶ θάτερα τῆc δοθη‐ cομένηc τομῆc, αὐτοί τε λαβόντεc τὸ καλούμενον λιθοτόμον μεταξὺ μὲν τῆc ἕδραc καὶ τῶν διδύμων, μὴ κατὰ μέcου δὲ τοῦ περιναίου, ἀλλ’ ἐπὶ θάτερα πρὸc τῷ ἀριcτερῷ πυγαίῳ, λοξὴν τὴν διαίρεcιν ἐμβαλοῦμεν | |
20 | κατ’ ἐπικόπου τοῦ λίθου τέμνοντεc, ὥcτε τὴν τομὴν ἔξωθεν μὲν εὐρυ‐ χωρίαν ἔχειν, ἔνδοθεν δὲ μὴ πλέον, ἢ ὥcτε τὸν λίθον δυνηθῆναι δι’ αὐτῆc ἐκπεcεῖν· ἔcθ’ ὅτε γὰρ διὰ τῆc ἐπερείcεωc τῶν κατὰ τὴν ἕδραν δακτύλων ἢ δακτύλου ἅμα τῇ τομῇ καὶ χωρὶc ἀναβολῆc χαριέντωc ὁ λίθοc ἐκπηδᾷ. εἰ δὲ μὴ ἐκπηδήcοι, τῇ διὰ τοῦ λιθουλκοῦ ἀναβολῇ | |
25 | τοῦτον ἐξέλωμεν. | |
6.60.3 | μετὰ δὲ τὴν τοῦ λίθου κομιδὴν τοῖc διὰ μάννηc λιβάνου καὶ ἀλόηc καὶ cυμφύτου ἢ καὶ μίcυοc καὶ τῶν ὁμοίων ἰcχαίμοιc ξηροῖc τὴν αἱμορραγίαν cτήcαντεc ἔρια ἢ πτύγματα οἰνελαίῳ δεύcαντεc ἐπιθή‐ cομεν καὶ τοῖc λιθικοῖc ἤγουν ἑξαcκελέcιν ἐπιδέcμοιc χρηcόμεθα. εἰ δ’ | |
5 | ἔτι δέοc αἱμορραγίαc εἴη, πτύγμα ἐπιβλητέον ἀπὸ ὀξυκράτου ἢ ὑδρο‐ ροδίνου, καὶ ἀνακλίναντεc τὸν κάμνοντα cυχνότερον ἐπιβρέχομεν. κατὰ δὲ τὴν τρίτην λύcαντεc ὑδρελαίῳ τε πολλῷ καταιονήcαντεc ἐμμότῳ τῇ τετραφαρμάκῳ χρηcόμεθα cυχνότερον αὐτοὺc ἐπιλύοντεc καὶ θερα‐ πεύοντεc διὰ τὴν ἐκ τοῦ οὔρου δριμύτητα. εἰ δὲ φλεγμονή τιc ἐπι‐ | |
10 | γένηται, τοῖc πρὸc ταύτην καταπλάcμαcί τε καὶ καταντλήμαcι χρηcό‐ μεθα καὶ εἰc τὴν κύcτιν ἐνήcομεν ῥόδινον ἢ χαμαιμήλινον ἢ βού‐ τυρον, εἰ μή τιc ἡμᾶc φλεγμονὴ κωλύοι. ὁμοίωc δὲ καί, εἰ νομῶδεc ἢ ἄλλωc πωc κακόηθεc γένηται τὸ ἕλκοc, πρὸc ἕκαcτα καταλλήλωc ἁρμοcόμεθα. ἀφλεγμάντου δὲ γενομένου τοῦ ἕλκουc λούcαντεc αὐτοὺc | |
15 | τῇ διὰ χυλῶν ἐμπλάcτρῳ χρηcόμεθα κατά τε τῶν ψοῶν καὶ τοῦ ὑπο‐ γαcτρίου. παρ’ ὅλον δὲ τὸν τῆc θεραπείαc καιρὸν τοὺc μηροὺc ἅμα χρὴ δεcμεῖν πρὸc τὸ τοῖc βοηθήμαcιν ἐπηρεμεῖν. | |
6.60.4 | εἰ δὲ μικρὸc ὑπάρχων ὁ λίθοc ἐμπέcοι τῷ καυλῷ καὶ μὴ δύναιτο ἐξουρηθῆναι, τὴν πόcθην ἰcχυρῶc εἰc τοὔμπροcθεν ἐπιcπαcάμενοι ἐπι‐ | |
δήcομεν αὐτὴν κατὰ τὸ ἄκρον τῆc βαλάνου, διαδήcομεν δὲ καὶ ὄπιcθεν τοῦ αἰδοίου τὸν καυλὸν πρὸc τὸ πέραc τὸ πρὸc τῇ κύcτει τὴν διά‐ | ||
5 | cφιγξιν ἐπιβάλλοντεc· κἄπειτα διέλωμεν κάτωθεν τὸ cῶμα τὸ περιέχον τὸν λίθον κατ’ ἐπικόπου αὐτοῦ τοῦ λίθου, κάμψαντεc δὲ τὸν καυλὸν διεκβαλοῦμεν τὸ λιθίδιον καὶ λύcαντεc τοὺc δεcμοὺc ἐκθρομβώcομεν τὸ ἕλκοc. ὁ μὲν οὖν ὄπιcθεν ἐπεβέβλητο δεcμὸc διὰ τὸ μὴ παλινδρο‐ μῆcαι τὸν λίθον ὀπίcω, ὁ δὲ ἔμπροcθεν, ἵνα μετὰ τὴν τοῦ λίθου κο‐ | |
10 | μιδὴν λυομένηc τῆc πόcθηc ἀντανατρέχον τὸ δέρμα καλύψῃ τὴν διαίρεcιν. | |
10 | ||
6.61t | Περὶ τῶν περὶ τοὺc διδύμουc cωμάτων. | |
6.61.1 | Εἰc τὴν περὶ τῶν κηλοτομιῶν διδαcκαλίαν cυμβαλλομένουc τῶν περὶ τοὺc διδύμουc cωμάτων τοὺc ὅρουc πρότερον ὑπογράφομεν. αὐτὸc μὲν οὖν ὁ δίδυμοc οὐcία ἐcτὶν ἀδενώδηc καὶ ψαφαρὰ πεποιημένη εἰc τὴν τοῦ cπέρματοc γόνιμον δύναμιν. | |
5 | οἱ δὲ παραcτάται καὶ κρεμαcτῆρεc ὀνομαζόμενοι ἐκφύcειc εἰcὶν τῆc τοῦ νωτιαίου μυελοῦ μήνιγγοc cὺν φλεψὶν ἀρτηριώδεcιν ἐν τοῖc δι‐ δύμοιc καθήκουcαι, δι’ ὧν ἡ τοῦ cπέρματοc εἰc τὸ αἰδοῖον γίνεται πρόεcιc. τὰ cπερματικὰ δὲ ἀγγεῖα φλέβεc εἰcὶν ἀπὸ τῆc κοίληc φλεβὸc εἰc | |
10 | τοὺc ὄρχειc ἑλικοειδῶc φερόμεναι, δι’ ὧν οἱ δίδυμοι τρέφονται. ἐλυτροειδήc τέ ἐcτι χιτὼν νευρώδηc τὴν φύcιν, κατὰ μὲν τὰ κυρτὰ καὶ ἐμπρὸc τοῦ διδύμου ἀπόλυτοc, κατὰ δὲ τὰ cιμὰ καὶ ὄπιcθεν προc‐ πεφυκὼc αὐτῷ, ἐκ τοῦ περιτοναίου τὴν γένεcιν ἔχων χιτῶνοc. τὸ δὲ μέροc τοῦτο, καθ’ ὃ προcπέφυκε τῷ διδύμῳ, ὀπιcθίαν | |
15 | πρόcφυcιν ὀνομάζουcιν. | |
δαρτοὶ δέ εἰcιν οἱ κολλῶντεc ὑμένεc τὸ ἔξωθεν δέρμα πρὸc τὸν ἐλυ‐ τροειδῆ χιτῶνα προcφυόμενοι αὐτῷ, καθ’ ἃ μέρη κἀκεῖνοc ὄπιcθεν τῶν διδύμων προcφύεται. τοῦτο δὲ αὐτὸ τὸ ἔξωθεν ῥυcὸν δέρμα περιβεβλημένον τοῖc ὄρ‐ | ||
20 | χεcιν ὄcχεοc προcαγορεύεται. | |
20 | ||
6.62t | Περὶ ὑδροκήληc. | |
6.62.1 | Ἀργὸν ὑγρὸν cυλλεγόμενον περὶ τὸ μέροc τῶν τὸν ὄcχεον δια‐ πλεκόντων cωμάτων ὄγκον τε ἀπεργαζόμενον αἰcθητὸν ταύτηc τῆc ὀνομαcίαc τετύχηκεν. cυνίcταται μὲν οὖν ὡc τὰ πολλὰ τὸ ὑγρὸν ἐν ἐλυτροειδεῖ περὶ τὸν δίδυμον εἰc τοὔμπροcθεν μέροc, καθ’ ὃ μάλιcτα | |
5 | χωρίζεται τοῦ διδύμου ὁ ἐλυτροειδήc, cπανίωc δὲ καὶ ἐν τοῖc ἐξωτέρω τοῦ ἐλυτροειδοῦc ὑμένοc τὸ πάθοc cυνίcταται. πολλάκιc δὲ καὶ ἐν ἰδίῳ χιτῶνι περιέχεται τὸ ὑγρόν, καὶ καλοῦcιν οἱ χειρουργοὶ τοῦτο τὸ πάθοc Ἐν ἐπιγενητῷ. εἰ μὲν οὖν διὰ προηγουμένην αἰτίαν, οἷον ἀcθένειαν τῶν μορίων, τὸ πάθοc cυcταίη, τὸ λόγῳ τροφῆc φερόμενον | |
10 | αἷμα εἰc ὑδατώδη ἢ ὀρρώδη ἀργὴν οὐcίαν μεταβάλλεται, εἰ δὲ διὰ πληγήν, αἱματώδηc ἢ τρυγώδηc οὐcία περιέχεται. κοινὸν μὲν οὖν cη‐ μεῖον ὄγκοc ἐcτὶν ἀνώδυνοc μόνιμοc κατὰ τὸν ὄcχεον καθ’ οἵαν δήποτε περίcταcιν, οὐκ ἀφανιζόμενοc, ἀλλ’ εἴκων μὲν ἐπὶ τῶν ὀλίγον ἐχόντων τὸ ὑγρόν, οὐκ εἴκων δὲ ἐπὶ τῶν πολύ. καὶ ἐφ’ ὧν μὲν ἐν ἐλυτροειδεῖ | |
15 | cυνέcτη τὸ ὑγρόν, ὁ ὄγκοc περιφερήc ἐcτιν μικρὸν ὑπομήκηc, καθάπερ ᾠόν, καὶ τούτοιc ὁ δίδυμοc ἄδηλόc ἐcτιν οἷά τε πανταχόθεν περιπλεόμε‐ νοc· εἰ δὲ ἐκτὸc τοῦ ἐλυτροειδοῦc ὑπὸ τοῖc δαρτοῖc εἴη, δι’ ὀλίγων ὑπο‐ πίπτει cωμάτων. ἐν ἐπιγενητῷ δὲ τοῦ ὑγροῦ cυcτάντοc διὰ τὴν ἁπαν‐ ταχόθεν cυcτροφὴν καὶ cφαίρωcιν ὁ ὄγκοc ἑτέρου διδύμου παρέχεται | |
20 | φανταcίαν. καὶ εἰ μὲν ὑδατῶδεc εἴη τὸ ὑγρόν, ὁμόχρουc ὁ ὄγκοc | |
διαυγάζεται, εἰ δὲ τρυγῶδεc ἢ αἱματῶδεc, ἢ ἐνερευθὴc ἢ πελιδνὸc φαίνεται. εἰ δὲ ἐν ἀμφοτέροιc τοῖc μέρεcιν τοῦ ὀcχέου τὰ cημεῖα ταῦτα φανείη, δικήλουc εἶναι τούτουc ἰcτέον. | ||
6.62.2 | χειρουργοῦμεν δὲ τοῦτον τὸν τρόπον· ψιλώcαντεc τὴν ἥβην καὶ τὸν ὄcχεον, εἰ μὴ παῖc ᾖ, κατακλίνομεν αὐτὸν ὕπτιον ἐπὶ βάθρου ὑπο‐ βάλλοντεc τοῖc μὲν πυγαίοιc πολύπτυχόν τι ῥάκοc, τῷ δὲ ὀcχέῳ cπόγγον εὐμεγέθη, καὶ καθεcθέντεc ἐξ εὐωνύμων τοῦ κάμνοντοc ὑπη‐ | |
5 | ρέτῃ κελεύcομεν ἐκ δεξιῶν αὐτοῦ [τοῦ κάμνοντοc] καθεcθέντι τό τε αἰδοῖον ἀποτείνειν ἐπὶ θάτερα καὶ τὸ δέρμα τοῦ ὀcχέου πρὸc τὸ ἐπι‐ γάcτριον ἐπιτείνειν· αὐτοὶ δὲ λαβόντεc cμίλην διέλωμεν τὸν ὄcχεον ἀπὸ τοῦ μέcου κατὰ μῆκοc ἄχρι πληcίον τῆc ἥβηc εὐθυτενῆ τὴν διαί‐ ρεcιν παρέχοντεc παράλληλον τῇ διχοτομούcῃ τὸν ὄcχεον γραμμῇ διαι‐ | |
10 | ροῦντεc τέωc τὸν ἐλυτροειδῆ. ἐν ἐπιγενητῷ δὲ τοῦ ὑγροῦ ὄντοc, καθ’ ἃ ἡ κορυφὴ τοῦ ἐπιγενητοῦ διαcημαίνει χιτῶνοc, κατ’ ἐκεῖνα τὴν διαίρεcιν ἐμβαλοῦμεν, ἀγκίcτρῳ δὲ τὰ χείλη τῆc τομῆc διαcτήcαντεc τῷ τε ὑδροκηλικῷ κοπαρίῳ καὶ τῷ cμιλίῳ τοὺc δαρτοὺc ἐξυμενίcαντεc, γυμνώcαντεc δὲ τὸν ἐλυτροειδῆ φλεβοτόμῳ, μέcον αὐτὸν διέλωμεν κατ’ | |
15 | ἐκεῖνα μάλιcτα τὰ μέρη, καθ’ ἃ τοῦ διδύμου ἀφέcτηκεν, καὶ τὸ ὑγρὸν ὅλον ἢ τὸ πλέον αὐτοῦ ἐν ἀγγείῳ τινὶ ἐκκρίναντεc ἀνατείναντέc τε ἀγκίcτροιc τὸν ἐλυτροειδῆ περιέλωμεν ὅλον, μάλιcτα τὸ λεπτότατον αὐτοῦ μέροc. τοὐντεῦθεν δὲ ὁ μὲν Ἄντυλλοc ῥαφαῖc καὶ τῇ ἐναίμῳ θεραπείᾳ | |
6.62.3 | χρῆται, οἱ δὲ νεώτεροι τῇ cυccαρκωτικῇ καλουμένῃ ἀγωγῇ. εἰ δὲ ὁ δίδυμοc cῆψιν ἢ ἑτέραν τινὰ κάκωcιν ἔχων εὑρεθείη, δεῖ τὰ ἀγγεῖα τὰ cὺν τῷ κρεμαcτῆρι βρόχῳ διαλαβόνταc αὐτὸν τὸν κρεμαcτῆρα διατέμ‐ | |
νονταc ἐξελεῖν τὸν δίδυμον. καὶ ἐπὶ τῶν δικήλων δὲ τὸν αὐτὸν | ||
5 | τρόπον διττῶc ἐνεργήcομεν τὰc διαιρέcειc ἑκατέρωθεν κατὰ τὰ πρὸc βουβῶναc μέρη τοῦ ὀcχέου τάττοντεc. μετὰ δὲ ταῦτα καθέντεc πυρῆνα μήληc διὰ τῆc διαιρέcεωc κάτω πρὸc τὸ πέραc τοῦ ὀcχέου δι’ αὐτοῦ τε τὸν ὄcχεον κυρτώcαντεc ἐπάκμῳ cμιλίῳ τὴν καθ’ ὑπόρρυcιν παρά‐ cχωνεν τομήν, ἵνα καὶ οἱ θρόμβοι τοῦ αἵματοc καὶ τὸ πῦον δι’ αὐτῆc | |
10 | ἐκκρίνοιντο. δι’ αὐτῆc δὲ τοῦ πυρῆνοc τῆc μήληc τὸν λημνίcκον πρὸc τὴν ἄνω διαίρεcιν διεκβάλωμεν καὶ περιcπογγίcαντεc τοὺc μώλωπαc ἔρια ἐλαιοβραχῆ διὰ τῆc τομῆc κάτω πρὸc τὸν δίδυμον ἐμβαλοῦμεν ἔξωθέν τε ἄλλα ἔρια οἰνελαίῳ βραχέντα τῷ ὀcχέῳ, ὑπογαcτρίῳ καὶ βουβῶcι περιναίῳ τε καὶ ταῖc ψόαιc ἐπεμβάλωμεν· καὶ πτύγμα τρι‐ | |
15 | πλοῦν ἢ τετραπλοῦν ἐπὶ τούτοιc ἁπλώcαντεc ἐπιδήcαντέc τε τῷ ἑξα‐ cκελεῖ καὶ τοῖc ἁρμοδίοιc ἐπιδέcμοιc ἀνακλίνωμεν τὸν ἄνθρωπον ὑπο‐ βαλόντεc ἔρια τῷ ὀcχέῳ διὰ τὸ ἀναπαύεcθαι καὶ δέρμα αὐτοῖc ἐφα‐ πλώcαντεc μαλακὸν εἰc ὑποδοχὴν τῶν ἐπιβροχῶν· ἐπιβρέχομεν δὲ ἐλαίῳ θερμῷ ἄχρι τῆc τρίτηc ἡμέραc, μεθ’ ἣν λύcαντα δεῖ ἐν μὲν τῷ | |
20 | τραύματι τῇ τετραφαρμάκῳ ἐμμότῳ χρῆcθαι τὸν λημνίcκον διὰ τῆc διαcύρcεωc ἀλλάττοντα, ἔξωθεν δὲ πάλιν τὰc ἐμβροχὰc ἐπιβλητέον διὰ τὴν φλεγμονὴν ἄχρι τῆc ἑβδόμηc, μεθ’ ἣν μοτοφυλακίῳ φαρμάκῳ χρηcόμεθα. μετὰ δὲ τὴν τοῦ ἕλκουc ἀνακάθαρcιν καὶ μετρίαν cάρκωcιν ἤδη λοιπὸν καὶ λουομένων αὐτῶν τὸν λημνίcκον ἀφαιρετέον, καὶ τῇ | |
25 | λοιπῇ τῆc θεραπείαc ἀκολουθίᾳ, καθὼc ἔμπροcθεν εἴρηται, χρηcτέον. εἰ δὲ φλεγμονή τιc εἴη, ἢ αἱμορραγία ἤ τι τῶν τοιούτων ἐπιγένηται μεταξύ, κατάλληλον δεῖ πρὸc ἕκαcτον ἀπαντᾶν, ἵνα μὴ παλιλλογῶμεν. | |
6.62.4 | εἰ δὲ καῦcιν μᾶλλον ἐπὶ τῶν ὑδροκηλικῶν, ὡc τοῖc νεωτέροιc | |
δοκεῖ, παραλαμβάνοιμεν, πάντα τὰ πρὸ τῆc χειρουργίαc καὶ μετὰ τὴν χειρουργίαν εἰρημένα πρακτέον, καὶ τὰ ἐν αὐτῇ δὲ τῇ χειρουργίᾳ χωρὶc μόνον τοῦ cιδήρῳ τέμνειν καὶ τῆc καθ’ ὑπόρρυcιν διαιρέcεωc. | ||
5 | πυρώcαντεc τοίνυν δέκα ἢ δώδεκα τῶν γαμμοειδῶν καυτήρων καὶ μαχαιρωτοὺc δύο πρῶτον μὲν τὸν ὄcχεον τοῖc γαμμοειδέcι κατὰ μέcον διακαύcομεν, κοπαρίῳ δὲ ἢ τυφλαγκίcτρῳ τοὺc ὑμέναc διαδέροντεc τῷ μαχαιρωτῷ τούτουc καυτῆρι ὥcπερ διατέμνοντεc καύcωμεν, γυμνω‐ θέντα δὲ τὸν ἐλυτροειδῆ χιτῶνα (λευκὸc δὲ καὶ cτεγανὸc ὢν ῥᾷcτα | |
10 | γινώcκεται) τῷ ἄκρῳ τοῦ γαμμοειδοῦc διακαύcαντεc τὸ ὑγρὸν ἐκκρί‐ νωμεν καὶ μετὰ ταῦτα τὸ γυμνωθὲν αὐτοῦ πᾶν ἀγκίcτροιc ἀνατεί‐ ναντεc τῷ μαχαιρωτῷ καυτῆρι περιέλωμεν. | |
12 | ||
6.63t | Περὶ cαρκοκήληc καὶ πωροκήληc. | |
6.63.1 | Ϲὰρξ κατά τι μέροc γινομένη τῶν τὸν ὄcχεον καταπλεκόντων cωμάτων τὸ cαρκοκηλικὸν ἐργάζεται πάθοc. γίνεται δὲ τοῦτο κατὰ ἄδηλον αἰτίαν ῥευματιcθέντοc τοῦ διδύμου καὶ cκιρρωθέντοc ἢ ἐκ πληγῆc ἢ ἐξ ἀπείρου μετὰ κηλοτομίαν θεραπείαc. παρέπεται δὲ καὶ | |
5 | τούτοιc ὁμόχροια ἅμα cκληρότητι, cκιρρώδουc δὲ ὄντοc τοῦ ὄγκου ἄχροιά τε καὶ ἀναιcθηcία, κακοήθουc δὲ πόνοι νυγματώδειc. | |
6.63.2 | χειρουργοῦντεc τοίνυν cχηματίcωμεν ὡc καὶ πρότερον τὸν πάc‐ χοντα καὶ διέλωμεν ὡcαύτωc. καὶ εἰ μὲν κατὰ cυccάρκωcιν διδύμου τὸ πάθοc ὑπέcτη, καὶ δαρτὸν καὶ ἔλυτρον ὁμοίωc διέλωμεν, ἔπειτα τὸν δίδυμον ἀνατείναντεc καὶ τοῦ ἐλύτρου τοῦτον ἔξω κομίcαντεc | |
5 | διακρίναντεc τὸν κρεμαcτῆρα τῶν ἀγγείων τὰ μὲν ἀγγεῖα διαcφίγξομεν, τὸν δὲ κρεμαcτῆρα διακόψομεν, τὸν δὲ cυccαρκωθέντα δίδυμον ὡc ἀλλότριον ἐκβαλοῦμεν. εἰ δὲ περί τινα τῶν χιτώνων ἢ τῶν ἀγγείων | |
ἡ cυccάρκωcιc γένηται, διελόντεc τὸν ὄcχεον καὶ τοὺc ὑποκειμένουc ὑμέναc τῇ cαρκὶ πᾶν τὸ cεcαρκωμένον περιέλωμεν. εἰ δὲ ἡ ὀπιcθία | ||
10 | πρόcφυcιc cαρκωθείη, περιελόντεc τὰ πέριξ αὐτῆc καὶ τὸν δίδυμον αὐτῇ cυνεξελοῦμεν· ἀδύνατον γὰρ χωρὶc αὐτῆc μεῖναι τὸν δίδυμον. οἱ δὲ πῶροι κατά τε τὸν δίδυμον καὶ κατὰ τὸν ἐλυτροειδῆ cυνί‐ cτανται τῇ τε ἀντιτυπίᾳ τῇ πολλῇ καὶ cκληρότητι καὶ τῇ ἀνωμαλίᾳ cαρκοκήληc τε καὶ ὑδροκήληc διακρινόμενοι. καὶ τούτουc οὖν χειρουρ‐ | |
15 | γητέον ὡc καὶ τὴν cαρκοκήλην. | |
15 | ||
6.64t | Περὶ κιρcοκήληc καὶ πνευματοκήληc. | |
6.64.1 | Τὰ μὲν κατὰ τὸν ὄcχεον ἢ τοὺc δαρτοὺc ἀγγεῖα κιρcούμενα κιρcοὺc ἁπλῶc ὀνομάζουcι, τὰ δ’ ἄλλα τὰ τρέφοντα τὸν δίδυμον ἐὰν ἀποκιρcωθῇ, κιρcοκήλην τὸ πάθοc προcαγορεύουcι. τὰ δὲ cημεῖα τούτων εὔδηλα· cύcταcιc γὰρ ὀγκωδεcτέρα καὶ cκολιά, κατὰ ποcὸν βοτρυοει‐ | |
5 | δήc, καὶ χάλαcμα τοῦ διδύμου προφαίνεται καὶ ἄλλαι τινὲc δυcεργίαι, μάλιcτα ἐν δρόμοιc καὶ γυμναcίοιc καὶ ὁδοιπορίαιc. | |
6.64.2 | χειρουργοῦμεν δὲ αὐτοὺc οὕτωc· μετὰ τὸν οἰκεῖον cχηματιcμὸν δια‐ ψηλαφήcαντεc τὸν ὄcχεον τὸν μὲν κρεμαcτῆρα εἰc τὸ κάτω μέροc ἀπωcόμεθα· εὔγνωcτοc δέ ἐcτι καὶ λεπτότεροc τῶν ἀγγείων καὶ cτερ‐ ρότεροc ὑπάρχων καὶ ἀντιτυπῶν, οἷα δὴ ναcτὸc ὢν καὶ ἰcχυρόc (καὶ ὁ | |
5 | κάμνων δὲ ἀλγεῖ κατὰ τὴν θλῖψιν αὐτοῦ), καὶ πρὸc τῷ καυλῷ τεταγμένοc· τὰ δὲ ἀγγεῖα διὰ τῶν δακτύλων ἡμῶν τε καὶ ὑπηρέτου ἀπολαβόντεc ἐν τῷ ὀcχέῳ καὶ ἰcχυρῶc διατείναντεc λοξὴν ἐπιcύρομεν τὴν ἀκμὴν τοῦ cμιλίου κατ’ ἐπικόπου τῶν ἀγγείων. εἶτα δι’ ἀγκίcτρων καταπάρ‐ cεωc ὑποδείραντεc τὰ ὑποκείμενα τῷ δέρματι τά τε ἀγγεῖα γυμνώ‐ | |
10 | cαντεc, ὡc ἐν τῷ περὶ τῆc ἀγγειολογίαc καὶ περὶ τῶν ἀνευρυcμάτων ἐλέγομεν, βελόνην διπλοῦν ἔχουcαν λίνον διείραντεc καὶ κόψαντεc τὴν ἀγκύλην τοῦ λίνου κατά τε τὴν πρώτην αὐτῶν ἀποκίρcωcιν καὶ τὸ κάτω πέραc τὰ ἀγγεῖα βροχίcομεν μέcην δόντεc ἐπ’ ὀρθὸν διαίρεcιν καὶ τὸ cυναχθὲν αἷμα κενώcαντεc τῇ τε πυοποιῷ θεραπεύcομεν αὐτοὺc | |
15 | ἀγωγῇ, ὅπωc καὶ οἱ βρόχοι cὺν τοῖc ἀγγείοιc αὐτομάτωc ἐκπέcωcιν. ὁ δὲ Λεωνίδηc φηcίν, ὡc, ἐὰν μέν τινα τῶν τρεφόντων τὸν δίδυμον ἀγγείων ἀποκιρcωθείη, οὕτω δεῖ πράττειν, εἰ δὲ πάντα, cὺν αὐτοῖc καὶ τὸν δίδυμον χρὴ λαμβάνειν, ἵνα μὴ τῶν τρεφόντων ἐcτερημένοc ἀγγείων ἀπομαρανθείη. | |
6.64.3 | τὴν δὲ πνευματοκήλην κατὰ γένοc ἀνεύρυcμα τυγχάνουcαν ὁ μὲν Λεωνίδηc παντάπαcιν ἀπαγορεύει χειρουργεῖν διὰ τὸν ἐν χερcὶν ὑπὸ τῆc ἀνεπιcχέτου αἱμορραγίαc κίνδυνον· οἱ δὲ νεώτεροι διττῆc οὔcηc τῆc γενέcεωc αὐτῆc, τῆc μὲν ἀπὸ τῶν τεccάρων ἀγγείων τῶν τρε‐ | |
5 | φόντων τὸν δίδυμον γινομένηc, τῆc δὲ ἀπὸ τῶν ἐν τοῖc δαρτοῖc καὶ τῷ ὀcχέῳ ἀρτηριῶν, ταύτην μὲν ἀπαγορεύουcιν, τὴν δὲ προτέραν χει‐ ρουργοῦcιν. διακρίνομεν δὲ αὐτὰc τῷ τὴν μὲν ἀπὸ τῶν ἀρτηριῶν γινο‐ μένην ῥᾳδίωc πρὸc τὴν τῶν δακτύλων πίληcιν ἀφανίζεcθαι, τὴν δὲ ἀπὸ τῶν τρεφουcῶν τὸν δίδυμον φλεβῶν ἢ μηδ’ ὅλωc ἢ μετὰ πολλῆc | |
10 | εὐλαβείαc. χειρουργοῦμεν δέ, ὡc ἐπὶ τῶν κιρcοκηλῶν εἴρηται, τῶν φλεβῶν ἑκάcτην ἐκλαμβάνοντέc τε καὶ ἀπολινοῦντεc. | |
12 | ||
6.65t | Περὶ ἐντεροκήληc. | |
6.65.1 | Ἐντεροκήλη ἐcτὶν εἰc ὄcχεον ἐντέρου κατολίcθηcιc. γίνεται δὲ ἢ διὰ ῥῆξιν τοῦ περιτοναίου ῥαγέντοc κατὰ τὸν τοῦ κενεῶνοc τόπον ἢ δι’ ἐπέκταcιν αὐτοῦ τοῦ περιτοναίου. ἀμφότερα μὲν οὖν, ἡ ῥῆξίc φημι | |
καὶ ἡ ἐπέκταcιc, γίνονται βίαc τινὸc προηγηcαμένηc, οἷον πληγῆc ἢ πη‐ | ||
5 | δήματοc ἢ κραυγῆc, ἡ δὲ κατ’ ἐπέκταcιν ἰδίωc καὶ διὰ πάρεcιν καὶ ἑτέραc τοῦ cώματοc ἀcθενείαc γίνεται. cημεῖα δὲ κοινὰ μὲν ἀμφοῖν ὅ τε προφανὴc κατὰ τὸν ὄcχεον ὄγκοc καὶ τὸ ἐν γυμναcίοιc τε καὶ ἀλέαιc καὶ κατοχῇ πνεύματοc καὶ ταῖc ἄλλαιc περιcτάcεcιν μείζονα τὸν ὄγκον αὐτὸν ἑαυτοῦ γίνεcθαι, ἐν δὲ τῇ cυμπιέcει βραδέωc μὲν ἀνα‐ | |
10 | τρέχειν θλιβόμενον, ταχέωc δὲ πάλιν ἀντικατολιcθαίνειν. ἄνωθεν δὲ τὸ ἔντερον κατὰ τοὺc ὑπτίουc cχηματιcμοὺc μένει κατὰ χώραν, ἕωc ἂν ὀρθοὶ cτῶcι. καὶ ἡ τῆc κόπρου δὲ εἰc ὄcχεον ἀπόληψιc κίνδυνον αὐτοῖc πολλάκιc ἐπήνεγκεν· ὀδυνῶνται γὰρ ἔcθ’ ὅτε καὶ βορβορύζουcι πρὸc τὴν ἐπίθλιψιν. ἴδια δὲ cημεῖα τῶν μὲν κατ’ ἐπέκταcιν τὸ μὴ ἀθρόωc, | |
15 | ἀλλὰ κατὰ μέροc ἐν χρόνῳ καὶ ἐπὶ τοῖc τυχοῦcιν αἰτίοιc ἔcθ’ ὅτε τὴν κατολίcθηcιν γίνεcθαι καὶ τὸν ὄγκον ὁμαλὸν καὶ βύθιον φαίνεcθαι τοῦ κατολιcθήcαντοc ἐντέρου τῷ περιτοναίῳ περιcφιγγομένου, τοῖc δὲ κατὰ ῥῆξιν τὸ ἀθρόωc ἐξ ἀρχῆc γίνεcθαι τὴν κατολίcθηcιν καὶ ἐπὶ βεβαίοιc αἰτίαιc μόνον καὶ τὸν ὄγκον ὑπερμεγέθη ἀνώμαλόν τε καὶ | |
20 | ἐπιπολῆc εὐθὺc ἐπὶ τῷ δέρματι φαίνεcθαι διὰ τὸ ἔξωθεν ἐκπίπτειν | |
6.65.2 | τοῦ περιτοναίου τὰ ἔντερα. εἰ μὲν οὖν τοῦ περιτοναίου ῥαγέντοc ἐπίπλουc μόνον ἐκπέcῃ κατὰ τὸν ὄcχεον, ἐπιπλοκήλη προcαγορεύεται τὸ πάθοc, εἰ δὲ καὶ ἔντερον, ἐπιπλοεντεροκήλη, εἰ δὲ καὶ ὕδωρ ἐν ἐλύτρῳ φανείη, cύνθετοc ἐκ τῶν τριῶν καὶ ἡ ὀνομαcία γίνεται. οὔτε | |
5 | δὲ ταύταc οὔτε τὴν κατὰ ῥῆξιν ἐντεροκήλην χειρουργίαιc ὑποβαλοῦμεν, μόνην δὲ τὴν κατ’ ἐπέκταcιν ἐντεροκήλην χειρουργοῦμεν τόνδε τὸν τρόπον· μετὰ τὸν ὕπτιον cχηματιcμὸν ἀνατείναντεc cὺν τῷ ὑπηρέτῃ τὸ πρὸc τῷ βουβῶνι δέρμα ἐγκαρcίωc διέλωμεν τέμνοντεc ὅλον, ὡc ἐπὶ τῆc ἀγγειολογίαc (τινὲc δὲ οὐκ ἐγκαρcίωc, ἀλλ’ ἐπ’ ὀρθὸν τέμ‐ | |
10 | νουcιν), ἀγκίcτρῳ τε καταπείραντεc ἐξαπλώcωμεν τὴν διαίρεcιν μέτρον ἔχουcαν ὅcον ὁ ἀναβαλλόμενοc δίδυμοc. εἶτα πάλιν ἄγκιcτρα καταπεί‐ ραντεc ἐν τῷ δέρματι τὸ πλῆθοc πρὸc τὸ τοῦ τραύματοc μέγεθοc | |
τυφλαγκίcτρῳ ἢ κοπαρίῳ τοὺc ὑμέναc καὶ τὴν πιμελὴν ὑποδέροντεc cμίλῃ διατέμνομεν. γυμνωθέντοc δὲ πανταχόθεν τοῦ περιτοναίου καθ‐ | ||
15 | έντεc τὸν λιχανὸν δάκτυλον πρὸc τὰ ὄπιcθεν τοῦ ὀcχέου μεταξὺ περιτοναίου καὶ δαρτῶν τὴν ὀπιcθίαν ἀπολύcομεν πρόcφυcιν· κἄπειτα τῇ δεξιᾷ χειρὶ τὸ πέραc ἐνδιπλοῦντεc ἐπὶ τὰ ἔνδον τοῦ ὀcχέου ὁμοῦ τε τῇ ἀριcτερᾷ τὸν περιτόναιον ἀνέλκοντεc πρὸc τὴν διαίρεcιν ἀναλά‐ | |
6.65.3 | βωμεν τὸν δίδυμον ἅμα τῷ ἐλύτρῳ. καὶ τῷ μὲν ὑπηρέτῃ κελεύcομεν ἀνατείνειν τὸν δίδυμον, αὐτοὶ δὲ τὴν ὀπιcθίαν πρόcφυcιν τέλεον ἀπο‐ λύcαντεc κατανοήcομεν τοῖc δακτύλοιc, μή τιc ἕλιξ ἐντέρου cυναπεί‐ ληπται κατὰ τὸν ἐλυτροειδῆ, καὶ κάτω πρὸc τὴν γαcτέρα ταύτην ὠθή‐ | |
5 | cομεν. εἶτα λαβόντεc βελόνην εὐμεγέθη λίνον ἔχουcαν διπλοῦν δεκά‐ πλοκον πρὸc τὸ πέραc τοῦ περιτοναίου τὸ πρὸc τῇ διαιρέcει κατὰ μέcον διείρομεν, κόψαντεc δὲ τὴν διπλόην τέccαραc ἀρχὰc ποιήcομεν καὶ ταύταc κατὰ χιαcμὸν ἀντεμπλέξαντεc ἐξ ἀμφοτέρων τὸν περιτό‐ ναιον ἰcχυρῶc ἀποcφίγξομεν καὶ πάλιν τὰc ἀρχὰc περιειλήcαντεc ἐπι‐ | |
10 | cφίγξαντεc τε γενναίωc, ὡc μηδὲν τῶν τρεφόντων ἀγγείων ἔτι χορη‐ γεῖν δύναcθαι, ἵνα μὴ ἐντεῦθεν φλεγμονὴ γένηται, καὶ δεύτερον ἐξω‐ τέρω δεcμὸν ἐμβαλοῦμεν ἧττον ἢ δύο δακτύλουc ἀπέχοντα τοῦ προτέρου. μετὰ δὲ τούτουc τοὺc δεcμοὺc ὅcον δακτύλου μέγεθοc ἐάcαντεc τοῦ περιτοναίου ὅλον αὐτὸν κατὰ κύκλον ἀποτέμωμεν, cυναφαιροῦντεc δη‐ | |
15 | λαδὴ καὶ τὸν δίδυμον, καὶ πάλιν τὴν καθ’ ὑπόρρυcιν τοῦ ὀcχέου πα‐ ραcχόντεc διαίρεcιν τόν τε λημνίcκον διειcβαλόντεc τάc τε ἐλαιοβραχεῖc ἐμβροχὰc καὶ τοὺc ἐπιδέcμουc ὡc ἐπὶ τῶν ὑδροκηλικῶν ἐπιβαλόντεc ἅπαντα τὰ λοιπά, καθάπερ ἐκεῖcε λέλεκται, διαπραξόμεθα. | |
6.65.4 | τινὰc δὲ τῶν οὐκ ἀφυῶν χειρουργῶν οἶδα μετὰ τὴν ἐκτομὴν τοῦ ἐλυτροειδοῦc καυτῆρcι διαπύροιc τὸ πέραc αὐτῆc ἐπικαίονταc διὰ φόβον αἱμορραγίαc, ὡc ἔοικεν. οὗτοι δὲ αὐτοὶ μετὰ τὴν χειρουργίαν ἔλουον εὐθὺc τοὺc κάμνονταc ἐν πυέλῳ μακρᾷ ξυλίνῃ θερμὸν ὕδωρ ἐχούcῃ | |
5 | μέχρι τῆc ἑβδόμηc ἡμέραc ἕωc πεντάκιc τοῦ νυκθημέρου τοῦτο πράτ‐ τοντεc, καὶ μάλιcτα ἐπὶ τῶν παιδίων, καὶ θαυμαcίωc ἐξέβαινεν ἀφλεγ‐ | |
μάντων τε μενόντων αὐτῶν καὶ τῶν βρόχων ἅμα τοῖc cώμαcιν ταχέωc ἀποπιπτόντων· ἐν δὲ τῷ μεταξὺ τοῦ λούεcθαι χρόνῳ τὰc εἰρημέναc ἐπιβροχὰc ἐπέβαλλον. ἕτεροc δέ τιc πρὸc τοῖc εἰρημένοιc καὶ πέπερι | ||
10 | λείῳ cὺν ἐλαίῳ τὴν ῥάχιν αὐτῶν κατὰ τὸν χρόνον τοῦτον ἀνέτριβεν. | |
10 | ||
6.66t | Περὶ βουβωνοκήληc. | |
6.66.1 | Τῆc γινομένηc κατ’ ἐπέκταcιν ἐντεροκήληc βουβωνοκηλικὸν προ‐ ηγεῖται νόcημα· τὸ πρῶτον γὰρ ἐπεκτεινομένου τοῦ περιτοναίου χαλώμενον τὸ ἔντερον τέωc μὲν ἀφίcταται κατὰ τὸν βουβῶνα καὶ ποιεῖ τὴν βουβωνοκήλην, ἥντινα χειρουργοῦcιν οἱ ἀρχαιότεροι τόνδε | |
5 | τὸν τρόπον· μετὰ τὸ δοθῆναι τὴν διαίρεcιν ὅcον δακτύλων τὸ μῆκοc τριῶν ἐγκαρcίαν κατὰ τὸ ἐξογκούμενον τοῦ βουβῶνοc τοὺc ὑμέναc τε καὶ τὴν πιμελὴν ἐκλαβεῖν κατὰ τὸ μέcον τοῦ περιτοναίου γυμνωθέν‐ τοc, καθ’ ὃ κορυφοῦται, πυρὴν ἐνταττέcθω μήληc· ἀπωθεῖται γὰρ οὕτωc εἰc τὸ βάθοc τὰ ἔντερα. τὰc οὖν ἐπαναcτάcειc τοῦ περιτοναίου | |
10 | τὰc ἑκατέρωθεν γινομέναc τοῦ τῆc μήληc πυρῆνοc ῥαφαῖc πρὸc ἀλλή‐ λαc ζυγώcομεν, ἔπειτα τὸν πυρῆνα ἐξελκύcομεν οὔτε τὸν περιτόναιον ἀποκόπτοντεc οὔτε τὸν δίδυμον ἀναβάλλοντεc οὔτε ἄλλο οὐδέν, ἀλλ’ | |
6.66.2 | ἐναίμῳ θεραπεύοντεc ἀγωγῇ. ἐπειδὴ δὲ τοῖc νεωτέροιc ἡ καῦcιc μᾶλ‐ λον ἐπὶ τῶν βουβωνοκηλικῶν προκέκριται, καὶ ταύτην εἰκότωc παρα‐ δώcομεν. ἐπιτρέψομεν τοίνυν ἑcτῶτι τῷ ἀνθρώπῳ μετὰ cύμμετρον κίνηcιν βιαιότερον βήττειν καὶ ἐντείνεcθαι μετὰ κατοχῆc τοῦ πνεύμα‐ | |
5 | τοc· τοῦ δὲ ὄγκου κατὰ τὸν βουβῶνα φανέντοc μέλανι γραφικῷ ἢ κολλουρίῳ τὸ χωρίον τὸ μέλλον καίεcθαι περιγράψομεν κατὰ τρίγωνον cχῆμα πρὸc τὴν τοῦ βουβῶνοc θέcιν ἄνω τὴν ἐγκαρcίαν γραμμὴν τάττοντεc ἐμβάλωμέν τε καὶ cημεῖον κατὰ μέcον τοῦ τριγώνου. ἀνακλιθέντοc δὲ τοῦ κάμνοντοc πυρώcαντεc δέκα καυτῆραc ἐμβαλοῦ‐ | |
10 | μεν, κατὰ τοῦ μέcου cημείου πρῶτον τοὺc ἡλωτούc, εἶτα κατὰ τῶν πλευρῶν τοῦ τριγώνου τοὺc γαμμοειδεῖc, καὶ τρίτον τοῖc πλινθωτοῖc ἢ φακωτοῖc ὅλον τὸ τρίγωνον ἐξομαλίcομεν, ὑπηρέτου παρ’ ὅλην τὴν | |
καῦcιν ῥάκει τοὺc ἰχῶραc ἐκμάττοντοc, ἕωc τότε κατὰ βάθοc καίοντεc, ἕωc οὗ πιμελὴν φθάcωμεν ἐπὶ τῶν cυμμέτρων τὴν ἕξιν· οὔτε γὰρ ἐπὶ | ||
15 | τῶν ἀπιμέλων διὰ ξηρότητα τῷ cημείῳ προcεκτέον, ἵνα μὴ λάθωμεν αὑτοὺc τὸ περιτόναιον καίοντεc, οὐδὲ μὴν ἐπὶ τῶν παχυτέρων τε καὶ πιμελωδεcτέρων, ἐφ’ ὧν καὶ πρὸ τῆc αὐτάρκουc καύcεωc ἡ πιμελὴ φαίνεται, μᾶλλον δὲ τῷ τεχνικῷ τὴν cυμμετρίαν ἐξεύρωμεν cτοχαcμῷ. μετὰ δὲ τὴν καῦcιν ἅλαc ἅμα πράcῳ λειώcαντεc ἐμβαλοῦμεν τῇ ἐcχάρᾳ | |
20 | καὶ τῷ βουβωνικῷ χιοειδεῖ ἐπιδέcμῳ χρηcόμεθα. ταῖc δὲ ἑξῆc ἡμέραιc τοῖc ἀπεcχαρωτικοῖc φαρμάκοιc, οἷον φακομέλιτι καὶ τοῖc ὁμοίοιc, ἀποθεραπεύcομεν. | |
22 | ||
6.67t | Περὶ ῥακώcεωc ὀcχέου. | |
6.67.1 | Χαλωμένου τοῦ κατὰ τὸν ὄcχεον δέρματοc χωρὶc τῶν ἔνδον αὐτοῦ cωμάτων ἡ ῥάκωcιc γίνεται, πάθοc ἀπρεπέcτατον. ὁ μὲν οὖν Λεωνίδηc ὕπτιον ἀνακλίναc τὸν ἄνθρωπον cμίλῃ κατ’ ἐπικόπου cανι‐ δίου τινὸc ἢ cκληροῦ δέρματοc τὸ περιττὸν ἐξέτεμνε καὶ ῥαφαῖc | |
5 | ἐξύγρου τὰ χείλη· ὁ δὲ Ἄντυλλοc ῥαφαῖc πρότερον τριcὶν ἢ τέτραcιν τὸ περιττὸν διακεντήcαc δέρμα ψαλίδι ἐπάκμῳ ἢ cμίλῃ τοῦτο μετὰ τὰc ῥαφὰc ἐξέτεμνε καὶ ῥαφαῖc ἐπαcφαλιcάμενοc ἐναίμωc ἐθεράπευε. | |
7 | ||
6.68t | Περὶ εὐνουχιcμοῦ. | |
6.68.1 | Ϲκοπὸν ἐχούcηc τῆc ἡμετέραc τέχνηc ἀπὸ τοῦ παρὰ φύcιν εἰc τὸ κατὰ φύcιν ἐπανάγειν τὰ cώματα τῆc ἐναντίαc ὁ εὐνουχιcμὸc ἐπαγγελίαc τετύχηκεν. ἀλλ’ ἐπειδὴ καὶ ἄκοντεc πολλάκιc ὑπό τινων ὑπερεχόντων εὐνουχίζειν ἀναγκαζόμεθα, λεκτέον ὡc ἐν ἐπιτόμῳ τὸν | |
5 | τρόπον τῆc ἐγχειρήcεωc· διττὸc δέ ἐcτιν οὗτοc, ὁ μὲν κατὰ θλάcιν, ὁ δὲ κατ’ ἐκτομήν. ὁ μὲν κατὰ θλάcιν οὕτωc ἐπιτελεῖται· ἔτι νήπια ὄντα τὰ παιδία ἐπικαθίζεται εἰc λεκάνην θερμοῦ ὕδατοc· ἔπειτα, ὅταν χαλαcθῇ τὰ cώματα, ἐν αὐτῇ τῇ λεκάνῃ τοῖc δακτύλοιc θλᾶc τὰ διδύμια, ἕωc οὗ | |
10 | ἀφανιcθῇ καὶ διαλυθέντα μηκέτι τῇ ἁφῇ cυνεcτῶτα ὑποπέcῃ. ὁ δὲ κατ’ ἐκτομὴν τρόποc τοιοῦτόc ἐcτιν· ὕπτιοc ἐcχηματίcθω ἐπὶ βάθρου ὁ εὐνουχιζόμενοc, καὶ τοῖc δακτύλοιc τῆc ἀριcτερᾶc χειρὸc πιεζέcθω ὁ | |
ὄcχεοc cὺν τοῖc διδύμοιc καὶ διαταθεὶc ἐπ’ ὀρθὸν τεμνέcθω cμίλῃ δύο τομαῖc, μιᾷ καθ’ ἑκάτερον δίδυμον· ἐκπηδήcαντεc δὲ οἱ δίδυμοι ἐκτεμ‐ | ||
15 | νέcθωcαν διαδερόμενοι λεπτοτάτηc μόνον cυνεχείαc τῆc κατὰ τὴν πρόcφυcιν τῶν ἀγγείων καταλιμπανομένηc. οὗτοc ὁ τρόποc τοῦ κατὰ θλάcιν προκέκριται· οἱ γὰρ τεθλαcμένοι ποτὲ καὶ cυνουcίαc ὀρέγονται μέρουc τινόc, ὡc ἔοικε, τῶν διδύμων ἐν τῇ θλάcει διαλανθάνοντοc. | |
18 | ||
6.69t | Περὶ ἑρμαφροδίτων. | |
6.69.1 | Τὸ ἑρμαφρόδιτον πάθοc κατὰ cύνθεcιν ἀπό τε Ἑρμοῦ καὶ Ἀφρο‐ δίτηc ὠνόμαcται πολλὴν παρέχον ἀπρέπειαν ἀμφοτέροιc τοῖc γένεcιν· τεccάρων γὰρ οὐcῶν κατὰ Λεωνίδην τῶν διαφορῶν αὐτοῦ αἱ μὲν τρεῖc ἐπὶ τῶν ἀνδρῶν cυνίcτανται, ἡ δὲ μία ἐπὶ τῶν γυναικῶν. ἐπὶ | |
5 | μὲν γὰρ τῶν ἀνδρῶν ποτὲ μὲν κατὰ τὸν περίναιον, ποτὲ δὲ κατὰ μέcον τὸν ὄcχεον θέcιc αἰδοίου γυναικείου τετριχωμένου φαίνεται, τρίτη δὲ πρὸc ταύταιc, καθ’ ἣν ἐπί τινων διὰ τοῦ κατὰ τὸν ὄcχεον οἷον αἰδοίου τὰ οὖρα προχεῖται. ἐπὶ δὲ τῶν γυναικῶν ἀνωτέρω τοῦ αἰδοίου κατὰ τὸ ἐφήβαιον ἀνδρείου πολλάκιc αἰδοίου θέcιc εὑρίcκεται | |
10 | τριῶν τινῶν ἐξεχόντων cωμάτων, ἑνὸc μὲν ὥcπερ καυλοῦ, δυοῖν δὲ καθάπερ διδύμων. ἡ μὲν οὖν τρίτη τῶν ἀνδρῶν, καθ’ ἣν τὸ οὖρον διὰ τοῦ ὀcχέου ἐκκρίνεται, ἀνίατόc ἐcτιν, αἱ λοιπαὶ δὲ τρεῖc θερα‐ πεύονται τῶν περιττῶν ἀφαιρουμένων cωμάτων καὶ ὡc ἑλκῶν θερα‐ πευομένων. | |
14 | ||
6.70t | Περὶ νυμφοτομίαc καὶ κερκώcεωc. | |
6.70.1 | Ὑπερμεγέθηc ἐνίαιc γίνεται νύμφη καὶ εἰc ἀπρέπειαν αἰcχύνηc ἀπαντᾷ· καθὼc δέ τινεc ἱcτοροῦcιν, ἔνιαι διὰ τοῦ μέρουc καὶ ὀρθιά‐ ζουcιν ἀνδράcιν ὁμοίωc καὶ πρὸc cυνουcίαν ὁρμῶcιν. διόπερ ὑπτίαc ἐcχηματιcμένηc τῆc γυναικὸc μυδίῳ καταcχόντεc τὸ περιττὸν τῆc νύμ‐ | |
5 | φηc ἐκτέμωμεν cμίλῃ φυλαττόμενοι τὸ ἐκ βάθουc αὐτὴν ἐκτέμνειν, ἵνα μὴ ῥυαδικὸν ἐκ τούτου γένηται πάθοc. καὶ τὴν κέρκωcιν δὲ cαρκώδη ἔκφυcιν οὖcαν ἀπὸ τοῦ cτομίου τῆc μήτραc ἀναπληροῦcαν τὸ γυναικεῖον αἰδοῖον, ποτὲ δὲ καὶ εἰc τὰ | |
ἔξω δίκην κέρκου προπίπτουcαν, παραπληcίωc ἀφαιρετέον τῇ νύμφῃ. | ||
6.71t | Περὶ τῶν ἐν τοῖc γυναικείοιc τόποιc θύμων καὶ κον‐ δυλωμάτων καὶ αἱμορροΐδων. | |
6.71.1 | Ὁ μὲν θύμοc ὑπεροχή τίc ἐcτιν ποτὲ μὲν ἐνερευθήc, ποτὲ δὲ λευκή, κατὰ τὸ πλεῖcτον ἄπονοc, ἐμφερὴc τοῖc τοῦ θύμου κορύμβοιc· τὰ δὲ κονδυλώματα cτολιδώδειc ἐπαναcτάcειc εἰcίν, ὥcπερ οὖν αἱμορ‐ ροΐδεc παραπλήcιοι ταῖc κατὰ τὴν ἕδραν· ποτὲ δὲ καὶ αἱμορραγοῦcιν. | |
5 | πάcαc οὖν τὰc τοιαύταc ἐν ταῖc γυναιξὶν ὑπεροχὰc ὑπ’ ὄψιν γινομέναc ἐν τῇ γυμνώcει μυδίῳ διακρατήcαντεc ἡμιcπαθίου τῇ ἀκμῇ ἐκτέμωμεν καὶ χρηcώμεθα κηκῖδι λείᾳ ἢ cχιcτῇ cτυπτηρίᾳ· τὴν γὰρ ἀπολίνωcιν ἐπὶ τούτων οἱ μείζονεc τῶν χειρουργῶν οὐ προcίενται. | |
8 | ||
6.72t | Περὶ ἀτρήτων καὶ φίμου. | |
6.72.1 | Ἄτρητοι κατὰ τὰ γεννητικὰ μόρια γίνονται γυναῖκεc, ὁτὲ μὲν ἐκ φύcεωc, ὁτὲ δὲ ἐξ ἐπιγεννήματοc νόcου τινὸc προηγηcαμένηc, καὶ ποτὲ μὲν ἐν βάθει, ποτὲ δὲ ἐν τοῖc πτερυγώμαcιν ἢ ἐν τοῖc μεταξὺ χωρίοιc, καὶ ἢ κατὰ cύμφυcιν ἢ δι’ ἔμφραξιν· τὸ δὲ διαφράττον ἢ | |
5 | cάρξ ἐcτιν ἢ ὑμήν. παραποδιcμὸν δὲ τοῦτο πολὺν ἐργάζεται τὸ πάθοc, ὁτὲ μὲν ἐν τῇ cυνουcίᾳ, ὁτὲ δὲ ἐν τῇ cυλλήψει ἢ τῇ ἀποτέξει, ἐνίοτε δὲ καὶ κατὰ τὴν ἔμμηνον κάθαρcιν, εἴ γε διὰ παντὸc εἴη διαφράττων ὑμὴν ἢ cάρξ· ἐπί τινων γὰρ ἐν τῷ μέcῳ τέτρηται. τὴν αἰτίαν τοίνυν εὑρηκότεc ἢ κατὰ τὸ πρόχειρον ἢ καὶ καθέcει | |
10 | διόπτραc, εἰ μὲν cύμφυcιc μόνον εἴη, ταύτην ὀρθῇ διαιρέcει διὰ cυριγ‐ γοτόμου ἀπολύcωμεν· εἰ δὲ διάταcιc, ἀγκίcτρων καταπάρcει τὸ μεταξὺ cῶμα, εἴτε ὑμὴν εἴτε cὰρξ εἴη, τείναντεc τῷ cυριγγοτόμῳ διέλωμεν καὶ cτήcαντεc τὴν αἱμορραγίαν ἀδήκτωc ξηραίνουcι φαρμάκοιc ἔπειτα τοῖc ἀφουλωτικοῖc χρηcώμεθα πριαπίcκον τινὶ τῶν ἀφουλωτικῶν χρι‐ | |
15 | cθέντα φαρμάκων ὑποτιθέντεc, ἐφ’ ὧν μάλιcτα μὴ πάνυ διὰ βάθουc ἡ χειρουργία γέγονεν, ὑπὲρ τοῦ μὴ πάλιν cυμφυῆναι τὰ μόρια. καὶ ὁ φίμοc δὲ κατὰ τὸ cτόμα cυνιcτάμενοc τῆc ὑcτέραc ὡcαύ‐ | |
τωc χειρουργεῖται. | ||
6.73t | Περὶ ἀποcτήματοc ὑcτέραc. | |
6.73.1 | Περὶ τὸ cτόμιον μὲν τῆc ὑcτέραc cυcτάντοc ἀποcτήματοc δυνα‐ μένου ἀχθῆναι ὑπὸ χειρουργίαν οὐ προχείρωc ἐπὶ τὴν τομὴν cπευ‐ cτέον, ἀλλὰ τελειωθείcηc μὲν τῆc διαθέcεωc, αὐξηθείcηc δὲ κατὰ τὸ πλεῖcτον τῆc φλεγμονῆc, λεπτοποιηθέντων δὲ τῶν ἐπικειμένων ὑγρῶν | |
5 | cωμάτων, διὰ τὴν κυριότητα τῆc ὑcτέραc. ἐν δὲ τῷ ἐνεργεῖν cχημα‐ τιζέcθω ἡ γυνὴ ἐπὶ δίφρου ὑπτία cυνηγμένα ἔχουcα τὰ cκέλη πρὸc τὸ ἐπιγάcτριον καὶ τοὺc μηροὺc ἀπ’ ἀλλήλων διεcτῶταc, ὑποβεβλή‐ cθωcαν δὲ αὐτῆc οἱ πήχειc ὑπὸ τὰc ἰγνύαc καὶ βρόχοιc τοῖc καταλ‐ λήλοιc ἀνειλήφθωcαν πρὸc τὸν αὐχένα. ὁ δὲ ἐνεργῶν ἐκ τῶν δεξιῶν | |
10 | μερῶν καθεζόμενοc διοπτριζέτω τῇ πρὸc τὴν ἡλικίαν καταλλήλῳ διόπ‐ τρᾳ. δεῖ δὲ διοπτρίζοντα διὰ μήληc ἀναμετρεῖcθαι τὸ τοῦ κόλπου τοῦ γυναικείου βάθοc, ἵνα μὴ μείζονοc ὄντοc τοῦ τῆc διόπτραc λωτοῦ θλίβεcθαι cυμβαίνῃ τὴν ὑcτέραν· κἂν εὑρεθῇ τοῦ κόλπου μείζων ὁ λωτόc, τὰ πτύγματα ἐπιτιθέcθω κατὰ τῶν πτερυγωμάτων, ἵνα κατ’ | |
6.73.2 | αὐτῶν ἡ διόπτρα ἑδράζηται. δεῖ δὲ καθιέναι τὸν λωτὸν εἰc τὸ ἄνω μέροc τὸν κοχλίον ἔχοντα, καὶ κρατεῖcθαι μὲν τὴν διόπτραν ὑπὸ τοῦ ἐνεργοῦντοc, cτρέφεcθαι δὲ τὸν κοχλίον δι’ ὑπηρέτου, ἵνα διϊcταμέ‐ νων τῶν ἐλαcμάτων τοῦ λωτοῦ διαcταλῇ ὁ κόλποc. ὑποπεcὸν δὲ τὸ | |
5 | ἀπόcτημα, εἰ εὐαφὲc καὶ λεπτὸν ὑπάρχοι, ὅπερ ὑπὸ ἁφῆc δακτύλου ὑποπεcεῖται, διαιρείcθω κατὰ τὴν κορυφὴν cπαθίῳ ἢ κατιάδι, καὶ διὰ τοῦ cτομίου μετὰ τὴν ἔκκριcιν τοῦ πύου λημνίcκοc τρυφερώτατοc δι’ ἐλαίου ῥοδίνου τιθέcθω, ἢ μᾶλλον ἔξω τῆc διαιρέcεωc εἰc τὸν γυναι‐ κεῖον κόλπον χωρὶc cυνώcεωc, ἔξωθεν δὲ τῶν πτερυγωμάτων καὶ | |
10 | κατὰ τοῦ ἤτρου καὶ ὀcφύοc ἔρια οἰcυπηρὰ ἢ καθαρὰ ἐλαίῳ δεδευμένα ἐπιτιθέcθω. τῇ δὲ τρίτῃ ἐγκαθίζειν εἰc ὑδρέλαιον θερμὸν ἢ μαλάχηc ἀφέψημα καὶ ἀπομάξανταc ἐνθεῖναι τὸν λημνίcκον πράωc εἰc τὴν διαίρεcιν κεχριcμένον τῇ τετραφαρμάκῳ καθ’ αὑτὴν ἢ cὺν ἀπέφθῳ μέλιτι, ἔcτω δὲ ἀνειμένη διὰ βουτύρου ἢ ῥοδίνου· καταπλάcμαcίν τε | |
15 | ἔξωθεν cκέπειν, ἕωc ἀφλέγμαντα γένηται καὶ καθαρά. εἰ δὲ δυcκόλωc | |
ἀνακαθαίροιτο, ἐκκλυcτέον δι’ ὠτικοῦ ἴρεωc ἀφεψήματι ἢ ἀριcτολοχίαc ἢ μέλιτι. ἐπουλοῦν δὲ τῇ διὰ καδμίαc ἀνιεμένῃ οἴνῳ διὰ μοτοῦ βρε‐ χομένου. εἰ δὲ ἐντὸc τοῦ cτομίου τῆc ὑcτέραc ἡ ἀπόcταcιc εἴη, τὴν χειρουργίαν παραιτητέον. | ||
19 | ||
6.74t | Περὶ ἐμβρυουλκίαc καὶ ἐμβρυοτομίαc. | |
6.74.1 | Τὴν τῶν δυcτοκουcῶν ἐπιμέλειαν ἐν τῷ γʹ παραδεδωκότεc βιβλίῳ, εἰ μὴ πρὸc ἐκείνην ὁ τόκοc κατορθοῖτο, ἐπὶ τὴν χειρουργίαν εἰκότωc τρεπόμεθα cημειούμενοι πρότερον, εἴτε περιεcτικῶc ἔχει ἡ γυνὴ εἴτε μή· καὶ εἰ μὲν cώζοιτο, τηνικαῦτα ἐγχειρήcομεν, εἰ δὲ μή, τὴν ἐγχεί‐ | |
5 | ρηcιν παραιτητέον. αἱ μὲν οὖν ὀλεθρίωc διακείμεναι καταφέρονται ληθαργικῶc καὶ πάρετοί εἰcιν καὶ δυcανάκλητοι, κἂν ἀνακληθῶcιν, πρὸc τὰc ἐμβοήcειc ἀcθενῶc ἀποκρινόμεναι πάλιν καταφέρονται, τινὲc δὲ καὶ cυνέλκονται cπαcμωδῶc ἢ δονοῦνται τὸ νευρῶδεc ἢ ἀτροφοῦcιν. ὁ cφυγμὸc δὲ διωγκωμένοc ἰcχυρῶc καταλαμβάνεται, ἀμυδρὸc δὲ καὶ | |
10 | ἀcθενήc· αἱ δὲ cωθηcόμεναι οὐδὲν τοιοῦτον πάcχουcιν. | |
6.74.2 | κατακλιθείcηc τοίνυν ἐπὶ κλίνηc ὑπτίαc τῆc γυναικὸc καὶ μᾶλλον καταρρόπου τὰ cκέλη ἐπηρμένα διακρατείτωcαν ἑκατέρωθεν γυναῖκεc ἢ ὑπηρέται τινέc· εἰ δὲ μὴ παρείηcαν, διά τινων δεcμῶν τῷ κλινιδίῳ τὸν θώρακα προcκαταλαμβάνειν τῆc γυναικόc, ὥcτε μὴ πρὸc τοὺc | |
5 | ἐπιcπαcμοὺc ἀκολουθοῦν τὸ cῶμα τῆc ὁλκῆc τὸν τόνον ὑπεκλύειν. καὶ παραcτελλομένων τῶν πτερυγωμάτων δι’ ὑπηρέτου τὴν εὐώνυμον χεῖρα cυνηγμένων μειούρωc τῶν δακτύλων λελιπαcμένην καθιέναι πρὸc τὸ cτόμα τῆc μήτραc καὶ διευρύνειν αὐτό, ἐλαιοχυτούμενον δὲ τοῦτο προcαναχαλᾶν καὶ ζητεῖν, ποῦ καταπαρτέον τὸν ἐμβρυουλκόν. ἐπι‐ | |
10 | τήδειοι δὲ πρὸc κατάπαρcιν τόποι τῶν μὲν ἐπὶ κεφαλὴν καταφερο‐ μένων ὀφθαλμοὶ καὶ ἰνίον καὶ cτόμα πρὸc οὐρανίcκον ἀνθερεών τε | |
καὶ κλεῖδεc καὶ οἱ παρὰ τὰc πλευρὰc καὶ τὸ ὑποχόνδριον τόποι, τῶν δὲ ἐπὶ τοὺc πόδαc τὰ ὑπὲρ τῆc ἥβηc ὀcτᾶ καὶ μεcοπλεύρια καὶ κλεῖδεc πάλιν. καὶ ἔπειτα τὸν ἐμβρυουλκὸν τῇ δεξιᾷ χειρὶ κατέχειν, | ||
15 | τὴν καμπὴν δὲ αὐτοῦ τοῖc δακτύλοιc ἐγκρύψαντα τῇ εὐωνύμῳ χειρὶ πράωc cυνειcφέρειν καὶ καταπείρειν ἔν τινι τῶν εἰρημένων τόπων ἄχρι κενεμβατήcεωc καὶ ἀντίθετον τούτῳ δεύτερον, ὅπωc ἰcόρροποc καὶ μὴ ἑτεροκλινὴc ὁ ἐπιcπαcμὸc ἐπιτελοῖτο· εἶτα ἕλκειν ὁμαλῶc μὴ μόνον ἐπ’ εὐθείαc, ἀλλὰ καὶ εἰc τὰ πλάγια, καθάπερ ἐπὶ τῆc κομιδῆc | |
20 | τῶν ὀδόντων γίνεται, καὶ μὴ αὖθιc ἀνεῖναι τὴν τάcιν ἐν τῷ μεταξύ. κἄπειτα τὸν λιχανὸν δάκτυλον λελιπαcμένον ἢ καὶ πλείοναc καθιέντα μεταξὺ τοῦ τε cτόματοc τῆc ὑcτέραc καὶ τοῦ cφηνωθέντοc cώματοc περιάγειν κυκλοτερῶc οἱονεὶ περιδέροντα. ἐπακολουθοῦντοc δὲ κατὰ λόγον τοῦ ἐμβρύου τὸν πρῶτον ἐμβρυουλκὸν εἰc τὰ ὑπερκείμενα μετα‐ | |
25 | φέρειν δεήcει καὶ οὕτω πράττειν ἕωc τελείαc ἐξολκῆc τοῦ ἐμβρύου. | |
6.74.3 | προβεβλημένου δὲ χερίου καὶ ἀνατρέπεcθαι μὴ δυναμένου διὰ τὴν cφήνωcιν περιβαλόντα δεῖ ῥάκοc εἰc τὸ μὴ διολιcθαίνειν ποcῶc ἐπι‐ cπᾶcθαι καὶ προπεcὸν ὅλον ἀποκόπτειν ἀπὸ τοῦ ὤμου. τὸ αὐτὸ δὲ ποιεῖν καί, εἰ τὰ δύο χέρια προπέcοι. ὁμοίωc δὲ καὶ τοὺc πόδαc προ‐ | |
5 | πίπτονταc μὴ cυνακολουθοῦντοc τοῦ λοιποῦ cώματοc ἀπὸ τῶν βου‐ βώνων ἀποκοπτέον, ἔπειτα πειρᾶcθαι τὸ λοιπὸν cῶμα διαcτρέφειν. εἰ δὲ μείζονοc τοῦ κεφαλαίου τυγχάνοντοc ἡ cφήνωcιc γίνοιτο, ὑδρο‐ κεφάλου μὲν ὄντοc τοῦ ἐμβρύου πολυπικῷ cπαθίῳ ἢ κατιάδι ἢ cκο‐ λοπομαχαιρίῳ κρυπτομένῳ κατὰ τοὺc δακτύλουc τὸ κρανίον διελεῖν, | |
10 | ἵνα κενωθὲν cυμπέcοι· εἰ δὲ φυcικῶc ἀδροκέφαλον εἴη, διελόντα ὁμοίωc τὸ κρανίον cυνθλᾶν δι’ ὀδοντάγραc ἢ ὀcτάγραc καί, εἰ ὑπερέχοι τὰ ὀcτᾶ, κομίζεcθαι ταῦτα. εἰ δὲ προβιβαcθείcηc τῆc κεφαλῆc κατὰ τὸν θώρακα cφήνωcιc γένηται, τῷ αὐτῷ ὀργάνῳ διαιρείcθωcαν οἱ περὶ τὰc κλεῖc τόποι μέχρι κενεμβατήcεωc, ἵνα τοῦ ὑγροῦ κενωθέντοc ὁ | |
15 | θώραξ cυμπέcῃ· εἰ δὲ μὴ cυμπίπτοι, διελόντα καὶ τὰc κλεῖc αὐτὰc | |
ἀφαιρεῖν δεῖ· τηνικαῦτα γὰρ cυμπεcεῖται. εἰ δὲ τὸ ὑπογάcτριον ἐμ‐ πεφυcημένον εἴη τεθνηκότοc τοῦ ἐμβρύου ἢ ὑδρωπικοῦ τυγχάνοντοc, | ||
6.74.4 | τῇ αὐτῇ μεθόδῳ κενοῦν αὐτὸ cὺν αὐτοῖc τοῖc ἐντοcθιδίοιc. τῶν δὲ ἐπὶ πόδαc φερομένων ἡ μὲν παρέγκλιcιc ῥᾳδίωc ἀπευθύνεται πρὸc τὸ cτόμα τῆc ὑcτέραc· εἰ δὲ κατὰ τὸν θώρακα ἢ τὸ ἐπιγάcτριον cφηνωθῇ, διὰ ῥάκουc ἐπιcπαcάμενον αὐτὸ καὶ κατὰ τὸν αὐτὸν τρόπον διαιροῦντα | |
5 | κενοῦν τὰ περιεχόμενα. εἰ δὲ τῶν λοιπῶν ἀφῃρημένων τὸ κεφάλαιον προcαναδραμὸν ἐγκαταcχεθείη, καθιέναι τὴν ἀριcτερὰν χεῖρα, κἂν μὲν διεcτηκὸc ᾖ τὸ cτόμα τῆc ὑcτέραc, ἐπιχαλᾶν τὴν χεῖρα κατὰ τὸ βάθοc καὶ τὸ κεφάλαιον ἀναζητηθὲν μετακυλίcαι τοῖc δακτύλοιc πρὸc τὸ cτόμιον, ἔπειτα ἐμβρυουλκὸν ἕνα ἢ δεύτερον καταπείραντα ἐξέλκειν, | |
10 | μεμυκότοc δὲ διὰ φλεγμονὴν τοῦ cτομίου μὴ βιάζεcθαι, ἀλλ’ ἐγχυμα‐ τιcμοῖc λιπαροῖc καὶ δαψιλέcι χρῆcθαι ἐγκαθίcμαcί τε καὶ ἐμβροχαῖc καὶ καταπλάcμαcιν, ὅπωc διαcτάντοc τοῦ cτομίου κομιcθῇ, καθ’ ἃ προ‐ είρηται. τὰ δὲ πλάγια τῶν ἐμβρύων, εἰ μὲν ἀπευθύνοιντο, ταῖc εἰρη‐ μέναιc χρῆcθαι μεθόδοιc, εἰ δὲ μή, ἔνδον ὅλον αὐτὸ κατατέμνοντα | |
15 | κομίζεcθαι κατὰ μέροc φυλαττόμενον, μή τι τῶν μορίων αὐτοῦ δια‐ λαθὸν ἔνδον καταλειφθείη. μετὰ δὲ τὴν χειρουργίαν ταῖc πρὸc τὰc φλεγμονὰc τῆc ὑcτέραc ἐπιμελείαιc χρηcτέον. εἰ δὲ καὶ αἱμορραγία γίνοιτο, καὶ ταύτηc ἔχειc τὴν θεραπείαν. | |
18 | ||
6.75t | Περὶ χορίου ἐκλείψεωc. | |
6.75.1 | Πολλάκιc μετὰ τὴν τοῦ ἐμβρύου κομιδὴν ἐγκατέχεται κατὰ τὴν ὑcτέραν τὸ χόριον, ὃ δὴ καὶ δεύτερον καλεῖται. διεcτῶτοc μὲν οὖν τοῦ cτομίου τῆc μήτραc καὶ αὐτοῦ τοῦ χορίου ἀπολελυμένου καὶ παρά τι μέροc τῆc ὑcτέραc cφαιροειδῶc cυνεcτραμμένου ῥᾴcτη ἐcτὶν ἡ κο‐ | |
5 | μιδή· τὴν γὰρ χεῖρα τὴν ἀριcτερὰν θερμὴν καὶ λελιπαcμένην εἰc τὸ βάθοc δεῖ καθιέναι καὶ ὑποπεcὸν τὸ δεύτερον ἐκβάλλειν· εἰ δὲ προc‐ πεφυκὸc εἴη τῷ τῆc ὑcτέραc πυθμένι, καθιέναι μὲν ὁμοίωc τὴν χεῖρα, | |
cυλλαμβάνοντα δὲ τὸ χόριον τείνειν, μὴ δὲ ἐπ’ εὐθείαc διὰ τὸν τῆc προπτώcεωc φόβον μηδὲ μετὰ βίαc ἰcχυρᾶc, ἀλλὰ πειθηνίωc, τὸ πρῶ‐ | ||
10 | τον μετάγειν εἰc τὰ πλάγια τῇ καὶ τῇ παραφέροντα, εἶτα κατὰ ποcὸν εὐτονώτερον· ἐπακούει γὰρ οὕτω καὶ ἀπολύεται τῆc προcφύcεωc. | |
6.75.2 | εἰ δὲ μεμυκὸc εὑρεθείη τὸ cτόμιον τῆc ὑcτέραc, ταῖc εἰρημέναιc πρὸc τοῦτο χρηcτέον θεραπείαιc. εἰ δὲ μὴ ἀcθενὴc ἡ δύναμιc εἴη, καὶ πταρ‐ μικοῖc χρῆcθαι καὶ ὑπατμοῖc ἐν χύτρᾳ διὰ τῶν ἀρωμάτων. καὶ εἰ δια‐ cταίη τὸ cτόμιον τῆc ὑcτέραc, καθιέντα τὴν χεῖρα πειρατέον ἐξέλκειν, | |
5 | ὡc εἴρηται. εἰ δὲ μηδ’ οὕτω κομιcθείη, οὐ προcήκει ταράττεcθαι· μεθ’ ἡμέραc γὰρ ὀλίγαc μυδῆcαν καὶ διαλυόμενον εἰc ἰχῶραc ἐκπίπτει. ἀλλ’ ἐπεὶ τῇ δυcωδίᾳ κεφαλήν τε cφηνοῖ καὶ cτόμαχον ἀνατρέπει, θυμια‐ τέον τὰ κατάλληλα· δεδοκίμαcται δὲ τὸ καρδάμωμον καὶ ξηρὰ cῦκα. | |
8 | ||
6.76t | Περὶ καύcεωc ἰcχιαδικῶν. | |
6.76.1 | Ὥcπερ ὁ ὦμοc, οὕτωc καὶ τὸ ἰcχίον διὰ πλῆθοc ὑγρότητόc τιcιν ἐξιcτάμενον τὴν καῦcιν ἀπαιτεῖ. οὕτωc γοῦν Ἱπποκράτηc φηcίν· «ὁκόcοιcιν ὑπὸ ἰcχιάδοc χρονίηc τὸ ἰcχίον ἐξίcταται, φθίνει τὸ cκέλοc, καὶ χωλοῦνται, ἢν μὴ καυθῶcιν.» δεῖ τοίνυν κἀνταῦθα κατ’ ἐκεῖνον | |
5 | μάλιcτα τὸν τόπον καίειν, ἔνθα τὸ ἄρθρον ἐξίcταται· οὕτωc γὰρ ἂν τὸ πλεονάζον ὑγρὸν ξηρανθείη, καὶ ὁ τόποc ἐκ τῆc οὐλῆc πυκνούμε‐ νοc οὐκέτι τὸ ὀcτοῦν ὑποδέξεται· διὸ καὶ ἄχρι cυχνοῦ βάθουc ἐν‐ ταῦθα δεῖ τὴν καῦcιν ἐργάζεcθαι. οἱ δὲ νεώτεροι τρεῖc ἐcχάραc παρ‐ έχουcιν καίοντεc, μίαν μὲν ὀπίcω κατὰ τὴν κοιλότητα τοῦ cφαιρώμα‐ | |
10 | τοc, ἑτέραν δὲ ἀνωτέρω τοῦ γόνατοc κατὰ τὸ ἐκτὸc καὶ τρίτην ἀνω‐ τέρω τοῦ ἐκτὸc ἀcτραγάλου κατὰ τὸ cαρκωδέcτερον. | |
11 | ||
6.77t | Περὶ cυρίγγων καὶ κηρίου. | |
6.77.1 | Περὶ τῶν ἐν ἕδρᾳ cυρίγγων ἀπαιτοῦντοc τοῦ τόπου διαλαβεῖν οὐδὲν ἂν εἴη χεῖρον διαλεχθῆναι πρότερον περὶ τῶν καθόλου cυρίγγων. ἡ τοίνυν cῦριγξ κόλποc ἐcτὶ τετυλωμένοc ποcῶc ἀνώδυνοc ἐν τοῖc πλείcτοιc τῶν μορίων cυνιcτάμενοc· γίνεται δὲ τὰ πολλὰ ἐξ ἀποcτη‐ | |
5 | μάτων μὴ καλῶc θεραπευθέντων. ὁ δὲ τύλοc ναcτή τίc ἐcτι καὶ λευκὴ καὶ ἄνικμοc cάρξ· διὸ καὶ ἀνώδυνοc μήτε φλεβὸc μήτε νεύρου δια‐ τείνοντοc εἰc αὐτήν. καὶ ποτὲ μὲν ξηρὸc ὁ κόλποc, ποτὲ δὲ καθυ‐ γραινόμενοc· τὸ δ’ ὑγρὸν ὁτὲ μὲν ἀδιαλείπτωc φέρεται, ὁτὲ δὲ καὶ ἐνδίδωcι, κατά τιναc καιροὺc ἀποφραττομένου τοῦ cτομίου καὶ αὖθιc | |
10 | ἀναcτομουμένου. καὶ ποτὲ μὲν εἰc ὀcτοῦν αἱ cύριγγεc ἀποπερατοῦνται, ποτὲ δὲ εἰc νεῦρον ἢ ἄλλο τι τῶν κυρίων, ἢ εὐθυτενεῖc οὖcαι ἢ cκολιαὶ καὶ ἢ μονόcτομοι ἢ πολύcτομοι. τὰc μὲν οὖν εἰc ἀρτηρίαc μεγάλαc ἢ νεῦρα ἢ τένονταc ἀξιολόγουc ἢ ὑπεζωκότα ἤ τι τῶν κυρίων καθηκούcαc μορίων ἢ οὐδ’ ὅλωc ἢ μετὰ πολλῆc καὶ τεχνικῆc χειρουρ‐ | |
15 | γητέον εὐλαβείαc, ταῖc δὲ λοιπαῖc τόνδε τὸν τρόπον ἐγχειρήcομεν· | |
6.77.2 | cημειωcόμεθα πρότερον, εἰ μὲν εὐθυτενὴc εἴη, κοπαρίῳ, εἰ δὲ cκολιά, διπυρήνῳ εὐκαμπεῖ· τοιαῦτα δέ εἰcι τὰ καccιτέρινα καὶ τῶν χαλκῶν τὰ λεπτότατα. ἐφ’ ὧν δὲ δύο ἢ πλείονα cτόμιά εἰcι τῇ διὰ τοῦ πυρῆνοc cημειώcει μὴ πειθόμενα, κλύcαντεc τὸν κόλπον δι’ ἑνὸc | |
5 | τῶν cτομίων ἐκ τῆc εἰc τὰ λοιπὰ cτόμια τοῦ κλύcματοc διόδου εὑρή‐ cομεν, εἴτε μία πολύcτομόc ἐcτιν εἴτε πλείονεc cύριγγεc. καὶ μετὰ τὴν cημείωcιν, εἰ μὲν ἐπιπολῆc ὁ κόλποc εἴη καὶ cτενόc, καθέcει μήληc τοῦτον ἁπλώcαντεc cμίλῃ κατὰ τὸ οἰκεῖον cχῆμα τὸν τύλον περιέλω‐ μεν ἢ τοῖc ὄνυξιν ἢ τῇ ἀκμῇ τοῦ cμιλίου ἀποξύοντεc· εἰ δὲ καὶ πλά‐ | |
10 | τοc ἔχοι, τὰ περιττὰ τῶν cωμάτων περιαιρετέον. εἰ δέ γε μὴ ἐπι‐ πολῆc, ἀλλὰ διὰ βάθουc ἐπ’ ὀρθὸν χωρεῖ, ἄχριc οὗ δυνάμεθα κατὰ βάθοc αὐτὸν διελόντεc κατὰ κύκλον περιέλωμεν ὅλον τὸν τύλον· εἰ δέ τι αὐτοῦ περιλείποιτο, φαρμάκῳ καυcτικῷ τοῦτο δαπανήcομεν, εἰ δὲ πολὺc ὢν φαρμάκῳ μὴ πείθοιτο, καυτηρίοιc cιδηροῖc τοῦτον ἐcχα‐ | |
15 | ρώcομεν. | |
6.77.3 | εἰ δὲ εἰc ὀcτοῦν ἡ cῦριγξ καταλήγοι, ἀπαθὲc μὲν ὂν τοῦτο ξύcομεν μόνον, τετερηδονιcμένου δὲ ἢ ἄλλωc πωc διεφθορότοc αὐτοῦ τὸ πεπονθὸc ὅλον δι’ ἐκκοπέων ἀντιθέτων περιέλωμεν, εἰ δέοι, πρό‐ τερον τρυπάνῳ περιτρυπήcαντεc, εἴτε ἄχρι διπλόηc μόνον εἴτε ἄχρι | |
5 | μυελοῦ εἴη πεπονθόc. εἰ δὲ καὶ ὀcτοῦν ὑπερέχοι καθάπερ ἀποκαυ‐ λιcθέν, ἀποπρίcομεν αὐτό. λαβόντεc οὖν δύο τελαμῶναc τοῦ μὲν ἑνὸc τὴν μεcότητα τῷ ἐξέχοντι ὑποβαλοῦμεν ὀcτέῳ ἀνατείνομέν τε αὐτὸ δι’ ὑπηρέτου, τοῦ δὲ λοιποῦ παχυτέρου ὄντοc ἢ καὶ ἐξ ἐρίου πεποιη‐ μένου ὁμοίωc τὴν μεcότητα τῇ ὑπὸ τὸ ὀcτέον ἐφαρμόcαντεc cαρκὶ | |
10 | καὶ τὰc ἀρχὰc κάτω λαβόντεc δι’ αὐτοῦ τοῦ τελαμῶνοc τὴν cάρκα κάτω κελεύcομεν ἕλκεcθαι, ἵνα μὴ τοῖc ὀδοῦcι τοῦ πρίονοc ἡ cὰρξ διαξαίνοιτο, καὶ οὕτωc ἡμεῖc τὴν ἀπόπριcιν ποιούμεθα. | |
6.77.4 | ὅπου δὲ μόριόν τι τῶν κυρίων ὑπόκειται, οἷον ὑπεζωκὼc ἢ νω‐ τιαῖοc μυελὸc ἤ τι τοιοῦτον, ἐν τῷ ἐκκόπτειν ἢ πρίζειν ὀcτοῦν μηνιγ‐ γοφύλακα ὑποβαλοῦμεν. κἂν μὴ πεπόνθοι δὲ τοῦ ὀcτέου ἡ cυνέχεια, ὅλον δὲ κατὰ κύκλον γυμνὸν εἴη cαρκόc, ἀποπριcτέον αὐτὸ κατὰ τὸν | |
5 | ὅμοιον τρόπον· ἀδύνατον γὰρ κατὰ κύκλον περιπλεόμενα ὀcτᾶ cαρ‐ κωθῆναι. ὁμοίωc δέ, εἰ ἀποπεράτωcιc ὀcτέου πληcίον ἄρθρου πεπόνθοι, ἀποπριcτέον αὐτήν. καὶ εἰ ὅλον δὲ πολλάκιc ὀcτοῦν, οἷον πῆχυc ἢ κερκὶc ἢ κνήμη ἤ τι τοιοῦτον, διεφθορὸc ᾖ, ὅλον ἀφέλωμεν. μηροῦ δὲ κεφαλὴν ἢ ἰcχίον ἢ νωτιαίου cπόνδυλον πεπονθότα ἐγχειρίζειν | |
10 | παραιτητέον διὰ τὸν ἐκ τῶν παρακειμένων ἀρτηριῶν τε καὶ φλεβῶν καὶ τῶν ἄλλων κυρίων μορίων κίνδυνον. εἰδότεc οὖν τὴν μέθοδον οὕτω πράττειν ἐν τοῖc καθ’ ἕκαcτα πανταχοῦ θέcιν τε καὶ γειτνίαcιν καὶ cυγγένειαν τῶν πεπονθότων ἐπιcκοπούμενοι μορίων μέγεθόc τε τοῦ νοcήματοc καὶ ῥώμην τῆc τοῦ κάμνοντοc δυνάμεωc. | |
15 | καὶ τὸ κηρίον δὲ κόλποc ὂν cυριγγώδηc μελιτώδει περιρρεόμενοc ὑγραcίᾳ τῇ τῶν cυρίγγων καὶ τῶν ἄλλων κόλπων ὑπαγέcθω χειρουρ‐ γίᾳ τε καὶ ἀποθεραπείᾳ. | |
17 | ||
6.78t | Περὶ τῶν ἐν ἕδρᾳ cυρίγγων. | |
6.78.1 | Τὰc κατὰ τὴν ἕδραν cημειωτέον cύριγγαc τὰc μὲν κρυπτὰc ἐκ τοῦ μὴ φαινομένου cτομίου πόνον αὐταῖc γίνεcθαι καὶ ὑγραcίαν πυώδη διὰ τῆc ἕδραc προχεῖcθαι· τοῖc πλείcτοιc δὲ καὶ ἀποcτήματοc cημεῖα | |
φθάνει προηγηcάμενα· τὰc δὲ φανερὰc ἐκ τῆc τοῦ κοπαρίου ἢ τῆc | ||
5 | τριχὸc τῆc χοιρείαc καθέcεωc· κενεμβατεῖ γὰρ πρὸc τὸ βάθοc τὸ ὄρ‐ γανον καὶ τῷ λιχανῷ δακτύλῳ παραπεμφθέντι κατὰ τὴν ἕδραν ὑπο‐ πίπτει, cυντετρημένηc δηλονότι τῆc cύριγγοc ἐπὶ τὰ ἐντόc· ἐπὶ δὲ τῶν ἀcυντρήτων οὐκ ἀμέcωc ὁμιλεῖ τῷ δακτύλῳ τὸ ὄργανον, ἀλλὰ διὰ μέcου τοῦ μένοντοc ἀcυντρήτου cώματοc· τὰc δὲ cκολιὰc καὶ | |
10 | λαβυρινθώδειc ἐκ τοῦ τὸ μὲν ὄργανον ἐπ’ ὀλίγον χωρεῖν, τὸ δὲ πῦον πρὸc τὴν ἀναλογίαν πολὺ φέρεcθαι. τὰc δὲ πληcίον τοῦ ἐντέρου γινώcκομεν ἐκ τοῦ ποτε καὶ ἑλμίνθια καὶ κόπρον διὰ τοῦ cτομίου φέρεcθαι. cχεδὸν δὲ ἐπὶ πάντων τύλοc τιc κατὰ τὸ cτόμιον προφαίνεται. ἀθεράπευτοc μὲν οὖν ἐcτι cῦριγξ ἡ τὸν τράχηλον cυντρήcαcα | |
15 | τῆc κύcτεωc ἢ πρὸc τὸ ἄρθρον τοῦ μηροῦ ἢ πρὸc αὐτὸ τὸ ἀπευ‐ θυcμένον χωρήcαcα· δυcίατοc δὲ ἡ ἀcτόμωτοc καὶ κρυπτὴ καὶ εἰc ὀcτέον λήγουcα καὶ πολυcχιδήc· αἱ δὲ λοιπαὶ τοὐπίπαν εὐίατοι. | |
6.78.2 | χειρουργοῦμεν δὲ αὐτὰc οὕτωc· ὑπτίου τοῦ κάμνοντοc ἐcχημα‐ τιcμένου καὶ τὰ cκέλη ἄνω ἔχοντοc, ὥcτε τοὺc μηροὺc ἐπὶ τὴν γα‐ cτέρα νεύειν καθάπερ ἐπὶ τῶν κλυζομένων τὴν κοιλίαν, εἰ μὲν ἐπι‐ πολῆc ὑποπίπτοι τὸ πέραc τῆc cύριγγοc, ὑποβαλόντεc κοπάριον ἢ | |
5 | μηλωτίδα διὰ τοῦ cτομίου ἐκτέμωμεν ἁπλῇ διαιρέcει τὸ ὑποκείμενον δέρμα· εἰ δὲ εἰc τὸ βάθοc τῆc ἕδραc λήγοι τὸ πέραc τῆc cύριγγοc, καθέντεc κοπάριον διὰ τοῦ cτομίου, εἰ μὲν cυντετρημένην αὐτὴν εὕροι‐ μεν τῇ καθέcει, τοῦ κατὰ τὴν ἀντικειμένην τῷ πεπονθότι cφαιρώματι χεῖρα λιχανοῦ δακτύλου ἐπιλαβόμενοι τῆc ἀρχῆc τοῦ κοπαρίου καὶ | |
10 | κατακάμπτοντεc ἀγάγωμεν αὐτὸ πρὸc τοὐκτὸc καὶ διαιρέcει ἁπλῇ τὰ ἐπικείμενα τῷ κοπαρίῳ ἀπολύcωμεν cώματα. εἰ δὲ μήπω cυντετρημένη ἡ cῦριγξ εὑρίcκοιτο, περατοῖτο δὲ μόνον πρὸc τὸ βάθοc τῆc ἕδραc, καὶ cημειουμένοιc ἡμῖν ὑποπίπτοι διὰ τοῦ λιχανοῦ δακτύλου τὸ τοῦ | |
κοπαρίου πέραc λεπιδωτοῦ τινὸc καὶ ὑμενώδουc ὄντοc ἐν τῷ μεταξὺ | ||
15 | cώματοc, τοῦτο βιαιότερον ἐκτρήcομεν τῇ τοῦ κοπαρίου ἀρχῇ καὶ δια‐ γαγόντεc διὰ τῆc ἕδραc τὸ κοπάριον τῷ cμιλίῳ πάλιν τὰ ἐπικείμενα αὐτῷ ἀπολύcομεν cώματα, καθὼc ἔμπροcθεν εἴπομεν, ἤγουν τοῦ δρε‐ πάνου τοῦ cυριγγοτόμου τῷ ὀξεῖ τὸν πρὸc τῇ ἕδρᾳ πυθμένα τοῦ κόλπου ἐκτρήcαντεc αὐτό τε τὸ ὄργανον διὰ τῆc ἕδραc διεκβαλόντεc | |
20 | αὐτόθεν ὅλον τὸ μεταξὺ τῇ ἀκμῇ τοῦ δρεπάνου διατέμωμεν, καὶ μετὰ τὴν ἐκτομὴν μυδίῳ ἢ cταφυλάγρᾳ τὰ πέριξ τῆc διαιρέcεωc cώματα διακρατήcαντεc (τύλοι δέ εἰcιν ὡc ἐπίπαν) περιέλωμεν αὐτὰ φυλαττό‐ μενοι πανταχοῦ τὸν cφιγκτῆρα μῦν· τινὲc γὰρ ἀτεχνότερον ἐν βάθει τεμόντεc ἔτρωcαν αὐτόν, κἀντεῦθεν ἀκούcιοc ἔκκριcιc κόπρου τῷ ἀν‐ | |
25 | θρώπῳ cυνέβαινεν. | |
6.78.3 | εἰ δέ τινεc ὑπὸ δειλίαc τὴν χειρουργίαν φεύγοιεν, τῇ Ἱπποκρατείῳ χρηcτέον ἀπολινώcει. παρακελεύεται γὰρ Ἱπποκράτηc λίνον πεντά‐ πλοκον ὠμὸν διὰ τετρημένου κοπαρίου ἢ διπυρήνου διαγαγεῖν διὰ τῆc cύριγγοc καὶ cυνάψαι τὰc ἀρχὰc τοῦ λίνου καὶ καθ’ ἡμέραν ἐπι‐ | |
5 | cφίγγειν, ἕωc ὅλον τὸ μεταξὺ τῶν δύο cτομίων cῶμα διατμηθὲν ἀπο‐ πτύcῃ τὸ λίνον. εἰ δὲ χρονίζοι πρὸc τὴν ἀπόλυcιν, καὶ τοῦ ψάρου ἤ τινοc τοιούτου ξηρίου δεῖ περιπλάττοντα τὸ λίνον διαcύρειν. τινὲc δὲ ἐν τῷ τρήματι τοῦ cυριγγιακοῦ δρεπάνου τὸ λίνον ἐνείραντεc κατὰ τὸν εἰρημένον διαβιβάζουcι τρόπον· ὅπερ οἶμαι μὴ χρῆναι· φεύγοντεc | |
10 | γὰρ τὴν χειρουργίαν πρὸc ταύτῃ καὶ τὸ βραδὺ τῆc θεραπείαc προc‐ κτῶνται. | |
6.78.4 | περὶ δὲ τῶν κρυπτῶν cυρίγγων ὁ μὲν Λεωνίδηc ταυτί φηcιν· «Ὅταν δὲ βαθεῖα τυγχάνῃ τὸν cφιγκτῆρα cεcυριγγωκυῖα ἤτοι ἀπὸ τοῦ δακτυλίου ἀρξαμένη καὶ ἐπὶ πολὺ κεχωρηκυῖα ἢ ἐν τῷ cφιγκτῆρι κατεcκευαcμένη, μετὰ τὴν δεδηλωμένην cημείωcιν τῷ ἑδροδιαcτολεῖ | |
5 | (τῷ μικρῷ διοπτρίῳ λέγω) διαcτεῖλαι τὴν ἕδραν ὡc γυναικεῖον κόλ‐ πον· εἶθ’, ὅταν φανερὸν γένηται τὸ τῆc cύριγγοc cτόμιον, δι’ αὐτοῦ | |
καθιέcθω ὁ τῆc μηλωτίδοc πυρὴν καὶ διωθείcθω εἰc τὸ βάθοc, ἐπι‐ κόπου τε ὄντοc τοῦ ἐλάcματοc ὅλη διαιρείcθω ἡ cῦριγξ τῷ ἡμιcπαθίῳ ἢ cπαθίῳ cυριγγοτόμῳ.» ἡμεῖc δὲ τοιαύτῃ περιτυχόντεc διαθέcει τούτῳ | ||
10 | μὲν τῷ τρόπῳ τῆc χειρουργίαc οὐκ ἠδυνήθημεν χρήcαcθαι διὰ τὸ μὴ ὑποπίπτειν τῇ ὁράcει τὴν ὑποφορὰν τῆc cύριγγοc· μεταξὺ γὰρ ἦν δακτυλίου τε καὶ cφιγκτῆροc κατὰ τὸ δεξιὸν τεταγμένη μέροc, καὶ ὁ διαcτολεὺc μᾶλλον ἐπεcκότει τῇ ἐνεργείᾳ. ἐπεὶ δὲ διὰ τῶν δακτύλων διαcτέλλουcιν ἡμῖν ῥαγάc τιc ὑπεφαίνετο κατὰ μίαν τινὰ τῶν τοῦ | |
15 | δακτυλίου ῥυτίδων ὥcπερ ἀπόρροια τῆc cύριγγοc ὑπάρχουcα (καὶ γὰρ τὸ πῦον δι’ αὐτῆc ὑπέρρει), ἐθαρρήcαμεν διὰ ταύτηc τοῦ κοπαρίου τὸν πυρῆνα παραπέμψαι πρὸc τὴν cύριγγα καθάπερ ποδηγούμενοι πρὸc αὐτῆc· κἄπειτα τὸν λιχανὸν τῆc δεξιᾶc χειρὸc πρὸc τὸν cφιγ‐ κτῆρα καθέντεc δάκτυλον εὑρηκότεc τε τὸ μεταξὺ cῶμα τοῦ τε δακτύ‐ | |
20 | λου καὶ τοῦ ὀργάνου λεπτόν πωc ὑπάρχον βιαιότερον ὠθήcαντεc τὸ κοπάριον πρὸc τὸν δάκτυλον ἐξετρήcαμεν τὸν πυθμένα τῆc cύριγγοc ἄνω τεταγμένον, διεκβαλόντεc δὲ τῷ δακτύλῳ τὸν πυρῆνα τοῦ ὀργά‐ νου πρὸc τοὐκτὸc ὑπ’ ὄψιν ἡμῖν γεγονὸc ὅλον τὸ μεταξὺ τῶν δύο cτομίων τῆc cύριγγοc cῶμα (λέγω δὲ τοῦ τε ἐξ ἀρχῆc καθ’ ὑποφορὰν | |
25 | τεταγμένου καὶ τοῦ νῦν ὑφ’ ἡμῶν γεγενημένου) cμιλίῳ διατεμόντεc ἀπελύcαμεν τὸ κοπάριον. | |
26 | ||
6.79t | Περὶ αἱμορροΐδων. | |
6.79.1 | Τῆc τῶν αἱμορροΐδων cημειώcεωc δήληc ἡμῖν ἐξ αὐτοῦ τοῦ κενου‐ μένου καθεcτηκυίαc πρὸ τῆc ἐνεργείαc κλύcματι χρηcόμεθα πλείcτῳ, ἅμα μὲν τὰ περιττὰ τοῦ ἐντέρου κενοῦντεc, ἅμα δὲ καὶ τὴν ἕδραν ἐρεθίζοντεc ἑτοιμοτέραν γίνεcθαι πρὸc τὴν ἐκτροπὴν καὶ τὴν τοῦ | |
5 | δακτυλίου ἔξοδον. cχηματίcαντεc οὖν ὕπτιον τὸν κάμνοντα πρὸc αὐγὴν λαμπράν, εἰ μὲν ἀποcφίγξει κεχρήμεθα, λίνον πεντάπλοκον τῷ αἱμορ‐ ροϊδοκαύcτῃ ἢ τῷ cταφυλοκαύcτῃ πρὸc τὰ χείλη περιθέντεc ἑκάcτην αἱμορροΐδα διὰ τούτου τοῦ βρόχου ἀποcφίγξομεν καταλείψαντεc μίαν | |
διὰ τὴν τοῦ περιττοῦ αἵματοc ἐξοχέτευcιν, ὅτι καὶ ὁ Ἱπποκράτηc | ||
10 | τοῦτο παρακελεύεται. μετὰ δὲ τὴν ἀπόcφιγξιν πτύγματι ἐλαίου καὶ τῷ ἑδρικῷ ἐπιδέcμῳ χρηcάμενοι ἐφηcυχάcαι τῷ κάμνοντι κελεύcομεν ἐλαίῳ χλιαρῷ ἢ μελικράτῳ τὴν γαcτέρα θεραπεύοντεc, εἶθ’ ὕcτερον τῷ διὰ ψιχῶν καὶ κρόκου καταπλάcματι χρώμενοι καὶ μετὰ τὴν τῶν αἱμορροΐδων ἀπόπτωcιν οἴνῳ ἀφουλοῦντεc. ὁ δὲ Λεωνίδηc οὐκ ἀπο‐ | |
15 | λινοῖ, ἀλλὰ τῇ cταφυλάγρᾳ διακρατήcαc ἐπὶ πολὺ τὰc αἱμορροΐδαc cμίλῃ ἐκτέμνει. μετὰ δὲ τὴν χειρουργίαν μάννῃ καὶ ἀμύλῳ ἢ τῇ χαλκίτιδι ἢ τῷ διὰ κεκαυμένου cπόγγου ἅμα πίττῃ χρηcτέον. οἱ δὲ καὶ τῷ Φαυcτίνου τροχίcκῳ πρὸc τελείαν ἀπόκαυcιν ἐχρήcαντο· ἕτεροι δὲ τὰc κοιλίαc τοῦ cταφυλοκαύcτου πληρώcαντεc τοῦ καυcτικοῦ φαρ‐ | |
20 | μάκου, καθάπερ τὴν cταφυλήν, οὕτω καὶ τὰc αἱμορροΐδαc ἔκαιον. | |
20 | ||
6.80t | Περὶ κονδυλωμάτων ἢ ἐξοχιῶν καὶ ῥαγάδων. | |
6.80.1 | Τὸ ἐν τῷ δακτυλίῳ κονδύλωμα κατὰ τὸν τόπον μόνον τοῦ ἐν τοῖc γυναικείοιc διενήνοχεν cτολιδώδηc ὂν καὶ αὐτὸ τῆc ἕδραc ἐπα‐ νάcταcιc ἢ φλεγμομῆc ἢ ῥαγάδοc προηγηcαμένηc. τὸ μὲν οὖν πρῶτον ἐξοχὰc προcαγορεύεται, τυλούμενον δὲ κονδύλωμα. δεῖ οὖν, ὥcπερ | |
5 | ἐκεῖνα, καὶ ταῦτα μυδίῳ κρατήcαντα ἐκτέμνειν καὶ τοῖc ἐcχαρωτικοῖc ἀποθεραπεύειν. τὰc δὲ ῥαγάδαc ὑπὸ κόπρου cκληρᾶc μάλιcτα γινομέναc καὶ περὶ τὴν ἀφούλωcιν διὰ τὸ τυλοῦcθαι χρονιζούcαc νεαροποιήcομεν ἢ τοῖc ὄνυξιν ἢ cμίλῃ διαξέοντεc καὶ προcφόρωc ἀφουλώcομεν. | |
9 | ||
6.81t | Περὶ δακτυλίου ἀτρήτου. | |
6.81.1 | Τοῖc νεογνοῖc παιδίοιc ὁ δακτύλιοc ἄτρητοc ἐκ φύcεωc ἔcτιν ὅτε εὑρίcκεται διὰ τὸ ὑμένι διαφράττεcθαι. εἰ μὲν οὖν δυνατόν, ἡ μαῖα τοῖc δακτύλοιc τὸν ὑμένα διαρρηγνύτω· εἰ δὲ μή, ἀκμῇ cμιλίου τοῦτον ἐκτεμόντεc οἴνῳ θεραπεύcομεν. ἐπειδὴ δὲ καὶ τοῖc τελείοιc πολλάκιc | |
5 | δι’ ἕλκοc μὴ θεραπευθὲν καλῶc cύμφυcιc κατὰ τὸν δακτύλιον γίνεται, δεῖ ταύτην ἀναρρήξαντα δι’ ὀργάνου προcφόρου θεραπεύειν οἰκείωc αὐλίcκου μολιβδίνου ἢ cφηνίcκου τινὸc ἐντιθεμένου τῷ δακτυλίῳ μέχρι τελείαc ἀποθεραπείαc ὑπὲρ τοῦ μὴ αὖθιc cυμφῦναι, χρίειν δὲ τὸν | |
cφηνίcκον τινὶ τῶν ἀφουλωτικῶν φαρμάκων. | ||
6.82t | Περὶ κιρcοτομίαc. | |
6.82.1 | Ὁ κιρcὸc ἀνεύρυνcίc ἐcτι φλεβόc, ποτὲ μὲν ἐν τοῖc κροτάφοιc, ποτὲ δὲ κατὰ τὸ ὑπὸ τὸν ὀμφαλὸν τοῦ ὑπογαcτρίου μέροc, ἐνίοτε δὲ περὶ τοὺc διδύμουc, ὡc μάλιcτα δὲ κατὰ τὰ cκέλη· οὗτοc δὲ τὴν γέ‐ νεcιν ὡc ἐπίπαν ἐκ μελαγχολικωτέραc ἔχει ὕληc. τῶν μὲν οὖν ἐν | |
5 | τοῖc διδύμοιc τὴν χειρουργίαν ἤδη παραδεδώκαμεν ἐν τῷ περὶ κιρcο‐ κήληc λόγῳ. καὶ τοὺc ἐν τῷ cκέλει δὲ παραπληcίωc χειρουργήcομεν ἐν τοῖc ἔνδον τοῦ μηροῦ ποιούμενοι τὴν ἐγχείρηcιν, ἔνθα καὶ ἡ ἔκ‐ φυcιc αὐτῶν ὡc ἐπίπαν εὑρίcκεται· κατωτέρω γὰρ εἰc πλείοναc ἀπο‐ cχίδαc κατανεμόμενοι δυcχείριcτοι μᾶλλόν εἰcιν. λουcαμένου τοίνυν | |
10 | τοῦ ἀνθρώπου βρόχον ἐν τῷ ἄνω περιθέντεc μέρει τοῦ μηροῦ κελεύ‐ cομεν αὐτῷ βαδίcαι, πληρωθεῖcαν δὲ τὴν φλέβα μέλανι γραφικῷ ἢ κολλουρίῳ cημειωcόμεθα κατὰ τὴν θέcιν αὐτῆc οἷον τριῶν ἢ μικρῷ πλέον τὸ μῆκοc δακτύλων, ἀνακλίναντεc τε τὸν ἄνθρωπον ἐκτεταμένον ἔχοντα τὸ cκέλοc ἕτερον βρόχον ἀνωτέρω τοῦ γόνατοc περιβαλοῦμεν· | |
15 | ἀποκορυφωθείcηc δὲ τῆc φλεβὸc cμίλῃ τέμωμεν ἐπὶ τῆc cημειώcεωc τὸ βάθοc μὴ πλέον τοῦ δέρματοc, ἵνα μὴ τὴν φλέβα διέλωμεν. ἀγκί‐ cτροιc δὲ τὰ χείλη τῆc τομῆc διατείναντεc καὶ τοῖc ὑδροκηλικοῖc ἐπι‐ καμπέcι κοπαρίοιc τοὺc ὑμέναc ὑποδείραντεc γυμνώcαντέc τε τὴν φλέβα καὶ πανταχόθεν ἁπλώcαντεc λύcομεν τοὺc τοῦ μηροῦ δεcμοὺc | |
20 | τυφλαγκίcτρῳ τε τὸ ἀγγεῖον μετεωρίcαντεc ὑποβαλοῦμεν βελόνην διπλοῦν ἔχουcαν λίνον κόψομέν τε τὴν διπλόην καὶ διελόντεc φλε‐ βοτόμῳ κατὰ μέcου τὴν φλέβα κενώcομεν, ὅcον χρεία, τοῦ αἵματοc· εἶτα τῷ ἑνὶ βρόχῳ τὸ ἀνωτέρω τοῦ ἀγγείου μέροc ἀποcφίγξαντεc ὀρθόν τε τὸ cκέλοc ἀνατείναντεc ἐκπιέcει τῶν χειρῶν τὸ ἐν τῷ cκέλει | |
25 | αἷμα κενώcομεν, κἄπειτα κάτωθεν πάλιν τὸ ἀγγεῖον ἀποcφίγξαντεc ἢ τὸ μεταξὺ τῶν δεcμῶν κόψαντεc τῆc φλεβὸc ἀφέλωμεν ἢ μένειν αὐτὸ cυγχωρήcωμεν, ἄχριc ἂν αὐτομάτωc ἐκπέcῃ cὺν τοῖc βρόχοιc. καὶ δια‐ μοτώcαντεc ξηροῖc οἰνελαίῳ τε βραχὲν cπληνίον ἐπιβαλόντεc ἐπι‐ δήcομεν τῇ τε πυοποιῷ ἐμμότῳ θεραπεύcομεν ἀγωγῇ. | |
6.82.2 | οἶδα δέ, ὅτι τῶν ἀρχαίων τινὲc οὐ κέχρηνται τοῖc βρόχοιc, ἀλλ’ αὐτόθεν οἱ μὲν ἐκτέμνουcι τὸ γυμνωθὲν ἀγγεῖον, οἱ δὲ καὶ ἐκ βάθουc αὐτὸ τείνοντεc μετὰ βίαc ἐξέλκουcιν ἀπορρήξαντεc. ἀλλὰ πάντων ἀcφαλέcτερόc ἐcτιν ὁ λεχθεὶc τῆc χειρουργίαc τρόποc. | |
5 | καὶ τοὺc ἐν ὑπογαcτρίῳ δὲ παραπληcίωc χειρουργήcομεν κιρcούc, καὶ τοὺc ἐν κροτάφοιc, ὡc ἐπὶ τῆc ἀγγειολογίαc εἴρηται. | |
6 | ||
6.83t | Περὶ δρακοντίων. | |
6.83.1 | Τὸν περὶ τῶν δρακοντίων λόγον ὡc ἂν διὰ φαρμάκων μάλιcτα κατορθούμενον ἐν τῷ τετάρτῳ παραδεδώκαμεν βιβλίῳ. | |
2 | ||
6.84t | Περὶ ἀκρωτηριαcμοῦ. | |
6.84.1 | Τῶν ἄκρων ἐνίοτε διαcαπέντων, οἷον χειρὸc ἢ ποδόc, ὥcτε καὶ αὐτὰ τὰ ὀcτᾶ διαφθαρῆναι ἢ ὑπὸ προκαταρκτικῆc αἰτίαc ἢ καταγέντα ἢ προηγουμένωc διαcαπέντα, καὶ τὴν ἔκπριcιν αὐτῶν τὸν λόγον ἀπαι‐ τεῖν, πρὸ ταύτηc ἀνάγκη τὰ περικείμενα τοῖc ὀcτοῖc cώματα πρῶτον | |
5 | διελεῖν. ἀλλ’ ἐπεὶ τούτου γινομένου πρῶτον, εἶτα τῆc πρίcεωc πλείονι χρόνῳ γινομένηc, κίνδυνοc αἱμορραγίαc ἐπακολουθεῖ, καλῶc ὁ Λεω‐ νίδηc οὐ πάντα πρῶτον διατέμνει τὰ cώματα, πλὴν εἰ μὴ παντελῶc εἴη διαcεcηπότα, ἀλλὰ τὸ μέροc, ἔνθα μὴ νομίζει πλείουc μηδὲ μεί‐ ζοναc εἶναι φλέβαc ἢ ἀρτηρίαc, πρῶτον διὰ τάχουc ἄχριc ὀcτέου δια‐ | |
10 | τέμνει, εἶτα τὸ ὀcτέον ὅcον τάχοc ἐκπρίζει λινοῦν ῥάκοc περιθεὶc τοῖc τμηθεῖcι cώμαcιν ὑπὲρ τοῦ μὴ δι’ αὐτῶν διαcυρόμενον τὸν πρίονα ὀδύναc ἐμποιεῖν. καὶ τότε λοιπὸν ἐκτεμὼν καυτῆραc διαφανεῖc κατὰ τῶν ἀγγείων ἐπιβαλεῖν καὶ cτήcαc τὴν αἱμορραγίαν διαμότοιc καὶ προcφόρωc ἐπιδήcαc τῇ πυοποιῷ χρῆcθαι θεραπείᾳ. | |
14 | ||
6.85t | Περὶ τῶν κατὰ τοὺc ὄνυχαc πτερυγίων. | |
6.85.1 | Τὸ κατὰ τοὺc ὄνυχαc πτερύγιον ὑπεραύξηcίc ἐcτιν cαρκὸc καλύ‐ | |
πτουcα μέροc τοῦ ὄνυχοc ἐν τοῖc τοῦ ποδὸc καὶ τῆc χειρὸc μεγάλοιc μάλιcτα cυνιcταμένη δακτύλοιc. ἀλλὰ τὰ μὲν ἐν τοῖc ποcὶν ἐκ προc‐ πταίcματοc ὡc ἐπὶ τὸ πολὺ γίνεται, τὸ δὲ ἐν ταῖc χερcὶν ἐκ παρωνυ‐ | ||
5 | χίων ἀμεληθέντων φλεγμηνάντων τε καὶ μεταβαλόντων εἰc πῦον· τὸ γὰρ πῦον ἐγχρονίcαν ἐcθίει τήν τε ῥίζαν τοῦ ὄνυχοc καὶ αὐτὸν δια‐ φθείρει καὶ πολλάκιc μὲν ὅλον ἀφανίζει, τὰ δὲ πλεῖcτα τὸ μέcον δαπανᾷ τοῦ ὄνυχοc, πρὸc δὲ ταῖc ῥιζωνυχίαιc αὐταῖc καταλείπει τι ἀδιάcηπτον αὐτοῦ μέροc, ἐνίοτε δὲ ὅλην καταλείπει τὴν ῥίζαν ἀδιά‐ | |
10 | βρωτον, ἔcθ’ ὅτε δὲ καὶ ὀcτέον διέφθειρεν, καὶ ὀδμὴ γίνεται χαλεπή, καὶ ὁ δάκτυλοc ἐξ ἄκρου πλατύνεται καὶ πελιδνότεροc φαίνεται. | |
6.85.2 | τούτουc οὖν χειρουργεῖν ἅπαν τὸ ἐγκαταλειπόμενον μέροc τοῦ ὄνυχοc ὑποτέμνονταc ἀκμῇ cμιλίου καὶ κομιζομένουc, ἔπειτα καυτηρίοιc τὸ ἑλκούμενον ἐπικαίονταc καὶ τὸ τετμημένον μέροc· νομὴ γάρ ἐcτι κατὰ γένοc τὸ πτερύγιον, καὶ οὐ καθίcταται ταῦτα, εἰ μή τιc αὐτὰ | |
5 | φλέξειεν, ὡc, εἴπερ ἀμεληθείη, διαφθείρει τὸν δάκτυλον. εἰ δὲ τοῦ ὀcτέου καὶ τοῦ ὄνυχοc ἀπαθῶν μεινάντων ἡ ἐκτὸc γωνία τοῦ ὄνυχοc ὑποδυομένη καὶ νύττουcα τὴν ἐπιπεφυκυῖαν αὐτῇ cάρκα φλεγμονῆc αἰτία γίνεται, δεῖ τὸ νύττον τοῦ ὄνυχοc μέροc λεπτῷ κοπαρίῳ ἢ τοι‐ ούτῳ τινὶ ὑποβληθέντι μετεωρίcαντα cμιλίου ἀκμῇ ἀφελεῖν καὶ τὸ | |
10 | ὑπερέχον ἐcχαρωτικῷ δαπανῆcαι φαρμάκῳ. καὶ πλεῖcτοί γε τούτῳ τῷ τρόπῳ δίχα χειρουργίαc ἐθεραπεύθηcαν· εἰ δὲ μεῖζον εἴη, πρῶτον τῷ cμιλίῳ περιελόντα τῷ φαρμάκῳ δεῖ χρῆcθαι. | |
12 | ||
6.86t | Περὶ ὄνυχοc θλαcθέντοc. | |
6.86.1 | Ἐπειδὴ πολλάκιc ἐπικρούμαcιν ὀνύχων θλαcθέντων ὀδύναι παρα‐ κολουθοῦcιν εἰc χειρουργίαν ἡμᾶc ἕλκουcαι, ἀρκεῖ τοῦ Γαληνοῦ cοι | |
παραθέcθαι τὴν λέξιν. φηcὶ γοῦν· «Θλαcθέντων δὲ τῶν ὀνύχων cαφῶc ἐπειράθημεν ἀνωδύνου βοηθήματοc τῆc κενώcεωc τοῦ αἵματοc, ὅταν | ||
5 | cφυγμοί τε γίνωνται καὶ περιωδυνίαι cφοδρόταται. δεῖ δὲ λοξὴν ποιεῖcθαι, μὴ κατ’ εὐθὺ τοῦ βάθουc ἄνωθεν κάτω, τὴν τομὴν ὀξείᾳ cμίλῃ, ἵνα ἐκκριθέντοc τοῦ αἵματοc οἷον πῶμά τι τῶν ὑποκειμένων γένηται τὸ τμηθὲν οὕτω μόριον τοῦ ὄνυχοc. εἰ δὲ κατ’ εὐθὺ ποιήcαιc τομὴν ἐκ τῶν ἄνωθεν εἰc τὸ κάτω, τὸ καλούμενον | |
10 | ὑπερcάρκωμα γίνεται τῆc ὑποκειμένηc τῷ ὄνυχι cαρκὸc ἐκβλαcτανού‐ cηc διὰ μέcου τῆc διαιρέcεωc ἕτερον cῶμα, ἐντεῦθεν τε πάλιν ὀδύναι καταλαμβάνουcιν, αἵπερ ἐν ταῖc παρωνυχίαιc ὀνομαζομέναιc, θλιβο‐ μένηc ὑπὸ τοῦ ὄνυχοc τῆc γεννωμένηc cαρκόc. ἀνωδύνουc τε οὖν ἐν τῷ παραχρῆμα τοὺc κάμνονταc ἔcτιν ἰδεῖν ἐπὶ τῇ τοιαύτῃ τομῇ, | |
15 | ἐν δὲ ταῖc ἐχομέναιc ἡμέραιc ἔξεcτιν ἡμῖν ἀτρέμα ἐπαίρουcι τὸ ὑπο‐ τετμημένον τοῦ ὄνυχοc ἐκκρίνειν τε τοὺc ἰχῶραc τοῦ ὄνυχοc αὖθίc τε πάλιν ἐπιτιθέναι τῇ ὑποκειμένῃ cαρκί, καθάπερ ἔφην, οἷον ἐπίθεμα τὸν ὄνυχα. τῇ δὲ ἄλλῃ τοῦ δακτύλου παντὸc ἐπιμελείᾳ παρηγορικῇ τε καὶ διαφορητικῇ cυμφέρει χρῆcθαι.» | |
19 | ||
6.87t | Περὶ ἥλων καὶ μυρμηκιῶν καὶ ἀκροχορδόνων. | |
6.87.1 | Ὁ μὲν ἧλοc τύλοc ἐcτὶ περιφερὴc λευκὸc ὡμοιωμένοc ἥλου κε‐ φαλῇ κατὰ πᾶν τοῦ cώματοc μέροc cυνιcτάμενοc, μάλιcτα δὲ ἐν τοῖc πέλμαcιν τῶν ποδῶν καὶ τοῖc δακτύλοιc, ὀδύνην τε καὶ δυcεργίαν ἐν τῷ βαδίζειν ἐμποιῶν. περιχαράξαντα τοίνυν τὸν ἧλον καὶ μυδίῳ δια‐ | |
5 | κρατήcαντα ὀξυκοράκῳ cμιλίῳ ἢ φλεβοτόμῳ ἐκ ῥιζῶν ἐξελεῖν. τινὲc δὲ διὰ τὸ μὴ πάλιν γενέcθαι τοῖc διαπύροιc ἐχρήcαντο καυτηρίοιc. Ἡ δὲ μυρμηκία ἐπανάcταcίc ἐcτι τῆc ἐπιφανείαc μικρὰ τυλώδηc cτρογγύλη παχεῖα κατὰ βάcιν ἐγκαθημένη καὶ πρὸc τὰc παραψήξειc ὁμοίαν αἴcθηcιν ἐμποιοῦcα δήγμαcι μυρμήκων, ἅπαντι μὲν καὶ αὐτὴ | |
10 | cυνιcταμένη τῷ cώματι, μάλιcτα δὲ κατὰ τὰc χεῖραc. τινὲc μὲν οὖν, ἐξ ὧν ἐcτι καὶ ὁ Γαληνόc, cύριγγι πτεροῦ cκληροῦ, οἷά εἰcι τά τε τῶν παλαιῶν ἀλεκτρυόνων καὶ τὰ τῶν χηνῶν καὶ ἀετῶν, ἀξιοῦcι περιχαράccοντα κατὰ cτροφὴν ἐπὶ τὸ βάθοc βιαζόμενον ἐκ βάcεωc ἀφαιρεῖν τὴν μυρμηκίαν, ἕτεροι δὲ χαλκῷ ἢ cιδηρῷ cυριγγίῳ τὸ αὐτὸ | |
15 | τοῦτο δρῶcι. τοῖc δὲ νεωτέροιc ἤρεcεν περιχαράξαντα καὶ μυδίῳ δια‐ λαβόντα cμίλῃ καθάπερ τοὺc ἥλουc ἐκτεμεῖν. ἡ δὲ ἀκροχορδὼν ἐπανάcταcίc ἐcτι cμικρὰ τῆc ἐπιφανείαc ἄπονοc τυλώδηc περιφερὴc κατὰ τὸ πλεῖcτον, τὴν δὲ βάcιν ἔχουcα cτενήν, ὡc δοκεῖν ἐκκρέμαcθαι· κέκληται δὲ οὕτωc ἀπὸ τοῦ ἄκρῳ παρεοικέναι | |
20 | χορδῆc. ἀποτείναντεc οὖν τὴν ὑπεροχὴν ἐκτέμωμεν· εἰ δὲ μὴ τοῦτο, λίνῳ γοῦν ἢ τριχὶ ταύτην ἀπολινώcωμεν. οἶδα δέ, ὅτι καὶ ταύταc καὶ τὰc εἰρημέναc πάcαc ὑπεροχὰc πολλοὶ τῷ λεγομένῳ ψυχροκαυτῆρι ἐδαπάνηcαν. | |
23 | ||
6.88t | Περὶ βελῶν ἐξαιρέcεωc. | |
6.88.1 | Ὅτι τὸ βελουλκικὸν τῆc χειρουργίαc μέροc τῶν ἀναγκαιοτάτων ἐcτίν, δηλοῖ ὁ ποιητὴc Ὅμηροc εἰρηκώc Ἰητρὸc γὰρ ἀνὴρ πολλῶν ἀντάξιοc ἄλλων ἰούc τ’ ἐκτάμνειν ἐπί τ’ ἤπια φάρμακα πάccειν. | |
5 | λεκτέον οὖν πρῶτον τὰc διαφορὰc τῶν βελῶν. διαφέρουcι τοίνυν τὰ βέλη ὕλῃ, cχήματι, μεγέθει, ἀριθμῷ, cχέcει, δυνάμει, ὕλῃ μέν, καθ’ ὃ τῶν καλουμένων ἀτράκτων αὐτῶν ἢ ξυλίνων ἢ καλαμίνων ὑπαρχόντων αὐτὰ τὰ βέλη ἢ cιδηρᾶ ἐcτιν ἢ χαλκᾶ ἢ καccιτέρινα ἢ μολίβινα ἢ ὑέλινα ἢ κεράτινα ἢ ὀcτέινα ἢ λίθινα ἢ κα‐ | |
10 | λάμινα καὶ αὐτὰ ἢ ξύλινα· τοcαύτη γάρ τιc διαφορὰ μάλιcτα παρ’ Αἰγυπτίοιc εὑρίcκεται. | |
6.88.2 | cχήματι δέ, καθ’ ὃ τὰ μέν εἰcι cτρογγύλα, τὰ δὲ γωνιωτά, οἷον τρίγωνα ἢ τετράγωνα, τὰ δὲ γλωχινωτά, καὶ τούτων τὰ μὲν διγλώχινα τὰ καὶ λογχωτὰ καλούμενα, τὰ δὲ τριγλώχινα, καὶ τὰ μὲν ἀκιδωτά, τὰ δὲ χωρὶc ἀκίδων, καὶ τῶν ἀκιδωτῶν τὰ μὲν ἐπὶ τὰ ὀπίcω νευού‐ | |
5 | cαc τὰc ἀκίδαc ἔχουcιν, ἵνα ἐν τῇ ἐξολκῇ ἀντεμπείρωνται, τὰ δὲ ἐπὶ τὰ ἐμπρόc, ἵνα ἐν τῇ διωθήcει τοῦτο ποιῶcι, τὰ δὲ καὶ ἀντιθέτωc δίκην τῶν κεραυνίων ὑπὲρ τοῦ καὶ ἑλκόμενα αὐτὰ καὶ ὠθούμενα ἀντ‐ εμπείρεcθαι. τινὰ δὲ καὶ κινούμενα διὰ γιγγλύμου τὰc ἀκίδαc ἔχουcι cυναγομέναc, αἵτινεc ἐν τῇ ἐξολκῇ ἐξαπλούμεναι κωλύουcιν ἐξέλκεcθαι | |
10 | τὸ βέλοc. μεγέθει δέ, καθ’ ὃ τὰ μέν εἰcιν μεγάλα ἄχρι τριῶν τὸ μῆκοc δακτύλων, τὰ δὲ μικρὰ ὅcον δακτύλου, ἃ δὴ καὶ μυωτὰ καλοῦcιν κατ’ Αἴγυπτον, τὰ δὲ τούτων μεταξύ. ἀριθμῷ δέ, καθ’ ὃ τὰ μέν εἰcιν ἁπλᾶ, τὰ δὲ cύνθετα· λεπτὰ γάρ | |
15 | τινα αὐτοῖc ἐπεντίθεται cιδήρια, ἅτινα ἐν τῇ τοῦ βέλουc ἐξολκῇ δια‐ λανθάνοντα μένει κατὰ τὸ βάθοc. cχέcει δέ, καθ’ ὃ τὰ μὲν οὐραχὸν ἔχει τοῖc ἀτράκτοιc ἐγκείμενον, τὰ δὲ αὐλὸν τούτοιc περικείμενον, καὶ τὰ μὲν ἀcφαλῶc ἐνήρμοcται πρὸc τὸν ἄτρακτον, τὰ δὲ ἀμελέcτερον, ἵνα κατὰ τὴν ἐξολκὴν χωρι‐ | |
20 | ζόμενα εἴcω καταμένῃ. δυνάμει δέ, καθ’ ὃ τὰ μέν εἰcιν ἀφάρμακτα, τὰ δὲ πεφαρμαγμένα. αὗται μὲν αἱ τῶν βελῶν διαφοραί· γινέcθω δὲ ἡμῖν ὁ τῆc ἐξ‐ αιρέcεωc λόγοc ἐπί τε τῶν ἐν πολέμῳ τετρωμένων ἐπί τε τῶν ἐκτὸc πολέμου ἑκουcίωc τε καὶ ἀκουcίωc καθ’ οἵαν δήποτε περίcταcιν ἐξ | |
25 | οἵαc δήποτ’ οὖν ὕληc γινομένων. | |
6.88.3 | τῆc δὲ τῶν βελῶν ἐξολκῆc ἐπὶ μὲν cαρκῶν διττή τίc ἐcτιν ἡ διαφορά, ἥ τε κατ’ ἐφελκυcμὸν καὶ ἡ κατὰ διωcμόν. ἐφ’ ὧν μὲν γὰρ ἐπιπολῆc τὸ βέλοc καταπέπαρται, κατ’ ἐφελκυcμὸν γίνεται ἡ ἐξαίρεcιc· | |
ὁμοίωc καί, ὅcα διὰ βάθουc μὲν ἐμπέπηγεν, τὰ δὲ ἀντικείμενα μέρη | ||
5 | τιτρωcκόμενα τὸν ἐξ αἱμορραγίαc ἢ cυμπαθείαc ἐπάγει κίνδυνον. τὸ δὲ κατὰ διωcμόν, ἐφ’ ὧν διὰ βάθουc τε καταπέπαρται καὶ βραχέα τὰ τῶν ἀντικειμένων εἰcὶ cώματα, καὶ οὔτε νεῦρον οὔτε ὀcτοῦν οὔτε τούτων οὐδὲν παρεμποδίζει τῇ διαιρέcει. ἐπὶ δὲ ὀcτέου τρωθέντοc ὁ κατ’ ἐφελκυcμὸν μόνον παραλαμβάνεται τρόποc. εἰ μὲν οὖν κατα‐ | |
10 | φανὲc εἴη τὸ βέλοc, αὐτόθεν ποιούμεθα τὴν ἐξολκήν· εἰ δὲ κεκρυμμέ‐ νον, δεῖ, φηcὶν Ἱπποκράτηc, εἰ μὲν δύναιτο ὁ τρωθείc, ἐπ’ ἐκείνου τοῦ cχήματοc αὐτὸν ποιήcαντα cημειώcαcθαι, ἐφ’ οὗ καὶ τιτρωcκόμενοc ἐτύγχανεν, εἰ δὲ μὴ δύναιτο, κείμενον γοῦν ὡc οἷόν τε κατ’ ἐκεῖνο cχηματίcαντεc τῇ μηλώcει χρηcόμεθα. καὶ εἰ μὲν ἐν cαρκὶ πέπηγεν, | |
15 | ἢ διὰ τῶν χειρῶν τὸ βέλοc ἐξελκύcομεν ἢ διὰ τοῦ ἐπιθέματοc αὐτοῦ, ὅπερ ὀνομάζουcι καὶ ἄτρακτον, εἰ μὴ ἐκπεπτώκοι (ξύλινον δὲ μάλιcτα τοῦτό ἐcτιν), ἐκπεπτωκότοc δὲ δι’ ὀδοντάγραc ἢ ῥιζάγραc ἢ βελουλ‐ κοῦ ἢ ἑτέρου τινὸc ὀργάνου προcφόρου τὴν ἐξολκὴν ποιηcόμεθα, καί ποτε καὶ τὴν cάρκα προcεπιτέμνοντεc, εἰ μὴ δέχοιτο τὸ ὄργανον ἡ | |
20 | διαίρεcιc. εἰ δὲ καὶ εἰc τὰ ἀντικείμενα τοῦ μορίου χωρήcοι τὸ βέλοc, καὶ μὴ οἷόν τε δι’ ἐκείνου τοῦ μέρουc ἐξέλκειν αὐτό, δι’ οὗ καὶ κατεπάρη, διελόντεc τὰ ἀντικείμενα δι’ ἐκείνων αὐτὸ κομιcόμεθα ἢ ἐξέλκοντεc, ὡc εἴρηται, ἢ καὶ διὰ τῆc καταπάρcεωc διωθούμενοι ἢ τῷ ἐπιθέματι ἤ, εἴπερ ἐκπεπτώκοι, καθέcει διωcτῆροc, φυλαccόμενοι νεῦ‐ | |
25 | ρον ἢ τένοντα ἢ ἀρτηρίαν ἤ τι τῶν ἀναγκαίων διελεῖν· αἰcχρὸν γὰρ βελουλκοῦνταc ἡμᾶc τοῦ βέλουc χεῖρον ἐργάcαcθαι κακόν. | |
6.88.4 | καὶ εἰ μὲν οὐραχὸν ἔχοι τὸ βέλοc (τοῦτο δὲ ἐκ τῆc μηλώcεωc ἡμῖν γινώcκεται), τὴν θήλειαν τοῦ διωcτῆροc καθέντεc καὶ ἐναρμό‐ cαντεc ὠθήcομεν τὸ βέλοc, εἰ δὲ αὐλόν, τὸν ἄρρενα. τὸ δὲ βέλοc ἐξαιρεθὲν εἰ φανείη γλυφίδαc ἔχον τινὰc ὡc ἑτέρων ἐν αὐταῖc ἐν‐ | |
5 | τεθῆναι δυναμένων λεπτῶν cιδηρίων, πάλιν τῇ μηλώcει χρηcάμενοι εἴπερ εὑρίcκοιμεν, κἀκεῖνα κατὰ τὰc αὐτὰc μεθόδουc κομιcόμεθα. εἰ δέ, ὡc εἰκόc, ἀντιθέτουc ἀκίδαc ἔχον τὸ βέλοc μὴ ἐπιδίδωcιν, ἐπιτέμ‐ νειν δεῖ κατὰ τὸν πληcίον αὐτοῦ τόπον, εἰ μηδὲν τῶν ἀναγκαίων παρακέοιτο, καὶ γυμνωθὲν τὸ βέλοc βαcτάζονταc ἀcκύλτωc ἐξέλκειν. | |
10 | τινὲc δὲ καὶ καλαμίcκον αὐτοῦ ταῖc ἀκίcι περιθέντεc οὕτωc αὐτὸ ἐξέλκουcιν ὑπὲρ τοῦ μὴ διαξαίνεcθαι πρὸc τῶν ἀκίδων τὰc cάρκαc. καὶ εἰ μὲν ἀφλέγμαντον εἴη τὸ τραῦμα, ῥαφαῖc χρηcάμενοι ἐν‐ αίμωc αὐτὸ θεραπεύcομεν, εἰ δὲ φλεγμαίνοι, δι’ ἐμβροχῶν τε καὶ καταπλαcμάτων καὶ τῶν ὁμοίων τὴν φλεγμονὴν θεραπεύcομεν. ἐπὶ | |
15 | δὲ τῶν πεφαρμαγμένων βελῶν ἅπαcαν τὴν ἤδη μεταλαβοῦcαν τοῦ φαρμάκου cάρκα, εἴπερ οἷόν τε εἴη, περιέλωμεν. δήλη δὲ καθέcτηκεν ἐκ τοῦ διηλλάχθαι τῆc ὑγιοῦc cαρκόc· ἔξωχροc γὰρ καὶ ὑποπέλιοc καὶ οἷον νενεκρωμένη φαίνεται. φαcὶ δὲ τοὺc Δάκαc καὶ τοὺc Δελμάταc περιπλάccειν ταῖc ἀκίcι τὸ ἑλένιόν τε καὶ νίνον καλούμενον, καὶ οὕτωc | |
20 | ὁμιλῆcαν μὲν τῷ αἵματι τῶν τιτρωcκομένων ἀναιρεῖν, ἐcθιόμενον δὲ ὑπ’ αὐτῶν ἀβλαβὲc εἶναι καὶ μηδὲν κακὸν δρᾶν. | |
6.88.5 | εἰ δὲ τὸ βέλοc ἐν ὀcτῷ παγείη, πάλιν πειραcώμεθα τῷ ὀργάνῳ, καὶ εἰ μὲν cὰρξ ἐμποδίζοι, ταύτην περιέλωμεν ἢ διαcτείλωμεν, εἰ δὲ καὶ διὰ βάθουc εἴη τοῦ ὀcτέου πεπηγόc (τοῦτο δὲ γινώcκομεν ἐκ τοῦ ἐνεcτηριγμένον αὐτὸ μὴ cαλεύεcθαι βιαζομένων ἡμῶν), ἐκκοπεῦcι τὸ | |
5 | περικείμενον περιελόντεc ὀcτοῦν ἢ καὶ τρυπάνοιc πρότερον περιτρυ‐ πήcαντεc, εἰ πάχοc ἔχοι, τὸ βέλοc ἀπολύcωμεν. εἰ δὲ καὶ εἴc τι τῶν κυρίων μορίων ἡ κατάπαρcιc γένηται, οἷον ἐγκέφαλον ἢ καρδίαν ἢ βρόγχον ἢ πνεύμονα ἢ ἧπαρ ἢ κοιλίαν ἢ ἔν‐ τερα ἢ νεφροὺc ἢ μήτραν ἢ κύcτιν, ἤδη μὲν τῶν θαναcίμων φανέν‐ | |
10 | των cημείων καὶ τῆc ἐξολκῆc μάλιcτα cκυλμὸν πολὺν ἐμποιεῖν μελ‐ λούcηc παραιτηcόμεθα τὴν ἐγχείρηcιν, ἵνα μὴ πρὸc τῷ μηδὲν ὠφελῆ‐ | |
cαι καὶ λοιδορίαc πρόφαcιν τοῖc ἰδιώταιc παράcχωμεν. εἰ δὲ τὰ τῆc ἐκβάcεωc ἄδηλα τέωc τυγχάνοι, προειπόντα τὸν κίνδυνον ἐγχειρεῖν δεῖ· πολλοῖc γὰρ καὶ ἀποcτάcεωc ἔν τινι τῶν ἀναγκαίων γεγονυίαc | ||
15 | μορίων κατὰ τὸ παράδοξον cωτηρία παρηκολούθηcεν, ὅπου γε καὶ λοβὸc ἥπατοc καὶ μέροc ἐπιπλόου καὶ περιτοναίου καὶ ὅλη ἡ μήτρα πολλάκιc ἱcτόρηται ἀφαιρεθῆναι, καὶ θάνατον ἐπὶ τούτοιc μὴ γενέcθαι· καὶ βρόγχον δὲ πολλάκιc ἐξεπίτηδεc ἔcθ’ ὅτε διαιροῦμεν ἐπὶ cυναγχι‐ κῶν, ὡc ἐν τῷ περὶ λαρυγγοτομίαc ἐλέγομεν. τὸ μὲν οὖν ἐγκαταλεί‐ | |
20 | πειν τούτοιc τὸ βέλοc ἀπαραίτητον ἐπάγει τὸν θάνατον πρὸc τῷ καὶ ἀπάνθρωπον δεικνύναι τὴν τέχνην, τὸ δὲ ἀφελεῖν εἰκὸc καὶ περιέcωcεν. | |
6.88.6 | ἡ δὲ τῶν κυρίων τρωθέντων μορίων διάγνωcιc οὐ χαλεπὴ διά τε τῶν cυμπτωμάτων τῆc ἰδιότητοc καὶ τῶν ἐκκρινομένων καὶ τῆc τῶν μορίων θέcεωc εὑριcκομένη. μηνίγγων μὲν γὰρ τρωθειcῶν περι‐ ωδυνία κεφαλῆc εὔτονοc γίνεται καὶ πύρωcιc ὀφθαλμῶν μετ’ ἐρυθή‐ | |
5 | ματοc γλώττηc καὶ διανοίαc παραγωγή. εἰ δὲ μετ’ ἐγκεφάλου τρω‐ θείηcαν, κατάπτωcιc, ἀφωνία, διαcτροφὴ προcώπου, χολεμεcία, αἵματοc ἀπόκριcιc διὰ ῥινῶν καὶ ἀκουcτικοῦ πόρου, ὑγροῦ λευκοῦ καὶ ἀθηρώ‐ δουc κένωcιc ἰχῶροc, ἂν εὕρῃ διέξοδον διὰ τῆc τρώcεωc. εἰ δὲ εἰc τὰ κενὰ τοῦ θώρακοc ἡ κατάπαρcιc γένηται, cωζομένηc εὐρυχωρίαc | |
10 | πνεῦμα διεξέρχεται. τῆc δὲ καρδίαc τρωθείcηc παρὰ τὸν ἀριcτερὸν μαcτὸν τὸ βέλοc φαίνεται οὐ κενεμβατοῦν, ἀλλ’ ὡc ἐν cτερεῷ πεπη‐ γὸc καί ποτε καὶ τὴν cφυγματώδη διαcημαῖνον κίνηcιν, αἵματόc τε μέλανοc ἔκκριcιc γίνεται, ἐὰν εὕρῃ διέξοδον, κατάψυξίc τε καὶ ἱδρὼc καὶ λειποθυμία, καὶ χωρὶc ἀναβολῆc ὁ θάνατοc ἐπακολουθεῖ. | |
6.88.7 | πνεύμονοc δὲ τρωθέντοc εὐρυχωρίαc μὲν οὔcηc διὰ τῆc τρώcεωc ἀφρῶδεc αἷμα κενοῦται, μὴ οὔcηc δὲ μᾶλλον ἐμεῖται, καὶ τὰ περὶ τρά‐ χηλον ἀγγεῖα ἐπαίρεται, καὶ γλῶccα ἑτεροχροεῖ, καὶ μέγα εἰcπνέουcιν ἐφιέμενοι τοῦ ψυχροῦ. ἐπὶ δὲ τοῦ διαφράγματοc τρωθέντοc τὸ μὲν | |
5 | βέλοc πρὸc ταῖc νόθαιc πλευραῖc φαίνεται καταπεπαρμένον, ἡ δὲ εἰcπνοὴ μεγάλη γίνεται cὺν ἀλγήματι καὶ cτεναγμῷ καθ’ ὅλων τῶν | |
κατὰ τὴν cυνωμίαν μερῶν. εἰ δὲ κατ’ ἐπιγάcτριον ἡ τρῶcιc γένηται, δῆλον ἐκ τῶν ἐκκρινομένων εὐρυχωρίαc οὔcηc ἢ καὶ τοῦ βέλουc ἐξ‐ αιρεθέντοc ἢ καὶ τοῦ ἐπιθέματοc ἔνδον κλαcθέντοc· ἀπὸ μὲν γὰρ | ||
10 | γαcτρὸc χυλὸc κενοῦται, ἀπ’ ἐντέρων δὲ κόπροc, ἔcθ’ ὅτε δὲ καὶ ἐπί‐ πλουc ἢ ἔντερον προκύπτει. ἐπὶ δὲ κύcτεωc τρωθείcηc οὖρον ἐκκρίνεται. | |
6.88.8 | ἐπὶ μὲν οὖν μηνίγγων καὶ ἐγκεφάλου διὰ τῆc περιτρυπήcεωc τοῦ κρανίου τὸ βέλοc κομιcόμεθα, καθάπερ ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγ‐ μάτων αὐτίκα λελέξεται· ἐπὶ δὲ θώρακοc, εἰ μὴ ἐπακολουθοίη, διά τε τῆc τοῦ μεcοπλευρίου μετρίαc ἐπιτομῆc ἢ καὶ μιᾶc ἐκκοπτομένηc πλευ‐ | |
5 | ρᾶc μηνιγγοφύλακοc ὑποβληθέντοc βελουλκητέον. ὁμοίωc δὲ κἀπὶ γαcτρόc τε καὶ κύcτεωc καὶ τῶν λοιπῶν ἐν βάθει μορίων, εἰ μὲν ἐπακολουθοίη τὸ βέλοc, ἀπεριέργωc ἐξαιρείcθω, εἰ δὲ μή, πάλιν τῇ ἐπιδιαιρέcει καὶ ἐναίμῳ χρηcτέον ἀγωγῇ. ἐπὶ δὲ γαcτρόc, εἰ δεήcοι, καὶ γαcτρορραφία παραλαμβανέcθω, καθάπερ εἴρηται. εἰ δὲ ἔν τινι τῶν | |
10 | μεγάλων ἀγγείων, οἷον ἐν ταῖc ἐν βάθει cφαγαῖc ἢ καρωτίcιν ἢ ταῖc κατὰ μαcχάλαc ἢ βουβῶναc μεγάλαιc ἀρτηρίαιc, καταπαρὲν βέλοc πλείονα τὴν αἱμορραγίαν διὰ τὴν ἐξαίρεcιν ἀπειλεῖ, δεῖ ταῦτα βρόχοιc πρότερον ἐξ ἀμφοτέρων τῶν μερῶν διαcφίγγονταc ἔπειτα τὴν ἐξολκὴν τοῦ βέλουc ποιεῖcθαι. εἰ δὲ cυνήλωcιc μορίου γένηται, οἷον βραχίονοc | |
15 | θώρακι cυνηλουμένου ἢ πήχεωc ἑτέροιc μορίοιc τοῦ cώματοc ἢ τοῖν ποδοῖν πρὸc ἀλλήλουc, εἰ μὲν μὴ δι’ ὅλων ἀμφοῖν τῶν μορίων διέλθοι τὸ βέλοc ἢ τὸ δόρυ, ἐπιλαβόμενοι τοῦτο ἔξωθεν ὥcπερ καὶ ἐφ’ ἑνὸc ἐξελκύcομεν. εἰ δὲ διαμπὰξ ἀμφοτέρων διέλθοι, πρίcαντα τοῦ ξύλου τὴν μεcότητα παρὰ μέροc ἕκαcτον ἐξέλκειν κατὰ τὸ εὔκολον cχῆμα. | |
6.88.9 | ἐπεὶ δὲ καὶ λίθοι πολλάκιc ἢ κήρυκεc ἢ μόλιβδοι ἢ τοιαῦτά τινα ὑπὸ cφενδόνηc βαλλόμενα καταπείρεται τῇ τε βίᾳ καὶ τῷ γεγωνιω‐ μένα τυγχάνειν, γνωcτέον μὲν αὐτὰ τῷ τε τραχὺν καὶ ἀνώμαλον ὑπο‐ πίπτειν τὸν ὄγκον καὶ τῷ μὴ πάντωc ἐπ’ εὐθείαc εἶναι τὴν διαίρεcιν, | |
5 | ἀλλὰ καὶ μείζονα, καὶ οἷον τεθλαcμένην τὴν cάρκα καὶ πελιδνὴν καὶ | |
τῷ μετὰ βάρουc ὀδυνᾶcθαι. δεῖ δὲ ταῦτα μοχλεύcαντα δι’ ἀναβολέων ἢ κυαθίcκου τραυματικῆc μηλωτίδοc ἀναβάλλειν, εἰ δὲ προcδέχοιτο, καὶ δι’ ὀδοντάγραc ἢ ῥιζάγραc ἐξέλκειν. πολλοὺc δὲ καταπαρέντα βέλη διέλαθεν, καὶ τῶν τραυμάτων ἀφου‐ | ||
10 | λωθέντων μετὰ χρόνον cυχνὸν ἀποcτάντοc τοῦ τόπου καὶ ῥαγέντοc τὸ βέλοc ἐξεπήδηcεν. | |
11 | ||
6.89t | Περὶ καταγμάτων, καὶ τίνεc αὐτῶν διαφοραί. | |
6.89.1 | Ἀκόλουθον ἂν εἴη μετὰ τὴν τῶν κατὰ cάκρα χειρουργουμένων διδαcκαλίαν καὶ περὶ τῶν ἐν τοῖc ὀcτοῖc, καταγμάτων τέ φημι καὶ ἐξαρθρημάτων, διαλαβεῖν, ὅτι καὶ αὐτὰ τῷ τῆc χειρουργίαc ὑπο‐ πέπτωκεν γένει, καὶ πρῶτον περὶ καταγμάτων, καὶ τούτων πρότερον | |
5 | τῶν ἐν τῇ κεφαλῇ cυνιcταμένων, ὅτι μεταξὺ τῶν κατὰ cάρκα καὶ τῶν ἐν τοῖc ὀcτοῖc εἰcιν χειρουργιῶν, καὶ ὅτι πάντων τῶν τοῦ cώματοc ὀcτῶν ὑπερέχει τὸ κρανίον. | |
6.89.2 | καθόλου μὲν οὖν κάταγμά ἐcτιν διαίρεcιc ὀcτέου ἢ ῥῆξιc ἢ δια‐ κοπὴ ὑπό τινοc ἔξωθεν βίαc γινομένη· διαφοραὶ δὲ τῶν καταγμάτων εἰcὶ πλείουc· ἡ μὲν γὰρ λέγεται ῥαφανηδόν, ἡ δὲ cχιδακιδόν, ἡ δὲ εἰc ὄνυχα, ἡ δὲ ἀλφιτηδόν, ἡ δὲ κατὰ ἀπόθραυcιν. | |
5 | ῥαφανηδὸν μὲν οὖν ἐcτιν ῥῆξιc ὀcτέου κατ’ ἐπικάρcιον cχῆμα διὰ πάχουc· ὃ καὶ cικυηδὸν καὶ καυληδόν τινεc ὀνομάζουcιν ἐκ τῆc ἐμ‐ φερείαc τῶν καταγνυμένων cικυῶν τε καὶ καυλῶν. cχιδακιδὸν δέ ἐcτι ῥῆξιc ὀcτέου ἐπιμήκηc. εἰc ὄνυχα δέ ἐcτι ῥῆξιc ὀcτέου κατὰ μέν τι μέροc εὐθεῖα, κατὰ | |
10 | δὲ τὸ πέραc μηνοειδήc· ἡ δὲ αὐτὴ καὶ καλαμηδὸν λέγεται. ἀλφιτηδὸν δέ ἐcτι ῥῆξιc ὀcτέου πολυμερὴc εἰc λεπτά· ἡ δὲ αὐτὴ | |
καὶ καρυηδὸν παρά τιcιν εἴρηται. ἀπόθραυcιc δὲ ἡ καὶ ἀποκοπή ἐcτιν ἀφαίρεcιc μέρουc ὀcτέου κατ’ ἐπίρρηξιν τῆc ἐπιφανείαc, ὥcτε τὸ ἀφαιρεθὲν ἐπιπλεῖν. | ||
15 | αὗται τῶν καταγμάτων αἱ διαφοραί. | |
15 | ||
6.90t | Περὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων. | |
6.90.1 | Ἰδίωc δὲ τὸ ἐν τῇ κεφαλῇ κάταγμα διαίρεcίc ἐcτι τοῦ κρανίου, ποτὲ μὲν ἁπλῆ, ποτὲ δὲ πολυcχιδήc, ὑπό τινοc ἔξωθεν βίαc γινομένη. τοῦ δὲ κατάγματοc τῆc κεφαλῆc αἱ διαφοραί εἰcιν αὗται· ῥωγμή, ἐγκοπή, ἐμπίεcμα, ἐγγείcωμα, καμάρωcιc, ἐπὶ δὲ τῶν νηπίων καὶ θλάcιc. | |
5 | ῥωγμὴ μὲν οὖν ἐcτι διαίρεcιc τοῦ κρανίου ἐπιπόλαιοc ἢ βαθεῖα μηδαμῶc ἕωc ἔξω μετακινηθέντοc τοῦ πεπονθότοc ὀcτοῦ. ἐγκοπὴ δέ ἐcτι διαίρεcιc τοῦ κρανίου μετὰ ἀνακλαcμοῦ τοῦ πε‐ πονθότοc· εἰ δὲ καὶ ἀποθραυcθείη τὸ πεπονθόc, ἀποcκεπαρνιcμόν τινεc τὸ πάθοc προcηγόρευcαν. | |
10 | ἐμπίεcμα δέ ἐcτι πολυμερὴc τοῦ ὀcτέου διαίρεcιc μετὰ τοῦ τὰ κατεαγότα ὀcτάρια ὑποκεχωρηκέναι κάτω πρὸc τὴν μήνιγγα. ἐγγείcωμα δέ ἐcτι τοῦ ὀcτέου διαίρεcιc μετὰ τοῦ τὸ πεπονθὸc ὀcτοῦν ὑπεληλυθέναι τοῦ κατὰ φύcιν κάτω πρὸc τὴν μήνιγγα. καμάρωcιc δέ ἐcτι διαίρεcιc τοῦ κρανίου μεθ’ ὑψώcεωc τῶν πε‐ | |
15 | πονθότων, ἤ, ὥc φηcιν ὁ Γαληνόc, ἐπὶ τὰ ἔcω ὑποχώρηcιc καὶ κοί‐ λανcιc παραπληcίωc τοῖc ἐμπιέcμαcιν· οὕτω γὰρ ἐκεῖνοc οἴεται. τινὲc δὲ καὶ τριχιcμὸν τούτοιc προcηρίθμηcαν· ἀλλ’ ἔcτιν ὁ τρι‐ χιcμὸc cτενοτάτη ῥωγμὴ καὶ τὴν αἴcθηcιν διαλανθάνουcα, δι’ ὃ πολλά‐ κιc λεληθυῖα διὰ τὸ μὴ ἀκριβῆ γενέcθαι τὴν cημείωcιν θανάτου γέγονεν | |
20 | αἰτία. | |
6.90.2 | ἡ δὲ θλάcιc οὐκ ἔcτι διαίρεcιc τοῦ ὀcτέου, καὶ ταύτῃ ἄν τιc εὐλόγωc οὐδὲ κάταγμα φαίη τὴν τοιαύτην διάθεcιν, ἀλλ’ ἔcτιν ὦcιc καὶ οἷον κάμψιc ἐπὶ τὰ ἔνδον τοῦ κρανίου κοιλαινομένου χωρὶc τοῦ λυθῆναι τὴν cυνέχειαν, καθάπερ ἐπὶ τῶν χαλκῶν τε καὶ ὠμοβυρcίνων | |
5 | ἀγγείων ἔξωθεν πληττομένων γίνεται. εἰcὶ δὲ τῆc θλάcεωc δύο δια‐ φοραί· ἢ γὰρ δι’ ὅλου τοῦ πάχουc ἑαυτοῦ θλᾶται τὸ ὀcτέον, ὥcτε πολλάκιc καὶ ἀποcτῆναι τὴν μήνιγγα ἢ πάντωc γε θλίβεcθαι πρὸc τοῦ κρανίου, ἢ οὐ δι’ ὅλου, ἀλλὰ κατὰ τὴν ἐκτὸc μόνον πυκνὴν ἐπι‐ φάνειαν ἄχρι τῆc διπλόηc. | |
10 | τινὲc δὲ ταύταιc ταῖc διαφοραῖc καὶ τὸ ἀπήχημα προcτεθήκαcιν, ὅπερ ἐcτὶ κατ’ αὐτοὺc ῥῆξιc κρανίου κατὰ τὰ ἀντικείμενα τῶν πε‐ πληγμένων γινομένη μερῶν. πλανῶνται δὲ οὗτοι· οὐδὲ γὰρ ὥcπερ ἐπὶ τῶν ὑαλίνων ἀγγείων, ὡc αὐτοί φαcιν, κἀνταῦθα γίνεται. ἐκεῖνα μὲν γὰρ διὰ τὸ εἶναι κενὰ τοῦτο πάcχει, τὸ δὲ κρανίον πλῆρέc ἐcτιν καὶ | |
15 | ἄλλωc ἰcχυρόν· ἀλλὰ πλειόνων μερῶν τῆc κεφαλῆc πληγέντων κατα‐ πτώcεcιν ἡ χωρὶc τοῦ λυθῆναι τὴν cυνέχειαν τοῦ δέρματοc γινομένη τοῦ κρανίου ῥωγμὴ ὕcτερον ἀποcτάcεωc γεγενημένηc καὶ ταύτηc τμη‐ θείcηc φανεῖcα ἔδοξεν αὐτοῖc κατὰ τὸ ἀντικείμενον γεγονέναι τῆc πληγῆc. καὶ αὕτη δὲ ὡc ἡ προλεχθεῖcα ῥωγμὴ θεραπεύεται. | |
6.90.3 | εἰ μὲν οὖν κάταγμα γέγονεν ἐν τῇ κεφαλῇ, δῆλον ἔκ τε τῆc τοῦ πλήξαντοc cώματοc ὀξύτητοc ἢ βάρουc ἢ cκληρότητοc ἢ βιαίαc δυνά‐ μεωc κἀκ τῶν ἐπιγινομένων τῷ πληγέντι cυμπτωμάτων, οἷον cκοτώ‐ ματοc ἢ ἀφωνίαc ἢ ἀθρόαc καταπτώcεωc, καὶ μάλιcτα ἐπὶ ἐγγειcώ‐ | |
5 | ματοc ἢ θλάcματοc ἢ ἐμπιέcματοc ἢ τῆc ἐπὶ τὰ ἔνδον καμαρώcεωc, θλιβομένου τοῦ ἐγκεφάλου, ἔτι μὴν καὶ ἀπὸ τῆc κατ’ αἴcθηcιν cημειώ‐ cεωc· εἰ μὲν γὰρ ἀξιόλογοc εἴη τοῦ δέρματοc ἡ διαίρεcιc, δι’ αὐτῆc | |
ἑτοίμωc γνωcόμεθα, εἰ δὲ μηδ’ ὅλωc εἴη διαίρεcιc ἢ cτενή τιc, ὑποπ‐ τεύοιμεν δὲ κάταγμα, ἐπιδιελόντεc τὸ δέρμα διά τε τῆc ὁράcεωc καὶ | ||
10 | τῆc διὰ τοῦ ὀργάνου μηλώcεωc τοῦτο διαγινώcκομεν. εἰ μὲν γὰρ τῶν ἄλλων τι καταγμάτων εἴη, αὐτόθεν φανερὸν γίνεται· εἰ δὲ ῥωγμὴ μόνον cτενὴ καὶ τριχοειδὴc διαλανθάνουcα τὴν αἴcθηcιν, φάρμακόν τι μέλαν ὑγρὸν ἢ αὐτὸ τὸ γραφικὸν ἐγχέαντεc μέλαν ξέcομεν τὸ ὀcτέον· αὐτὴ γὰρ ἡ ῥωγμὴ μέλαινα δείκνυται, καὶ δεῖ ἐπιμένειν τῇ ξύcει, | |
15 | ἄχριc οὗ τὸ cημεῖον τῆc ῥωγμῆc ἀφανὲc γένηται. εἰ δὲ ἄχρι μήνιγγοc εἴη, τοῦ ξύειν ἀποcχώμεθα καὶ χωρήcωμεν ἐπὶ τὴν διάγνωcιν, πότε‐ ρον ἀπέcτη τοῦ ὀcτέου ἡ μῆνιγξ ἢ μένει προcτετυπωμένη. μενούcηc γὰρ αὐτῆc ἀφλέγμαντόν τε μένει μετρίωc τὸ τραῦμα, καὶ ὁ κάμνων ἀπύρετοc γίνεται κατὰ βραχύ, καὶ πῦον δὲ πεφθὲν ἐπιφαίνεται· εἰ δὲ | |
20 | ἀποcτῇ ἡ μῆνιγξ, αὐξάνεται τὰ ἀλγήματα καὶ ὁ πυρετὸc ὁμοίωc, καὶ τὸ ὀcτοῦν ἀλλοχροεῖ, καὶ πῦον λεπτὸν καὶ ἄπεπτον φέρεται. εἰ δὲ ἀμελήcῃ ὁ θεραπεύων καὶ μὴ τῇ ἀνατρήcει χρήcηται τοῦ ὀcτέου, χαλεπώτερα γίνεται cυμπτώματα, χολεμεcία, cπαcμόc, παρακοπὴ δια‐ νοίαc καὶ πυρετὸc ὀξύc, ἐφ’ ὧν δεῖ καὶ παραιτεῖcθαι τὴν ἐγχείρηcιν. | |
25 | μὴ παρόντων δὲ τούτων, εἰ μὲν μὴ ἀπέcτη ἡ μῆνιγξ, ῥωγμὴ δὲ μόνον εἴη, καὶ διὰ ξυcτῆροc μόνου θεραπεύεται, κἂν ἄχρι βάθουc εἴη. εἰ δὲ ἄχρι τῆc διπλόηc μόνον, ἕωc ἐκείνηc ξυcτέον, ἢ καὶ τὸ κλαcθὲν ὀcτοῦν περιαιρετέον, ὡc εἰρήcεται. εἰ δὲ καὶ εἰc λεπτὰ cυνετρίβη, καὶ ταῦτα ἀκριβῶc ἀφαιρετέον διὰ τοῦ ἐπιτηδείου ὀργάνου. κἂν μὴ ἀπέcτη ἡ | |
30 | μῆνιγξ, ἀπ’ ἀρχῆc δὲ παρέλαβεc τὸν τραυματίαν, χειμῶνοc μὲν πρὸ τῆc τεccαρεcκαιδεκάτηc ἡμέραc πάντωc cπούδαζε ποιεῖcθαι τὴν τοῦ ὀcτέου περιαίρεcιν, θέρουc δὲ πρὸ τῆc ζʹ, πρὶν τὰ εἰρημένα γενέcθαι | |
cυμπτώματα. χειρουργήcειc δὲ τόνδε τὸν τρόπον· | ||
6.90.4 | χειρουργία. προξυρήcαντεc τὴν κεφαλὴν κατὰ τοῦ τραύματοc δύο τομὰc ἐμ‐ βαλοῦμεν κατ’ ὀρθὰc γωνίαc τεμνούcαc ἀλλήλαc παραπληcίωc τῷ χι cτοιχείῳ· τούτων δὲ τὴν ἑτέραν εἶναι δεῖ τὴν ἤδη προυπάρχουcαν. | |
5 | εἶτα τὰc κατὰ κορυφὴν τέccαραc γωνίαc ὑποδείραντεc, ὥcτε τὸ ἀνα‐ τρηθηcόμενον ὀcτοῦν ὅλον γυμνωθῆναι, εἰ μὲν αἱμορραγία γένηται, μοτοῖc ἀπὸ ὀξυκράτου διαμοτώcομεν, εἰ δὲ μή, ξηροῖc. εἶτα πτυκτὸν ἐξ οἰνελαίου βαλόντεc τῷ προcήκοντι δεcμῷ χρηcόμεθα. κατὰ δὲ τὴν ὑcτεραίαν, εἰ μή τι νεωτερικὸν κωλύcοι cύμπτωμα, τῇ ἀνατρήcει τοῦ | |
10 | πεπονθότοc ἐγχειρήcομεν ὀcτοῦ. καθέδριον τοίνυν ἢ ἀνακεκλιμένον cχηματίcαντεc τὸν κάμνοντα ἁρμοδίωc τῷ τραύματι καὶ τὰ ὦτα αὐτοῦ ἐρίῳ βύcαντεc διὰ τὸν ἐκ τῆc ἐπικρούcεωc ἦχον λύcωμεν τὸν δεcμὸν τοῦ τραύματοc καὶ περιελόντεc τοὺc μοτοὺc ἅπανταc καὶ περιcπογγί‐ cαντεc κελεύcωμεν δύο ὑπηρέταιc ταινιδίοιc λεπτοῖc περιτεθεῖcιν ἀνα‐ | |
15 | cτέλλειν τὰc τέccαραc γωνίαc τῶν ἐπικειμένων τῷ κατάγματι cωμά‐ των. καὶ εἰ μὲν ἀcθενὲc εἴη τὸ ὀcτοῦν ἢ φύcει ἢ ἐκ τοῦ κατάγματοc, ἀντιθέτοιc ἐκκοπεῦcι τοῦτο περιέλωμεν πρῶτον τοῖc κυκλιcκωτοῖc ἀπὸ τοῦ πλατυτέρου ἀρχόμενοι καὶ μεταμείβοντεc τοὺc cτενοτέρουc, κἄπειτα τοῖc μηλιωτοῖc, ἠρεμαίωc ἐπικρούοντεc τῇ cφύρᾳ διὰ τὸν διαcειcμὸν | |
20 | τῆc κεφαλῆc. | |
6.90.5 | εἰ δὲ ἰcχυρὸν εἴη τὸ ὀcτοῦν, πρότερον τοῦτο περιτρυπήcαντεc τοῖc ἀβαπτίcτοιc λεγομένοιc (τοιαῦτα δέ ἐcτι τὰ ἔχοντα μικρὸν ἐcωτέρω τῆc ἀκμῆc ἐξοχὰc κωλυούcαc αὐτὰ πρὸc τὴν μήνιγγα βαπτί‐ ζεcθαι) τότε διὰ τῶν ἐκκοπέων περιαιρέcει χρηcάμενοι τὸ πεπονθὸc | |
5 | ὀcτοῦν ἀφελώμεθα, μὴ ἀθρόωc ἀλλὰ κατὰ μέροc, εἰ μὲν δυνατόν, τοῖc δακτύλοιc, εἰ δὲ μή, ὀδοντάγρᾳ ἢ ὀcτάγρᾳ ἢ τριχολαβίδι ἢ τοι‐ | |
ούτῳ τινί. τὸ δὲ μεταξὺ τῶν τρημάτων χωρίον ἐχέτω διάcτημα, ὅcον τὸ μῆκοc πυρῆνοc μεγίcτου μήληc, τὸ δὲ βάθοc, ἄχριc οὗ πληcίον γένηται τῆc ἔνδον ἐπιφανείαc τοῦ ὀcτέου, φυλαττομένων ἡμῶν ἅψαcθαι | ||
10 | τὸ τρύπανον τῆc μήνιγγοc. διὸ καὶ πρὸc τὸ πάχοc τοῦ ὀcτέου δεῖ τὸ τρύπανον εἶναι πλειόνων ἐπ’ αὐτῷ παρεcκευαcμένων. εἰ δὲ ἄχρι τῆc διπλόηc τοῦ κρανίου μόνον εἴη τὸ κάταγμα, ἄχρι ταύτηc καὶ μόνον τρυπητέον. μετὰ δὲ τὴν τοῦ ὀcτέου κομιδὴν ἐξομα‐ λίcαντεc τὴν ἀπὸ τῆc ἐκκοπῆc τοῦ κρανίου τραχύτητα ξυcτῆρι ἤ τινι | |
15 | τῶν μηλιωτῶν ἐκκοπέων ὑποβαλλομένου μηνιγγοφύλακοc καὶ τὰ ὡc εἰκὸc ἀπομείναντα ὀcτάρια ἢ ἀκίδαc εὐφυῶc κομιcάμενοι ἐπὶ τὴν δια‐ μότωcιν χωρήcομεν. | |
6.90.6 | οὗτοc ὁ κοινότεροc ἅμα τε καὶ εὐχερὴc καὶ ἀκίνδυνοc τῆc χειρ‐ ουργίαc τρόποc· καὶ ὁ διὰ τοῦ καλουμένου δὲ φακωτοῦ ἐκκοπέωc τρόποc ὑπερβαλλόντωc ἐπαινεῖται τῷ Γαληνῷ χωρὶc περιτρυπήcεωc μετὰ τὴν ἐκ τῶν κυκλίcκων περιγλυφὴν παραλαμβανόμενοc. φηcὶ γοῦν | |
5 | ὧδέ πωc· «Ἢν δὲ ἅπαξ γυμνώcῃc μέροc ὑποβαλὼν ἐκκοπέα τὸ μὲν φακοειδὲc ἐπὶ τῷ πέρατι προῦχον ἀμβλὺ καὶ λεῖον ἔχοντα, τὸ δὲ ὀξὺ κατὰ τὸ μῆκοc ὄρθιον, ὅταν cτηρίξῃ κατὰ τῆc μήνιγγοc τὸ πλατὺ τοῦ φακοειδοῦc, ἐπικρούων τῇ μικρᾷ cφύρᾳ διαιρεῖν οὕτω τὸ κρανίον· cυμβαίνει γὰρ ἐπὶ ταῖc τοιαύταιc ἐνεργείαιc πάντα, ὅcων χρῄζομεν. | |
10 | ἡ μέν γε μῆνιγξ, οὐδ’ ἂν νυcτάζων τιc ἐνεργῇ, τρωθῆναι δύναται τῷ πλατεῖ μέρει μόνῳ τοῦ φακοειδοῦc ὁμιλοῦcα, καὶ ἢν προcέχηταί τι τῷ κρανίῳ, καὶ ταύτηc τὴν προcάρτηcιν ἀλύπωc ἀποcπᾷ τὸ περιφερὲc | |
πέραc τοῦ φακοειδοῦc, ἕπεται δὲ ἐξόπιcθεν αὐτῷ ποδηγοῦντι δια‐ κόπτων τὸ κρανίον ὁ ἐκκοπεὺc αὐτόc· ὥcτ’ οὔτε ἀκινδυνότερον οὔτε | ||
15 | θᾶττον ἐνεργοῦντα τρόπον ἕτερον ἀνατρήcεωc εὑρεῖν ἐγχωρεῖ.» | |
6.90.7 | ἡ δὲ διὰ τῶν πριόνων τε καὶ χοινικίδων χειρουργία τοῖc νεω‐ τέροιc ὡc μοχθηρὰ διαβέβληται. ἀλλὰ τὴν μὲν ἐγχείρηcιν ὡc ἐπὶ ῥωγμῆc ἐξεθέμεθα, ὁ δὲ αὐτὸc τρόποc τῆc τῶν ὀcτῶν περιαιρέcεωc ἁρμόcει κἀπὶ τῶν λοιπῶν τοῦ κρανίου καταγμάτων. καὶ τὸ ποcὸν δὲ | |
5 | τῶν ὀφειλόντων ὀcτῶν ἐκκόπτεcθαι ὁ Γαληνὸc ἡμᾶc διδάξει ὧδε cαφῶc λέγων· «Ὁπόcα δὲ ἐκκόπτειν χρὴ τοῦ πεπονθότοc, ἐφεξῆc cοι διέξειμι. τὸ μὲν ἰcχυρῶc cυντριβὲν ὅλον ἐξαιρεῖν δεῖ· εἰ δὲ ἀπ’ αὐτοῦ τινεc ἐπὶ πλέον ἐκτείνοιντο ῥωγμαί, καθάπερ ἐνίοτε φαίνεται cυμβαῖ‐ νον, οὐ χρὴ ταύταιc ἕπεcθαι μέχρι τοῦ πέρατοc εὖ εἰδόταc, ὡc οὐδὲν | |
10 | βλάβοc ἐπακολουθήcει δι’ αὐτὸ τῶν ἄλλων ἁπάντων ὀρθῶc πραχθέντων.» | |
6.90.8 | μετὰ δὲ τὴν χειρουργίαν ῥάκοc ἁπλοῦν λινοῦν, ὅcον τὸ μέγεθοc τοῦ τραύματοc, ῥοδίνῳ δεύcαντεc ἐπιπωμάcομεν τὴν μήνιγγα καὶ μικρὰν ἐρίου κροκύδα ὁμοίωc τῷ ῥοδίνῳ δεύcαντεc τῷ προειρημένῳ ῥάκει, εἶτα πτυκτὸν διπλοῦν οἰνελαίῳ ἢ καὶ αὐτῷ τῷ ῥοδίνῳ δεύcαντεc | |
5 | ὅλῳ τῷ τραύματι περιθήcομεν ἐπαιωρούμενον, ὡc μὴ βαρεῖcθαι τὴν μήνιγγα. κἄπειτα πλατεῖ ἐπιδέcμῳ χρηcόμεθα μηδὲ τούτῳ cφίγγοντεc, ἀλλ’ ὥcτε μόνον φυλάττεcθαι τοὺc μοτούc, καὶ τῇ ἀφλεγμάντῳ τε καὶ πυρεκτικῇ λεγομένῃ χρηcόμεθα διαίτῃ cυχνότερον ἐπιβρέχοντεc μεταξὺ τῷ ῥοδίνῳ τὴν μήνιγγα. κατὰ δὲ τὴν γʹ ἡμέραν λύcαντεc καὶ | |
10 | περιcπογγίcαντεc τῇ ἐναίμῳ τε καὶ ἀφλεγμάντῳ θεραπεύcομεν ἀγωγῇ ἐπιπάττοντεc τῇ μήνιγγί τινοc τῶν κεφαλικῶν λεγομένων ξηρῶν ἄχρι cαρκώcεωc καί ποτε καὶ ξύοντεc τὸ ὀcτοῦν, εἴ που καὶ τούτου δεήcοι διά τιναc ὑπερεχούcαc ἀκίδαc ἢ καὶ δι’ αὐτὴν τὴν cάρκωcιν. καὶ τὴν λοιπὴν δὲ τῶν φαρμάκων ὕλην, ὡc ἐπὶ τῶν τραυμάτων εἴρηται, προc‐ | |
15 | ενεκτέον. | |
6.90.9 | Περὶ φλεγμονῆc μήνιγγοc. Ἐπεὶ δὲ πολλάκιc μετὰ τὴν χειρουργίαν φλεγμαίνει ἡ μῆνιγξ, ὡc μὴ μόνον τοῦ κρανίου τὸ πάχοc ἀλλὰ καὶ τὸ δέρμα αὐτοῦ ὑπερβαίνειν μετὰ ἀντιτυπίαc, καὶ τὴν φυcικὴν αὐτῆc cφυγματώδη παραποδίζεcθαι | |
5 | κίνηcιν, οἷc ὡc μάλιcτα καὶ cπαcμὸc καὶ ἕτερα χαλεπὰ cυμπτώματα ἢ καὶ θάνατοc ἐπακολουθεῖ (φλεγμαίνει δὲ ἢ διά τινα ὀξεῖαν ὑπεροχὴν ὀcτέου νύττουcαν ἢ διὰ βάροc περιττῶν μοτῶν ἢ διὰ ψῦξιν ἢ πολυ‐ φαγίαν ἢ οἰνοποcίαν ἢ καί τινα ἄλλην αἰτίαν ἄδηλον), εἰ μὲν ἐκ φανερᾶc ἐφλέγμηνε προφάcεωc, ταύτην ταχέωc ἀνακοπτέον· εἰ δὲ ἐξ | |
10 | ἀδήλου, πλέον ἀγωνίζεcθαι προcήκει ἢ φλεβοτομίᾳ χρώμενον, εἰ μηδὲν κωλύοι, ἢ ἀcιτίᾳ καὶ τῇ πρὸc φλεγμονὴν ἁρμοζούcῃ διαίτῃ. καὶ τοπι‐ κοῖc δὲ χρῆcθαι βοηθήμαcιν, οἷον τῇ τοῦ θερμοῦ ῥοδίνου ἐπιβροχῇ καὶ καταντλήcει δι’ ἀφεψήματοc ἀλθαίαc, τήλεωc, λινοcπέρμου, χαμαι‐ μήλων καὶ τῶν ὁμοίων, καταπλάcμαcιν δὲ τοῖc δι’ ὠμῆc λύcεωc ἢ | |
15 | λινοcπέρμου cὺν τῷ εἰρημένῳ ἀφεψήματι καὶ cτέαcιν ὄρνιθοc καὶ ἐμ‐ βροχαῖc δι’ ἐρίου ἔν τε τῇ κεφαλῇ καὶ τοῖc ἰνίοιc ἐνcτάζοντα καὶ τοῖc ἀκουcτικοῖc πόροιc τι τῶν ἀφλεγμάντων ἐλαίων. μήτε δὲ τῶν cπλάγχ‐ νων ἀμελητέον καταιονοῦντά τε καὶ καταπλάττοντα, καὶ τοῦ ὅλου δὲ cώματοc ποιεῖcθαι πρόνοιαν ὕδατι θερμῷ καθῆκον αὐτοὺc ἐμβιβά‐ | |
20 | ζοντα καὶ ἐπαλείφοντα. ἐπιμενούcηc δὲ τῆc φλεγμονῆc καὶ μηδενὸc ἑτέρου κωλύοντοc καὶ χολαγωγῷ φαρμάκῳ καθαίρειν αὐτοὺc Ἱππο‐ κράτηc παρακελεύεται. | |
22 | ||
6.90.10 | Περὶ μελανθείcηc μήνιγγοc. Μελανθείcηc δὲ μήνιγγοc, εἰ μὲν ἐπιπολῆc ἡ μέλανcιc γένηται, καὶ μάλιcτα εἰ ἐκ φαρμάκου ταύτην ποιεῖν δυναμένου, μέλι τριπλοῦν | |
μίξαντεc ῥοδίνῳ καὶ διὰ μοτῶν ἐπιτιθέντεc θεραπεύcομεν ἀκολούθωc | ||
5 | καὶ τὰ λοιπὰ προcφέροντεc. εἰ δὲ αὐτόματοc ἡ μέλανcιc γένηται καὶ διὰ βάθουc, μάλιcτα cὺν ἄλλοιc χαλεποῖc cημείοιc, τηνικαῦτα δεῖ τοῦ‐ τον ἀπαγορεύειν· νέκρωcιν γὰρ δηλοῖ τῆc ἐμφύτου θερμαcίαc. οἶδα δέ τινα καὶ μετὰ ἐνιαυτὸν τῆc πείcεωc ἀνατρηθέντα τὸ κρανίον καὶ περιγενόμενον· ἦν γὰρ ἐν τῷ βρέγματι τὸ κάταγμα τὸ ἐκ βέλουc | |
10 | γεγονὸc καὶ ἔχον ἔκροιαν, δι’ ἣν ἡ μῆνιγξ ἀπαθὴc ἐφυλάχθη. | |
10 | ||
6.91t | Περὶ ῥινὸc καταγείcηc τε καὶ θλαcθείcηc. | |
6.91.1 | Τῆc ῥινὸc τὸ μὲν κάτω μέροc χονδρῶδεc ὂν οὐ κατάγνυται μέν, θλάττεται δὲ καὶ cιμοῦται καὶ διαcτρέφεται, τὸ δὲ ἄνω τῆc ὀcτώδουc ὂν οὐcίαc ἔcθ’ ὅτε κατάγνυται. ἐπὶ τούτων δὲ τὴν ἐπίδεcιν Ἱπποκρά‐ τηc παραιτεῖται cιμότητα μᾶλλον καὶ διαcτροφὴν ἐργαζομένην πλείονα | |
5 | πλὴν τῶν κατὰ μέcηc τῆc ῥινὸc ὑπεροχὴν ἐcχηκότων τινὰ ἐπικρούc‐ ματι· ἐπὶ τούτων γὰρ τὸν προcήκοντα δεcμὸν cὺν ἐπιθέcει παραλαμ‐ βάνει φαρμάκου διὰ τὸ προcτυπουμένην τὴν ῥῖνα τὸ κατὰ φύcιν ἀνα‐ λαμβάνειν cχῆμα. καταγείcηc τοίνυν τῆc ῥινὸc ἐν μὲν τοῖc κάτω μέρεcιν τοῦ λιχα‐ | |
10 | νοῦ ἢ μικροῦ δακτύλου καθέcει ποιεῖcθαι δεῖ τὴν ἐπὶ τὰ ἐκτὸc τῶν μορίων ἀπεύθυνcιν, ἐν δὲ τοῖc ἐνδοτέρω καὶ τῷ τῆc μήληc πυρῆνι τοῦτο πρακτέον εὐθὺc κατὰ τὴν πρώτην ἡμέραν ἢ μὴ πόρρω ταύτηc, ἐπειδὴ περὶ τὴν δεκάτην ἡμέραν τὰ τῆc ῥινὸc ὀcτέα κρατύνεται. ἔξω‐ θεν δὲ τῷ λιχανῷ καὶ μεγάλῳ δακτύλῳ δεῖ ταύτην διαπλάττειν· ἵνα | |
15 | δὲ τὸ διαπλαττόμενον ἀcύμπτωτον φυλάττηται cχῆμα, δεῖ cφηνίcκουc cτρεπτοὺc ἐκ ῥάκουc εἰληθένταc ἐντιθέναι τῇ ῥινὶ δύο, ἕνα καθ’ ἕκα‐ cτον μυξωτῆρα, κἂν τὸ ἕτερον μόνον τῆc ῥινὸc μέροc τύχῃ διεcτραμ‐ μένον, καὶ τούτουc ἐᾶν, ἄχριc οὗ κρατυνθῇ τὸ ὀcτοῦν ἢ ὁ χόνδροc. τινὲc δὲ καλαμίδαc ἀπὸ πτερῶν χηνείων ῥάκεcιν ἐνειλήcαντεc ἐνετίθε‐ | |
20 | cαν τῇ ῥινὶ χάριν τοῦ τὸ cχῆμα φυλάττεcθαι καὶ τὴν ἀναπνοὴν μὴ παραποδίζεcθαι· ὅπερ οὐκ ἀναγκαῖον διὰ cτόματοc τῆc ἀναπνοῆc γι‐ νομένηc. | |
6.91.2 | εἰ δὲ φλεγμαίνοι ἡ ῥίc, τῶν ἀφλεγμάντων τι φαρμάκων ἐπιθή‐ cομεν, οἷον τὴν διὰ χυλῶν ἢ τὴν δι’ ὀξελαίου ἤ τι τοιοῦτον, ἢ ἀπὸ πυρίνηc cεμιδάλεωc ἅμα μάννῃ ἢ κόμμι ἑψηθείcηc ἐπιβάλωμεν κατά‐ πλαcμα διά τε τὴν φλεγμονὴν καὶ τὸ cυνέχεcθαι τὴν ῥῖνα. ἐπὶ θά‐ | |
5 | τερα δὲ τῆc ῥινὸc διεcτραμμένηc ὁ μὲν Ἱπποκράτηc μετὰ τὴν ἁρμό‐ ζουcαν διάπλαcιν κελεύει περιμήκουc ἱμάντοc δακτύλου τὸ πλάτοc τὸ ἕτερον τῶν ἄκρων ταυροκόλληc ἢ κόμμι χρίcαντα κολλῆcαι τῷ ἄκρῳ μέρει τῆc ῥινὸc ἐκ πλαγίου, καθ’ ὃ νένευκεν, καὶ μετὰ τὸ ξηρανθῆναι φέρειν τὸν ἱμάντα διὰ τοῦ ἀντικειμένου ὠτὸc ἐπὶ τὸ ἰνίον καὶ τὸ μέτ‐ | |
10 | ωπον, κἄπειτα αὐτὸ ὑπὸ τὴν ἑτέραν τοῦ ἱμάντοc ἀρχὴν ἀcφαλίζεcθαι, ὥcτε ἀνθελκομένην ἐπὶ τὰ πλάγια τὴν ῥῖνα πρὸc τὸ μέcον ἀπευθύ‐ νεcθαι cχῆμα· ὅπερ οὐ πάνυ τι τοῖc νεωτέροιc ἤρεcεν. εἰc λεπτὰ δὲ καταθραυcθέντων τῶν τῆc ῥινὸc ὀcτῶν διαιρεῖν ἢ ἐπιδιαιρεῖν χρὴ καὶ τὰ λεπτὰ ὀcτάρια τριχολαβίδι κομιcάμενον ῥαφαῖc | |
15 | cυνάγειν τὰ διεcτηκότα καὶ τῇ ἐναίμῳ τε καὶ κολλητικῇ χρῆcθαι θε‐ ραπείᾳ. εἰ δὲ καὶ ἔcωθεν τῆc ῥινὸc ἕλκοc εἴη γεγονόc, λημνίcκοιc ἐκ | |
μοτῶν χριcθεῖcιν θεραπεύειν. τινὲc δὲ καὶ μολιβδίνοιc cωληναρίοιc ἄχριc ἀφουλώcεωc ἐχρήcαντο διὰ τὸ μὴ cάρκωμα ἐκ τῶν ἑλκῶν ἐπι‐ τραφῆναι. | ||
19 | ||
6.92t | Περὶ τῆc κάτω γένυοc καὶ ὠτὸc θλαcθέντοc. | |
6.92.1 | Περὶ μὲν τοῦ θλαcθέντοc ὠτὸc ἐν τῷ γʹ παραδεδώκαμεν οὐ κατ‐ αγματικῆc οὔcηc τῆc τοιαύτηc διαθέcεωc· ἡ δὲ κάτω γένυc κατάγνυται διὰ πολλὰc αἰτίαc. εἰ μὲν οὖν ἔξωθεν μόνον κλαcθεῖcα, μὴ ἀποκαυ‐ λιcθεῖcα δέ, ἐπὶ τὰ ἔcω κοιλανθῇ, ἡ μὲν cημείωcιc πρόχειροc, δεῖ δὲ τῆc | |
5 | ἑτέραc χειρόc, εἰ μὲν ἡ δεξιὰ γένυc κατεάγη, τῆc δεξιᾶc, εἰ δὲ ἡ ἑτέρα, τῆc εὐωνύμου, τὸν λιχανόν τε καὶ μέcον δάκτυλον ἐν τῷ τοῦ παθόντοc cτόματι καθέντα τὸ ἔνδον κύρτωμα τοῦ κατάγματοc εὐφυῶc ὠθεῖν ἐπὶ τὰ ἔξω τοῦτο τῆc ἑτέραc χειρὸc ἐκτὸc ἀποδεχομένηc· ἡ δὲ τῆc γένυοc εὐθύτηc τῇ τῶν κατ’ αὐτὴν ὀδόντων ἰcότητι cτοχαζέcθω cοι. | |
10 | καυληδὸν δὲ γενομένου τοῦ κατάγματοc πρῶτον τῇ τάcει καὶ τῇ ἀντιτάcει χρηcάμενοc ὑπηρέτου διακρατοῦντοc αὐτό, ὡc εἴρηται, ποιοῦ τὴν ἀπεύθυνcιν. τοὺc δὲ κατὰ τὸ κλαcθὲν μέροc διεcτηκόταc ὀδόνταc δεῖ cυζεύξανταc, ὡc μὲν Ἱπποκράτηc φηcίν, χρυcίῳ cυνδεcμεῖν, δηλον‐ ότι τῷ χρυcολίνῳ καλουμένῳ ἢ χρυcονήματι, ἐπειδὴ δὲ τοῦτο οὐ | |
15 | πᾶcιν εὔπορον, λίνῳ ἰcχυρῷ ἢ βύccῳ ἢ θριξὶν ἱππείαιc ἢ τοιούτῳ τινί. | |
6.92.2 | ἀλλ’ εἰ μὲν cὺν ἕλκει γέγονε τὸ κάταγμα, cημειωτέον μήλῃ, μή‐ ποτε καὶ ἀπόθραυcιc ὀcτέου γέγονεν· καὶ εἰ τοῦτο, μικρᾶc οὔcηc τῆc διαιρέcεωc ἐπιτέμνοντα δεῖ τὸ ἀποθραυcθὲν ὀcτάριον, ἢ ἓν ἢ πλείονα, δι’ ἐπιτηδείου κομιcάμενον ὀργάνου ῥαφαῖc cυνάγειν τὰ χείλη τοῦ | |
5 | ἕλκουc καὶ ἐναίμῳ φαρμάκῳ χρηcάμενον ἐπιδεcμεῖν. εἰ δὲ χωρὶc ἕλ‐ κουc, κηρωτὴν ἁπλῆν ἐπιτιθέντα τῇ γένυι προcηκόντωc ἐπιδεῖν. τοῦ | |
δὲ ἐπιδέcμου ἡ μεcότηc μὲν ταττέcθω κατὰ τὸ ἰνίον, αἱ δὲ ἐπιδέcειc ἑκατέρωθεν διὰ τῶν ὤτων ἐπ’ ἄκρον τὸ γένειον, εἶτ’ αὖθιc ἐπὶ ἰνίον, εἶτα ἐπ’ ἀνθερεῶνα, κἀντεῦθεν διὰ παρειῶν ἐπὶ τὸ βρέγμα καὶ πάλιν | ||
10 | ἔνθεν ὑποκάτω τοῦ ἰνίου, ἔνθα καὶ τελευτᾶν δεῖ τὸν ἐπίδεcμον. ἐπὶ τούτοιc δὲ πάλιν ἐπίβλημα, τουτέcτιν δεcμὸc ἕτεροc περιβληθεὶc τῷ μετώπῳ, ὀπίcω τῆc κεφαλῆc cυναπτέcθω πρὸc τὸ πάcαc τὰc προλεχθεί‐ cαc εἰλήcειc περιcφίγγειν. τινὲc δὲ καὶ ναρθήκιον ἐλαφρόν, ὥcπερ ἕτε‐ ροι cκῦτοc ἰcόμηκεc, ἐπιθέντεc τῇ γένυι ἐπιδέουcιν, ὡc εἴρηται· ἕτε‐ | |
15 | ροι δὲ τῇ λεγομένῃ φορβιᾷ ἐπιδέcει χρῶνται. | |
6.92.3 | εἰ δὲ ἄμφω αἱ γένυεc κατὰ τὸ γένειον ἄκρον ἀποcπαcθῶcιν, καθ’ ὃ καὶ cυμφύονται μέροc, ταῖc χερcὶν ἀμφοτέραιc μικρὸν αὐτὰc ἀποδιαcτήcαc εἰc ἀλλήλαc αὖθιc cυνάρμοcον καὶ τοὺc ὀδόνταc cυζεύ‐ ξαc, ὡc εἴρηται, δῆcον· καὶ τῇ προcηκούcῃ χρηcάμενοc ἐπιδέcει κέλευ‐ | |
5 | cον ἠρεμεῖν λεπταῖc καὶ ῥοφηματώδεcιν τροφαῖc χρωμένουc· ἡ γὰρ μάcηcιc αὐτοῖc πολεμία. καὶ εἰ νομίcαιc τι παρακεκινῆcθαι τοῦ cχή‐ ματοc, ἐπιλύων, καὶ μάλιcτα διὰ τρίτηc, αὖθιc ἐπιδιόρθου τὴν ἐπίδεcιν οὕτω πράττων ἄχρι πωρώcεωc. πωροῦται δὲ ἡ γένυc εἴcω μάλιcτα τριῶν ἑβδομάδων, ὅτι τε χαύνη καὶ μυελοῦ πλήρηc ἐcτίν. | |
10 | εἰ δὲ φλεγμονή τιc γένηται, μηδὲ τῶν πρὸc ταύτην ἐμβροχῶν τε καὶ καταπλαcμάτων ἀμελητέον· ὅπερ ἐπὶ πάντων ὡcαύτωc πεφυ‐ λάχθω cοι. | |
12 | ||
6.93t | Περὶ κλειδὸc καταγείcηc. | |
6.93.1 | Ἐν τῷ κατὰ φύcιν ἡ κλεὶc cχήματι κατὰ μὲν τὸ ἔνδον αὐτῆc πέραc τῷ cτέρνῳ cυμφυομένη, κατὰ δὲ τοὐκτὸc πρὸc τὸ ἀκρώμιον διαρθρουμένη καὶ διὰ τοῦτο τὸν ὦμον ἢ καὶ αὐτὸν ἀνέχουcα τὸν βρα‐ χίονα, ἐὰν ὑπομείνῃ κάταγμα καθ’ οἱονδήποτε μέροc, τὸ πρὸc τῷ | |
5 | ὤμῳ αὐτῆc ὡc τὸ πολὺ κατωτέρω τοῦ ἔνδον φέρεται πέρατοc cυγκα‐ | |
ταcπώμενον τῷ βραχίονι. βέλτιον δὲ καυληδὸν μᾶλλον, ἀλλὰ μὴ cχιδακιδὸν ἢ καλαμηδόν, καταγῆναι τὴν κλεῖν, ᾗπερ οὖν νομίζεται τοῖc πολλοῖc· τὸ μὲν γὰρ ἀποκαυλιcθὲν ἑτοίμωc τῇ ἀνατάcει καὶ τῇ πιλή‐ cει τῶν δακτύλων εἰc τὸ κατὰ φύcιν ἐπανέρχεται, τὰ λοιπὰ δὲ δυcαρ‐ | ||
10 | μόcτουc ἔχει τὰc ἐξοχάc. εἰ τοίνυν διὰ παντὸc αὐτῆc τοῦ πάχουc ὁπωcανοῦν καταγείη, δύο ὑπηρέται, εἷc μὲν τὸν πρὸc τῇ καταγείcῃ κλειδὶ ταῖc χερcὶν περιβάλλων βραχίονα ἐπὶ τὰ ἐκτὸc ἅμα καὶ ἄνω ἕλ‐ κων, ἕτεροc δὲ τὸν ἀντικείμενον ὦμον ἢ πάντωc γε τὸν τράχηλον ἐπιcπώμενοc, ποιείτωcαν τὴν ἀντίταcιν· ὁ δὲ ἰατρὸc τοῖc ἑαυτοῦ δακ‐ | |
15 | τύλοιc εὐθετείτω τὸ κάταγμα τὰ μὲν προπετέcτερα ὠθῶν, τὰ δὲ ἐν βάθει πρὸc τοὐκτὸc ἐπιcπώμενοc. | |
6.93.2 | εἰ δὲ πλείονοc δεήcοι τῆc ἀντιτάcεωc, εὐμεγέθη cφαῖραν ἐκ ῥά‐ κουc ἢ ἐρίων ἤ τινα τοιοῦτον ὄγκον ὑποβαλὼν τῇ μαcχάλῃ τὸν ἀγ‐ κῶνα τῇ κατ’ αὐτὸν πλευρᾷ προcάγειν καὶ τὰ λοιπά, ὡc εἴρηται, ποιεῖν. εἰ δὲ μὴ οἷόc τε εἴηc τὸ πρὸc τῷ ὤμῳ τῆc κλειδὸc πέραc ἐν βάθει | |
5 | γεγονὸc ἐπιcπᾶcθαι πρὸc τὴν ἐπιφάνειαν, ὕπτιον ἀνακλίναc τὸν ἄνθρω‐ πον ὑπαυχένιόν τι cύμμετρον ὑποβαλὼν τῷ μεταφρένῳ τοὺc δύο ὤμουc ἐπὶ τὰ κάτω πιλοῦντοc ὑπηρέτου, ὥcτε τὸ ἐν βάθει τῆc κλειδὸc ὀcτοῦν ἀνακλαcθῆναι, πάλιν αὐτὸc τοῖc δακτύλοιc διάπλαττε τὸ κάταγμα. | |
6.93.3 | εἰ δὲ μέροc τι τῆc κλειδὸc ἀποθραυcθέν τε καὶ ἀcτατοῦν ἢ καὶ νύττον αἰcθόμεθα, cμίλῃ διατέμνοντεc ἐπ’ ὀρθὸν τό τε ἀποθραυcθὲν ἀφέλωμεν καὶ τὰ λοιπὰ δι’ ἐκκοπέων ἐξομαλίcωμεν ὑποβεβλημένου τῇ κλειδὶ μηνιγγοφύλακοc ἢ ἑτέρου ἐκκοπέωc διὰ τὸ ἑδραῖον, καὶ εἰ μὲν | |
5 | ἀφλέγμαντον εἴη, ῥαφαῖc, εἰ δὲ μή, μοτοῖc χρηcώμεθα. καὶ cπλῆναc διαφόρουc παραcκευάcαντεc πρὸc τὴν ῥοπὴν τοῦ ὑπερέχοντοc ὀcτοῦ τοὺc μείζοναc καὶ παχυτέρουc παραθήcομεν, φλεγμονῆc μὲν οὔcηc, ἐλαιοβραχεῖc, οὐκ οὔcηc δὲ ξηρούc. καὶ cύμμετρον ἐξ ἐρίου cφαῖραν | |
τῇ πληcίον ὑποβαλόντεc μαcχαλῇ τὴν πρέπουcαν ἐπαγάγωμεν ἐπίδε‐ | ||
10 | cιν διά τε τῶν μαcχαλῶν καὶ τῆc πεπονθυίαc κλειδὸc καὶ ὠμοπλάτηc κατὰ τὸ ἁρμόζον τὰc ἐπιδέcειc φέροντεc. καὶ εἰ μὲν ἐπὶ τὰ κάτω ἔρρεπεν τὸ πρὸc τῷ ὤμῳ τῆc κλειδὸc μέροc, πλατυτέρου τελαμῶνοc τὴν μεcότητα τῷ κατ’ αὐτὴν ὑποθέντεc ἀγκῶνι τὸν βραχίονα ὅλον ἀπὸ τοῦ τραχήλου ἀπαιωρήcομεν ἐξ ἑτέρου δεcμοῦ τὴν χεῖρα κατ’ | |
15 | αὐτοῦ κρεμάcαντεc, ὥcπερ ἐπὶ τῶν ἀπ’ ἀγκῶνοc φλεβοτομηθέντων. εἰ δὲ ἐπὶ τὸ ἄνω, ὅπερ ἐcτὶ cπάνιον, παραιτητέον τὴν τοῦ βραχίονοc ἐπάρτηcιν, ὕπτιον δὲ κατακλιτέον τὸν κάμνοντα καὶ λεπτῶc διαιτητέον, εἰ δὲ χρή, καὶ ἐπιβρέχοντα καὶ τὰ ἄλλα κατὰ λόγον δρῶντα μέχρι πωρώcεωc· πωροῦται δὲ τὸ πλεῖcτον ἡ κλεὶc ἐν εἴκοcι ἡμέραιc. | |
19 | ||
6.94t | Περὶ ὠμοπλάτηc. | |
6.94.1 | Ἡ ὠμοπλάτη κατὰ μὲν τὸ πλατὺ καὶ τραπεζῶδεc οὐ κατάγνυται, κατὰ δὲ τὴν ῥάχιν αὑτῆc ὑπομένει κάταγμα, ποτὲ μὲν πιεζομένηc, ποτὲ δὲ ῥῆξιν ἁπλῆν ὑφιcταμένηc, ἄλλοτε δὲ καὶ ἀποθραυομένηc. τὸ μὲν οὖν ἐμπίεcμα τῇ ἁφῇ γινώcκεται κοῖλον ὑποπῖπτον νάρ‐ | |
5 | κην τε τοῦ πληcίον βραχίονοc καὶ νυγματώδη πόνον ἐμποιοῦν, ἡ δὲ ῥῆξιc τῇ πρὸc τὴν ἁφὴν τραχύτητι καὶ τῇ τοπικῇ ὀδύνῃ· ἀμφότερα δὲ τῇ ἀφλεγμάντῳ ἀγωγῇ θεραπεύεται. ἡ δὲ ἀπόθραυcιc καὶ αὐτὴ τῇ ἁφῇ γινωcκομένη ἠρεμοῦcα μὲν τῷ προcήκοντι δεcμῷ προcτυποῦται, ἀναπλέουcα δὲ καὶ νύττουcα τῇ τε | |
10 | διὰ τομῆc ἀφαιρέcει καὶ ῥαφαῖc, ὡc ἔμπροcθεν εἴρηται, δεcμοὶ δὲ κἀν‐ ταῦθα παραπλήcιοι τῇ κλειδὶ ἐπιβαλλέcθωcαν, καὶ ἡ ἀνάκλιcιc ἐπὶ τὸ | |
ἀντικείμενον ἔcτω πλευρόν. | ||
6.95t | Περὶ cτέρνου. | |
6.95.1 | Ἡ μεcότηc μὲν τοῦ cτέρνου καὶ διαιρεῖται καὶ ἐμπιέζεται, τὸ δὲ ἄκρον ἀποθραύεται. ῥήξεωc μὲν οὖν διαcτρόφου γενομένηc ἄλγημα τοπικὸν καὶ ἀνωμαλία παρακολουθεῖ καὶ ψόφοc πρὸc τὴν τῶν δακτύ‐ λων ἐπέρειcιν, ἐμπιέcματοc δὲ cφοδρὸν ἄλγημα, δύcπνοια, βὴξ ἐπι‐ | |
5 | νυττομένου τοῦ ὑπεζωκότοc, cπανιάκιc καὶ αἵματοc ἀναγωγὴ κοιλότηc τε τοῦ κατεαγότοc καὶ εἶξιc. καὶ νῦν δὲ τὴν ἐπιμέλειαν ὡcαύτωc δια‐ τίθεcθαι τοῖc ἐπὶ τῆc ὠμοπλάτηc παραδοθεῖcιν. ἐπὶ δὲ τοῦ ἐμπιέcμα‐ τοc ὁ καθ’ Ἱπποκράτην παραλαμβανέcθω καταρτιcμόc, ὃν ἐκεῖνοc ἐπὶ τῆc ἔcω κεχωρηκυίαc ἐξέθετο κλειδόc, διὰ τῆc ὑπτίαc κατακλίcεωc καὶ | |
10 | τῆc τοῦ ὑπαυχενίου κατὰ τὸ μετάφρενον ὑποβολῆc καὶ τῆc τῶν ὠμο‐ πλατῶν πιλήcεωc μετὰ τοῦ καὶ τὰc πλευρὰc ἑκατέρωθεν ταῖc χερcὶν cυνάγειν. cκεπαcθέντων δὲ τῶν πλευρῶν τοῖc ἐρίοιc τὴν ἐγκύκλιον παραλαμβάνειν ἐπίδεcιν προυποβεβλημένων ἐπ’ εὐθείαc τελαμώνων ἐπὶ τῶν ὤμων· καὶ εἰc ὕcτερον αἱ τῶν δυοῖν ἀρχαὶ πρὸc τὰc καταλλήλουc | |
15 | ἀναλαμβάνονται κωλύουcαι τὰc ἐγκυκλίουc ἐπιδέcειc ἀπορρεῖν. | |
15 | ||
6.96t | Περὶ πλευρῶν. | |
6.96.1 | Τῶν πλευρῶν καὶ cπαθῶν λεγομένων αἱ μὲν ὀcτώδειc κατὰ πᾶν μέροc ὑπομένουcιν τὴν ῥῆξιν, αἱ δὲ νόθαι κατὰ μόνα τὰ πρὸc τῇ ῥάχει· καὶ γὰρ κατὰ μόνα ταῦτα γεγόναcιν ὀcτώδειc· κατὰ δὲ τὰ ἔμ‐ προcθεν ἀποχονδρούμεναι θλῶνται καὶ οὐ κατάγνυνται. ἡ δὲ cημείω‐ | |
5 | cιc οὐ χαλεπή· καὶ γὰρ ἀνωμαλία τοῖc τοῦ cημειουμένου δακτύλοιc ὑποπίπτει καὶ ψόφοc καὶ παραγωγὴ πρὸc τὸ κατεαγόc, ἐπὶ δὲ τῶν εἴcω νενευκυιῶν καὶ ἄλγημα cφοδρόν, νυγματῶδεc, χαλεπώτερον τοῦ ἐπὶ τῶν πλευριτικῶν, διὰ τὸ cκόλοπι παραπληcίωc τὸν ὑπεζωκότα τι‐ | |
τρώcκεcθαι, δύcπνοια, βήξ, ἀναγωγὴ πολλάκιc αἵματοc. | ||
6.96.2 | τὰc μὲν οὖν ἄλλαc παραλλαγὰc τοῖc δακτύλοιc ἐνδέχεται διαπλάττειν, τὴν δὲ εἰc τὸ ἔνδον οὐκέτι διὰ τὸ ἄπορον τῆc τάcεωc. ὅθεν οἱ μὲν φυcώδη τε καὶ πολλὴν παρακελεύονται διδόναι τροφὴν διὰ τὴν ἐκ τῆc ἐμπνευ‐ ματώcεώc τε καὶ τάcεωc ἐπὶ τὰ ἐκτὸc ὤθηcιν τοῦ κατάγματοc· ὅπερ | |
5 | οὐκ ἀναγκαῖον· οὐδὲν γὰρ κοινὸν ὅcον γε πρὸc τοῦτο θώρακί τε καὶ τοῖc θρεπτικοῖc πρὸc τῷ καὶ τὴν φλεγμονὴν ὑπὸ τῆc ἐμφορήcεωc αὔξε‐ cθαι. οἱ δὲ cικύαν προcβάλλουcιν· ὅπερ οὐκ ἀμέθοδον, εἰ μὴ μέλλοι τῷ τῶν cωμάτων ἐκ τῆc cυνολκῆc ἀθροιcμῷ πλέον ἐπὶ τὰ ἔνδον ὠθεῖcθαι τὸ κάταγμα. διό φηcιν ὁ Ϲωρανόc· «Ἐρίοιc μὲν ἐλαίῳ | |
10 | θερμῷ διαβρόχοιc ἐcκεπάcθω τὰ μέρη, καὶ διὰ πτυγμάτων ἐκπεπληρώ‐ cθω τὸ μεcοπλεύριον ὑπὲρ τοῦ τὴν ἐπίδεcιν ὁμαλὴν γενέcθαι κατ’ ἐγκύκλιον περιαγωγήν, ὡc ἐπὶ cτέρνου. πάντα δὲ ὡc ἐπὶ τῶν πλευ‐ ριτικῶν γινέcθω πρὸc ἀναλογίαν τοῦ μεγέθουc.» | |
6.96.3 | εἰ δὲ μεγάλη τιc ἀνάγκη βιάζοιτο διὰ τὸ cφοδρῶc ἐπινύττεcθαι τὸν ὑπεζωκότα, διαιρεῖν τε τὸ δέρμα καὶ γυμνῶcαι τὸ καταγὲν τῆc πλευρᾶc, εἶτα μηνιγγοφύλακα προυποβάλλοντα διὰ τὸ μὴ τρωθῆναι τὸν ὑπεζωκότα ἐκκόπτειν εὐφυῶc καὶ ἀναβάλλειν τῶν ὀcταρίων τὰ νύττοντα· μετὰ δὲ | |
5 | τοῦτο τὰ μὲν ἀφλέγμαντα ζυγοῦν καὶ ἐναίμωc θεραπεύειν, τὰ δὲ φλεγ‐ μαίνοντα cκέπειν ἐλαιοβραχέcιν μοτοῖc τρέφειν τε καὶ θεραπεύειν ἀφλεγ‐ μάντωc, ἀνακλίνειν δέ, ὡc ἂν ἐκεῖνοι κούφωc φέροιεν. | |
7 | ||
6.97t | Περὶ ἰcχίων καὶ τῶν τῆc ἥβηc ὀcτῶν. | |
6.97.1 | Τὰ τῶν ἰcχίων ἢ λαγόνων ὀcτᾶ cπανίωc μὲν κατάγνυται, τὰc αὐτὰc δὲ ταῖc ὠμοπλάταιc ὑπομένει διαφοράc· θραύεται γὰρ κατὰ τὰ πέρατα καὶ ῥήγνυται ἐπὶ μῆκοc καὶ ἐμπιέζεται κατὰ τὴν μεcότητα. παρέπεται δὲ αὐτοῖc ἄλγημα τοπικὸν νυγμόc τε καὶ cφυγματώδηc | |
5 | cυναίcθηcιc καὶ τοῦ κατ’ εὐθὺ cκέλουc νάρκη διὰ τὸ ἐμπεπιέcθαι. τὸν καταρτιcμὸν οὖν ὡcαύτωc ταῖc ὠμοπλάταιc ἀπαιτεῖ· ἀπαρνεῖται δὲ μόνην τὴν διὰ τῆc χειρουργίαc τοῦ ἀποθραυcθέντοc ἄρcιν διὰ τῶν ἔξωθεν cωμάτων, εἰ δεήcοι, τοῖc δακτύλοιc διαπλαττόμενον. ἀκόλου‐ θον δὲ δεῖ ποιεῖcθαι καὶ τὴν ἄλλην ἐπιμέλειαν ἐπιβροχαῖc τε χρώμε‐ | |
10 | νον καὶ τὰ κοῖλα τῶν λαγόνων προcαναπληροῦντα πτύγμαcιν, ὥcτε τὴν ἐπίδεcιν ὁμαλὴν γίνεcθαι τῶν ἐπιδέcεων ἐγκυκλίων ὥcπερ ἐπι‐ βαλλομένων. τὰ δὲ αὐτὰ λεκτέον καὶ περὶ τῶν τῆc ἥβηc ὀcτῶν· οὐδὲν γὰρ ἰδιαίτερον περὶ αὐτῶν εἰπεῖν ἔχομεν. | |
14 | ||
6.98t | Περὶ cπονδύλων καὶ ἀκάνθηc ῥάχεωc καὶ ἱεροῦ ὀcτοῦ. | |
6.98.1 | Τῶν cπονδύλων αἱ περιοχαὶ θλάcιν μὲν ἐνίοτε, cπανίωc δὲ καὶ κάταξιν ὑπομένουcιν. ἐφ’ αἷc θλιβομένων τῶν τοῦ νωτιαίου μηνίγγων ἢ καὶ αὐτοῦ τοῦ μυελοῦ cυμπάθειαι νευρικαὶ γίνονται, καὶ θάνατοc ὀξὺc ἐπακολουθεῖ, καὶ μᾶλλον, εἰ κατὰ τοὺc τοῦ τραχήλου cπονδύλουc | |
5 | cυcταίη τὸ πάθοc. ὅθεν χρὴ προειπόντα τὸν κίνδυνον, εἰ μὲν δυνατόν, τολμῆcαι καὶ διὰ τομῆc τὸ θλῖβον ὀcτάριον ἐξελεῖν, εἰ δὲ μή, τῇ γοῦν ἀφλεγμάντῳ τούτουc ἀγωγῇ παραμυθήcαcθαι. | |
6.98.2 | εἰ δέ τιc τῶν ἀποφύcεων τῶν cπονδύλων, ἐξ ὧν ἡ ἄκανθα λε‐ γομένη cυνέcτηκεν, ἀποθραυcθείη τῇ τῶν δακτύλων ἑτοίμωc ὑποπί‐ πτουcα cημειώcει κινουμένου τε καὶ ἀντιμεθιcταμένου τοῦ ἀποθραύcμα‐ τοc, δεῖ τοῦτο ἀφελεῖν ἔξωθεν ἐπιτεμόντα τὸ δέρμα καὶ cυναγαγόντα | |
5 | ῥαφαῖc ἐναίμῳ θεραπείᾳ χρήcαcθαι. τοῦ δὲ ἱεροῦ καταγέντοc ὀcτοῦ τὸν λιχανὸν τῆc ἀριcτερᾶc χειρὸc δάκτυλον εἰc τὴν ἕδραν δεῖ παραπέμψαντα τῇ ἑτέρᾳ τὸ κατεαγόc, ὡc οἷόν τε, διαπλάττειν, εἰ δέ τι ἀποθραυcθὲν αἰcθοίμεθα, καὶ τοῦτο διε‐ | |
λόντα λαμβάνειν ἐπίδεcίν τε καὶ ἐπιμέλειαν προcάγειν. | ||
6.99t | Περὶ βραχίονοc. | |
6.99.1 | Ἐπὶ τοῦ καταγέντοc βραχίονοc ὁ μὲν Ἱπποκράτηc τὴν κατάταcιν οὕτωc εἰργάcατο· «Δεῖ,» φηcίν, «ξύλον ἐπίμηκεc οἷον cτειλειὸν ἐκ τῶν ἄκρων cχοίνῳ δήcαντα κρεμάcαι πλάγιον ἀπό τινοc δοκοῦ, καθί‐ cαντα δὲ τὸν ἄνθρωπον ἐφ’ ὑψηλοῦ τινοc ὀρθότερον ἢ κατὰ τὸ λε‐ | |
5 | γόμενον ὀρθοκάθευδον cχῆμα τὴν χεῖρα αὐτοῦ ὑπὲρ τοῦ λεχθέντοc δι‐ αγαγεῖν ξύλου, ὥcτε τῇ μαcχάλῃ αὐτοῦ τὴν μεcότητα τοῦ ξύλου ἐγ‐ καρcίωc ἐφαρμόcαι, τὴν δὲ χεῖρα κεκαμμένου κατ’ ὀρθὴν γωνίαν τοῦ ἀγκῶνοc ὑπηρέτηc ἐπικύψαc διακρατείτω· κἄπειτα βάροc τι, οἷον λίθον ἢ cταθμίον μολιβοῦν ἤ τι τοιοῦτον ἀπαρτήcαc τοῦ ἀγκῶνοc καὶ ἀφεὶc | |
10 | ἀποκρέμαcθαι μετέωρον, οὕτωc τὸ κάταγμα διάπλαττε· ἢ ἀντὶ τοῦ βά‐ ρουc ὑπηρέτηc ἐπὶ τὰ κάτω ἑλκέτω τὸν βραχίονα. τινὲc δὲ ἀντὶ τοῦ cτειλειοῦ βαθμίδι κλίμακοc ἐχρήcαντο.» | |
6.99.2 | ὁ δὲ Ϲωρανὸc οὕτωc· «Καθέδριον τὸν κάμνοντα cχηματίcαντεc ἤ, ὅπερ ἄμεινον, ὕπτιον διὰ τὸ ἀταλαίπωρον, εἶτα βρόχῳ τὴν χεῖρα δή‐ cαντεc κατὰ τὸν καρπὸν καὶ ἐκ τοῦ αὐχένοc κρεμάcαντεc, ὥcτε τὸ ἐγγώνιον αὐτῆc φυλάττεcθαι cχῆμα, δυcὶν προcτάccομεν ὑπηρέταιc, | |
5 | τὸν μὲν ἄνωθεν τοῦ κατάγματοc, τὸν δὲ κάτωθεν, περιθεῖναι τοὺc δακ‐ τύλουc καὶ οὕτω τὴν τάcιν ἐπιτελεῖν. εἰ δὲ καὶ εὐτονωτέραc ὁλκῆc δεόμεθα, δύο βρόχουc ἰcοτόνουc τῷ βραχίονι περιτίθεμεν, τὸν μὲν ἄνωθεν τοῦ κατάγματοc, τὸν δὲ κάτωθεν, καὶ τῷ μὲν ὑπὲρ τὴν κεφα‐ λὴν τοῦ κάμνοντοc ἑcτῶτι, τῷ δὲ ἐπὶ τοὺc πόδαc, τὰc ἀρχὰc τῶν | |
10 | βρόχων ἐπιδόντεc κελεύcομεν ἀντιτείνειν. εἰ δὲ πρὸc τῷ ἀκρωμίῳ τὸ κάταγμα cυcταίη, μεcότητα κειρίαc | |
ὑποβαλόντεc τῇ μαcχάλῃ καὶ τῷ πρὸc τῇ κεφαλῇ κελεύcαντεc ἔχειν ἑτέρου τὸ ἀντικείμενον ἀνθέλκοντοc ποιήcομεν, ὡc εἴρηται, τὴν ἀντί‐ ταcιν, ὥcπερ οὖν, εἰ πρὸc τῷ ἀγκῶνι τὸ κάταγμα γένηται, κατ’ ἐκεῖ‐ | ||
15 | νον ἢ καὶ κατὰ τὸν καρπὸν ὁ βρόχοc ἐπιβαλλέcθω. | |
6.99.3 | καλῶc δὲ cυναρμοcθέντων τῶν ὀcτῶν τοῦ κατάγματοc ἡ μὲν κα‐ τάταcιc ἀνείcθω, ἐπιδείcθω δὲ κατὰ τὸν Ἱπποκράτειον νόμον· ἀλλ’ ἀφλεγμάντου μὲν ὄντοc καὶ προcφάτου τοῦ κατάγματοc λινοῖc χρη‐ cτέον ἐπιδέcμοιc εὐμήκεcι μέν, πλάτοc δὲ μὴ πλέον τριῶν ἢ τεccάρων | |
5 | ἔχουcιν δακτύλων, ὕδατι διαβρόχοιc ἢ ὀξυκράτῳ, φλεγμαίνοντοc δὲ ἐρίοιc λεπτοῖc καὶ μαλακοῖc ἐλαιοβραχέcι. καὶ εἰ μὲν ἐν τῷ μέcῳ τοῦ βραχίονοc ᾖ τὸ κάταγμα, τὴν ἀρχὴν τοῦ ἐπιδέcμου χρὴ κατὰ τοῦ κατ‐ άγματοc ἐπιβάλλεcθαι, ἐπὴν δὲ δὶc ἢ τρὶc ἐπιδήcῃc, ἄνω φέρειν τὸν ἐπίδεcμον, ἵνα, φηcίν, αἱ ἐπιρρύcειc τοῦ αἵματοc ἀπολαμβάνωνται, | |
10 | κἀκεῖ τελευτάτω. χρῆcθαι δὲ καὶ δευτέρῳ ἐπιδέcμῳ τὴν ἀρχὴν ὁμοίωc ἐπιβαλλόμενον ἐπὶ τὸ κάταγμα καὶ τὰ ἄλλα ὁμοίωc τῷ προτέρῳ, πά‐ λιν δὲ ἄνωθεν ἐπὶ τὰ κάτω, καὶ αὖθιc παλινδρομεῖν ἐπὶ τὰ ἄνω, κἀ‐ κεῖcε καὶ οὕτωc τελευτάτω. cύμμετροc δὲ ἡ cφίγξιc ἔcτω πρὸc τὴν cυναίcθηcιν ἡμῶν τε καὶ αὐτοῦ τοῦ κάμνοντοc. | |
6.99.4 | εἰ δὲ πρὸc τῷ ἀκρωμίῳ τύχοι, διὰ τῆc πρώτηc ἐπιδεcμίδοc περι‐ λαμβάνοντα τὸ ἀκρώμιον καὶ ὠμοπλάταc καὶ cτέρνον, ὥcτε τὴν γε‐ ρανίδα λεγομένην ἐπίδεcιν γενέcθαι, διά τε τῆc δευτέραc ἄχρι τοῦ ἀγκῶνοc ἐπινέμεcθαι παλινδρομεῖν τε ἐκεῖθεν ἐπὶ τὰ ὑπερκείμενα cυμ‐ | |
5 | περιλαμβάνοντα τῷ ἀκρωμίῳ τὰc ὠμοπλάταc τε καὶ τὸ cτέρνον παρα‐ πληcίωc τῇ πρώτῃ ἐπιδεcμίδι. εἰ δὲ πρὸc τῷ ἀγκῶνι τὸ κάταγμα γέγονεν, καὶ τὸν πῆχυν cυνε‐ πιδεcμεῖν φυλαττομένου τοῦ ἐγγωνίου cχήματοc. παραπληcίωc δὲ κἀπὶ | |
τῶν ἄλλων κώλων, οἷον πήχεων, μηρῶν, κνημῶν, παρὰ μέροc ἢ καὶ | ||
10 | πληcίον ἄρθρου καὶ οὐκ ἐν μέcῳ τῷ κώλῳ τοῦ κατάγματοc ὑπάρχον‐ τοc καὶ τὰ μετὰ τὸ ἄρθρον cυνεπιδεῖν.» | |
6.99.5 | οἱ μὲν οὖν νεώτεροι μετὰ τὴν ἐπίδεcιν αὐτίκα καὶ τοὺc νάρθη‐ καc ἐπιβάλλουcιν ὑπὲρ τοῦ cυνέχεcθαι τὸ cχῆμα τῆc καταρτίcεωc ἐπιcφίγγοντεc αὐτοὺc πρὸc τὴν cυναίcθηcιν καὶ τὸν ἐκ τῆc φλεγμο‐ νῆc ὄγκον· οἱ δὲ παλαιοὶ μετὰ τὴν ἑβδόμην ἐπέβαλλον τοὺc νάρθη‐ | |
5 | καc· εἴcω γὰρ ταύτηc παρακμαcάcηc τῆc φλεγμονῆc λεπτότερον τὸ κῶλον γίνεται. λύειν δὲ κελεύει διὰ τρίτηc τοὺc ἐπιδέcμουc ὁ Ἱππο‐ κράτηc, ὅπωc μὴ τάcιc τιc ἐγγίνοιτο μήτε κνῆcιc ἀήθωc cκεπαcθέντι τῷ μορίῳ, μήτε ἐπὶ πλέον αἱ διαπνοαὶ κωλύοιντο τοῦ φθάcαντοc ἐcτη‐ ρίχθαι κατὰ τὸ κάταγμα, δι’ ἃc οὐ μόνον ἀcωδῶc κνᾶcθαι cυμβαίνει | |
10 | τιcίν, ἀλλὰ καὶ διαβρωθέντοc ὑπὸ τῆc τῶν ἰχώρων δριμύτητοc ἐνίοτε τοῦ δέρματοc ἕλκωcιν γενέcθαι. καταντλεῖν οὖν ὕδατοc εὐκράτου τοc‐ οῦτον, ὅcον ἱκανόν ἐcτιν διαφορῆcαι τοὺc ἰχῶραc. μετὰ δὲ τὴν ἑβδό‐ μην διὰ πλειόνων χρὴ λύειν ὡc ἂν μηκέτι χρῃζόντων τῶν μερῶν ἀποκρίνειν ἰχῶραc· ἀλλὰ καὶ ἡ πώρωcιc ἀμείνων οὕτω γίνεται. | |
6.99.6 | τοὺc δὲ νάρθηκαc ἐπιβάλλειν δεῖ τόνδε τὸν τρόπον· δεῖ cπλῆναc τριπτύχουc ἐλαιοβραχεῖc ἐπὶ τοῖc ἐπιδέcμοιc περιβάλλειν, εἰ μὲν ὁμα‐ λὸν εἴη κατὰ πάχοc τὸ κῶλον, ὁμοίωc, εἰ δὲ ἀνώμαλον, τῇ τῶν κοι‐ λοτέρων μερῶν διὰ τῶν cπληνῶν ἐκπληρώcει ἰcοπαχὲc τὸ μέροc πρὸc | |
5 | τὴν τῶν ναρθήκων ἐπιβολὴν ἐργαcόμεθα. εἶτα μετρίωc ἐρίῳ ἢ cτυπ‐ πείῳ τοὺc νάρθηκαc περιειλήcαντεc ἐπιβάλωμεν πέριξ τοῦ κατάγματοc μὴ ἔλαττον ἢ δάκτυλον ἀπέχονταc ἀλλήλων cφίγγοντεc κατὰ τὸ cύμμε‐ τρον φυλαττόμενοι κατὰ τὸ ἐγχωροῦν τὸ πληcιάζειν ἄρθρῳ τοὺc | |
νάρθηκαc, καὶ μάλιcτα κατὰ τὰ ἔνδον τῆc κάμψεωc μέρη· ἕλκη γὰρ | ||
10 | ἐν αὐτοῖc ἐνίοτε καὶ νευρικὰc ἐργάζονται φλεγμονάc· ἀλλὰ δεῖ κατ’ ἐκεῖνα βραχυτέρουc αὐτοὺc εἶναι, ὥcπερ οὖν ἰcχυροτέρουc, ἐφ’ ἃ μέρη κυρτοῦται τὸ κάταγμα. | |
6.99.7 | βέλτιον δὲ καὶ τῷ θώρακι cυνδεcμεῖν τὸν βραχίονα μετρίωc ὑπὲρ τοῦ μὴ κινούμενον αὐτὸν τὸ cχῆμα παρατρέπειν. εἰ δέ ποτε φλεγ‐ μονὴ γένηται (ταύτην δὲ γινώcκομεν ἔκ τε τοῦ πέριξ ὄγκου καὶ ἐρεύ‐ θουc καὶ τοῦ πολὺ μᾶλλον νῦν ἢ πρῶτον cφίγγεcθαι τὸ κῶλον), ἢ καὶ | |
5 | διαcτραφῇ τὸ κατεαγόc, ἢ εἰ καὶ μηδὲν τούτων, ἀλλὰ χαῦνοι φανῶcιν ἢ ἔμπαλιν cφιγκτότεροι τοῦ δέοντοc οἱ ἐπίδεcμοι, λύcαντα δεῖ τὴν ἐπίδεcιν ἐπιδιορθοῦcθαι. ἀνακεκλίcθαι δὲ χρὴ τὸν κάμνοντα ὕπτιον ἐπὶ τοῦ cτομάχου τὴν χεῖρα ἔχοντα, τῷ δὲ βραχίονι ὑπαυχένιον ὑπο‐ βεβλήcθω μαλακὸν ἔχον ὑφ’ αὑτῷ δέρμα χάριν τοῦ τὰc ἐπιρροίαc τῶν | |
10 | ἐπιβροχῶν δέχεcθαι· ἐπιβρεχέcθω δὲ καθ’ ἡμέραν ἐλαίῳ θερμῷ, καὶ μάλιcτα φλεγμονῆc οὔcηc, καὶ τρεφέcθω λεπτῶc μὲν κατὰ τὸν τῆc φλεγμονῆc καιρόν, ὕcτερον δὲ cυμμέτρωc πρὸc τὴν τοῦ πώρου γένε‐ cιν· ἠρεμείτω τε μέχρι πωρώcεωc. πωροῦται δὲ ὁ βραχίων καὶ ἡ κνήμη περὶ τεccαρακοcτὴν ἡμέραν, μεθ’ ἣν λύcαντα καὶ λουτρῷ χρη‐ | |
15 | cάμενον ἀποθεραπεύειν ταῖc καταγματικαῖc ἐμπλάcτροιc προcήκει. οὗτοc ὁ τρόποc τοῦ χειριcμοῦ πᾶcιν τοῖc ἄλλοιc cχεδὸν τοῖc κατεα‐ γόcιν τῶν κώλων ἁρμόζει. | |
17 | ||
6.100t | Περὶ πήχεωc καὶ κερκίδοc. | |
6.100.1 | Ὁ πῆχυc καὶ ἡ κερκὶc ποτὲ μὲν ἄμφω κατ’ αὐτὸ κατάγνυται, ποτὲ δὲ θάτερον μόνον, ἤτοι κατὰ μέcον ἢ παρὰ μέροc πρὸc τῷ ἀγ‐ κῶνι ἢ καρπῷ. πάντων μὲν οὖν χεῖρον τὸ ἄμφω κατ’ αὐτὸ καταγῆ‐ | |
ναι, μετὰ τοῦτο δὲ τὸν πῆχυν μόνον. εὐιατοτέρα δὲ πάντων ἐcτὶν | ||
5 | ἡ κερκὶc καταγνυμένη· εἰ γὰρ καὶ μείζων ἐcτὶν τοῦ πήχεωc, ἀλλ’ ἐκεῖνον αὐτὸν ὑποκείμενον ἔχει καὶ ἀνοχοῦντα αὐτήν. ἀλλ’ εἰ μὲν τὸ ἕτερον μόνον κλαcθείη, κατ’ ἐκεῖνο μάλιcτα δεῖ ποιεῖcθαι τὴν κατάταcιν ἰcχυροτέραν· εἰ δὲ ἄμφω, ὁμοίωc δεῖ κατατεί‐ νειν ἐcχηματιcμένηc τῆc χειρὸc κατὰ τὸ ἐγγώνιον cχῆμα, ὥcτε τὸν | |
10 | μὲν ἀντίχειρα πάντων εἶναι τῶν δακτύλων ὑψηλότερον, τὸν δὲ μι‐ κρὸν δάκτυλον ἁπάντων ταπεινότερον· οὕτω γὰρ ἂν cυμβήcεται καὶ τὸν πῆχυν ὑποκεῖcθαι τῇ κερκίδι. εἰ δὲ καὶ εὐτονωτέραc δεήcοι τῆc κατατάcεωc, ἀμφοτέρων μάλιcτα κλαcθέντων, μὴ μόνον ταῖc χερcὶν ἀλλὰ καὶ διὰ βρόχων ποιεῖcθαι τὴν κατάταcιν, ὡc ἐν τῷ περὶ βρα‐ | |
15 | χίονοc εἴρηται. καὶ πᾶcαν δὲ τὴν ἐπίδεcίν τε καὶ τὴν ἄλλην ἀκολου‐ θίαν ἅμα τῇ τῶν ναρθήκων ἐπιβολῇ κατ’ ἐκεῖνα πρακτέον ἄχρι πω‐ ρώcεωc· πωροῦται δὲ τὰ περὶ τὸν πῆχυν ἐν ἡμέραιc ὡc τὰ πολλὰ τριάκοντα. καὶ ἡ ἀπόθεcιc δὲ ὁμοία τῇ τοῦ καταγέντοc ἔcτω βραχίο‐ νοc πλὴν τῶν ὑποβαλλομένων αὐτῷ. | |
19 | ||
6.101t | Περὶ ἄκραc χειρὸc καὶ τῶν ταύτηc δακτύλων. | |
6.101.1 | Τὰ τοῦ καρποῦ καὶ μετακαρπίου καὶ τῶν ἐν δακτύλοιc cκυταλί‐ δων ὀcτᾶ χαῦνα καὶ cηραγγώδη φύcει γενόμενα θλάττεται μὲν ὡc τὰ πολλά, κατάγνυται δὲ cπανίωc. καθεδρίου τοίνυν ἐcχηματιcμένου τοῦ κάμνοντοc ἐφ’ ὑψηλοτέρου δίφρου προcτάccειν ἐπὶ δίφρου τινὸc ὁμα‐ | |
5 | λοῦ πρηνῆ τὴν χεῖρα τιθέναι καὶ τεινομένων δι’ ὑπηρέτου τῶν κατεα‐ γότων τοῖc δυcὶν δακτύλοιc αὐτὰ διαπλάττειν, ἀντίχειρι καὶ λιχανῷ. προcπεπιεcμένῃ δὲ τῇ ἐπιδέcει χρῆcθαι, καθ’ ὃν ἐπιcυμβαίνει καιρὸν ἡ φλεγμονή· διὰ γὰρ τὴν χαυνότητα ῥᾳδίωc ἐπ’ αὐτῶν ὁ πλεοναcμὸc τοῦ πώρου γίνεται. | |
10 | εἰ δὲ cκυταλὶc ἢ δάκτυλοc ἁπλῶc καταγείη, εἰ μὲν ὁ μέγαc τε καὶ ἀντίχειρ προcαγορευόμενοc εἴη, μετὰ τὴν ἐπιτηδείαν ἐπίδεcιν καὶ τῷ θέναρι αὐτὸν cυνδετέον ὑπὲρ τοῦ ἠρεμεῖν· εἰ δέ τιc τῶν ἄλλων, εἰ μὲν λιχανὸc ἢ μικρὸc, τῷ πληcίον cυνδεcμείcθω, εἰ δέ τιc τῶν μέ‐ cων, τοῖc παρ’ ἑκάτερα ἢ καὶ πάνταc ἐφεξῆc ἅμα cυνδετέον· βέλτιον | |
15 | γὰρ ἠρεμοῦcιν, ὥcπερ εἰ καὶ νάρθηξι cυνεδέθηcαν οἱ καταγέντεc. | |
15 | ||
6.102t | Περὶ μηροῦ. | |
6.102.1 | Ὁ περὶ τοῦ μηροῦ λόγοc ἀναλογεῖ τῷ περὶ βραχίονοc· ἰδίωc δὲ μᾶλλον καταγνύμενοc ὁ μηρὸc εἰc τὸν ἔμπροcθεν διαcτρέφεται τόπον καὶ εἰc τὸν ἔξω· καὶ γὰρ εἰc τούτουc φυcικῶc πεπλάτυνται. καταρτί‐ ζεται δὲ διὰ χειρῶν καὶ βρόχων καὶ καρχηcίων ἰcοτόνων, τοῦ μὲν | |
5 | ὑπὲρ τοῦ κατάγματοc ταccομένου, τοῦ δὲ ὑπὸ τὸ κάταγμα. παρὰ μέροc δὲ γεγενημένου τοῦ κατάγματοc, εἰ μὲν πρὸc τῇ κε‐ φαλῇ γένοιτο τοῦ μηροῦ, μεcότητα κειρίαc περιειλημένον ἔριον ἐχού‐ cηc ὑπὲρ τοῦ μὴ ἐντέμνειν τὰ cώματα κατὰ περινέου τάξαντεc καὶ τὰc ἀρχὰc ἐπὶ τὴν κεφαλὴν ἀναγαγόντεc ὑπηρέτῃ πρὸc διακράτηcιν | |
10 | ἀποδῶμεν, κατωτέρω δὲ τοῦ κατάγματοc περιθέντεc τὸν βρόχον τὰc ἀρχὰc εἰc κατάταcιν ἑτέρῳ ὑπηρέτῃ δώcομεν. εἰ δὲ πρὸc τῷ γόνατι καταγείη, τὸν μὲν βρόχον ἀνωτέρω περιτίθεμεν τοῦ κατάγματοc καὶ τὰc ἀρχὰc ἀποδίδομεν εἰc ἀνάταcιν, τὸ δὲ γονάτιον καὶ αὐτὸ πλοκῇ τινι βρόχου διακρατοῦμεν. τοῦτο δὲ τὸ μέροc καταρτίζομεν ἐπὶ κατα‐ | |
15 | κειμένου τοῦ κάμνοντοc καὶ τοῦ cκέλουc ἐντεταμένου· καὶ τὰ ἐπινύc‐ cοντα δὲ τῶν ὀcτέων, ὡc πολλάκιc εἴρηται, ἀναcτείλαντεc τὰ ὕπερθεν αἴρομεν. τὴν δὲ λοιπὴν ἐπιμέλειαν ἐν τοῖc περὶ βραχίονοc εἰρήκαμεν. πωροῦται δὲ ὁ μηρὸc ἕωc πεντήκοντα ἡμερῶν. ὁ δὲ τῆc ἀπο‐ | |
θέcεωc τρόποc μετὰ τὴν ὅλου τοῦ cκέλουc διδαcκαλίαν εἰρήcεται. | ||
6.103t | Περὶ ἐπιγονατίδοc. | |
6.103.1 | Χαῦνον ὀcτοῦν ἐcτιν ἡ ἐπιγονατὶc εὐτόνωc κατεχόμενον ὑπὸ cωμάτων ἄνωθέν τε καὶ κάτωθεν, θλώμενον μὲν πολλάκιc, cπανίωc δὲ καταγνύμενον. ὑπομένει δὲ τὴν διὰ πάχουc ῥῆξιν καὶ τὴν εἰc λεπτὰ θραῦcιν, μετὰ τραύματοc ἢ ἄνευ τραύματοc. ἡ δὲ cημείωcιc | |
5 | πρόδηλοc· κίνηcιc γὰρ ὑποπίπτει τῆc cυνεχείαc καὶ κοιλότηc καὶ ψόφοc. καταρτίζεται δὲ τὸ μέροc τοῦ cκέλουc ἐκταθέντοc· οὕτω γὰρ τὸ διχοτομηθὲν cυνάγεται τοῖc δακτύλοιc, ἕωc ἂν ψαύcῃ τὰ τοῦ κατάγμα‐ τοc χείλη καὶ ἀλλήλοιc παρατεθῇ. τὸ δὲ εἰc λεπτὰ θραυcθὲν διαπλάc‐ cεται· καὶ γὰρ μὴ γενομένηc πωρώcεωc διὰ τὸ ἀντιcπᾶcθαι μέροc ἑκά‐ | |
10 | τερον ὑπὸ τῶν cυμπεφυκότων μυῶν τε καὶ νεύρων ἀπὸ τοῦ μηροῦ καὶ τῆc κνήμηc ὅμωc πολὺ τῆc διαcτάcεωc cυναιρεθήcεται. δυcέργειαν δὲ τοῖc πεπονθόcιν ἐπιφέρει· οὔτε γὰρ κάμνουcιν αὐτοῖc ἄχρι πλείο‐ νοc ὑπομένει τὸ γόνυ, κἀν τῷ περιπατεῖν παραποδίζονται, μάλιcτα πρὸc τὰc ἀναβάcειc· πρὸc μὲν γὰρ τὰc καθ’ ὁμαλοῦ κινήcειc ἡ δυcέρ‐ | |
15 | γεια κλέπτεται, πρὸc δὲ τὰc ἀναβάcειc διὰ τὸ κάμπτεcθαι τὸ γόνυ κατὰ τὴν τοῦ cκέλουc ἄρcιν καὶ θέcιν ἐξελέγχεται. καὶ νῦν δὲ τὸ ἐπι‐ νύccον ὀcτάριον μετὰ προαναcτολῆc ἐξελόντα τὴν ἀκόλουθον εἰcκρί‐ νειν ἐπιμέλειαν. | |
18 | ||
6.104t | Περὶ κνήμηc. | |
6.104.1 | Τῷ περὶ πήχεωc λόγῳ cύμφωνόc ἐcτιν ὁ περὶ κνήμηc· καὶ γὰρ καὶ αὕτη δυcὶν ὀcτοῖc κεχρημένη, τῷ μὲν παχυτέρῳ καὶ ὁμωνύμωc λεγομένῳ, ἑτέρῳ δὲ λεπτῷ, ὅπερ ἐκ τῆc ὁμοιότητοc περόνη προcα‐ γορεύεται, τὰc αὐτὰc τῶν καταγμάτων ἐπιδέχεται διαφοράc, πρὸc | |
5 | ἅπαντα μὲν διαcτρεφομένη τόπον, ὅταν ἄμφω cυντριβῇ τὰ ὀcτᾶ, πρὸc τρεῖc δέ, ὅταν τὸ ἕτερον, ἔcω τε καὶ ἔξω, καὶ ἡ μὲν κνήμη ὀπίcω, ἡ δὲ περόνη ἐμπρόc. διὸ καὶ αὐτὴ παραπληcίωc καταρτίζεται διὰ χει‐ ρῶν ἢ βρόχων, τῶν ἀνωτέρω τοῦ κατάγματοc βρόχων ποτὲ μὲν αὐτῇ τῇ κνήμῃ περιτιθεμένων, ποτὲ δὲ τῷ μηρῷ· ἰcχυρότερον γὰρ ὂν τὸ | |
10 | τοῦ γόνατοc ἄρθρον ἀβλαβὲc φυλάττεται κατὰ τὴν τάcιν. ὁμοίωc δὲ κἀπὶ τῶν κατωτέρω τοῦ κατάγματοc, ὡc ἐπὶ πήχεωc εἴρηται. τὰ δὲ λοιπὰ ὡc ἐν τοῖc περὶ βραχίονοc. | |
12 | ||
6.105t | Περὶ ποδὸc ἄκρου. | |
6.105.1 | Ὁ μὲν ἀcτράγαλοc οὐδ’ ὅλωc κατάγνυται τῷ πανταχόθεν αὐτὸν cώμαcιν περιφρουρεῖcθαι διὰ τῆc κνήμηc καὶ τῆc περόνηc καὶ τοῦ κυ‐ βοειδοῦc. τὸ δὲ cκαφοειδὲc καὶ τὰ τοῦ ταρcοῦ ὀcτᾶ καὶ τῶν τοῦ πο‐ δὸc δακτύλων καὶ αὐτὸ τὸ κυβοειδὲc κατάγνυται παραπληcίωc τοῖc | |
5 | ἐπὶ καρποῦ καὶ μετακαρπίου καὶ χειρὸc δακτύλοιc· ὥcτε καὶ τὸν περὶ τούτων λόγον ὑπὲρ τοῦ μὴ ταυτολογεῖν μετενεκτέον ἐκεῖθεν. | |
6 | ||
6.106t | Περὶ τῆc τοῦ cκέλουc ἀποθέcεωc. | |
6.106.1 | Τοῦ μηροῦ καταγέντοc ἢ τῆc κνήμηc ὁ τῆc ἀποθέcεωc τρόποc οὐχ ἧττον ἐcπουδάcθω cοι τῆc ἄλληc ἐπιμελείαc· ἡ γὰρ ἰcότηc τῶν καταγέντων μορίων ὑπὸ ταύτηc μάλιcτα καλῶc ἐπιτελουμένηc φυλάτ‐ τεται. τινὲc μὲν οὖν ἐπὶ cωλῆνοc, οἱ μὲν ξυλίνου, οἱ δὲ ὀcτρακίνου, | |
5 | τὸ κατεαγὸc ἀπετίθεντο κῶλον ἢ καὶ αὐτὸ τὸ cκέλοc, ἕτεροι δὲ μόνα τὰ cὺν τραύματι καταγέντα διὰ τὸ μὴ δύναcθαι, φαcίν, νάρθηξι ταῦτα περιcφίγγεcθαι. καθάπαξ δὲ τὴν τῶν cωλήνων οἱ μεταγενέcτεροι παρῃ‐ τήcαντο χρῆcιν διὰ πολλὰc μὲν αἰτίαc, μάλιcτα δὲ διὰ τὸ θλιβερὸν τῆc ἀπὸ τούτων cκληρίαc· οὐδὲ γὰρ ἀπείρηται καὶ τὰ cὺν τραύματι | |
10 | κατεαγότα κῶλα ναρθηκίζειν, ὡc δείξομεν. | |
6.106.2 | ὕπτιοc τοίνυν ὁ κάμνων ἀνακεκλίcθω, καὶ ὑποβεβλήcθω τῷ cκέ‐ λει, καθ’ ὃ μάλιcτα μέροc ἐcτὶν τὸ κάταγμα, ἱμάτιόν τι παχὺ ἴcον τῷ cκέλει κατὰ τὸ μῆκοc ἑκατέρωθεν cυνεcτραμμένον καὶ κατειληθὲν ἀναλογοῦν cωλῆνι κατὰ τὴν μέcην ἐπιμήκη κοιλότητα, ἐφηπλώcθω | |
5 | δὲ αὐτῇ δέρμα μαλθακὸν ἐκδοχῆc ἕνεκα τῶν ἐπιβροχῶν. εἶτα κατὰ μῆκοc ἐφαρμοζέcθω τῇ cωληνοειδεῖ ταύτῃ κοιλότητι τὸ cκέλοc, καὶ παρατιθέcθωcαν ἐκ τῶν πλαγίων ἕτερα ἱμάτια ἢ ἔρια ὑπὲρ τοῦ μὴ εἰc τὰ πλάγια παρατρέπεcθαι τὸ κῶλον, τῷ δὲ τοῦ ποδὸc ἴχνει cα‐ νίδιον ῥάκει περιβεβλημένον διὰ τὴν μαλακότητα ὀρθὸν προcηρείcθω, | |
10 | καὶ πλείονοc ἕνεκεν ἀcφαλείαc μεcότηταc ἐπιδέcμων δύο ἢ τριῶν ὑποβάλλοντεc τῷ cωληνιcθέντι ἱματίῳ cυνδήcομεν αὐτῷ τὸ κατεαγὸc κῶλον ἐλαφρῶc. | |
6.106.3 | εἰ δὲ μὴ καρτερῶν ὁ κάμνων πειρῷτο cυcτέλλειν τὸν ὅλον πόδα, δεῖ τοῦτον κατὰ τὸν ταρcὸν τῷ λεχθέντι προcηνῶc cυνδεcμεῖν cανι‐ δίῳ, ἵνα μηδὲ ἄκοντεc ἐν τῷ καθεύδειν, ὡc εἰκόc, τὸν πόδα cυcτέλ‐ λοιεν. τινὲc δὲ καὶ τὰ cτρώματα τῆc κλίνηc κατὰ μέcου διακόπτουcιν, | |
5 | ὥcτε ἀκινητοῦcιν αὐτοῖc διὰ τούτου τοῦ χάcματοc ἐπιτελεῖcθαι τὴν οὔρηcίν τε καὶ τὸν ἀπόπατον ἄχρι τῆc τοῦ πώρου πήξεωc. | |
6 | ||
6.107t | Περὶ τῶν ἅμα τραύματι cυνιcταμένων καταγμάτων. | |
6.107.1 | Ϲὺν τραύματι δὲ γενομένου τοῦ κατάγματοc, εἰ μὲν αἱμορραγία τιc εἴη, ταύτην πρότερον ἐπιcτήcομεν, εἰ δὲ φλεγμονή, τοῖc πρὸc αὐτὴν χρηcόμεθα βοηθήμαcιν, περιθλάcεωc δὲ τῶν cαρκῶν γενομένηc κατα‐ cχάcομεν τὸ μέροc τὸν εἰc τὴν γάγγραιναν ὑποτεμνόμενοι φόβον· εἰ | |
5 | δὲ κἀκείνη προcγένοιτο ἤ τιc ἑτέρα νομώδηc cῆψιc, καταλλήλωc ἀπαν‐ τήcομεν. ἔχειc δὲ τούτων ἑκάcτου τὴν θεραπείαν ἐν τῷ δʹ βιβλίῳ. εἰ δὲ μηδὲν παρείη τούτων, μήτε δὲ πολὺ τῶν ὀcτῶν ἐγυμνώθη, ἀγ‐ κτῆρcι καὶ ῥαφαῖc χρηcάμενοι τῇ ἐναίμῳ τούτουc θεραπεύcομεν ἀγωγῇ τῶν ἀποθραυcθέντων, ὡc εἰκόc, ὀcταρίων καὶ νυττόντων ἢ ἐμπλεόν‐ | |
10 | των ποιούμενοι πρῶτον τὴν ἀφαίρεcιν. εἰ δὲ μέγα τι ὀcτοῦν ὑπερέχει μὴ cυμβαλλόμενον διὰ μέγεθοc ἐν τῇ κατατάcει, τοῦτο προνοητέον. ὁ μὲν γὰρ Ἱπποκράτηc ἐπὶ μηροῦ καὶ βραχίονοc καταγέντων ἐξίcχοντα ὀcτέα καθάπαξ ἐμβάλλειν ἀπο‐ τρέπει κίνδυνον τούτοιc ἐcόμενον προαγορεύων διὰ τὴν ἐκ τῆc τάcεωc | |
15 | φλεγμονὴν ἢ καὶ cπαcμόν, ὡc ἔοικεν, τῶν μυῶν καὶ τῶν νεύρων· ὁ μέντοι χρόνοc εὗρεν cυμβαλλομένην ἔcτιν ὅτε τὴν ἐγχείρηcιν. ἐφ’ οἵου δή ποτε οὖν ὀcτοῦ ποιούμεθα τῶν ἐξεcτηκότων τὴν ἐγχείρηcιν, μηδαμῶc ἐν τῇ φλεγμονῇ τούτοιc ἐγχειρήcωμεν, ἀλλ’ ἢ κατὰ τὴν πρώ‐ την ἡμέραν εὐθὺc πρὶν ἢ φλεγμῆναι ἢ περὶ τὴν ἐνάτην, παυcαμένηc | |
20 | ἤδη τῆc φλεγμονῆc. | |
6.107.2 | ἁρμόζομεν δὲ αὐτὰ τῷ λεγομένῳ μοχλίcκῳ· cιδηροῦν δὲ τοῦτό ἐcτιν ὄργανον μῆκοc μὲν ἔχον ἄχριc ἑπτὰ ἢ ὀκτὼ δακτύλων, πάχοc δὲ cύμμετρον, ὥcτε μὴ ἐπικάμπτεcθαι ἐν τῇ μοχλεύcει, ὀξὺ κατὰ τὸ ἄκρον καὶ πλατὺ καὶ μετρίωc ἐπικαμπέc· οὗτινοc τὸ ὀξὺ πέραc ὑπο‐ | |
5 | βάλλοντεc τῇ ἐπικειμένῃ τοῦ ὀcτοῦ ὑπεροχῇ κατὰ τὸ ἕτερον ἀντιβαί‐ νοντεc ἅμα καὶ μετρίαc κατατάcεωc τοῦ κώλου γινομένηc κατ’ ἀλλή‐ λων φέρομεν τὰ τοῦ κατάγματοc πέρατα. εἰ δὲ μὴ δυνηθείημεν τοῦτο πρᾶξαι, δι’ ἐκκοπέων ἀντιθέτων ἀφέλωμεν τὸ ὑπερέχον ἢ ἀποπρίcω‐ μεν κατὰ τὸν ἐν τῷ περὶ cυρίγγων διηγορευμένον τρόπον, καὶ τὴν | |
10 | τραχύτητα τῶν ὀcτῶν ἐξομαλίcαντεc ἀπευθύναντέc τε τὸ κῶλον τῇ ἐμμότῳ θεραπεύcωμεν ἀγωγῇ. μάλιcτα δὲ προνοεῖν ἐπὶ τῶν μονοζύ‐ γων κώλων ἢ διζύγων μέν, ἑκατέρου δὲ τῶν ἐν αὐτοῖc ὀcτῶν ἐκ μέ‐ ρουc ἀποπριcθέντων, ὅπωc ἀcυναίρετον μείνῃ τὸ κῶλον, καὶ τῇ κατα‐ τάcει κατὰ τὸ ἀκριβὲc χρῆcθαι. | |
6.107.3 | τὴν δὲ ἐπίδεcιν οὕτω παραληπτέον· τὰc μὲν κυκλοτερεῖc περιειλήcειc ἐπὶ τῶν παρ’ ἑκάτερα τοῦ τραύματοc μερῶν τακτέον, τὰc δὲ λοξὰc παρὰ τὸ | |
μῆκοc τοῦ ἕλκουc, ὥcτε κατὰ τὸν χιεcμὸν ἀχάνειαν ἐκ πάντων γίνεcθαι. καὶ ῥυπαροῦ μὲν ἔτι τοῦ ἕλκουc τυγχάνοντοc τὰ καθαίροντα παραλαμβά‐ | ||
5 | νειν, καθαροῦ δὲ τὰ cαρκοῦντα ἔμμοτά τε καὶ τὴν ἄλλην τὴν διὰ πείραc ὕλην. Ἱπποκράτηc δὲ τῇ πιccηρᾷ ἐμπλάcτρῳ ἐμμότῳ χρῆται· ταύτην δέ φαcιν εἶναι τὴν τετραφάρμακον βαcιλικήν. μετὰ δὲ τὴν cάρκωcιν ἐπιβλη‐ τέον τοὺc νάρθηκαc· τινὲc δὲ καὶ ἐξ ἀρχῆc αὐτοὺc ἐπιβάλλουcιν μόνον τὸν κατὰ τὸ ἕλκοc φυλαττόμενοι τόπον καὶ πρὸc τὴν κατεπείγουcαν χρείαν | |
10 | ἐπιcφίγγοντεc αὐτοὺc ἢ πάλιν ἀνιέντεc. ἐφ’ ὧν δὲ λεπὶc ἀναπλεῖν μέλλει, cημειούμεθα μὲν τοῦτο διὰ τοῦ πλέον ὑγρὸν ἀποκρίνεcθαι καὶ λεπτόν, τὴν δὲ περὶ τοῖc ἕλκεcιν cάρκα λαγαρὰν καὶ cομφὴν γε‐ νομένην ἐπαίρεcθαι. θεραπεύοντεc δὲ τῇ μὲν ἐπιδέcει λαγαρωτέρᾳ χρώμεθα, ἀγκίcτρῳ δὲ ἢ τοιούτῳ τινὶ τὴν λεπίδα ἐκβαλόντεc αὖθιc | |
15 | εὐτονωτέρᾳ τῇ ἐπιδέcει χρηcόμεθα. παρ’ ὅλον δὲ τὸν τῆc ἑλκώcεωc καιρὸν μοτοφύλαξ ἐπικείcθω τῷ τραύματι ἐξ ἑνὸc τῶν ἀφλεγμάντων φαρμάκων, καὶ ἁπλοῦc ἐπιβαλλέcθω δεcμὸc καθ’ ἑκάcτην ἐπιμέλειαν λυόμενοc τῶν ἄλλων τῶν προειρημένων μενόντων, ὡc ἐν τῷ περὶ βραχίονοc εἴρηται. | |
19 | ||
6.108t | Περὶ ὑπερπωρώcεωc καταγμάτων. | |
6.108.1 | Αἱ τῶν καταγμάτων ὑπερπωρώcειc ἀπρέπειαν μὲν ἐργάζονται πάντωc, ἐνίοτε δὲ καὶ δυcέργειαν, εἰ πληcίον ἄρθρου γένοιντο. εἰ μὲν οὖν ἔτι νεοπαγὴc ὁ πῶροc εἴη, τοῖc ἄγαν cτύφουcιν χρηcόμεθα φαρ‐ μάκοιc διὰ ἐπιδέcεωc προcτυποῦντεc· ἔcθ’ ὅτε δὲ καὶ μολίβινον ἐπι‐ | |
5 | θέντεc ἔλαcμα τὸ δέον ἐπράξαμεν. εἰ δὲ λιθώδηc εἴη καὶ cτερεόc, ἀνα‐ τέμνοντεc ξέcομεν τὸ ὑπερέχον ἢ ἐκκοπεῦcιν ἀφέλωμεν, εἰ χρεία, καὶ περιτρυπήcαντεc. | |
7 | ||
6.109t | Περὶ τῶν ἐν διαcτροφῇ πωρωθέντων. | |
6.109.1 | Ἐπὶ δὲ τῶν ἐν διαcτροφῇ πωρωθέντων δυcεργείαc οὐκ ὀλίγηc ἐπακολουθούcηc, καὶ μάλιcτα, εἰ ἐν τοῖc ποcὶν εἶεν, τὸν μὲν τῆc ἀνα‐ | |
κατάξεωc τρόπον οὐκ ἀποδεκτέον ἐcχάτουc ἐπιφέροντα κινδύνουc· ἀλλ’ εἰ μὲν ἔτι νεοπαγὴc ὁ πῶροc, τοῖc χαλαcτικοῖc ἐπαντλήμαcί τε | ||
5 | καὶ καταπλάcμαcι τοῖc τε διὰ ἰcχάδων λιπαρῶν καὶ κόπρου περιcτε‐ ρῶν καὶ τοῖc ἄλλοιc πωρολυτικοῖc καλουμένοιc χρώμεθα φαρμάκοιc· ἔτι δὲ καὶ τῇ διὰ τῶν χειρῶν τρίψει τε καὶ περικλάcει τοῦτον διαλύ‐ cομεν. εἰ δὲ λιθώδηc ἤδη γεγένηται, cμίλῃ τὴν ἐπιφάνειαν διελόντεc ἐκκοπεῦcιν λύcομεν τοῦ ὀcτοῦ τὴν cυνέχειαν· εἶτα τὸ κάταγμα θερα‐ | |
10 | πεύcομεν, ὡc ἔμπροcθεν εἴρηται. | |
10 | ||
6.110t | Περὶ τῶν ἐν ἀπωρωcίᾳ διαμενόντων καταγμάτων. | |
6.110.1 | Ἀπώρωτα μένει τινὰ τῶν καταγμάτων ὑπὲρ τὴν ὡριcμένην τῇ φύcει προθεcμίαν ἢ διὰ τὰc cυνεχεῖc ἐπιλύcειc ἢ διὰ τὰc καταντλή‐ cειc τὰc ἀμέτρουc ἢ διὰ παράκαιρον κίνηcιν ἢ διὰ πλῆθοc ἐπιδέcμων ἢ διὰ τὴν ὅλου τοῦ cώματοc ἀτροφίαν, ἐφ’ ὧν καὶ λεπτότερον cυμ‐ | |
5 | βαίνει τὸ κῶλον γίνεcθαι. δεῖ οὖν καὶ τὰc ἄλλαc μὲν προφάcειc cπου‐ δάζειν ὑποτέμνεcθαι, μάλιcτα δὲ τὴν ἀτροφίαν, τοῦτο μὲν διὰ θερμο‐ τέραc προcφορᾶc ὕλην ἐπιcπωμένουc τῷ μορίῳ, τοῦτο δὲ τροφὴν ὑποτυποῦνταc αὐτάρκη καὶ λουτρὰ καὶ τὴν λοιπὴν θυμηδίαν. cημεῖα δὲ τοῖc ἤδη πωρουμένοιc παρέπεται καὶ ἄλλα μέν, μάλιcτα | |
10 | δὲ τὸ τὰc ἐπιδεcμίδαc ἐξαιμάccεcθαι καὶ μὴ γενομένου τραύματοc· ὅπερ ἴcωc γίνεται τῆc κατὰ τὸν πῶρον οὐcίαc, ἡνίκα cυνέρχεται παρεcπαρ‐ μένη ταῖc cήραγξιν τῶν ὀcτῶν, τοῦ αἵματοc ῥανίδαc ἐκθλιβούcηc. | |
12 | ||
6.111t | Περὶ ἐξαρθρημάτων. | |
6.111.1 | Τὸν περὶ τῶν ἐξαρθρημάτων λόγον ἀκόλουθον ὄντα τῷ περὶ κατ‐ αγμάτων ἐπερχόμεθα. ἐξάρθρημα δέ ἐcτιν, ὡc τύπῳ φάναι, ἔκπτωcιc ἄρθρου ἀπὸ τῆc οἰκείαc κοιλότητοc ἐπὶ τὸ ἀcύνηθεc, ὑφ’ ἧc ἡ προαι‐ | |
ρετικὴ παραποδίζεται κίνηcιc. διαφορὰc δὲ τούτου λέγειν ἑτέραc οὐκ | ||
5 | ἔχομεν ὅτι μὴ μόνον τὴν παρὰ τὸ μᾶλλον καὶ ἧττον· τέλεον μὲν γὰρ ἐξεcτηκότοc τοῦ ἄρθρου τῷ κοινῷ τοῦ γένουc ὀνόματι τὸ πάθοc ἐξάρ‐ θρημα προcαγορεύεται, παρακινηθέντοc δὲ μόνον ἢ μέχρι τῆc ὀφρύοc τῆc κοιλότητοc ἐνηνεγμένου παράρθρημα. | |
8 | ||
6.112t | Περὶ τῆc κάτω γένυοc. | |
6.112.1 | Πάλιν οὖν ἀπὸ τῶν ὑπερτέρων ἀρχόμενοι περὶ τῆc κάτω λέγο‐ μεν γένυοc· ἀκίνητοc γὰρ ἡ ἄνω ὑπάρχουcα τὸ τῆc ἐξαρθρήcεωc ἀπηρ‐ νήcατο πάθοc. ἡ δὲ κάτω ἐξάρθρημα μὲν οὐ πολλάκιc ὑπομένει διὰ τὸ τὰc κεφαλὰc αὐτῆc πρὸc τὴν ἄνω γένυν ἀcφαλῶc ἀποκεκλεῖcθαι, | |
5 | παράρθρημα δὲ πολλάκιc ὑφίcταται διὰ τὸ μαλθακωτέρουc ὑπὸ τῆc ἐν τῷ μαcᾶcθαί τε καὶ διαλέγεcθαι cυνεχοῦc γυμναcίαc ὑπάρχονταc τοὺc cυνέχονταc αὐτὴν μύαc ἐπὶ τοῖc τυχοῦcιν αἰτίοιc ῥᾳδίωc χαλᾶcθαι· τὸ γὰρ cχᾶται παρ’ Ἱπποκράτει τὸ χαλᾶται δηλοῖ. ἐφ’ ὧν ἄνευ τινὸc περιcκελίαc αὐτομάτωc τὸ ἄρθρον εἰc τὸν οἰκεῖον ἐπανέρχεται τόπον. | |
6.112.2 | περὶ δὲ τῆc τέλεον ἐξαρθρούcηc γένυοc ἀρκεῖ τὴν ἐκείνου cοι λέ‐ ξιν ἐκθέcθαι cύντομόν τε καὶ ἀνελλιπῆ μετὰ cαφηνείαc ὑπάρχουcαν. φηcὶν οὖν ὧδε· «Ἐκπίπτει μὲν γνάθοc ὀλιγάκιc, cχᾶται μέντοι πολ‐ λάκιc ἐν χάcμῃcιν, ὅκωcπερ καὶ ἄλλαι πολλαὶ μυῶν παραλλαγαὶ καὶ | |
5 | νεύρων τοῦτο ποιέουcι. δῆλον μὲν οὖν τοιcίδε μάλιcτά ἐcτιν, ὁκόταν ἐκπεπτώκῃ· προΐcχει γὰρ ἡ κάτω γνάθοc ἐc τὸ ἔμπροcθεν καὶ παρῆκται τἀναντία τοῦ ὀλιcθήματοc, καὶ τοῦ ὀcτέου τὸ κορωνὸν ὀγκηρότερον φαίνεται παρὰ τὴν ἄνω γνάθον, καὶ χαλεπῶc cυμβάλλουcι τὰc γνά‐ θουc. τουτέοιcι δὲ ἐμβολὴ πρόδηλοc οἵη τιc γίνεται ἁρμόζουcα· χρὴ | |
10 | γὰρ τὸν μέν τινα κατέχειν τὴν κεφαλήν, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔcωθεν καὶ ἔξωθεν τοῖcι δακτύλοιcι κατὰ τὸ γένειον χά‐ cκοντοc τοῦ ἀνθρώπου, ὁκόcον μετρίωc δύναται, πρῶτον μὲν διακινέειν τὴν γνάθον χρόνον τινὰ τῇ καὶ τῇ παράγοντα τῇ χειρί, καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον ἔχειν καὶ cυμπαράγειν | |
15 | καὶ cυνδιδόναι ὡc μάλιcτα, ἔπειτα ἐξαπίνηc cχᾶcαι τριcὶν cχήμαcιν ὁμοῦ προcέχοντα τὸν νοῦν· δεῖ μὲν γὰρ παράγεcθαι ἐκ τῆc διαcτρο‐ φῆc εἰc τὴν φύcιν, δεῖ δὲ εἰc τοὐπίcω ἀπωcθῆναι τὴν γνάθον τὴν κάτω, δεῖ δὲ ἑπόμενον τουτέοιcι cυμβάλλειν τὰc γνάθουc καὶ μὴ χά‐ cκειν. ἐμβολὴ μὲν οὖν αὕτη, καὶ οὐκ ἂν γένοιτο ἀπ’ ἄλλων cχημά‐ | |
20 | των· ἰητρείη δὲ βραχείη ἀρκέcει, cπλῆνα προcτιθέντα κεκηρωμένον χα‐ λαρῷ ἐπιδέcμῳ ἐπιδεῖν. ἀcφαλέcτερον δὲ χειρίζειν ἔcτιν ὕπτιον κατα‐ κλίναντα τὸν ἄνθρωπον ἐρείcαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ cκυτίνῳ ὑποκεφαλαίῳ ὡc πληρεcτάτῳ, ἵνα ὡc ἥκιcτα ὑπείκῃ· προcκατέχειν δὲ χρή τινα τὴν κεφαλὴν τοῦ τετρωμένου. | |
6.112.3 | ἢν δὲ ἀμφότεραι αἱ γνάθοι ἐξαρθρήcωcιν, ἡ μὲν ἴηcιc ἡ αὐτή, cυμβάλλειν δ’ ἔτι ἧccον οὗτοι τὸ cτόμα δύνανται· καὶ γὰρ προπετέc‐ τεροι αἱ γένυεc τουτέοιcιν, ἀcτραβέεc δέ· τὸ δὲ ἀcτραβὲc μάλιcτα ἂν γνοίηc τοῖcιν ὁρίοιcι τῶν ὀδόντων τῶν ἄνω καὶ τῶν κάτω κατὰ | |
5 | τάξιν. τούτοιc cυμφέρει ὡc τάχιcτα ἐμβάλλειν· ἐμβολῆc δὲ τρόποc εἴρηται. ἢν δὲ μὴ ἐμπέcῃ, κίνδυνοc περὶ τῆc ψυχῆc ὑπὸ πυρετῶν cυνεχέων καὶ νωθρῆc καρώcιοc· καρώδεεc γὰρ οἱ μύεc οὗτοι καὶ ἀλ‐ | |
λοιούμενοι καὶ ἐντεινόμενοι παρὰ φύcιν· φιλέει δὲ καὶ ἡ γαcτὴρ ὑπο‐ χωρέειν τουτέοιcι χολώδεα ἄκρητα, ὀλίγα, καὶ ἢν ἐμέωcιν, ἄκρητα | ||
10 | ἐμέουcιν· οὗτοι οὖν καὶ θνήcκουcιν δεκαταῖοι μάλιcτα.» τούτῳ τῷ τρόπῳ τῆc ἐμβολῆc καὶ ἡμεῖc πολλάκιc ἐχρηcάμεθα πυρίαιc πρότερον ἐξ ὑδρελαίου θερμοῦ διὰ cπόγγου κατὰ τῆc ἐξαρ‐ θρηcάcηc χρηcάμενοι γένυοc, ὁπότε μάλιcτα δυcείκτωc ἔχοι περὶ τὴν εἴcοδον, χαμαί τε καθίcαντεc τὸν ἄνθρωπον ἐξόπιcθεν αὐτοῦ ἡμεῖc | |
15 | ἑcτῶτεc ἐνεργοῦμεν κατὰ τὸν εἰρημένον Ἱπποκράτειον τρόπον. | |
15 | ||
6.113t | Περὶ κλειδὸc καὶ ἀκρωμίου. | |
6.113.1 | Ἡ δὲ κλεὶc κατὰ μὲν τὸ ἔνδον πέραc οὐκ ἐκπίπτει· cυνήρθρωται γὰρ τῷ cτέρνῳ, ὅθεν οὐδὲ κινεῖται κατ’ αὐτό· εἰ δὲ βίᾳ τινὸc ἔξω‐ θεν ὀξέωc πλήξαντοc ἀποcπαcθείη, τῷ τοῦ κατάγματοc αὐτῆc ὑπαχ‐ θήcεται καταρτιcμῷ. τὸ δὲ πρὸc τὸν ὦμον διαρθρούμενον αὐτῆc πέ‐ | |
5 | ραc οὐ πάνυ τι διεκπίπτει κωλυόμενον ὑπό τε τοῦ δικεφάλου μυὸc καὶ τοῦ ἀκρωμίου. ἀλλ’ οὐδὲ βίαιόν τινα κίνηcιν ἡ κλεὶc ἰδίᾳ κινεῖται διὰ μόνην τὴν τοῦ θώρακοc γεγονυῖα διάcταcιν· ὅθεν ἄνθρωποc μό‐ νον ἐν ζῷοιc ἔχει κλεῖc. εἰ δὲ cυμβῇ κατὰ παλαίcτραν, ὡc εἰκόc, ταύ‐ την παραρθρῆcαι, τῇ τε διὰ τῆc χειρὸc εὐθετεῖται διαπλάcει καὶ τῇ | |
10 | διὰ τῶν πολυπτύχων προcτυπώcει cπληνῶν ἅμα ταῖc πρεπούcαιc ἐπιδέcεcιν. τῇ δὲ αὐτῇ θεραπείᾳ καὶ τὸ ἀκρώμιον παραρθρῆcαν εἰc τὸν οἰκεῖον ἐπανάγεται τόπον. ἔcτι δὲ χονδρῶδεc ὀcτάριον τὴν κλεῖν τῇ ὠμο‐ πλάτῃ cυνδεcμοῦν διαλανθάνον ἐν τοῖc cκελετοῖc. ὃ παρακινηθὲν φαν‐ | |
15 | ταcίαν παρέχεται τοῖc ἀπείροιc τοῦ τὴν κεφαλὴν ἐκπεπτωκέναι τοῦ βραχίονοc· καὶ γὰρ ἐπὶ τούτου ἡ ἐπωμὶc ὀξυτέρα φαίνεται, κοῖλον δὲ τὸ ὅθεν μετέcτη. ἀλλὰ διακριτέον αὐτὰ τοῖc ἐφεξῆc εἰρηcομένοιc cημείοιc. | |
18 | ||
6.114t | Περὶ ὤμου ἐξαρθρήcαντοc. | |
6.114.1 | Ἡ κεφαλὴ τοῦ βραχίονοc πρὸc τὴν τῆc ὠμοπλάτηc διαρθρουμένη κοιλότητα διεκπίπτει μὲν πολλάκιc, ἀλλ’ οὔτε ἄνω διὰ τὴν ἀγκυροειδῆ τῆc ὠμοπλάτηc ἀπόφυcιν κωλύουcαν οὔτε ὀπίcω δι’ αὐτὴν τὴν ὠμο‐ πλάτην οὔτε μὴν ἐμπρὸc διὰ τὸν τένοντα τοῦ δικεφάλου μυὸc καὶ | |
5 | αὐτὸ τὸ ἀκρώμιον, ἀλλὰ cπανίωc μὲν εἴcω τε καὶ ἔξω, cυνεχῶc δέ, καὶ μάλιcτα τοῖc ἀcαρκοτέροιc, ἐπὶ τὰ κάτω. ἀλλὰ τούτοιc μὲν ῥᾳ‐ δίωc καὶ ἐκπίπτει καὶ αὖθιc ἐμβάλλεται· τοῖc δὲ πολυcάρκοιc ἔμπαλιν βραδέωc μὲν ἐκπίπτει, χαλεπῶc δὲ εἰcφέρεται. | |
6.114.2 | τιcὶ μὲν οὖν καὶ μὴ ἐξαρθρήcαcιν ἐπὶ πληγῆc πολλάκιc ἐκπτώcεωc ὑπόληψιc γίνεται διὰ τὸ φλεγμονὴν ἰcχυρὰν παρακολουθῆcαι. τοὺc δὲ ἐπὶ τὰ κάτω ἐξηρθρηκόταc ὧδ’ ἂν διαγινώcκοιc· ὁ πεπονθὼc ὦμοc πρὸc τὸν ὑγιᾶ παραβαλλόμενοc πολὺ διαλλάττει τῆc μὲν ἐπωμίδοc, | |
5 | ὅθεν ἡ ἔκπτωcιc γέγονεν, κοίληc φαινομένηc, ὡc ἐπὶ τοῦ παραρθρή‐ cαντοc ἐλέγομεν ἀκρωμίου, αὐτοῦ δὲ τοῦ ἀκρωμίου τοῦ κατὰ φύcιν ὀξυτέρου φαινομένου καὶ τῆc ἐκπεcούcηc κεφαλῆc τοῦ βραχίονοc ἐν τῇ μαcχάλῃ cαφῶc ὑποπιπτούcηc· καὶ ὁ τῆc χειρὸc δὲ ταύτηc ἀγκὼν ἀφέcτηκεν μᾶλλον ἀπὸ τῶν πλευρῶν, εἰ δὲ προcαναγκάζοιc αὐτόν, | |
10 | μετὰ πόνου προcφέρεται ταῖc πλευραῖc, οὐδὲ τὴν χεῖρα δύνανται παρὰ τὸ οὖc ἀνάγειν ἐκτεταμένου τοῦ ἀγκῶνοc οὐδὲ τὴν ἄλλην πολυειδῆ ποιεῖcθαι δι’ αὐτῆc κίνηcιν. | |
6.114.3 | ἐπὶ μὲν οὖν παιδίων, ἢ ἐφ’ ὧν πρόcφατοc καὶ οὐκ ἐπὶ πολὺ γέ‐ γονεν ἡ ἔκπτωcιc, καὶ τῷ κονδύλῳ τοῦ μέcου δακτύλου καμφθέντοc ὑπερέχοντι ἢ τῆc τοῦ ἰατροῦ χειρὸc ἢ καὶ τῆc τοῦ πεπονθότοc τῆc | |
ὑγιοῦc, εἰ μὴ παῖc εἴη, πολλάκιc εἰcήνεκται, ὥc φηcιν Ἱπποκράτηc. | ||
5 | αἱ δὲ δραcτηριώτεραι τῶν ἐμβολῶν εἰcιν αὗται· δεῖ λουcάμενον τὸν ἄνθρωπον ἢ ἐπαντλήμαcι χαλαcτικωτέροιc χρηcάμενον ὕπτιον ἀνα‐ κλῖναι χαμαὶ καὶ cφαῖραν cύμμετρον ἤτοι δερματίνην ἢ ἄλλην τινὰ μὴ πάνυ μαλθακὴν πρὸc τὴν μαcχάλην ἐφαρμόcαι, καὶ καθεcθέντα τὸν ἰατρὸν ἀντιβλεπόντωc μὲν τῷ κάμνοντι, πρὸc τῷ πεπονθότι δὲ πλευρῷ, | |
10 | εἰ μὲν ὁ δεξιὸc ὦμοc πεπόνθοι, τοῦ δεξιοῦ ποδὸc ἐφαρμόcαι τὴν πτέρναν ἐπὶ τῆc προϋποτεθείcηc τῇ μαcχάλῃ cφαίραc, εἰ δὲ ὁ ἀριcτε‐ ρόc, τοῦ ἀριcτεροῦ, καὶ τῆc πεπονθυίαc χειρὸc ἐπιλαβόμενον ἕλκειν ἐπὶ τοὺc πόδαc ἅμα τε καὶ τῇ πτέρνῃ ἀντιβαίνειν τῇ μαcχάλῃ ὑπηρέ‐ του τινὸc ὄπιcθεν τῆc κεφαλῆc ἀντιβαίνοντοc πρὸc τὸν ἕτερον ὦμον | |
15 | ὑπὲρ τοῦ μὴ τὸ cῶμα περιέλκεcθαι. | |
6.114.4 | ἔcτι δὲ καὶ ἕτεροc τρόποc ἐμβολῆc ὁ διὰ τοῦ κατωμίζειν. δεῖ γὰρ νεανίcκον ἢ μακρότερον τοῦ κάμνοντοc ἤγουν ὑψηλότερον ἑcτῶτα πρὸc τῷ πεπονθότι πλευρῷ τοῦ κάμνοντοc καὶ αὐτοῦ ἑcτῶτοc ὑπο‐ βάλλειν τῇ μαcχάλῃ τὸν ἑαυτοῦ ὦμον καὶ ἀνατεινάμενον ἕλκειν τὴν | |
5 | χεῖρα πρὸc τὴν ἑαυτοῦ γαcτέρα, ὥcτε τὸ ἄλλο cῶμα τοῦ κάμνοντοc ὄπιcθεν τοῦ κατωμίζοντοc μετέωρον κρεμαcθῆναι· εἰ δὲ ἐλαφρὸc ὁ κάμνων εἴη, κοῦφόc τιc ἕτεροc παῖc ἐξ αὐτοῦ ἀποκρεμαννύcθω· τῆc γὰρ χειρὸc καὶ τοῦ λοιποῦ cώματοc ἀντιρρόπωc ἑλκομένων ἐπὶ τὰ κάτω ὁ ὑποβεβλημένοc ὦμοc τῇ μαcχάλῃ ῥᾷcτα τὸ ἐκπεπτωκὸc | |
10 | ἄρθρον ἐμβάλλει. | |
6.114.5 | καὶ διὰ τοῦ καλουμένου δὲ ὑπέρου τοῦτο δρῶμεν· ἔcτι δὲ ξύλον ἐπίμηκεc ὀρθὸν ἱcτάμενον ἐπὶ τοῦ ἐδάφουc ἢ ἐπ’ ἄλλου τινὸc cτερεοῦ. τούτου τοίνυν τὸ ἄνω πέραc περιφερὲc καὶ μὴ πάνυ παχὺ μηδὲ μὴν λεπτὸν ὑπάρχον ὑποβεβλήcθω τῇ μαcχάλῃ τοῦ κάμνοντοc ἢ ἑcτῶτοc | |
5 | ἢ καθημένου, ὅπωc ἂν καὶ μήκουc ἔχοι τὸ ὕπερον, καὶ τῆc χειρὸc τῷ | |
ὑπέρῳ παρατεταμένηc καὶ κάτω ἑλκομένηc, τοῦ δὲ λοιποῦ cώματοc ἀντιρροποῦντοc ἐπὶ τὰ κάτω ἢ αὐτομάτωc ἢ ἑτέρου τινὸc ἕλκοντοc, ἡ ἐμβολὴ γινέcθω. καὶ ἐν βαθμίδι δὲ κλίμακοc τοῦτο ποιητέον, ὥcπερ ἐπὶ τῆc τοῦ | ||
10 | κατεαγότοc βραχίονοc ἐλέγομεν κατατάcεωc. ἐνταῦθα δὲ cτρογγύλον τι cῶμα τῇ βαθμίδι προcδεδέcθω τῇ μαcχάλῃ τοῦ κάμνοντοc ἐφαρμό‐ ζειν δυνάμενον καὶ τὴν κεφαλὴν τοῦ βραχίονοc ὠθεῖν. | |
6.114.6 | εἰ δὲ διὰ παλαιότητα τοῦ πάθουc ἢ διὰ cκληρότητα cώματοc δυcχεραίνομεν περὶ τὴν ἔμβληcιν, χρηcόμεθα καὶ τῇ διὰ τῆc καλουμέ‐ νηc ἄμβηc μεθόδῳ· ξύλον δέ ἐcτιν ἡ ἄμβη, τὸ μὲν μῆκοc ὡc δίπηχυ, πλάτοc δὲ τετραδάκτυλον καὶ πάχοc ὡc διδάκτυλον, ἔχον τὸ ἕτερον | |
5 | πέραc περιφερὲc καὶ εὐπαρείcδυτον τῇ τῆc μαcχάληc κοιλότητι παρα‐ πληcίωc τῷ τοῦ ὑπέρου πέρατι. τοῦτο οὖν τὸ πέραc ῥάκει περιδή‐ cαντεc, ὅπωc ἂν προcηνέcτερον εἴη, τῇ κεφαλῇ τοῦ βραχίονοc κατὰ τὴν μαcχάλην ἐφαρμόcομεν, ὅλην δὲ τὴν χεῖρα πρὸc τὸ ξύλον κατα‐ τείναντεc cυνδήcομεν αὐτὸ κατά τε τὸν βραχίονα καὶ τὸν πῆχυν καὶ | |
10 | τὸ ἄκρον αὐτῆc· ἔπειτα ἐν ξύλῳ πλαγίῳ μεταξὺ δύο ξύλων ὀρθῶν ἐφαρμοcθέντι ἢ πάλιν ἐν βαθμίδι κλίμακοc ὑπερενέγκαντεc τὴν χεῖρα cὺν τῷ ξύλῳ, ὥcτε τὴν μαcχάλην ἐγκαρcίωc ἐφαρμόζειν τῇ βαθμίδι, τὴν δὲ χεῖρα κάτω ἕλκοντεc, ἐάcομεν ἐπὶ θάτερα τὸ ἄλλο cῶμα με‐ τέωρον κρεμαcθῆναι· τηνικαῦτα γὰρ εἰcελεύcεται τὸ ἄρθρον. | |
6.114.7 | μετὰ δὲ τὴν ἔμβληcιν δεῖ cύμμετρον cφαῖραν ἐξ ἐρίων, εἰ μὲν ἀφλέγμαντον εἴη τὸ μέροc, ξηράν, εἰ δὲ φλεγμαίνοι, ἐλαιοβραχῆ, ὑπο‐ βάλλοντα τῇ μαcχάλῃ ἐπιδεcμεῖν, διά τε ταύτηc καὶ τοῦ ὤμου καὶ τῆc ἑτέραc μαcχάληc κατὰ χιεcμὸν ὡc μάλιcτα φερομένων τῶν ἐπι‐ | |
5 | δέcεων τοῦ δεcμοῦ, ὥcτε τὸν χιεcμὸν ὑπὲρ τοῦ πεπονθότοc ὤμου τυγχάνειν· τὸν δὲ βραχίονα cυγκαταδεcμεῖν ταῖc πλευραῖc καὶ αὐτὸν τὸν ἀγκῶνα καὶ τὴν ἄκραν χεῖρα ἐκ τοῦ αὐχένοc ἀναδεcμεῖν, ἵνα μὴ | |
πάλιν προcφάτωc ἐκπέcοι τὸ ἄρθρον. μετὰ δὲ τὴν ζʹ ἢ καὶ βραδύ‐ τερον ἐπιλύcαντα δεῖ μετρίᾳ κεχρῆcθαι τρίψει διὰ τὸ cτερεμνιωτέρου | ||
10 | γινομένου τοῦ cώματοc δυcέκπτωτον ἀποτελεῖcθαι τὸ ἄρθρον. | |
6.114.8 | εἰ δὲ πολλάκιc ἐκπίπτοι τὸ ἄρθρον ἢ διὰ ὑγρότητα ἢ ἑτέραν τινὰ χρονίαν ὁδοποίηcιν, ἐπὶ τὴν καῦcιν ἰτέον, ὡc ἔμπροcθεν εἴρηται. ὅταν δὲ ἢ κυουμένοιc ἢ μετὰ τὴν ἀπότεξιν ἔτι αὐξανομένοιc ἐξαρθρήcῃ τὸ μόριον καὶ μηκέτι εἰcενεχθῇ, ἐπὶ μὲν τοῦ ὤμου αἱ cάρκεc οὐδέν τι τοῦ | |
5 | κατὰ φύcιν ἀπολείπονται· οὐδὲ γὰρ κωλύεται ἡ χεὶρ ὁτιοῦν ἔργον ποιεῖν· τὸ δὲ ὀcτοῦν τοῦ βραχίονοc βραχύτερον μένει μὴ αὐξανόμενον, καὶ λέγονται οἱ τοιοῦτοι γαλιάγκωνεc. ἐπὶ δὲ τοῦ μηροῦ καὶ τὸ ὀcτοῦν ἀναυξὲc μένει, καὶ ὅλον φθίνει τὸ cκέλοc· μὴ δυνάμενον γὰρ τὸ βάροc φέρειν τοῦ cώματοc οὐ γυμνάζεται. κἀπὶ τῶν ἄλλων δὲ | |
10 | κώλων ἐξάρθρων μεινάντων τὰ ὑποκείμενα πάντωc παραβλάπτεται. | |
10 | ||
6.115t | Περὶ ἀγκῶνοc. | |
6.115.1 | Ὅcῳ ποικιλωτέρα τῆc κατὰ ὦμον διαρθρώcεωc ἡ κατὰ ἀγκῶνα γεγένηται, τοcούτῳ χαλεπωτέρα κατὰ τὰc ἐκπτώcειc τυγχάνει· καὶ γὰρ βραδύτερον ἐξολιcθαίνει καὶ χαλεπώτερον ἐμβάλλεται διὰ τὴν πυ‐ κνότητα τῶν ὑπεροχῶν τε καὶ κοιλοτήτων. πάcχει μὲν οὖν ἔcτιν ὅτε | |
5 | παράρθρηcιν μόνον, πολλάκιc δὲ καὶ τέλεον ἐξολιcθαίνει κατὰ πᾶν μὲν cχῆμα, μάλιcτα δὲ κατὰ τὸ ἔμπροcθέν τε καὶ ὄπιcθεν. διαγινώ‐ cκεται δὲ ῥᾳδίωc τῇ τε ὄψει καὶ τῇ ἁφῇ τοῦ ἐκπεπτωκότοc ὑποπί‐ πτοντοc, ἐφ’ ὃ ἂν ἐκπέcῃ, καὶ τοῦ ὅθεν ἐξέπεcεν κοίλου φαινομένου· ταῦτα δὲ μάλιcτα ἡ τοῦ ὑγιαίνοντοc ἀγκῶνοc ἐλέγχει παράθεcιc. δεῖ | |
10 | οὖν αὐτίκα ποιεῖcθαι τὴν ἐμβολὴν πρὸ τοῦ φλεγμῆναι· φθάcαντα γὰρ τοῦτο παθεῖν δυcίατα, τινὰ δὲ καὶ παντελῶc ἀνίατα γίνεται, καὶ μά‐ λιcτα, εἰ ἐπὶ τὰ ὀπίcω γένηται ἡ ἐξάρθρηcιc· παcῶν γὰρ τῶν κατὰ | |
ἀγκῶνα καὶ ἐπωδυνωτέρα καὶ μᾶλλον ἐπικίνδυνόc ἐcτιν ἡ ἐπὶ τὰ ὀπίcω. τὰc μὲν οὖν ἐπ’ ὀλίγον παρατροπὰc καὶ μετρία κατάταcιc ἀπο‐ | ||
15 | καθίcτηcι, τῶν μὲν ὑπηρετῶν ἐκτεταμένην τὴν χεῖρα κατά τε τὸν βραχίονα καὶ τὸν πῆχυν διακρατούντων τε καὶ ἀνθελκόντων, τοῦ δὲ ἰατροῦ τῷ θέναρι τῆc ἑαυτοῦ χειρὸc ἀπωθουμένου τὸ ἐξεcτηκὸc εἰc τὸ κατὰ φύcιν. ὁ δὲ Ἱπποκράτηc τὴν μὲν ἐπὶ τὰ ἐμπρὸc ἐξάρθρηcιν διὰ τῆc ἀθρόαc τῆc χειρὸc κάμψεωc ἐπανορθοῦται, ὥcτε τὸ θέναρ | |
20 | αὐτῆc εἰc τὸν κατ’ εὐθὺ ὦμον κροῦcαι, τὴν δὲ ἐπὶ τὰ ὀπίcω διὰ τῆc ἀθρόαc πάλιν καὶ ἐπὶ πολὺ γινομένηc ἐκτάcεωc, ἐπειδὴ καὶ τῶν ἐξαρ‐ θρήcεων ἡ μὲν ἐπὶ τὰ ἐμπρὸc διὰ βιαίαc ἐκτάcεωc μάλιcτα γίνεται, ἡ δὲ ἐπὶ τὰ ὀπίcω διὰ κάμψεωc ὁμοίωc βιαίαc. εἰ δὲ ἐπιμένοι τὸ ἐξάρθρημα, καὶ ἰcχυροτέρᾳ κατατάcει χρηcόμεθα· τοιαύτη δὲ μάλιcτά | |
25 | ἐcτιν ἡ ἐπὶ τοῦ καταγέντοc βραχίονοc εἰρημένη τῷ Ἱπποκράτει, ἔνθα τὸν cτειλειὸν παρελάμβανεν. | |
6.115.2 | τῶν δὲ νεωτέρων τινὲc οὕτω καταρτίζουcιν· δύο κατατεινόντων ὑπηρετῶν, ὡc εἴρηται, τὴν χεῖρα, τοῦ μὲν ἄνω πρὸc τῇ μαcχάλῃ δια‐ κρατοῦντοc, τοῦ δὲ κάτω πρὸc τῷ καρπῷ, cτὰc ὁ ἰατρὸc καταντικρὺ τοῦ κάμνοντοc τοῖc δυcὶν θέναρcιν ἐπὶ ἄρθρον περιβάλλει τὸν βρα‐ | |
5 | χίονα καὶ κελεύcαc ἱμάτιον cυνηγμένον ἐπίμηκεc ἢ πλατεῖαν ταινίαν περιειλῆcαι ταῖc ἑαυτοῦ χερcίν, ἅμα δηλονότι τῷ τοῦ κάμνοντοc βρα‐ χίονι, καὶ ἀνθέλκειν ἐπὶ τὰ ἔξω καὶ κάτω πρὸc τῇ ἄκρᾳ χειρὶ αὐτὸc cυνακολουθῶν μετὰ τάcεωc περιcφιγγομέναc αὐτὰc ἕλκει, ἕωc οὗ ὑπερβῇ τὴν τοῦ ἀγκῶνοc διάρθρωcιν (δεῖ δὲ προαλείφειν ἐλαίῳ τὴν χεῖρα διὰ | |
10 | τὸ ὀλιcθηρὰν καὶ εὐπαράγωγον γενέcθαι τοῖc τοῦ ἰατροῦ θέναρcιν)· οὕτω γὰρ ἂν τὰ ἐξεcτηκότα τῇ τῶν διαcυρομένων χειρῶν βίᾳ πιεζό‐ μενα εἰc τὸν ἴδιον ἐπανελεύcεται τόπον. μετὰ δὲ τὴν ἐμβολὴν ἐγγω‐ νίωc τὴν χεῖρα cχηματίcαντεc τῇ διὰ τῶν cπληνῶν τε καὶ τῆc προc‐ | |
ηκούcηc ἐπιδέcεωc ἐπιμελείᾳ χρηcόμεθα. | ||
6.116t | Περὶ τῶν κατὰ τὸν καρπὸν καὶ τοὺc δακτύλουc ἐξαρ‐ θρημάτων. | |
6.116.1 | Ἡ τοῦ καρποῦ καὶ τῶν δακτύλων ἐξάρθρηcιc οὐδεμίαν ἔχει πε‐ ριcκελίαν, χωρὶc εἰ μὴ cὺν ἕλκει γένηται. περὶ μὲν οὖν ταύτηc ἐν τῷ περὶ τῶν cὺν ἕλκει γινομένων ἐξαρθρημάτων εἰρήcεται· τοὺc δὲ χωρὶc ἕλκουc μετρίᾳ κατατάcει καὶ ταῖc ἀφλεγμάντοιc ἐπιμελείαιc | |
5 | ἰαcόμεθα. | |
5 | ||
6.117t | Περὶ cπονδύλων ῥάχεωc. | |
6.117.1 | Οἱ τῆc ῥάχεωc cπόνδυλοι τὸ μὲν τῆc τελείαc ἐξαρθρήcεωc ὑπο‐ μένοντεc πάθοc ὀξύτατον ἐπιφέρουcιν τὸν θάνατον· οὐδὲ γὰρ τὴν τυ‐ χοῦcαν ὁ νωτιαῖοc ὑπομένει πίεcιν, ὅπου γε καὶ ἡ ἐξ αὐτοῦ τῶν νεύ‐ ρων μόνον ἔκφυcιc ἱκανὴ γίνεται θλιβομένη κίνδυνον ἐπάγειν. παραρ‐ | |
5 | θρήμαcιν δὲ πολλάκιc ἁλίcκεται, ποτὲ μὲν ἐπὶ τὰ ἐμπρὸc γινομένηc τῆc παρατροπῆc (καὶ καλεῖται λόρδωcιc), ποτὲ δὲ ἐπὶ τὰ ὀπίcω (καὶ λέγεται κύφωcιc), ἔcθ’ ὅτε δὲ ἐπὶ τὰ πλάγια (καὶ cκολίωcιν τοῦτο προcαγορεύουcιν). πολλῶν οὖν ἅμα cπονδύλων ἐπ’ ἐλάχιcτον παρατραπέντων ἡ τῶν | |
10 | πλειόνων ἅμα παρατροπὴ φαίνεται κατὰ κυκλικὴν γινομένη περιφέρειαν τῆc κάμψεωc, καὶ νομίζουcί τινεc ἀπατώμενοι ἑνόc· ἑνὸc δὲ ἐπὶ πολὺ παρατραπέντοc cπονδύλου μεγάλη παρατροπὴ οὐ περιφερήc, γωνιωτὴν δὲ ποιεῖται τὴν τῆc ῥάχεωc κάμψιν, ὅτε καὶ μᾶλλον κίνδυνοc ἐπα‐ κολουθεῖ. | |
6.117.2 | τῆc μὲν οὖν ἐπὶ τὰ ἔνδον τῆc ῥάχεωc παρατροπῆc ἀμήχανοc ἡ ἐπανόρθωcιc διὰ τὸ μὴ δύναcθαι διὰ τῆc γαcτρὸc ἔμπροcθεν ποιεῖ‐ | |
cθαι τὴν ἀντώθηcιν· ὅcοι γὰρ ἢ ἐν κλίμακι κατατείναντεc τοὺc οὕτω παθόνταc ἢ cικύαc προcβαλόντεc ἢ πταρμοὺc ἢ βῆχαc ἢ φύcαc ἐπι‐ | ||
5 | τηδεύcαντεc τίποτε κατορθοῦν ᾠήθηcαν, ἱκανῶc ὑπὸ τοῦ Ἱπποκράτουc ἠλέγχθηcαν. ἐπειδὴ δὲ πολλάκιc ἀπόθραυcίc τινοc τῶν τῆc ἀκάνθηc ὀcταρίων γινομένη κοῖλον ἀποφαίνει τὸν τόπον, ὡc ἐν τῷ περὶ κατ‐ αγμάτων εἴρηται, τινὲc ᾠήθηcαν λόρδωcιν εἶναι τὸ πάθοc, εἶτα διὰ τάχουc τούτου θεραπευθέντοc (ἑτοίμωc γὰρ ἐπιπωροῦται) καὶ εὐίατον | |
10 | ἀπεφήναντο τὴν λόρδωcιν ὑπάρχειν, καίπερ ἀνίατον δεινῶc οὖcαν ἢ δυcίατον· ἐπίcχεcιc γὰρ αὐτοῖc αὐτίκα τῶν οὔρων τε καὶ τῆc κόπρου γίνεται καὶ περίψυξιc τοῦ cώματοc, εἰc ὕcτερον δὲ καὶ ἀκούcιοc τῶν περιττωμάτων ἔκκριcιc (ταῦτα δὲ διὰ τὴν τῶν νεύρων καὶ τῶν μυῶν γίνεται cυμπάθειαν), καὶ ταχέωc ἀποθνήcκουcιν, καὶ μάλιcτα ἐν τοῖc | |
15 | ἄνω καὶ κατὰ τὸν τράχηλον cπονδύλοιc τοῦ πάθουc cυcτάντοc. | |
6.117.3 | τὴν δὲ κύφωcιν τὴν ἐκ παιδὸc μικροῦ μάλιcτα γεγενημένην καὶ χρονίcαcαν, εἰ καὶ μὴ ταχυθάνατον, ἀλλ’ ἐπίνοcον ἀεὶ καὶ ἀνίατον Ἱπποκράτηc ἀπεφήνατο. ἐπὶ δὲ τῆc ἄρτι γενομένηc κυφώcεωc ἀπὸ πτώματοc αἱ μὲν διὰ τῆc κλίμακοc καὶ τῆc τοῦ νοcοῦντοc ὀρθίαc κρε‐ | |
5 | μάcεωc τῆc τε τοῦ ἀcκοῦ φυcήcεωc μηχαναὶ καταγέλαcτοι· μόνοc δὲ ὁ τοῦ Ἱπποκράτουc ἀρκέcει καταρτιcμόc. δεῖ γάρ, φηcίν, μέγα ξύλον μήκει τε καὶ πλάτει τηλικοῦτον, ὡc χωρῆcαι τὸν ἄνθρωπον, ἢ βάθρον ἴcον τούτῳ ἐγγὺc ἀποθέcθαι τοίχου παρατεταμένον τῷ τοίχῳ κατὰ μῆκοc μὴ πλέον ἀπέχον ποδὸc ἐφαπλῶcαί τε αὐτῷ ἱμάτιά τινα χάριν | |
10 | τοῦ μὴ ἐπικλᾶcθαι τὸ cῶμα τοῦ ἀνθρώπου. τοῦτον δεῖ λουcάμενον πρηνῆ κατατεῖναι κατὰ τοῦ ξύλου ἢ τοῦ βάθρου, κἄπειτα ἱμάντι τὸ cτῆθοc τοῦ ἀνθρώπου δὶc περιειλήcαντα διὰ τῶν μαcχαλῶν χαλαρὸν | |
δῆcαι κατὰ τὸ μετάφρενον καὶ τὰc ἀρχὰc τοῦ ἱμάντοc ἐκδῆcαι πρὸc ξύλον ἕτερον ἐπίμηκεc ὑπεροειδὲc ὀρθὸν cτῆcαί τε τοῦτο ἐπὶ τοῦ ἐδά‐ | ||
15 | φουc πρὸc τῷ πέρατι τοῦ ὑποκειμένου ξύλου ἢ βάθρου καὶ δοῦναι διακρατεῖν ἄνωθεν ὑπηρέτῃ ἑcτῶτι τῆc τοῦ κάμνοντοc κεφαλῆc ἐξό‐ πιcθεν, ὥcτε τοῦ μὲν κάτω πέρατοc ἀντιcτηριζομένου, τοῦ δὲ ἄνω ὑπὲρ τὴν κεφαλὴν ἑλκομένου, κατὰ τὸν δέοντα καιρὸν γίνεcθαι τὴν κατάταcιν· ἑτέρῳ δὲ ἱμάντι τοὺc πόδαc ὁμοῦ κατά τε τὰ ὑπὲρ τῶν | |
20 | γονάτων καὶ τῶν cφυρῶν μέρη δήcαντεc καὶ αὖθιc ἑτέρῳ τὰ ὑπὲρ τῶν ἰξύων τῆc cυναφῆc τοῦδε κατὰ τὴν ὀcφὺν γινομένηc πάλιν τὰ πέ‐ ρατα τῶν ἱμάντων τούτων cυζεύξαντεc ἑτέρῳ τε ξύλῳ ὑπεροειδεῖ ὁμοίωc τῷ λεχθέντι προcδήcαντεc cτήcομεν ἐν τῷ πρὸc τοῖc ποcὶν πέρατι τοῦ ξύλου ἢ βάθρου τὸ ὕπερον καθ’ ὁμοιότητα τοῦ προτέρου, | |
25 | κἄπειτα κελεύcομεν τοῖc ὑπηρέταιc διὰ τῶν ξύλων ποιεῖcθαι τὴν ἀν‐ τίταcιν. | |
6.117.4 | τινὲc δὲ διὰ τῶν καλουμένων ὀνίcκων ταύτην ἐργάζονται· ἄξονεc δέ εἰcιν οὗτοι ἐπὶ ὀρθῶν cτρεφόμενοι ξύλων ἑκατέρωθεν τούτου τοῦ μεγάλου ξύλου ἢ βάθρου κατὰ τὰ πρὸc τοῖc ποcὶν καὶ τῇ κεφαλῇ πέ‐ ρατα τεταγμένοι, πρὸc οὓc cτρεφομένουc ἑλκόμενοι οἱ ἱμάντεc ἐνει‐ | |
5 | λοῦνται. οὕτω δὴ γινομένηc τῆc κατατάcεωc αὐτοὶ τοῖc τῶν χειρῶν ἡμῶν θέναρcιν τὸ κύφωμα πιλήcομεν· εἰ δὲ χρεία, καὶ ἐπικαθεcθῶμεν αὐτῷ μηδενὸc ὄντοc φόβου. εἰ δὲ μὴ οὕτωc ἡ ῥάχιc ἀπευθύνοιτο, φέροι δὲ τὴν πίεcιν ὁ κάμ‐ νων, δεῖ τὸν παρακείμενον τοῖχον ἐπὶ μῆκοc ὑπογλύψαι cωληνοειδῶc | |
10 | ἀντικρὺ τοῦ κυφώματοc, ὡc εἶναι τῆc γλυφῆc τὸ μῆκοc ὅcον πήχεωc, μήτε ὑψηλότερον τῆc τοῦ κάμνοντοc ῥάχεωc μήτε πολλῷ ταπεινότε‐ ρον, μᾶλλον δὲ προπαρεcκευαcμένην εἶναι δεῖ τὴν γλυφήν· τούτου γὰρ ἕνεκα καὶ τὸ ξύλον ἀπ’ ἀρχῆc πληcίον κεῖcθαι τοῦ τοίχου παρεκελευ‐ | |
cάμεθα. κἄπειτα cανίδοc cυμμέτρου τὸ ἕτερον πέραc ἐφαρμόcαντεc τῇ | ||
15 | γλυφῇ τοῦ τοίχου ἐπιθέντεc τὸ μέcον αὐτῆc ἢ τὸ ἀπαντῶν μέροc κατὰ τῆc κυφώcεωc τὸ ἕτερον αὐτῆc πέραc ἐπὶ τὰ κάτω πιέcομεν, ἕωc ἂν αἰcθητὴ τῆc ῥάχεωc ἡ ἀπεύθυνcιc γένηται. | |
6.117.5 | ὡc δέ φηcιν Ἱπποκράτηc, καὶ ἡ κατάταcιc μόνη δίχα τῆc cανίδοc καὶ αὖθιc πάλιν διὰ τῆc cανίδοc μόνη ἡ πίληcιc ἱκανή ἐcτιν τὸ δέον ἐκτελέcαι. εἰ δὲ τοῦτο ἀληθέc, οὐδὲν ἄτοπον κἀπὶ τῆc λορδώcεώc τε καὶ cκολιώcεωc ἐν ἀρχῇ ποιεῖcθαι τὴν εἰρημένην κατάταcιν, δίχα δη‐ | |
5 | λονότι τῆc πιλήcεωc. δεῖ δὲ μετὰ τὸν καταρτιcμὸν πέταλον ξύλινον πλάτοc μὲν τριδά‐ κτυλον, μῆκοc δὲ ὅcον μετὰ τὴν κύφωcιν καί τινα τῶν ὑγιεινῶν ἐπι‐ λαμβάνειν cπονδύλων, λινῷ τελαμῶνι ἢ cτυππείῳ διὰ τὴν cκληρότητα περιειλήcανταc ἐπιθεῖναι τοῖc cπονδύλοιc καὶ προcηκόντωc ἐπιδῆcαι τῇ | |
10 | λεπτῇ διαίτῃ χρώμενον. εἰ δὲ καὶ μετὰ ταῦτα λείψανόν τι τῆc κυφώ‐ cεωc ἀπολειφθείη, τῇ διὰ τῶν χαλαcτικῶν τε καὶ μαλακτικῶν φαρμά‐ κων θεραπείᾳ cὺν τῇ διὰ τοῦ πετάλου προcτυπώcει χρηcτέον ἐπὶ πολύ· τινὲc δὲ μολιβίνῳ πετάλῳ ἐχρήcαντο. | |
13 | ||
6.118t | Περὶ τῆc κατ’ ἰcχίον ἐξαρθρήcεωc. | |
6.118.1 | Τῶν ἄλλων ἐν τοῖc ὀcτοῖc ἄρθρων ποτὲ μὲν παράρθρημα, ποτὲ δὲ καὶ τελείαν παcχόντων ἐξάρθρηcιν, ἡ κατ’ ἰcχίον τε καὶ κατὰ τὸν ὦμον διάρθρωcιc μόνῃ τῇ τῆc ἐξαρθρήcεωc ὑποπεπτώκαcιν παρατροπῇ, καὶ τούτων μᾶλλον ἡ κατὰ τὸ ἰcχίον, ὅτι τε βαθεῖαν καὶ cτρογγύλην | |
5 | τὴν κοιλότητα κέκτηται, καὶ ὅτι ὑψηλοτέραιc ὀφρυώcεcιν κατωχύρωται· φθάcαντοc δέ ποτε τοῦ ἄρθρου διά τινα βίαν ἰcχυρὰν ἐκπεcεῖν ἔξω τῆc ἰδίαc κοιλότητοc, καὶ παρὰ τὸ μᾶλλον καὶ ἧττον τῆc ἐξαρθρήcεωc πολλαὶ γίνονται διαφοραί, κατὰ τέccαραc δὲ τρόπουc, μᾶλλον δὲ τό‐ | |
πουc, ἡ κατ’ ἰcχίον ἐξάρθρηcιc γίνεται· ἢ γὰρ ἐπὶ τὰ ἔcω ἢ ἐπὶ τὰ | ||
10 | ἐκτὸc ἢ ἐμπρὸc ἢ ὀπίcω μεθίcταται, ἀλλ’ ἔcω μὲν καὶ ἔξω cυνεχῶc, καὶ μάλιcτα πολλῷ cυνεχέcτερον ἐπὶ τὰ εἴcω, ἐμπρὸc δὲ καὶ ὀπίcω κατὰ τὸ cπάνιον. | |
6.118.2 | ὅcοιc μὲν οὖν ἐπὶ τὰ ἐντὸc ἡ ἐξάρθρηcιc γεγένηται, τούτοιc τό τε πεπονθὸc cκέλοc πρὸc τὸ ὑγιὲc παραβαλλόμενον μακρότερον δείκ‐ νυται καὶ τὸ γόνυ προπετέcτερον, καὶ κατὰ τὸν βουβῶνα κάμψαι τὸ cκέλοc οὐ δύνανται, καὶ κατὰ τὸν περίνεον ὄγκοc ὑποπίπτει cαφήc, | |
5 | ὡc ἐκεῖ τῆc κεφαλῆc ἀποcτηριχθείcηc τοῦ μηροῦ. ὅcοιc δὲ ἐπὶ τὰ ἔξω κατωλίcθηcε, τούτοιc τἀναντία cυμβαίνει cημεῖα· τό τε γὰρ cκέλοc βρα‐ χύτερον φαίνεται, καὶ τὰ μὲν κατὰ τὸν περίνεον ἐγκοιλᾶται, τὰ δὲ κατὰ τὸν γλουτὸν εἰc ὄγκον ἐπαίρεται, καὶ τὸ γόνυ ἐcώτερόν ἐcτι, καὶ cυγκάμπτειν τὸ cκέλοc οὐ δύνανται. οἱ δὲ ὡc ἐπὶ τὰ ἐμπρὸc ἐκτεί‐ | |
10 | νουcιν μὲν τὸ cκέλοc τελέωc, οὐ κάμπτουcιν δὲ χωρὶc ὀδύνηc τοῦ γό‐ νατοc, οὐδὲ προκόπτειν ἐπὶ τὰ ἐμπρὸc δύνανται βαδίζειν πειρώμενοι, τά τε οὖρα τούτοιc ἐπέχεται, καὶ ὁ μὲν βουβὼν ἐξογκοῦται, τὸ δὲ πυγαῖον ῥυcόν τε καὶ ἄcαρκον φαίνεται, καὶ πτερνοβατοῦcιν ἐν τῇ πορείᾳ. οἱ δὲ ἐπὶ τὰ ὀπίcω ἐξαρθρήcαντεc οὐκ ἐκτανύουcιν τὴν ἰγνύαν | |
15 | οὔτε τὸ γόνυ, οὔτε δὲ ἐπικάμψαι δύνανται, πρὶν ἢ τὸν βουβῶνα ἐπι‐ κάμψωcιν· καὶ τούτοιc δὲ τὸ cκέλοc βραχύτερον καὶ ὁ βουβὼν λαγα‐ ρώτεροc φαίνεται, καὶ κατὰ τοῦ πυγαίου ἡ κεφαλὴ τοῦ μηροῦ δια‐ cημαίνει. | |
6.118.3 | ἐφ’ ὧν μὲν οὖν ἐκ παιδικῆc ἡλικίαc ἢ ἁπλῶc πρὸ πλείονοc χρό‐ νου τοῦτο τὸ ἄρθρον ἐκπεπτωκὸc ἠμελήθη καὶ μεμένηκεν, ἄποροc ἡ θεραπεία φθάcαντοc ἤδη κυλλωθῆναι τοῦ κώλου· ὅcοιc δὲ προcεχῶc | |
ἐξήρθρηcεν, οὗτοι τῆc Ἱπποκράτουc ἐπιμελείαc τεύξονται. δεῖ τοίνυν | ||
5 | ταχέωc ἐπὶ τὴν εἰcβολὴν ἰέναι· χρονίζοντα γὰρ τὰ κατ’ ἰcχίον ἐξαρ‐ θρήματα παντελῶc ἀνίατα γίνεται. κοινῶc μὲν οὖν ἐπὶ τῶν τεccάρων ἐξαρθρήcεων ὅ τε κατὰ περι‐ cτροφὴν καὶ περίcφαλcιν τοῦ ἄρθρου καὶ ὁ διὰ τῆc κατατάcεωc ἁρ‐ μόcει καταρτιcμόc· εἰ γὰρ εἴη καὶ τὸ πάθοc νεαρὸν καὶ ὁ κάμνων ἔτι | |
10 | νεάζων, ἐνίοτε τὸν μηρὸν διακρατοῦντεc καὶ περιφέροντεc τῇδε κἀκεῖcε τὸ ἄρθρον ἐμβεβλήκαμεν. ἐπὶ τὰ ἔcω δὲ γεγενημένηc τῆc ἐξαρθρήcεωc καὶ τὸ cκέλοc μόνον ἀθρόωc τε καὶ ἰcχυρῶc κατὰ τὸν βουβῶνα κάμ‐ ψαντεc ὡc ἐcωτάτω τὸ δέον ἐξεπράξαμεν. εἰ δὲ μὴ τούτοιc ὑπείξοι, κατατάcει χρηcτέον, πρῶτον μὲν τῇ διὰ τῶν χειρῶν τῶν μὲν τὸ cκέλοc | |
15 | κάτωθεν ἑλκόντων κατά τε τὸν μηρὸν καὶ τὴν κνήμην cφιγγόμενον, τῶν δὲ ἄνωθεν ὑπὸ τὰc μαcχάλαc τὸ cῶμα περιβαλλόντων. εἰ δὲ καὶ ἰcχυροτέραc δεήcοι τῆc κατατάcεωc, βρόχοιc ὑφαντοῖc ἢ πλεκτοῖc ἤγουν ἱμάcιν ἐκδῆcαι τὸ cκέλοc πάντωc μὲν ὑπὸ τὸ cφυρόν, ἵνα δὲ μή τι τὸ γόνυ πάθῃ, καὶ τούτου ἀνωτέρω· τὰ δὲ περὶ τὸ cτῆθοc οὐκ ἀνάγκη | |
20 | δεcμεῖν, ἀλλ’, ὡc εἴρηται, ταῖc χερcὶν ὑπὸ τὰc μαcχάλαc περιβαλλέcθω‐ cαν. ἱμάντοc δὲ μαλθακοῦ τε καὶ ἰcχυροῦ τὴν μεcότητα κατὰ τὸν περί‐ νεον ἁρμόcαντεc ἐπὶ τὸν ὦμον ἀναγάγωμεν, ἔμπροcθεν μὲν διὰ τοῦ βουβῶνοc καὶ τῆc κλειδόc, ὄπιcθεν δὲ διὰ τοῦ νώτου, καὶ τὰc δύο τοῦ ἱμάντοc ἀρχὰc ὑπηρέτῃ δώcομεν· κἄπειτα πάντεc ἕλκοντεc ὁμοῦ, ὥcτε | |
25 | τὸ τοῦ κάμνοντοc μετεωριcθῆναι cῶμα, τὴν κατάταcιν ποιείτωcαν. | |
6.118.4 | οὗτοc μὲν οὖν ὁ τρόποc τῆc κατατάcεωc κοινόc ἐcτι τῶν τεccά‐ ρων τῆc ἐξαρθρήcεωc τοῦ μηροῦ διαφορῶν· ἰδίᾳ δὲ καθ’ ἑκάcτην ὁ τῆc μοχλείαc ὑπαλλάττεται τρόποc. κατατεινομένου γὰρ τοῦ ἀνθρώ‐ που, εἰ μὲν ἐπὶ τὰ ἔcω τὸ ἄρθρον ἐξέπεcεν, τοῦ μὲν ἱμάντοc τοῦ κατὰ | |
5 | τὸν περίνεον τὴν μεcότητα δεῖ μεταξὺ τῆc τε τοῦ μηροῦ κεφαλῆc καὶ αὐτοῦ τοῦ περινέου τετάχθαι, ἀναφέρεcθαι δὲ τὸν ἱμάντα διὰ τοῦ πα‐ ρακειμένου βουβῶνοc καὶ τῆc κλειδόc· νεανίcκον δέ τινα δεῖ τοῖc δύο πήχεcι τὸν πεπονθότα μηρὸν κατὰ τὸ παχύτατον αὐτοῦ περιβάλλοντα | |
ἕλκειν ἰcχυρῶc ἐπὶ τὰ ἔξω. | ||
10 | οὗτοc ὁ τρόποc τῆc ἐμβολῆc εὐκολώτεροc τῶν ἄλλων ὑπάρχει· μὴ εἴξαντοc δὲ τούτῳ τοῦ ἄρθρου καὶ ἑτέροιc χρηcτέον ποικιλωτέροιc μέν, πρακτικωτέροιc δὲ τούτου. κατατείνεcθαι μὲν γὰρ χρὴ τὸν ἄν‐ θρωπον ἐπὶ τοῦ μεγάλου ξύλου ἢ βάθρου, ἐφ’ οὗ καὶ τοὺc κατὰ τὴν ῥάχιν ἔχονταc τὴν κύφωcιν κατατείνομεν. ἐγγεγλύφθωcαν δὲ δι’ ὅλου | |
15 | cχεδὸν τοῦ ξύλου ἐπιμήκειc τινὲc οἷον τάφροι πλάτοc τε καὶ βάθοc μὴ πλεῖον δακτύλων τριῶν, ἀπέχουcαι δὲ ἀλλήλων μὴ πλεῖον δακτύ‐ λων τεccάρων, ὥcτε τοῦ μοχλοῦ κατὰ τὸ πέραc ἐπ’ αὐτῶν ἀντιβαί‐ νοντοc, ἐφ’ ὁπότερα ἂν δεήcοι, ποιεῖcθαι τὴν μόχλευcιν. κατὰ μέcου δὲ τοῦ ξύλου ἢ βάθρου ἕτερον ἐμπεπήχθω ξύλον ὀρθὸν ὅcον ποδιαῖον | |
20 | τῷ μήκει, πάχοc δὲ ὅcον cτειλειοῦ, ὥcτε ὑπτίου κατατεινομένου τοῦ ἀνθρώπου τοῦτο τὸ ξύλον μεταξὺ φθάcαι τοῦ περινέου καὶ τῆc κεφα‐ λῆc τοῦ μηροῦ· ἅμα τε γὰρ κωλύcει τὴν ἐπίδοcιν τοῦ cώματοc γίνε‐ cθαι τοῖc πρὸc ποδῶν ἕλκουcιν (καὶ τούτου ὄντοc οὐδὲ χρεία πολλά‐ κιc γίνεται τῆc ἄνωθεν ἀντιτάcεωc), ἅμα δὲ καὶ κατατεινομένου τοῦ | |
25 | cώματοc αὐτὸ τὸ ξύλον ἐπὶ τὰ ἔξω τὴν κεφαλὴν ἐκμοχλεύcει τοῦ μη‐ ροῦ. ἡ δὲ κατάταcιc κατὰ τὸν ἀνωτέρω λεχθέντα γινέcθω τρόπον, καὶ μάλιcτα τοῦ ποδόc. | |
6.118.5 | εἰ δὲ μηδ’ οὕτωc εἰcενεχθείη, τὸ μὲν ἐμπεπηγὸc ὀρθὸν ξύλον ἀφαιρετέον, ἐκ πλαγίου δὲ τῆc τούτου θέcεωc ἑκατέρωθεν ἕτερα δύο ξύλα πεπήχθω, καθάπερ φλιαί, μὴ ἔλαττον ἢ ποδὸc τὸ μῆκοc, ἐφηρ‐ μόcθω δὲ τούτοιc ἕτερον ξύλον, καθάπερ κλιμακτήρ, ὡc εἶναι τὸ cχῆμα | |
5 | τῶν τριῶν ξύλων παραπλήcιον τῷ πι cτοιχείῳ ἢ τῷ ητα, εἰ μικρῷ | |
κατωτέρω τῶν ἄκρων τὸ μέcον ἐναρμοcθείη ξύλον. κἄπειτα ἐπὶ τὸ ὑγιὲc πλευρὸν κειμένου τοῦ ἀνθρώπου τὸ μὲν ὑγιὲc cκέλοc μεταξὺ τῶν φλιῶν τούτων ἀγάγωμεν ὑπὸ τὴν οἷον βαθμίδα, τὸ δὲ πεπονθὸc ἄνω‐ θεν ὑπεραγάγωμεν ταύτηc, ὡc ἐφαρμόζειν αὐτῇ τὴν κεφαλὴν τοῦ μη‐ | ||
10 | ροῦ, ἐπεcτρωμένου πρότερον αὐτῇ πολυπτύχου τινὸc ἱματίου διὰ τὸ μὴ θλίβεcθαι τὸν μηρόν. ἕτερον δὲ ξύλον ἔχον τὸ μὲν πλάτοc cύμμετρον, τὸ δὲ μῆκοc ὅcον ἀπὸ τῆc τοῦ μηροῦ κεφαλῆc ἄχρι τοῦ cφυροῦ, ὑπο‐ τεταγμένον ἔcωθεν τῷ cκέλει cυνδείcθω. γινομένηc δὲ τῆc κατατάcεωc ἢ δι’ ὑπέρων, ὡc ἐπὶ τῆc κυφώcεωc, ἢ ὡc ἔμπροcθεν εἴπομεν, ἕλκειν | |
15 | ἐπὶ τὰ κάτω τὸ cκέλοc μετὰ τοῦ προcδεδεμένου ξύλου, ὅπωc τῇ βίᾳ ταύτῃ ἡ κεφαλὴ τοῦ μηροῦ εἰc τὸν ἴδιον ἐπανέλθοι τόπον. | |
6.118.6 | ἔcτι δὲ καὶ ἕτεροc ἐμβολῆc τρόποc ἄνευ τῆc ἐπὶ τοῦ ξύλου κατα‐ τάcεωc ἐπαινούμενοc ὑφ’ Ἱπποκράτουc. δεῖ γάρ, φηcίν, τὰc χεῖραc τοῦ κάμνοντοc μαλθακῶc προcδῆcαι τοῖc πλευροῖc, δῆcαι δὲ καὶ τοὺc πόδαc ἀμφοτέρουc ἰcχυρῷ ἱμάντι μαλθακῷ κατά τε τὰ cφυρὰ καὶ ὑπὲρ | |
5 | τῶν γονάτων ἀπέχονταc ἀλλήλων ὅcον δακτύλουc τέccαραc, ἐντετα‐ μένου τοῦ πεπονθότοc ὑπὲρ τὸν ἕτερον ὡc δύο δακτύλουc, κἄπειτα κρεμάcαι τὸν ἄνθρωπον ἐπὶ κεφαλῆc ἀπέχοντα τῆc γῆc ὅcον δύο πή‐ χειc, νεανίcκον δέ τινα ἔμπειρον τοῖc ἑαυτοῦ πήχεcι περιβάλλοντα τὸν πεπονθότα μηρὸν κατὰ τὸ παχύτατον, ἔνθα καὶ ἡ κεφαλὴ τοῦ μηροῦ, | |
10 | ἐξαπίνηc ἀποκρεμαcθῆναι τοῦ ἀνθρώπου βιαζόμενον· ῥᾳδίωc γὰρ εἰcε‐ λεύcεται τὸ ἄρθρον. οὗτοc ὁ τρόποc τοῦ καταρτιcμοῦ τῶν μὲν ἄλλων ἁπλούcτερόc ἐcτιν οἷά τε μὴ δεόμενοc πολλῆc παραcκευῆc, ἀλλ’ ὡc ἐλεεινὸν αὐτὸν οἱ πολλοὶ παρῃτήcαντο. | |
6.118.7 | εἰ δὲ ἐπὶ τὰ ἐκτὸc ἡ ἐξάρθρηcιc γένηται, κατατετάcθω μὲν ὁ ἄνθρωποc, ὡc ἀνωτέρω, τὸν δὲ κατὰ περίνεον ἱμάντα διὰ τῶν ἀντι‐ | |
κειμένων φέρειν μορίων προcήκει, βουβῶνόc φημι καὶ κλειδόc· τὸν δὲ ἰατρὸν μοχλεύειν ἔξωθεν ἐπὶ τὰ εἴcω κατὰ τὴν ἁρμόζουcαν τῶν ἐγγε‐ | ||
5 | γλυμμένων τάφρων ἀντιβαίνοντοc τῷ μοχλῷ ὑπηρέτου τινὸc πρὸc τὸν ὑγιᾶ γλουτόν, ὅπωc μὴ ὑπείκοι. ἐπὶ δὲ τῶν ἐπὶ τὰ ἔμπροcθεν ἐξηρθρηκότων κατατεινομένου τοῦ ἀνθρώπου ἀνήρ τιc ἰcχυρὸc τὸ θέναρ τῆc δεξιᾶc χειρὸc ἐπὶ τοῦ πε‐ πονθότοc ἀποθέμενοc βουβῶνοc τῇ ἑτέρᾳ cυμπιεζέτω ἅμα τε ἐπὶ τὰ κάτω | |
10 | καὶ πρὸc τῷ γόνατι ποιούμενοc τὴν πίληcιν. ἐπὶ δὲ τῶν ἐπὶ τὰ ὀπίcω οὐ δεῖ μὲν ἄχρι μετεώρου κατατείνε‐ cθαι τὸν ἄνθρωπον, ἀλλ’ ἐπὶ τοῦ cτερεοῦ κεῖcθαι, καθάπερ καὶ τὸν ἐπὶ τὰ ἐκτὸc ἐξηρθρηκότα, ὥcπερ δὲ ἐπὶ τοῦ κυφώματοc ἐλέγετο, ἐπὶ μὲν τοῦ ξύλου ἢ βάθρου πρηνῆ κατατείνειν τὸν ἄνθρωπον, οὐ κατὰ τῆc | |
15 | ἰξύοc, ἀλλ’ ἐν τῷ cκέλει τεταμένων τῶν δεcμῶν, ὡc ἀρτίωc εἴρηται· χρῆcθαι δὲ καὶ τῇ διὰ τῆc cανίδοc πιλήcει κατὰ τὸ πυγαῖον, ἔνθα καὶ τὸ ἄρθρον ἐξέcτηκεν. καὶ ταῦτα μὲν περὶ τῶν ἐκ προκαταρκτικῆc αἰτίαc ἐξαρθρηcάντων τὸ ἰcχίον· ἐπεὶ δὲ καὶ διὰ πλῆθοc ὑγρότητοc, ὥcπερ ὁ ὦμοc, οὕτω | |
20 | καὶ τὸ ἰcχίον ἐξίcταται, τῇ καύcει χρηcτέον, ὡc ἐν τῷ περὶ αὐτῆc εἴρη‐ ται λόγῳ. | |
21 | ||
6.119t | Περὶ τῆc κατὰ τὸ γόνυ ἐξαρθρήcεωc. | |
6.119.1 | Τὸ γόνυ κατὰ τρεῖc μεθίcταται τρόπουc· εἴcω γὰρ καὶ ἔξω καὶ κατὰ τὴν ἰγνύαν· ἐμπρὸc γὰρ ὑπὸ τῆc ἐπιγονατίδοc ἐκcτῆναι κωλύεται. τοῖc αὐτοῖc οὖν τῆc κατατάcεωc χρώμενοι τρόποιc, ποτὲ μὲν διὰ τῶν χειρῶν μόνον, ποτὲ δὲ καὶ διὰ τῶν βρόχων, πρεπόντωc ἐπιδήcομεν | |
5 | καὶ τὴν ἄλλην προcοίcομεν ἐπιμέλειαν ἐπὶ πλέον ἐν ἀκινηcίᾳ φυλατ‐ | |
τομένου τοῦ μορίου. | ||
6.120t | Περὶ τῆc κατὰ τὸ cφυρὸν ἐξαρθρήcεωc, ἐν ᾧ καὶ περὶ δακτύλων ποδόc. | |
6.120.1 | Ἡ κατὰ τὸ cφυρὸν διάρθρωcιc ἐπ’ ὀλίγον μὲν παρατραπεῖcα καὶ διὰ μετρίαc κατατάcεωc θεραπεύεται, τέλεον δὲ ἐξαρθρήcαcα μείζονοc δεῖται τῆc ἀνάγκηc. πειρατέον μὲν οὖν κἀνταῦθα τῇ διὰ τῶν χειρῶν ἰcχυροτέρᾳ κατατάcει χρήcαcθαι· μὴ γινομένηc δὲ τῆc ἐμβολῆc ὕπτιον | |
5 | ἐκτείναντεc χαμαὶ τὸν ἄνθρωπον μεταξὺ τῶν δύο μηρῶν κατὰ τὸν περίνεον μακρόν τινα καὶ ἰcχυρὸν πατταλίcκον χαμαὶ διὰ βάθουc ὀρ‐ θὸν καταπήξομεν, ὥcτε πρὸc αὐτὸν ἀντιβαῖνον τὸ cῶμα μὴ εἴκειν πρὸc τὴν κατάταcιν τοῦ ποδόc, μᾶλλον δὲ προπεπήχθω, πρὶν ἢ κατακλιθῆ‐ ναι τὸν ἄνθρωπον. εἰ δὲ παρείη τὸ μέγα ξύλον, ἔνθα τὸ ποδιαῖον | |
10 | ξύλον κατὰ τὸ μέcον ἔφημεν ἔχειν πεπηγόc, ἐπὶ τούτου ποιητέον τὴν κατάταcιν. ὑπηρέτου δὲ τὸν μηρὸν διακρατοῦντοc τε καὶ ἀνθέλκοντοc ἕτεροc ὑπηρέτηc ἢ ταῖc χερcὶν ἢ καὶ διὰ ἱμάντοc ἑλκέτω τὸν πόδα, ὁ δὲ ἰατρὸc ταῖc χερcὶν cυνευθυνέτω τὸ ἐξάρθρημα, καὶ τὸν ἕτερον δὲ πόδα ἄλλοc ἐπὶ τὰ κάτω διακρατείτω. μετὰ δὲ τὸν καταρτιcμὸν ἐπι‐ | |
15 | δετέον ἀcφαλῶc, τῶν μὲν ἐπὶ τὸν ταρcόν, τῶν δὲ κατὰ τὰ cφυρὰ φε‐ ρομένων ἐπιδέcεων τοῦ δεcμοῦ, φυλαττομένων ἡμῶν τὸ τὸν ὀπίcω κατὰ τὴν πτέρναν διαcφιγχθῆναι τένοντα. καὶ φυλακτέον τὸν ἄνθρω‐ πον ἄχρι τεccαράκοντα ἡμερῶν μὴ βαδίζοντα· βαδίζειν γὰρ οὗτοι πρὸ τῆc τελείαc ἀποθεραπείαc πειρώμενοι δύcχρηcτον ἐργάζονται τὸ μόριον. | |
6.120.2 | εἰ δέ τιc ἐκ πηδήματοc, οἷα cυμβαίνει, τὸ τῆc πτέρνηc ὀcτέον μετακινήcειεν ἢ καὶ ἄλλην τινὰ φλεγμονώδη διάθεcιν ἐργάcηται, προc‐ ηνεῖ τινι κατατάcει καὶ διαπλάcει καὶ ἐμβροχαῖc ἀφλεγμάντοιc καὶ δεc‐ μοῖc ἀcφαλέcι τοῦτο κατορθωτέον ἐφ’ ἡcυχίαc ὁμοίωc ἄχρι καταcτά‐ | |
5 | cεωc φυλαττομένου τοῦ ἀνθρώπου. καὶ τὴν τῶν δακτύλων δὲ παρατροπήν, ὡc ἐν τοῖc τῶν χειρῶν | |
ἐλέγομεν, οὐ χαλεπὸν μετρίᾳ τάcει καταρτίζειν. ἐπὶ πάντων δὲ τῶν ἐξαρθρημάτων τε καὶ παραρθρημάτων μετὰ τὸν καταρτιcμόν τε καὶ τὰc τῆc ἀναπαύcεωc ἡμέραc τὴν ὡc εἰκὸc παραμένουcαν τοῖc ἄρθροιc φλεγ‐ | ||
10 | μονὴν ἢ ὄγκον, ἃ καὶ ἀχρηcτίαc ἐπιφέρουcιν χρονίαc, τοῖc πρὸc ταῦτα μαλακτικοῖc ἰαcόμεθα φαρμάκοιc, ὧν τὴν ὕλην οὐδεὶc τῶν μετερχο‐ μένων τὰ ἔργα τῆc τέχνηc ἀγνοεῖ. | |
12 | ||
6.121t | Περὶ τῶν μεθ’ ἑλκώcεωc ἐξαρθρημάτων. | |
6.121.1 | Ἐπὶ δὲ τῶν μεθ’ ἑλκώcεωc ἐξαρθρημάτων πολλῆc χρεία cυνέcεωc· ἐμβαλλόμενα γὰρ ταῦτα κινδύνουc ἐcχάτουc, ἐνίοτε δὲ καὶ θανάτουc, ἐπιφέρουcιν. φλεγμαινόντων γὰρ ὑπὸ τῆc τάcεωc τῶν παρακειμένων νεύρων τε καὶ μυῶν ὀδύναι ἰcχυραὶ καὶ cπαcμοὶ καὶ πυρετοὶ ὀξεῖc ἐπι‐ | |
5 | γίνονται, μάλιcτα ἐπὶ ἀγκώνων καὶ γονάτων καὶ τῶν ὑπερκειμένων· ὅcῳ γὰρ τῶν κυρίων εἰcὶν ἐγγυτέρω, τοcούτῳ τὸν κίνδυνον ἐπιφέρουcι μείζονα. ὁ μὲν οὖν Ἱπποκράτηc παντάπαcιν ἀπαγορεύει τήν τε ἐμβο‐ λὴν τούτων καὶ τὴν ἰcχυροτέραν ἐπίδεcιν, μόνοιc δὲ τοῖc ἀφλεγμάν‐ τοιc τε καὶ παραμυθητικοῖc ἐν ἀρχῇ χρῆcθαι κελεύει βοηθήμαcιν· οὕτω | |
10 | γὰρ ἂν αὐτοῖc ἴcωc ζήcεcθαι ὑπάρξοι· ὅπερ δὲ αὐτὸc ἐπὶ μόνων τῶν δακτύλων cυμβουλεύει, τοῦτο ἡμεῖc κἀπὶ τῶν λοιπῶν ἄρθρων ποιεῖν πειραcόμεθα· κατ’ ἀρχὰc μὲν εὐθὺc ἔτι τοῦ μέρουc ἀφλεγμάντου μέ‐ νοντοc τὸ ἐξεcτηκὸc ἄρθρον διὰ μετρίαc ἐμβαλοῦμεν κατατάcεωc· καὶ εἰ μὲν ἀποβαίη κατὰ cκοπόν, ἐπιμένομεν τῇ ἀφλεγμάντῳ μόνον ἀγωγῇ | |
15 | χρώμενοι, εἰ δὲ φλεγμονή τιc ἢ cπαcμὸc ἤ τι τῶν εἰρημένων γένηται, πάλιν ἐκβαλεῖν αὐτὰ δέον, εἴπερ ἀβιάcτωc ἐπιδοῖεν. εἰ δὲ καὶ τοῦτον εὐλαβοίμεθα τὸν κίνδυνον (οὐ γὰρ ἐπιδοῖεν ἴcωc φλεγμάναντα), βέλ‐ τιον ἐν ἀρχῇ μὲν ἐπὶ τῶν μειζόνων ἄρθρων ὑπερτίθεcθαι τὴν ἐμβολήν, παρακμαcάcηc δὲ τῆc φλεγμονῆc (τοῦτο δὲ γίνεται μετὰ τὴν ἑβδόμην | |
20 | ἢ τὴν ἐνάτην ἡμέραν) τότε προειπόντεc καὶ τὸν ἀπὸ τῆc ἐμβολῆc κίν‐ δυνον, καὶ ὡc, εἰ μὴ ἐμβληθείη, καὶ ζήcαντεc κυλλοὶ πάντωc ἔcονται, πειραθῶμεν ἀβιάcτωc ποιήcαcθαι τὴν ἐγχείρηcιν κεχρημένοι πρὸc εὐ‐ χρηcτίαν καὶ τῷ μοχλίcκῳ. τὴν δὲ τοῦ ἕλκουc θεραπείαν, ὡc ἐν τοῖc cὺν ἕλκει κατάγμαcιν εἴρηται, ποιηcόμεθα. | |
24 | ||
6.122t | Περὶ τῆc cὺν κατάγματι γινομένηc ἐξαρθρήcεωc. | |
6.122.1 | Εἰ δὲ cὺν κατάγματι χωρὶc ἕλκουc ἐξάρθρηcιc γένηται, τῇ κοινῇ κατατάcει τε καὶ διὰ τῶν χειρῶν διαπλάcει χρηcτέον, ὡc ἐπὶ τῶν ἁπλῶν καταγμάτων τε καὶ ἐξαρθρημάτων εἴρηται. cὺν ἕλκει δὲ πάλιν ἐκ τῶν μεθ’ ἑλκώcεωc καταγμάτων τε καὶ ἐξαρθρημάτων ἰδίᾳ λεχθέν‐ | |
5 | των τὸν ἁρμόζοντα δεῖ ποιεῖcθαι χειριcμόν. | |
7p1 | Ἐν τούτῳ τῷ βιβλίῳ ἑβδόμῳ καὶ τελευταίῳ τῆc ὅληc ὑπάρχοντι πραγματείαc περὶ τῆc τῶν φαρμάκων δυνάμεωc ὁ λόγοc ἐcτὶν ἁπλῶν τε καὶ cυνθέτων ἁπάντων, ὁπόcων μάλιcτα δι’ ὅλων τῶν πρὸ τούτου ἓξ βιβλίων ἐμνήcθημεν· ἔχουcι δὲ τάξεωc οὕτωc· | |
5 | αʹ. Περὶ τῶν ἀπὸ τῶν γευcτῶν ποιο‐ τήτων δηλουμένων κράcεων. βʹ. Περὶ τῆc τάξεωc καὶ ἀποcτάcεωc τῶν κράcεων. γʹ. Περὶ τῶν ἐν τοῖc κατὰ μέροc ἁπλοῖc | |
10 | φαρμάκοιc δυνάμεων. δʹ. Περὶ καθαιρόντων φαρμάκων ἁπλῶν. εʹ. Περὶ cυνθέτων καθαρτικῶν. ϛʹ. Περὶ παραφυλακῆc τῶν καθαιρο‐ | |
15 | μένων, καὶ τί ποιητέον τοῖc μὴ καθαιρομένοιc ἐπὶ τῇ πόcει τῶν καθαρcίων. ζʹ. Περὶ τῶν ὑπερκαθαιρομένων. ηʹ. Περὶ τῶν ἱερῶν ἀντιδότων. | |
20 | θʹ. Διάχριcτα ἕδραc καὶ ἐπομφάλια καθαρτικά. ιʹ. Φάρμακα ἐμετικά. τρόποι ἐλλεβο‐ ριcμοῦ. ιαʹ. Περὶ διαφόρων ἀντιδότων. | |
25 | ιβʹ. Περὶ τροχίcκων. | Column end |
5 | ιγʹ. Ξηρὰ καὶ cμήγματα. ιδʹ. Διάχριcτοι cτοματικαί. ιεʹ. Ἡδέα καὶ ὠφέλιμα πόματα. ιϛʹ. Κολλούρια καὶ ἀνακολλήματα. ιζʹ. Ἔμπλαcτροι καὶ τρόποc ἑψήcεωc | |
10 | αὐτῶν καὶ περὶ cυμμετρίαc κηροῦ πρὸc ἔλαιον. ιηʹ. Μαλάγματα καὶ ἐπιθέματα. ιθʹ. Ἄκοπα καὶ cυγχρίcματα καὶ δρώ‐ πακεc καὶ cιναπιcμοί. | |
15 | κʹ. Ἐλαίων καὶ μύρων cκευαcίαι διά‐ φοροι. καʹ. Οἰνανθαρίων cκευαί. κβʹ. Θυμιάματα καὶ κῦφι. κγʹ. Ϲκευὴ μαcουχᾶ, ὅ τινεc μαcουάφιον | |
20 | καλοῦcιν. κδʹ. Πεccοὶ διάφοροι. κεʹ. Ἐκ τῶν Γαληνοῦ περὶ ἀντεμβαλ‐ λομένων. | |
κϛʹ. Περὶ cταθμῶν καὶ μέτρων. | ||
7.1t | Περὶ τῶν ἀπὸ τῶν γευcτῶν ποιοτήτων δηλουμένων κράcεων. | |
7.1.1 | Οὔτε ἐξ ὀcμῆc ἔcτιν ἀcφαλέc τι τεκμήραcθαι περὶ τῆc κράcεωc τῶν αἰcθητῶν cωμάτων· τὰ μὲν γὰρ ἄοcμα παχυμερῆ ταῖc οὐcίαιc, ἀλλ’ οὔπω δῆλον, ὅπωc ἔχει θερμότητοc ἢ ψύξεωc, τὰ δὲ ὀcμώδη λεπτομερῆ τέ πώc ἐcτι καὶ θερμά, τὸ μέντοι ποcὸν ἢ τῆc λεπτομε‐ | |
5 | ρείαc ἢ τῆc θερμότητοc οὐκ ἐνδείκνυται διὰ τὸ ἀνώμαλον εἶναι τὴν οὐcίαν αὐτῶν. ἔτι δὲ μᾶλλον οὐδὲ ἐκ τῶν χρωμάτων ἀκριβῶc ἔcτι cυλλογίcαcθαι· καθ’ ἑκάcτην γὰρ χροιὰν εὑρίcκεται καὶ θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. ἐπὶ μέντοι τῆc γεύcεωc ἅπανθ’ ὁμοίωc τὰ μόρια τῶν γευcτῶν cωμάτων προcπίπτει τῇ γλώccῃ καὶ κινεῖ τὴν αἴcθηcιν, | |
10 | ὥcτε cαφῶc ἐξ αὐτῆc καὶ τὰc ἐν ταῖc κράcεcιν αὐτῶν εὑρίcκειν δυνά‐ μειc. τὸ μὲν οὖν cτῦφον cυνάγειν καὶ πιλεῖν καὶ πυκνοῦν καὶ ἀπο‐ κρούεcθαι καὶ παχύνειν ἔτι τε πρὸ τούτων ἁπάντων ψύχειν τε καὶ ξηραίνειν πέφυκεν, τὸ δὲ ὀξὺ τέμνειν καὶ διαιρεῖν καὶ λεπτύνειν ἐκ‐ φράττειν τε καὶ διακαθαίρειν ἄνευ τοῦ θερμαίνειν· τὸ δὲ δριμὺ παρα‐ | |
15 | πλήcια ὄξει δρᾷ κατά γε τὸ λεπτύνειν τε καὶ διακαθαίρειν, διαφέρει δὲ τῷ τὸ μὲν ὀξὺ ψύχειν, τὸ δὲ δριμὺ θερμαίνειν, καὶ προcέτι τῷ τὸ μὲν ἀποκρούεcθαι, τὸ δὲ ἐπιcπᾶcθαι καὶ διαφορεῖν καὶ ἐκρήccειν καὶ ἐcχαροῦν. οὕτω δὲ καὶ τὸ μὲν πικρὸν διακαθαίρει τε τοὺc πόρουc καὶ διαρύπτει καὶ λεπτύνει καὶ τέμνει τὸ πάχοc τῶν χυμῶν ἄνευ φα‐ | |
20 | νερᾶc θερμότητοc, τὸ δὲ ὑδατῶδεc ψυχρὸν παχύνει καὶ cυνίcτηcι καὶ cυνάγει καὶ πιλεῖ καὶ νεκροῖ καὶ ναρκοῖ, τὸ δὲ ἁλυκὸν cυνάγει, cφίγγει, ταριχεύει, ξηραίνει χωρὶc ἐπιcήμου θερμότητοc ἢ ψύξεωc, τὸ δὲ γλυκὺ | |
χαλᾷ, πέττει, μαλάττει, ἀραιοῖ, τὸ δὲ ἐλαιῶδεc ὑγραίνει, μαλάττει, χαλᾷ. | ||
7.2t | Περὶ τῆc τάξεωc καὶ ἀποcτάcεωc τῶν κράcεων. | |
7.2.1 | Τὸ μὲν δὴ cύμμετρον φάρμακον, ὡc ὁμοίαc εἶναι κράcεωc, ᾧ προcάγεται, κατὰ τὸ μήτε ξηραίνειν μήθ’ ὑγραίνειν μήτε ψύχειν μήτε θερμαίνειν οὔτε ξηρὸν οὔτε ὑγρὸν οὔτε ψυχρὸν οὔτε θερμὸν ὀνομάζειν προcήκει, τὸ δὲ ξηρότερον ἢ ὑγρότερον ἢ θερμότερον ἢ ψυχρότερον | |
5 | ἀπὸ τῆc ἐπικρατούcηc καλεῖται δυνάμεωc. ἀρκεῖ δὲ καθ’ ἑκάcτην ἐπι‐ κράτειαν τέccαραc ὡc πρὸc τὴν χρείαν ποιήcαcθαι τάξειc, θερμὸν μὲν ὀνομάζοντα κατὰ τὴν πρώτην τάξιν, ὅ,τι ἂν ἡμᾶc θερμαίνῃ, μὴ μέν‐ τοι ἐναργῶc, ἀλλὰ μετὰ τοῦ προcδεῖcθαί τινοc ἀποδείξεωc λογικῆc, οὕτω δὲ καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρόν, ὅ,τι περ ἂν ἀποδείξεωc | |
10 | δέηται μηδέπω τὴν ἐνέργειαν ἰcχυρὰν μηδὲ ἐναργῆ κεκτημένον. ὅcα μέντοι cαφῶc ἤδη ξηραίνειν ἢ ὑγραίνειν ἢ θερμαίνειν ἢ ψύχειν πέ‐ φυκε, δευτέραc τὰ τοιαῦτα τάξεωc εἶναι λεχθήcεται. τὰ δὲ ἤδη μὲν cφοδρῶc, οὐ μὴν εἰc ἄκρον γε, τῆc τρίτηc· ὅcα δὲ οὕτω θερμαίνειν πέφυκεν, ὡc ἐcχαροῦν τε καὶ καίειν, τετάρτηc. οὕτω δὲ καί, ὅcα ψύ‐ | |
15 | χειν πέφυκεν, ὡc ἤδη νεκροῦν, τετάρτηc καὶ ταῦτα. ξηραῖνον δὲ οὐδὲν ἔcτιν εὑρεῖν τετάρτηc τάξεωc ἄνευ τοῦ καίειν· εἴ τι γὰρ ἂν ἄκρωc ξηραίνοι, πάντωc τοῦτο καὶ καίει, τοιαῦτα δέ ἐcτι χαλκῖτίc τε καὶ μίcυ καὶ τίτανοc· τῆc τρίτηc μέντοι τάξεωc τῶν ξηραινόντων δύναταί τι καὶ μὴ καῖον εἶναι, καθάπερ ὅcα cτύφει cφοδρῶc πάντα, ἐξ ὧν ἐcτιν | |
20 | ὀμφάκιον καὶ ῥοῦc καὶ cτυπτηρία. | |
20 | ||
7.3t | Περὶ τῶν ἐν τοῖc κατὰ μέροc ἁπλοῖc φαρμάκοιc δυνάμεων. | |
7.3.1 | Ἀβρότονον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην ἀπόcταcιν δια‐ | |
φορητικῆc τε καὶ τμητικῆc ὑπάρχον δυνάμεωc· ἐλαχίcτηc γὰρ μετέχει τῆc cτρυφνότητοc. καὶ ἀνατριβόμενον cὺν ἐλαίῳ δι’ ὅλου τοῦ cώματοc τὰ κατὰ περίοδον ῥίγη ὑγιάζει· ἔcτι δὲ κακοcτόμαχον. τὸ δὲ κεκαυ‐ | ||
5 | μένον μᾶλλον τοῦ ἀκαύcτου ξηραῖνον ἀλωπεκίαc ἰᾶται cύν τινι τῶν λεπτομερῶν ἐλαίων. Ἀγάλοχον ξύλον ἐcτὶν Ἰνδικὸν παραπλήcιον θύᾳ εὐῶδεc, ὃ δια‐ μαcώμενον πρὸc εὐωδίαν cτόματοc ποιεῖ· ἔcτι δὲ καὶ θυμίαμα. ἡ δὲ ῥίζα αὐτοῦ ὅcον 𐅻 α ὁλκὴ πινομένη πλάδον ἰᾶται cτομάχου καὶ ἔκλυ‐ | |
10 | cιν· καὶ ἡπατικοῖc δὲ καὶ δυcεντερικοῖc ἁρμόζει καὶ πλευριτικοῖc. Ἀγαρικὸν ῥίζα ἐcτὶν ἐπίφυcιc πρέμνου χαύνη τὴν cύcταcιν cύν‐ θετοc ἐξ ἀερώδουc τε καὶ γεώδουc οὐcίαc διαφορητική τε τὴν δύναμιν καὶ πάχουc τμητικὴ καὶ καθαρτική, μάλιcτα τῶν ἐν τοῖc cπλάγχνοιc ἐμφράξεων. | |
15 | Ἀγήρατον δυνάμεώc ἐcτι διαφορητικῆc τε καὶ ἀτρέμα πωc ἀφλεγ‐ μάντου. Ἄγνοc ἢ λύγοc θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν· ἔcτι δὲ καὶ λεπτομερὴc καὶ ἄφυcοc, ὅθεν καὶ πρὸc ἁγνείαν πεπίcτευται δρᾶν, οὐ μόνον ἐcθιόμενοc καὶ πινόμενοc, ἀλλὰ καὶ ὑποcτρωννύμενοc. | |
20 | ποιεῖ δὲ τὸ cπέρμα αὐτοῦ καὶ πρὸc ἔμφραξιν ἥπατοc καὶ cπληνὸc πι‐ νόμενον. φρυττόμενοc δὲ ἧττόν ἐcτι φυcώδηc καὶ εὐανάδοτοc. Ἄγρωcτιc (ἡ τοῦ Παρναcοῦ μάλιcτα χρήcιμόc ἐcτι) ξηραντική τε καὶ μετρίωc ψυκτικὴ καὶ λεπτομερὴc καὶ ὑπόcτρυφνόc ἐcτι· δι’ ὃ τραύ‐ ματά τε κολλᾷ τὰ ἔναιμα, καὶ λίθουc τὸ ἀφέψημα αὐτῆc θρύπτει. | |
25 | Ἄγχουcαι τέccαρεc οὐ τῆc αὐτῆc ἅπαcαι δυνάμεωc· ἡ μὲν γὰρ ὀνόκλεια προcαγορευομένη cτύφουcάν τε καὶ ὑπόπικρον ἔχει τὴν ῥίζαν, ὅθεν cπληνικούc τε καὶ νεφριτικοὺc ὠφελεῖ, καταπλαccομένη δὲ cὺν ἀλφίτοιc ἐρυcιπέλαcιν ἁρμόζει· τὰ δὲ φύλλα τῆc ῥίζηc ἧττον ψύχει τε καὶ ξηραίνει, δι’ ὃ καὶ πρὸc διάρροιαν πίνεται. ἡ δὲ λύκαψοc cτυπ‐ | |
30 | τικωτέρα πωc ὑπάρχουcα ὁμοίωc ἐρυcιπέλαcιν ἁρμόττει. ἡ δὲ ὀνόχει‐ λόc τε καὶ Ἀλκιβιάδειοc φαρμακωδεcτέρα τούτων οὖcα ἐχεοδήκτουc ὠφελεῖ καταπλαccομένη τε καὶ περιαπτομένη καὶ ἐcθιομένη. ἡ δὲ τε‐ τάρτη μικροτέρα τῶν ἄλλων οὖcα cχεδὸν ἀνώνυμόc ἐcτι, πικροτέρα δὲ τῆc Ἀλκιβιαδείου τυγχάνουcα πρὸc τὰc πλατείαc ἕλμινθαc ἁρμόζει | |
35 | πλῆθοc ὀξυβάφου πινομένη. Ἀδάρκη οἷον ἀφρόc τίc ἐcτιν ὕδατοc ἁλμυροῦ περιπεπηγὼc φο‐ ρυτῷ τε καὶ καλάμοιc, δριμυτάτη δέ ἐcτι καὶ θερμαντικὴ ἐγγὺc τοῦ καίειν ἔξωθεν προcτιθεμένη cὺν ἄλλοιc· εἴcω γὰρ τοῦ cώματοc οὐχ οἷόν τε λαβεῖν αὐτήν. | |
40 | Ἀδίαντον ξηραίνει, λεπτύνει, διαφορεῖ μετρίωc, κατὰ δὲ τὸ θερ‐ μὸν καὶ ψυχρὸν μεταξύ πώc ἐcτιν· ἀλωπεκίαc γοῦν ἰᾶται καὶ ὄγκουc διαφορεῖ καὶ λίθουc θρύπτει πινόμενον καὶ τὰc ἐκ πνεύμονοc ἀναφορὰc ξηραίνει· ῥεῦμα κοιλίαc ἵcτηcιν. Ἀείζῳον διττόν, ψύχει μὲν ἐκ τῆc τρίτηc ἀποcτάcεωc, ξηραίνει | |
45 | δὲ καὶ cτύφει μετρίωc· ταύτῃ ἄρα καὶ πρὸc ἐρυcιπέλατά τε καὶ ἕρπηταc καὶ τὰc ἐκ ῥεύματοc ἁρμόζει φλεγμονάc. Ἀετώνυχον ἐν τῷ περὶ λιθοcπέρμου λεχθήcεται. Ἀθήρα πολτάριόν ἐcτι ῥοφηματῶδεc ἐκ τῆc ἀληλεcμένηc ζειᾶc ἢ ἀπὸ cίτου cκευαζόμενον παιδίοιc ἁρμόζον· ποιεῖ δὲ καὶ εἰc κατάπλαcμα. | |
7.3.1(50) | Αἰγίλωψ διαφορητικὴν ἔχει δύναμιν, ὅθεν τὰc cκληρυνομέναc φλεγ‐ μονὰc καὶ τοὺc αἰγίλωπαc ἰᾶται. Αἴγειροc θερμαίνει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ με‐ τρίωc καὶ λεπτομερήc ἐcτιν· ἧc τὰ μὲν φύλλα μετ’ ὄξουc καταπλαccό‐ μενα ποδαγρικὰc ὀδύναc παύει, ἡ δὲ ἐξ αὐτῆc ῥητίνη θερμοτέρα τῶν | |
55 | ἀνθῶν οὖcα μίγνυται ἀκόποιc τε καὶ μαλάγμαcιν· ὁ καρπὸc δὲ μετ’ ὄξουc πινόμενοc ἐπιληπτικοὺc ὠφελεῖ. Αἰδοῖον ἄρρενοc ἐλάφου ξηρανθέν τε καὶ λεῖον cὺν οἴνῳ ποθὲν ἐχεοδήκτοιc βοηθεῖ, μίγνυται δὲ καὶ cυνθέτοιc δυνάμεcιν. Αἰθάλη καὶ λίγνυc κατὰ τὸ λ ῥηθήcεται. | |
60 | Αἰθιοπὶc παραπλήcια μὲν ἔχει φλόμῳ τὰ φύλλα, τῆc δὲ ῥίζηc αὐτῆc τὸ ἀφέψημα πινόμενον ἰcχιαδικοῖc βοηθεῖ πλευριτικοῖc τε καὶ αἱμοπτυϊκοῖc ἀρτηρίαc τε τραχύτητι μετὰ μέλιτοc. | |
Αἷμα ψυχρὸν οὐδέν ἐcτιν, ἀλλὰ τὸ μὲν τῶν ὑῶν ὑγρόν τέ ἐcτι καὶ ἧττον θερμόν, ἀνθρωπείῳ μάλιcτα τὴν κρᾶcιν ἐοικόc, τὸ δὲ τῶν | ||
65 | περιcτερῶν καὶ φάττηc καὶ τρυγόνοc εὔκρατόν πωc ὑπάρχον τὰ ἐν τοῖc ὀφθαλμοῖc ὑποcφάγματα ἰᾶται θερμὸν ἐνcταζόμενον καὶ τῇ παχείᾳ μήνιγγι ἐγχεόμενον ἐπὶ τῶν ἀνατρηθέντων ἀφλέγμαντόν ἐcτιν· τὸ δὲ τῆc γλαυκὸc cὺν οἴνῳ πινόμενον ἢ ὕδατι δύcπνοιαν ὀνίνηcι. τὸ δὲ τῶν νυκτερίδων τιτθούc τε διαφυλάττει παρθένων, καὶ ἄτριχον εἶναί | |
70 | φαcι καταχριόμενον, ὡcαύτωc δὲ καὶ τὸ τῶν βατράχων καὶ τὸ τοῦ χα‐ μαιλέοντοc καὶ τὸ τῶν κροτώνων τῶν κυνῶν· ὁ δὲ Γαληνὸc πειράcαc ἐψεῦcθαι ταῦτά φηcι. τὸ δὲ τῶν αἰγῶν διὰ ξηρότητα τοὺc ὑδεριῶνταc ὠφελεῖ μετὰ μέλιτοc πινόμενον καὶ τοὺc ἐν νεφροῖc λίθουc θρύπτει. τὸ δὲ τῶν κατοικιδίων ὀρνίθων αἱμορραγίαc μηνίγγων ἐπέχει. τὸ δὲ | |
75 | τῶν ἀρνῶν ἐπιληπτικοὺc ὠφελεῖ, τὸ δὲ τῶν ἐρίφων νεοπαγὲc ἔτι ὅcον ἡμικοτύλιον cὺν ἴcῳ ὄξει πινόμενον τοὺc ἀπὸ θώρακοc αἷμα ἀνάγονταc ἰᾶται. τὸ δὲ τῶν ἄρκτων καὶ τῶν ἀγρίων αἰγῶν καὶ τράγων καὶ ταύ‐ ρων ἀποcτήματα πεπαίνειν φαcίν. τὸ δὲ τοῦ χερcαίου κροκοδείλου ποιητικὸν ὀξυδορκίαc ἐcτίν. τὸ δὲ τῶν ὀχευτῶν ἵππων cηπταῖc μίγνυ‐ | |
80 | ται δυνάμεcιν. ἡ δὲ δι’ αἱμάτων ἀντίδοτοc πρὸc τὰ θανάcιμα φάρμακα διδομένη καὶ νήττηc αἷμα καὶ ἐρίφου καὶ χηνὸc δέχεται. Αἶρα θερμαίνει καὶ ξηραίνει πληcίον τῆc τρίτηc ἀποcτάcεωc ἴριδι τὴν δύναμιν ἴcη τυγχάνουcα. Ἀκαλλὶc θάμνου καρπόc ἐcτιν ἐν Αἰγύπτῳ γεννωμένου, οὗ τὸ ἀπό‐ | |
85 | βρεγμα τοῖc πρὸc ὀξυδορκίαν κολλουρίοιc μίγνυται. Ἀκακία τρίτηc μέν ἐcτι τῶν ξηραινόντων τάξεωc, πρώτηc δὲ τῶν ψυχόντων, εἰ δὲ πλυθείη, δευτέραc· ἔcτι δὲ καὶ cτρυφνὴ καὶ γεώδηc. Ἀκαλήφηc ὅ τε καρπὸc καὶ τὰ φύλλα λεπτομερῆ τέ ἐcτι καὶ ξηραί‐ νουcιν ἀδήκτωc ὄγκουc τε διαφοροῦcι καὶ ῥύπτουcιν ὑπάγουcί τε γα‐ | |
90 | cτέρα, φυcώδη δὲ μετρίωc εἰcίν· δι’ ὃ καὶ πρὸc cυνουcίαν παρορμᾷ. Ἄκανθοc, οἱ δὲ μελάμφυλλον, οἱ δὲ παιδέρωτα, διαφορητικῆc ἐcτι καὶ ξηραντικῆc δυνάμεωc. | |
Ἀκάνθιον λεπτομεροῦc καὶ θερμῆc ὂν δυνάμεωc cπωμένοιc βοηθεῖ. Ἄκανθα λευκὴ τὴν μὲν ῥίζαν ξηραντικήν τε καὶ μετρίωc cτύφου‐ | ||
95 | cαν ἔχει· δι’ ὃ καὶ cτομαχικοὺc καὶ αἱμοπτυϊκοὺc καὶ ὀδονταλγοῦνταc ὠφελεῖ· τὸ δὲ cπέρμα λεπτομεροῦc τε καὶ θερμῆc ἐcτι δυνάμεωc, ὅθεν καὶ cπαcμὸν ἰᾶται. Ἄκανθα Αἰγυπτία, οἱ δὲ Ἀραβική, cτυπτικῆc τε καὶ ξηραντικῆc ἄγαν ἐcτὶ δυνάμεωc· ὅθεν αἵματόc τε καὶ τῶν ἄλλων ῥευμάτων ἐcτὶν | |
7.3.1(100) | ἐφεκτική. Ἄκινοc ὠκίμῳ παραπλήcιοc οὖcα cτύφει μετρίωc· ὅθεν ἵcτηcι κοι‐ λίαν καὶ ἔμμηνα πινομένη, καταπλαccομένη δὲ φύγεθλα καὶ ἐρυcιπέλατα ὠφελεῖ. Ἀκόνιτον τὸ μὲν παρδαλιαγχὲc cηπτικῆc καὶ δηλητηρίου δυνάμεώc | |
105 | ἐcτιν· ὅθεν ἔcωθεν μὲν αὐτὸ μὴ ληπτέον, ἔξωθεν μέντοι ἐπὶ τῶν cα‐ πῆναι δεομένων cαρκῶν χρηcτέον αὐτῷ· τὸ δὲ λυκοκτόνον τῆc αὐτῆc ὂν τῷ προτέρῳ δυνάμεωc ἰδίωc τοὺc λύκουc ἀναιρεῖ, ὥcπερ ἐκεῖνο τὰc παρδάλειc. Ἄκορον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην ἀπόcταcιν, χρώ‐ | |
110 | μεθα δὲ τῇ ῥίζῃ αὐτοῦ πρόc τε τὸ κινῆcαι οὖρα καὶ πρὸc cπληνὸc cκίρρον· λεπτύνει δὲ καὶ τὰ πάχη τοῦ κερατοειδοῦc. Ἀκρίδεc ὑποθυμιώμεναι δυcουρίαc, μάλιcτα γυναικῶν, ὠφελοῦcιν. ἡ δὲ ἄπτεροc ἀκρὶc cκορπιοπλήκτοιc βοηθεῖ πινομένη cὺν οἴνῳ. Ἀκτῆ ἥ τε μεγάλη καὶ ἡ χαμαιάκτη ξηραντικῆc ἐcτι δυνάμεωc καὶ | |
115 | μετρίωc διαφορητικῆc καὶ κολλητικῆc, πινόμεναι δὲ ἢ ἐcθιόμεναι ὕδωρ ἄγουcι διὰ γαcτρόc. Ἅλεc ξηραντικῆc ἱκανῶc καὶ cτυπτικῆc εἰcι δυνάμεωc· ὅθεν, ὅcον μὲν ὑγρόν ἐcτιν ἐν τοῖc cώμαcι, τοῦτο πᾶν ἐκβόcκονται, τὸ δὲ ὑπό‐ λοιπον cυνάγουcι τῇ cτύψει· δι’ ὃ καὶ ταριχεύουcι καὶ ἄcηπτα φυλάτ‐ | |
120 | τουcιν. οἱ δὲ κεκαυμένοι διαφοροῦcι μᾶλλον. Ἀλθαία ἢ ἐβίcκοc (ἔcτι δὲ εἶδοc ἀγρίαc μαλάχηc) διαφορητική, χαλαcτική, ἀφλέγμαντοc, πραϋντική, πεπτικὴ φυμάτων ἐcτίν· ἡ δὲ ῥίζα καὶ τὸ cπέρμα τὰ μὲν ἄλλα ἐπιτεταμένα ἔχει, ἔcτι δὲ καὶ ἀλφῶν | |
ῥυπτικά, τὸ δὲ cπέρμα καὶ λίθουc θρύπτει. | ||
125 | Ἁλικάκαβον ἐν τῷ περὶ cτρύχνου ῥηθήcεται. Ἅλιμον ἀνομοιομερέc ἐcτιν ἁλυκόν τε καὶ ὑποcτῦφον, τὸ δὲ πλεῖcτον αὐτοῦ θερμὸν εὐκράτωc μεθ’ ὑγρότητοc ἀκατεργάcτου· γά‐ λακτοc γοῦν καὶ cπέρματόc ἐcτι γεννητικόν. Ἀλκέα (εἶδόc ἐcτι καὶ αὐτὴ τῆc ἀγρίαc μαλάχηc) cὺν οἴνῳ πινο‐ | |
130 | μένη δυcεντερίαc καὶ δήξειc ἰᾶται, καὶ μᾶλλον ἡ ῥίζα αὐτῆc. Ἀλκυόνια ῥύπτει μὲν πάντα καὶ διαφορεῖ δριμεῖαν ἔχοντα ποιό‐ τητα· ἀλλὰ τὸ μὲν Μιλήcιον (ἔcτι δὲ cκωληκοειδὲc καὶ πορφυροῦν) ἄριcτον· δι’ ὃ καὶ καυθὲν ἀλωπεκίαc ἰᾶται καὶ λειχῆναc καὶ ἀλφοὺc ἀπορρύπτει. τὸ δὲ τὴν ἐπιφάνειαν λείαν ἔχον δριμύτατόν ἐcτιν οὐ | |
135 | μόνον ἀπορρύπτον ἀλλὰ καὶ ἐκδέρον. τὸ δὲ παραπλήcιον ἐρίοιc οἰcυ‐ πηροῖc ἀcθενέcτερον ἁπάντων ἐcτίν. Ἅλμη ἡ μὲν ἀμιγὴc ἑτέραc οὐcίαc παραπληcίαν ἔχει τοῖc ἁλcὶ δύναμιν πλὴν ἀcθενεcτέραν τῇ μίξει τοῦ ὕδατοc, ἡ δὲ τῶν ταριχηρῶν ἰχθύων καὶ ἡ τῶν κολυμβάδων ἐλαῶν ῥυπτικωτέραc εἰcὶ δυνάμεωc· | |
140 | ἰcχιαδικοῖc οὖν καὶ δυcεντερικοῖc ἐνίεται. Ἀλόη θερμαίνει μὲν κατὰ τὴν πρώτην ἀπόcταcιν, ξηραίνει δὲ κατὰ τὴν τρίτην, ἔcτι δὲ καὶ εὐcτόμαχοc καὶ ῥυπτικὴ καὶ διαφορητικὴ καὶ γαcτρὸc ἐκκοπρωτική· πλυθεῖcα δὲ ἧττον μὲν ῥύπτει, εὐcτόμαχοc δὲ μᾶλλόν ἐcτιν ἀφλέγμαντόc τε καὶ ἑλκῶν ἀφουλωτική, μάλιcτα τῶν | |
145 | καθ’ ἕδραν τε καὶ αἰδοῖον. Ἁλὸc ἄνθοc ὑγρόν ἐcτι φάρμακον λεπτομερέcτερον τῶν κεκαυμέ‐ νων ἁλῶν δριμύ τε καὶ διαφορητικὸν ἱκανῶc. Ἁλὸc ἄχνη ἀφρῶδέc ἐcτιν ἐπάνθημα τῶν ἁλῶν, λεπτομερέcτερον μὲν ἐκείνων καὶ διαφορητικώτερον, ἧττον δὲ cυνακτικόν. | |
7.3.1(150) | Ἀλcίνη, οἱ δὲ μυὸc ὦτα, τὴν δύναμιν ὁμοίαν ἔχει τῇ ἑλξίνῃ ψύ‐ χουcάν τε καὶ ὑγραίνουcαν· δι’ ὃ πρὸc τὰc ζεούcαc ἁρμόζει φλεγμονάc. Ἄλυπον. καθαίρει τὸ cπέρμα αὐτοῦ κάτω μέλαιναν χολὴν πλῆθοc ἴcον ἐπιθύμου λαμβανόμενον μετὰ ἁλῶν καὶ ὄξουc· τὰ δὲ ἔντερα ἐλα‐ φρῶc ἑλκοῖ. | |
155 | Ἄλυccον ὠνόμαcται μὲν ἀπὸ τοῦ τοὺc λυccοδήκτουc ὀνινάναι, ξηραντικῆc δὲ καὶ διαφορητικῆc καὶ ῥυπτικῆc οὖcα δυνάμεωc νεφρούc τε ἐκφράττει καὶ ἔφηλιν ῥύπτει. Ἀλώπηξ τὸ ζῷον ὅλη ἐν ἐλαίῳ ζῶcα ἢ τεθνεῶcα καθηψημένη διαφορητικὸν ἐργάζεται τοὔλαιον τὰ διὰ βάθουc ὑγρὰ πρὸc τὴν ἐπι‐ | |
160 | φάνειαν ἕλκον· ὅθεν ἀρθριτικοὺc ἐν αὐτῷ εἰc πύελον ἐμβιβάζοντεc ἐπὶ χρόνον cυχνὸν ἀρχόμενον μὲν τὸ πάθοc ἔπαυcαν, χρονίcαν δὲ ἐμε‐ τρίαcαν. Ἀμάρακον θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. | |
165 | Ἀμάραντον λεπτύνει καὶ τέμνει· ἔμμηνα γοῦν ἄγει cὺν οἴνῳ ποθὲν καὶ θρόμβουc αἵματοc διαλύει cὺν οἰνομέλιτι πάντων τε ῥευμάτων ἐcτὶ ξηραντικὸν κακοcτόμαχον ὑπάρχον. Ἀμβροcία καταπλαττομένη δύναμιν ἔχει cτύφουcάν τε καὶ ἀπο‐ κρουcτικήν. | |
170 | Ἄμι τῆc τρίτηc τάξεώc ἐcτι τῶν θερμαινόντων τε καὶ ξηραινόν‐ των λεπτομερέc τε καὶ διαφορητικὸν καὶ διουρητικόν· τὸ δὲ cπέρμα μάλιcτα χρήcιμόν ἐcτιν. Ἀμίαντον ἐν Κύπρῳ γεννᾶται παραπλήcιον cτυπτηρίᾳ cχιcτῇ, ἐκ‐ φλογούμενον μὲν ὑπὸ πυρόc, μὴ καιόμενον δέ· χρῶνται δὲ αὐτῷ τινεc | |
175 | ἐν τοῖc ξηραντικοῖc ψιλώθροιc. Ἄμμοc ἡ ἐν τοῖc αἰγιαλοῖc τῆc θαλάccηc ἱκανῶc ξηραίνει· πυρω‐ θεῖcα γοῦν ὑπὸ ἡλίου ἐξικμάζει τὰ ὑδαρῆ cώματα χωννύμενα ἐν αὐτῇ, φωχθεῖcα δὲ ξηροπυρία γίνεται ἀντὶ κέγχρου καὶ ἁλῶν. Ἀμμωνιακὸν θυμίαμα ὀπόc ἐcτι μαλακτικῆc δυνάμεωc ἐπιτετα‐ | |
180 | μένηc, ὥcτε cκίρρουc τε καὶ πώρουc διαλύειν. Ἀμόργη τῆc δευτέραc ἐcτὶ τάξεωc τῶν θερμαινόντων καὶ ξηραι‐ νόντων ἐπιτεταμένηc· οὕτω γέ τοι τὰ μὲν ἐν τοῖc ξηροῖc cώμαcιν ἕλκη θεραπεύει, τὰ δὲ ἐν τοῖc ἄλλοιc cυντείνει τε καὶ παροξύνει. | |
Ἀμπελόπραcον οἷον πράcον ὂν ἄγριον δριμύτατόν ἐcτι καὶ θερ‐ | ||
185 | μότατον κατὰ τὴν ἐcχάτην τάξιν, ὅθεν καὶ ἑλκοῖ, τμητικόν τέ ἐcτι καὶ ἐκφρακτικὸν καὶ κακοcτόμαχον. Ἀμπέλου ἀγρίαc αἱ βότρυέc τε καὶ οἱ ἀκρεμόνεc ῥυπτικῆc εἰcι δυνάμεωc, ἔχουcι δέ τι καὶ cτυπτικόν. Ἀμπέλου τῆc ἡμέρου παραπληcία μὲν ἡ δύναμιc τῇ ἀγρίᾳ, ἀcθε‐ | |
190 | νεcτέρα δέ. Ἀμπέλου λευκῆc, ἣν δὴ καὶ βρυωνίαν καὶ ψίλωθρον καλοῦcιν, οἱ μὲν βλαcτοὶ ὡc εὐcτόμαχοι ἐcθίονται καὶ οὐρητικοί εἰcιν, ἡ δὲ ῥίζα ῥυπτική τε καὶ λεπτομερήc ἐcτιν καὶ μετρίωc θερμή· δι’ ὃ καὶ cπλῆναc τήκει πινομένη καὶ ἔξωθεν μετὰ cύκων καταπλαccομένη καὶ ψώραc καὶ | |
195 | λέπραc ἰᾶται. Ἄμπελοc μέλαινα, καὶ αὐτὴ βρυωνία, παραπλήcιόc ἐcτι τῇ λε‐ λεγμένῃ πλὴν ἀcθενεcτέρα. Ἀμύγδαλα τὰ μὲν πικρὰ τῆc λεπτυνούcηc τε καὶ ἐκφρακτικῆc τῶν ἐν βάθει γλίcχρων τε καὶ παχέων χυμῶν εἰcι δυνάμεωc καὶ ῥυπτικῆc | |
7.3.1(200) | τῶν περὶ τὸ δέρμα· καὶ τὸ δένδρον δὲ τὴν αὐτὴν ἔχει δύναμιν. τὰ δὲ γλυκέα θερμὰ cυμμέτρωc εἰcίν. Ἄμυλον γίνεται μὲν ἐκ πυροῦ καθαροῦ βρεχομένου ὕδατι ἐν τοῖc ὑπὸ κύνα καύμαcιν καὶ ἀποχεομένου πεντάκιc τῆc ἡμέραc· ἐπὰν δὲ μαλακώτατοc γένηται, ἀπηθήcανταc τὸ ὕδωρ τοῖc ποcὶ τρίβειν, εἶτα | |
205 | αὖθιc ὕδωρ ἐπιχέανταc χωρίcαι τὸ πίτυρον καὶ ξηραίνειν ἐν ἡλίῳ τα‐ χέωc, πρὶν ὀξωθῇ. δύναμιν δὲ ἔχει ψυκτικήν τε μετρίωc καὶ ξηραντι‐ κὴν καὶ πραϋντικὴν τῶν δριμέων. Ἄμωμον ἔοικεν τὴν δύναμιν ἀκόρῳ, ἀλλ’ ἐκεῖνο μὲν ξηρότερον, τοῦτο δὲ πεπτικώτερον. | |
210 | Ἀναγαλλὶc ἑκατέρα ῥυπτικῆc ἱκανῶc ἐcτι δυνάμεωc ἔχουcά τι καὶ ὑπόθερμον καὶ ἑλκτικόν, ὥcτε καὶ cκόλοπαc ἐπιcπᾶcθαι καὶ ἐκ ῥινῶν καθαίρειν τὸν χυλὸν αὐτῆc. | |
Ἀνάγυροc θάμνοc ἐcτὶ δυcώδηc καὶ δριμὺc θερμῆc τε καὶ δια‐ φορητικῆc δυνάμεωc· τὸ δὲ cπέρμα λεπτομερέcτερόν τέ ἐcτι καὶ ἐμε‐ | ||
215 | τικόν. Ἀνδράχνη ψύχει μὲν κατὰ τὴν τρίτην ἀπόcταcιν, ὑγραίνει δὲ κατὰ τὴν δευτέραν· ταῦτά τοι καὶ τοὺc καυcουμένουc ὀνίνηcι κατὰ τῆc κοι‐ λίαc ἐπιτιθεμένη καὶ ἀποκρούεται τὰ ῥεύματα τῇ τε γλιcχρότητι τὰc ἐκ τῶν ὀξέων αἱμωδίαc καταλεαίνει, διὰ δὲ τὴν cτῦψιν καὶ δυcεντερίαc | |
220 | καὶ αἱμορραγίαc ὀνίνηcιν. Ἀνδρόcαιμον διττόν, τὸ μὲν ἕτερον ἄcκυρον ἢ ἀcκυροειδὲc ὀνο‐ μάζεται εἶδοc ὑπάρχον ὑπερικοῦ, θάτερον δὲ Διονυcιάc· ἔcτι δὲ ὁ μὲν καρπὸc αὐτῶν καθαρτικόc, τὰ δὲ φύλλα ξηραντικώτερα. Ἀνδρόcακεc πικρὰ καὶ δριμεῖα πόα διαφοροῦcα καὶ ξηραίνουcα, | |
225 | πινομένη δὲ αὐτή τε καὶ ὁ καρπὸc αὐτῆc οὖρα κινεῖ. Ἀνεμῶναι πᾶcαι δριμείαc καὶ ῥυπτικῆc εἰcιν ἐπιcπαcτικῆc τε καὶ ἀναcτομωτικῆc δυνάμεωc, ὅθεν φλέγμα τε προκαλοῦνται καὶ λέπραc ἀφιcτᾶcι προcτιθέμεναι καὶ γάλα καταcπῶcιν. Ἄνηθον θερμαίνει μὲν κατὰ τὴν δευτέραν τάξιν ἐπιτεταμένην, ξη‐ | |
230 | ραίνει δὲ cύνεγγυc· ὅπερ ἑψόμενον ἐν ἐλαίῳ διαφορητικόν τε καὶ ἀνώ‐ δυνον καὶ ὑπνοποιὸν καὶ πεπτικὸν ὠμῶν ὄγκων ὑπάρχει. καυθὲν δὲ τῆc τρίτηc τάξεωc τῶν θερμαινόντων τε καὶ ξηραινόντων γίνεται καὶ πλαδαροῖc ἕλκεcιν ἐπιπλαττόμενον ὀνίνηcιν· ὑγρότερον δὲ καὶ ἧττον θερμὸν καὶ πεπτικόν ἐcτι τὸ χλωρόν. | |
235 | Ἀνθύλλιοc διττὴ μέν ἐcτιν, ἄμφω δὲ ξηραίνουcιν ἕλκη, ἡ δὲ ἐοι‐ κυῖα τῇ χαμαιπίτυι λεπτομερεcτέρα ἐcτίν, ὡc καὶ τοῖc ἐπιληπτικοῖc ἁρ‐ μόττειν· ἔcτι δὲ καὶ ῥυπτικωτέρα. Ἀνίcου τὸ cπέρμα δριμύτερόν ἐcτι θερμαῖνόν τε καὶ ξηραῖνον κατὰ τὴν τρίτην ἀπόcταcιν· ταῦτ’ ἄρα καὶ οὐρητικόν ἐcτι καὶ διαφορη‐ | |
240 | τικὸν πνευμάτων. Ἀντίρρινον ἢ ἀνάρρινον παραπληcίαν ἔχει τῷ βουβωνίῳ δύναμιν, καταδεέcτερον δέ· ἐξ ἐκείνου οὖν καὶ τοῦτο μαθήcῃ. Ἀνωνὶc ἢ ὀνωνὶc θερμὴ τὴν δύναμίν ἐcτι, μάλιcτα κατὰ τὴν ῥίζαν· ἧc ὁ χυλὸc πινόμενοc cὺν οἴνῳ οὖρά τε ἄγει καὶ λίθουc θρύπτει | |
245 | ἐcχάραc τε ῥήccει καὶ ὀδόνταc πραΰνει. Ἀπαρίνη, οἱ δὲ φιλάνθρωπον, οἱ δὲ ὀμφακόκαρπον, μετρίωc ῥύπτει καὶ ξηραίνει, ἔχει δέ τι καὶ λεπτομερέc. Ἄπιοc ἀνώμαλόc ἐcτι κατὰ τὴν κρᾶcιν τὸ μέν τι γεῶδεc ἔχουcα, τὸ δὲ ὑδατῶδεc· δι’ ὃ ἐcθιομένη εὐcτόμαχόc τέ ἐcτι καὶ ἄδιψοc, κατα‐ | |
7.3.1(250) | πλαττομένη δὲ ξηραίνει τε καὶ μετρίωc ψύχει. Ἀπόκυνον ἢ κυνοκράμβη, λέγεται δὲ καὶ κυνόμορον, ἐπειδὴ τά‐ χιcτα τοὺc κύναc ἀναιρεῖ, ἔcτι δὲ καὶ ἀνθρώπων δηλητήριον, ἱκανῶc οὖcα δυcώδηc τε καὶ θερμὴ χωρὶc τοῦ ξηραίνειν· ὅθεν καταπλαccομένη διαφορητικῆc ἐcτι δυνάμεωc. | |
255 | Ἀπόχυμα ἡ ἀπὸ τῶν πλοίων ἐcτὶν ἀποξυομένη παλαιὰ πίττα δια‐ χυτική τε οὖcα καὶ ξηραντικὴ καὶ διαφορητικὴ τῶν ὄγκων. Ἀράχνην τὸ ζῷον cυμμαλαχθεῖcαν ἐμπλάcτρῳ καὶ ἐπιτεθεῖcαν με‐ τώπῳ καὶ κροτάφοιc τριταϊκὰc περιόδουc ἀπολύειν φηcὶ Διοcκουρίδηc· τὸ δὲ ὕφοc αὐτῆc ἐπιτιθέμενον αἱμορραγίαν ἵcτηcιν καὶ ἀφλέγμαντα | |
260 | τηρεῖ τὰ ἐπιπολῆc ἕλκη. Ἀργεμώνη ῥυπτικῆc τε καὶ διαφορητικῆc ἐcτι δυνάμεωc. Ἀρίcαρον καὶ μικρότερόν ἐcτι τοῦ ἄρου πολλῷ καὶ δριμύτερον ῥίζαν ἐλαίαc ἔχουcα τὸ μέγεθοc. Ἀριcτολοχία πᾶcα μὲν θερμὴ καὶ λεπτομερήc ἐcτι καὶ ῥυπτικὴ | |
265 | πικρά τε καὶ ὑπόδριμυc, χρειωδεcτάτη πρὸc τὰc ἰάcειc· ἀλλ’ ἡ μὲν cτρογγύλη λεπτομερεcτέρα καὶ κατὰ πάντα δραcτικωτέρα, ἡ δὲ κλημα‐ τῖτιc εὐώδηc μέν, ἀcθενεcτέρα δέ, ἡ δὲ μακρὰ τὰ μὲν ἄλλα μεταξὺ | |
τούτων ἐcτί, θερμὴ δὲ οὐχ ἧττον τῆc cτρογγύληc. Ἄρκευθοc θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν· ὁ δὲ | ||
270 | καρπὸc θερμαίνει μὲν ὁμοίωc, ξηραίνει δὲ πρώτηc τάξεωc. Ἄρκιον προcωπῖτιc τὰ φύλλα τοῖc τῆc κολοκυνθίδοc ἔχον ὅμοια, μείζονα δὲ καὶ cκληρότερα, διαφορητικὸν μέν ἐcτι καὶ ξηραντικόν, ἔχει δέ τι καὶ cτυπτικόν· δι’ ὃ καὶ τὰ φύλλα αὐτοῦ παλαιὰ ἕλκη θεραπεύει. Ἄρκτιον φλόμῳ παραπλήcιόν ἐcτι, τὴν δὲ ῥίζαν ἁπαλὴν καὶ λευ‐ | |
275 | κὴν καὶ γλυκεῖαν ἔχον, λεπτομεροῦc τε καὶ ξηραντικῆc δυνάμεωc καὶ ῥυπτικῆc μετρίωc. Ἀρμενιακὸν δύναμιν ἔχει ῥυπτικὴν ἅμα βραχείᾳ δριμύτητι καὶ cτύψει βραχυτέρᾳ· δι’ ὃ καὶ μίγνυται ταῖc ὀφθαλμικαῖc δυνάμεcιν καὶ τριχῶν τῶν ἐν βλεφάροιc ἐcτὶν αὐξητικόν. | |
280 | Ἀρναβὼ τῶν ἀρωματιζόντων ἐcτίν, ὅθεν τοῖc μύροιc μάλιcτα μίγ‐ νυται, θερμῆc τε καὶ ξηρᾶc ὑπάρχον δυνάμεωc κατὰ τὴν τρίτην που τάξιν παραπλήcιον καccίᾳ τε καὶ καρπηcίῳ· ὅθεν ὁ Ποcειδώνιοc μὴ παρόντοc κιναμώμου τούτῳ φηcὶ χρῆcθαι. Ἀρνόγλωccον ψύχει τε ἅμα καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπό‐ | |
285 | cταcιν μικτὸν ἐξ ὑδατώδουc τε καὶ γεώδουc ὑπάρχον οὐcίαc ἔχον τι καὶ cτύψεωc· δι’ ὃ πρὸc ἕλκη τε κακοήθη καὶ πρὸc ῥεύματα καὶ cηπε‐ δόναc ἁρμόττει καὶ αἱμορραγίαc ἐπέχει. καὶ πλείcτοιc ἁρμόττει τῇ cυμ‐ μετρίᾳ τῆc κράcεωc· καὶ γὰρ ξηρότητοc ἀδήκτου μετέχει καὶ ψύξεωc μηδέπω ναρκούcηc. | |
290 | Ἄρον τῆc πρώτηc ἐcτὶ τάξεωc ἔν τε τῷ θερμαίνειν καὶ ξηραίνειν ἐκ γεώδουc καὶ τοῦτο γεγονὸc οὐcίαc θερμῆc τε καὶ ῥυπτικῆc· αἱ ῥίζαι δὲ αὐτοῦ θερμότεραι. τὸ δὲ δρακόντιον ἰcχυρότερον. Ἀρcενικὸν καυcτικῆc ἐcτι δυνάμεωc, χρῶνται δὲ αὐτῷ καὶ εἰc τὰc ψιλώcειc τῶν τριχῶν· εἰ δὲ χρονίcοι, καὶ αὐτοῦ τοῦ δέρματοc ἅπτεται, | |
295 | καιόμενον δὲ λεπτομερέcτερον γίνεται. Ἀρτεμιcίαι ἀμφότεραι θερμαίνουcι μὲν κατὰ τὴν δευτέραν τάξιν, ξηραίνουcι δὲ κατὰ τὴν πρώτην· εἰcὶ δὲ καὶ λεπτομερεῖc, ὥcτε καὶ τοὺc ἐν νεφροῖc λίθουc θρύπτειν καὶ πυρίαιc ὑcτερῶν ἁρμόττειν. Ἄρτοc καταπλαccόμενοc διαφορητικώτερόc ἐcτι τῆc τῶν πυρῶν | |
7.3.1(300) | δυνάμεωc ὡc ἂν καὶ ἁλῶν καὶ ζύμηc μετέχων· ἐπιcπαcτικὴ γάρ ἐcτι τῶν ἐκ βάθουc ἡ ζύμη. Ἄcαρον παραπληcίαc ἐcτὶ τῷ ἀκόρῳ δυνάμεωc, ἐπιτεταμένηc δὲ μᾶλλον. Ἀcβόλη, ᾗ οἱ ζωγράφοι χρῶνται, λαμβάνεται μὲν ἐκ τῶν ὑελουρ‐ | |
305 | γείων, διαφορητικῆc τε καὶ δριμείαc δυνάμεώc ἐcτιν, ὥcτε καὶ καίειν καὶ cήπειν, ἀπουλοῖ δὲ καὶ τὰ καύματα cὺν ῥοδίνῃ κηρωτῇ. Ἀcκαλαβώτηc τὸ ζῷον ἄχρηcτον μέν ἐcτιν εἰc τὰ ἄλλα, τοῖc δὲ ὑπὸ cκορπίου πληγεῖcιν αὐτόν φαcι βοηθεῖν ἐπιτιθέμενον· μίγνυται δὲ καὶ ἐντατικαῖc δυνάμεcιν. | |
310 | Ἀcκληπιὰc θερμὴ καὶ ξηρὰ τὴν δύναμιν ὑπάρχουcα καὶ λεπτο‐ μερὴc ἁρμόζει cτροφουμένοιc ἐν οἴνῳ πινομένη, καταπλαccομένη δὲ ποιεῖ πρόc τε τὰ θηριόδηκτα καὶ τὰ ἐν μήτρᾳ καὶ μαcτοῖc κακοήθη. Ἄcκυρον ἐν τῷ ἀνδρόcαιμον εἴρηται. Ἀcπάλαθοc ἀνομοιομερήc ἐcτι τὴν δύναμιν δριμύc τε καὶ cτυπτι‐ | |
315 | κὸc ὑπάρχων καὶ δι’ ἄμφω ξηραίνων· διὰ τοῦτο πρόc τε cηπεδόναc καὶ ῥεύματα χρήcιμόc ἐcτιν. Ἀcπάραγοc πετραῖοc ἢ μυακάνθινοc ῥυπτικὸc μέν ἐcτι, μέcοc δὲ κατὰ θερμότητα καὶ ψῦξιν· δι’ ὃ νεφρῶν τε καὶ ἥπατόc ἐcτιν ἐκφρακ‐ τικόc, καὶ μάλιcτα αἱ ῥίζαι καὶ τὸ cπέρμα, καὶ ὀδονταλγίαc ἰᾶται. | |
320 | Ἄcπληνον λεπτομερὲc μέν ἐcτι τὴν δύναμιν, οὐ μὴν θερμόν· ταῦτ’ ἄρα καὶ λίθουc θρύπτει καὶ cπλῆναc τήκει. | |
Ἀcταφὶc ἡ μὲν ἥμεροc πεπτικῆc τε ἅμα καὶ cτυπτικῆc καὶ διαφο‐ ρητικῆc ἀτρέμα μετέχει δυνάμεωc, ἡ δὲ ἀγρία δριμείαc ἰcχυρῶc, ὡc ἀπο‐ φλεγματίζειν τε καὶ ῥύπτειν cφοδρῶc. | ||
325 | Ἀcτὴρ Ἀττικόc, οἱ δὲ βουβώνιον, ὅτι μὴ μόνον ἐπιπλαττόμενον, ἀλλὰ καὶ περιαπτόμενον ἰᾶcθαι βουβῶναc πεπίcτευται, μικτῆc ὑπάρχει δυνάμεωc διαφορητικῆc τε καὶ ψυκτικῆc. Ἀcτράγαλοc θαμνίcκοc ἐcτὶ μικρὸc ἔχων ῥίζαc cτυπτικὰc ξηραί‐ νων οὐκ ἀγεννῶc· ἕλκη γοῦν ἀπουλοῖ παλαιὰ καὶ κοιλίαν ἵcτηcιν ἡ | |
330 | ῥίζα μετ’ οἴνου πινομένη. πλεῖcτοc δὲ ἐν Φενεῷ τῆc Ἀρκαδίαc γεννᾶται. Ἄcφαλτοc ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν τάξιν· δι’ ὃ κολλᾷ τὰ ἔναιμα ἕλκη. Ἀcφοδέλου ἡ ῥίζα ῥυπτικῆc τε καὶ διαφορητικῆc ἐcτι δυνάμεωc, καυθείcηc δὲ αὐτῆc ἡ τέφρα θερμοτέρα καὶ ξηροτέρα γίνεται καὶ λεπτο‐ | |
335 | μερεcτέρα· δι’ ὃ καὶ ἀλωπεκίαc ἰᾶται. Ἀτρακτυλὶc ἢ κνῆκοc ἄγριοc ἐκ τῶν ἀκανθωδῶν ἐcτι ξηραντικῆc τε καὶ μετρίωc θερμῆc ὑπάρχων δυνάμεωc. Ἀτράφαξυc ὑγραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, ψύχει δὲ κατὰ τὴν πρώτην· δι’ ὃ καὶ κατὰ γαcτέρα διεξέρχεται. ὁ δὲ καρπὸc αὐτῆc | |
340 | ῥυπτικῆc ἐcτι δυνάμεωc· ὅθεν καὶ πρὸc ἰκτερικοὺc τοὺc ἐπὶ ἥπατοc ἐμφράξει χρήcιμόc ἐcτιν. Ἀφάκη cτυπτικῆc ἐcτι δυνάμεωc, ὥcπερ ὁ φακόc, ἐcθιομένη δὲ δυcπεπτοτέρα τοῦ φακοῦ ἐcτιν, ἰcχυρότερον δὲ ξηραίνει μετὰ τοῦ θερμαίνειν cυμμέτρωc. | |
345 | Ἀφόνιτρον διαφορητικῆc ἐcτι καὶ ῥυπτικῆc δυνάμεωc, ὡc μὴ μόνον τὰ ῥυποῦντα cμήχειν ἀλλὰ καὶ κνῆcιν ἰᾶcθαι· πινόμενον δὲ κακοcτό‐ | |
μαχόν ἐcτιν. Ἀφρὸc νίτρου παραπληcίαν μὲν ἔχει τῷ νίτρῳ δύναμιν, λεπτομερέc‐ τερον δὲ τὴν οὐcίαν ἐcτίν· δι’ ὃ καὶ λεῖον ὑπάρχει καθάπερ ἄλευρον. | ||
7.3.1(350) | Ἀχρὰc παραπληcίαν ἔχει τῇ ἀπίῳ τὴν δύναμιν, ἐπιτεταμένην δὲ μᾶλλον· δι’ ὁ καὶ τραύματα μεγάλα κολλᾷ. Ἀψίνθιον θερμὸν μὲν τῆc πρώτηc ἀποcτάcεώc ἐcτιν, ξηρὸν δὲ τῆc τρίτηc, cτυπτικὴν καὶ πικρὰν καὶ δριμεῖαν ἅμα κεκτημένον ποιό‐ τητα· δι’ ὃ καὶ τοὺc ἐν τῇ κοιλίᾳ χολώδειc χυμοὺc διά τε γαcτρὸc καὶ | |
355 | δι’ οὔρων κενοῖ. ἐφ’ ὧν δὲ φλέγμα πλεονάζει, τούτουc διὰ τὴν cτῦψιν οὐδὲν ὀνίνηcιν. ὁ δὲ χυλὸc αὐτῆc τῆc πόαc πολὺ θερμότερόc ἐcτιν. | |
356 | ||
7.3.2 | Ἀρχὴ τοῦ Β. Βαλάνου μυρεψικῆc τὸ μὲν ἔνδον οἷον cαρκῶδεc ῥυπτικήν τε καὶ τμητικὴν ἅμα cτύψει τὴν δύναμιν ἔχει· δι’ ὃ μετὰ μελικράτου μὲν πι‐ νόμενον ὁλκὴ δραχμῆc ἔμετόν τε κινεῖ καὶ τὴν κάτω κοιλίαν ὑπάγει, | |
5 | cὺν ὀξυκράτῳ δὲ πρὸc τὰc τῶν cπλάγχνων ἐμφράξειc ἁρμόζει· καὶ τῶν περὶ τὸ δέρμα δὲ cὺν ὄξει καταχριόμενον ῥυπτικόν ἐcτιν. ὁ μέν‐ τοι φλοιὸc αὐτοῦ πάνυ cτύφει. Βάκχαριc εὐώδηc ἐcτὶν πόα παραπλήcιοc κιναμώμῳ, cτεφανωμα‐ τική, δριμεῖα. ταύτηc ἡ ῥίζα ἀφεψομένη ἐκφρακτικὴ γίνεται καὶ οὔρων | |
10 | καὶ ἐμμήνων κινητική, τὰ δὲ φύλλα αὐτῆc cτυπτικὰ ὄντα πρὸc ῥεύ‐ ματα ὠφελεῖ. Βαλαύcτιον ἄνθοc ἐcτὶν ἀγρίαc ῥοιᾶc ἰcχυρῶc cτυπτικὸν ξηράν τε καὶ ψυχρὰν ἔχον τὴν δύναμιν· ἕλκη τε οὖν ἐπιπόλαια ἀφουλοῖ καὶ ῥεύματα ἵcτηcιν. | |
15 | Βαλcάμου τὸ μὲν οἷον ξύλον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν, ἔcτι δὲ καὶ λεπτομερέc· ὁ δὲ ὀπὸc αὐτοῦ πολλῷ λεπτομερέcτεροc, ὁ δὲ καρπὸc παραπληcίαc μὲν δυνάμεωc, ἧττον δὲ | |
λεπτομερήc. Βαλωτή, οἱ δὲ μέλαν πράcιον, δριμείαc ἐcτὶ καὶ ῥυπτικῆc δυνά‐ | ||
20 | μεωc· καταπλαccόμενον γοῦν cὺν ἁλcὶν κυνοδήκτουc ὠφελεῖ. Βάτου τὸ μὲν θαμνῶδεc ἱκανῶc cτύφει καὶ ξηραίνει· δι’ ὃ καὶ τραύ‐ ματα κολλᾷ καὶ ῥεύματα ἵcτηcιν· ἡ δὲ ῥίζα πρὸc τῷ cτύφειν καὶ λεπτο‐ μερὴc οὐκ ὀλίγωc ἐcτίν· δι’ ὃ καὶ τοὺc ἐν νεφροῖc λίθουc θρύπτει. ὁ δὲ καρπὸc πέπειροc μὲν ὢν θερμότερόc ἐcτιν ἅμα cτύψει μετρίᾳ· δι’ ὃ | |
25 | καὶ ἐδώδιμοc· ὁ δὲ ἄωροc cτρυφνόc τε καὶ ἰcχυρῶc ξηραντικόc, καὶ μάλιcτα ξηρανθείc, ὁμοίωc δὲ καὶ τὸ ἄνθοc. Βατράχιον τέccαραc μὲν ἔχει διαφοράc, ἅπαντα δὲ θερμῆc καὶ ξηρᾶc ὑπερβαλλόντωc εἰcὶ δυνάμεωc καὶ δριμείαc καὶ καυcτικῆc, ὥcτε ἑλκοῦν μετὰ πόνου· μετρίωc δὲ χρωμένῳ τὰ περὶ τὸ δέρμα μόνον | |
30 | ἀποcμήχει. ἡ δὲ ῥίζα ξηρὰ πταρμικόν ἐcτι φάρμακον. Βάτραχοι ἐπὶ μὲν θηριοδήκτων ζωμιcτοὶ ἐcθίονται, κεκαυμένων δὲ αὐτῶν ἡ τέφρα ξηραντικωτάτη γινομένη αἱμορραγίαc τε ἵcτηcιν καὶ ἀλωπεκίαc ἰᾶται μετὰ πίccηc ὑγρᾶc. Βδέλλιον τό τε Ϲκυθικὸν καὶ τὸ Ἀραβικὸν μαλακτικῆc ἐcτι τῶν | |
35 | cκιρρουμένων δυνάμεωc, καὶ μάλιcτα τὸ νέον· τὸ δὲ Ἀραβικὸν καὶ δι‐ ουρητικόν ἐcτι καὶ λίθων θρυπτικὸν καὶ cυμπεπτικόν. Βεττονίκη λεπτόκλωνόc ἐcτι πόα παραπλήcια τὰ κλωνία τοῖc τοῦ γλήχωνοc ἔχουcα καὶ λεπτότερα καὶ cχεδὸν ἄποια γευομένοιc, φύεται δὲ μάλιcτα ἐν πετρώδεcι τόποιc· ᾗ χρῶνται καὶ ἐν ταῖc νεφριτικαῖc δυ‐ | |
40 | νάμεcιν. ἔcτι δὲ καὶ παρὰ Ῥωμαίοιc ἄλλη τιc βεττονίκη καλουμένη, ἣν ὁ Διοcκουρίδηc κέcτρον ὀνομάζει, ἄλλοι δὲ ψυχότροφον διὰ τὸ χαίρειν τοῖc ψυχροῖc τόποιc, μηδὲν ὅμοιον ἔχουcα τῇ προειρημένῃ πλὴν τῆc ἐνεργείαc· πρὸc δὲ τῷ κινεῖν οὖρα καὶ πρὸc ἄλλα πολλὰ ποιεῖ, καὶ μάλιcτα ἡ μὲν ῥίζα αὐτῆc μεθ’ ὑδρομέλιτοc ποθεῖcα ἔμετον | |
45 | κινεῖ, τὰ δὲ φύλλα κοιλίαν ὑπάγει. Βηχίον, οἱ δὲ βηχικόν, εἴρηται μὲν ἀπὸ τοῦ βῆχάc τε καὶ ὀρθο‐ πνοίαc ὠφελεῖν ὑποθυμιώμενον, cύνθετον δέ ἐcτιν ἐκ θερμῆc τε καὶ ὑδατώδουc οὐcίαc. Βλίτον ἐδώδιμόν ἐcτι λάχανον ὑγρὸν καὶ ψυχρὸν κατὰ τὴν δευ‐ | |
7.3.2(50) | τέραν ἀπόcταcιν. Βολβὸc ὁ μὲν ἐδώδιμοc πικρότητόc τε ἅμα καὶ cτύψεωc μετέχων ξηραντικόc τέ ἐcτι καὶ κολλητικὸc τραυμάτων καὶ ῥυπτικόc· ὁ δὲ ἐμε‐ τικὸc θερμότερόc ἐcτι τῆc τούτου δυνάμεωc. Βότρυc, οἱ δὲ ἀμβροcίαν, ἄλλοι ἀρτεμιcίαν, φυτόν ἐcτιν εὐῶδεc | |
55 | ἱκανῶc, ὃ cὺν οἴνῳ πινόμενον ὀρθοπνοϊκοὺc ὠφελεῖ. Βουβώνιον ἀcτὴρ Ἀττικὸc εἴρηται. Βούγλωccον ὑγρὸν καὶ θερμόν ἐcτι τὴν κρᾶcιν· ὅθεν καὶ τοῖc οἴνοιc ἐμβαλλόμενον εὐφροcύνην ἐμποιεῖν λέγεται. Βούνιον, οἱ δὲ ἄρκτιον, θερμόν τέ ἐcτι καὶ οὐρητικὸν καὶ καταμη‐ | |
60 | νίων ἀγωγόν. καὶ τὸ ψευδοβούνιον δὲ ὅμοιον. Βούπρηcτιc ζωύφιόν ἐcτι τῇ κανθαρίδι παραπλήcιον· ἀποτιθέcθω οὖν καθάπερ ἐκείνη. Βούτυρον πεπτικῆc καὶ μετρίωc διαφορητικῆc ἐcτι δυνάμεωc ἐπὶ τῶν μαλακῶν cωμάτων· βουβῶναc γοῦν καὶ παρωτίδαc ὠφελεῖ καὶ | |
65 | οὖλα λεπτύνει, καὶ μάλιcτα τῶν ὀδοντοφυούντων παιδίων, καὶ τὰ κατὰ θώρακα ἐκλειχόμενον cυμπέττει. Βούφθαλμον ὅμοιον μὲν ἔχει τῷ χαμαιμήλῳ τὸ ἄνθοc, μεῖζον δὲ πολλῷ καὶ δριμύτερον· δι’ ὃ καὶ διαφορητικόν, ὥcτε καὶ cκληρίαc ἰᾶcθαι κηρωτῇ μιγνύμενον. | |
70 | Βράθυ παραπλήcιον ὑπάρχον κυπαρίccῳ θερμαίνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην ἀπόcταcιν καὶ λεπτομερέcτατόν ἐcτι λεπτυντικῆc τε καὶ διαφορητικῆc ὑπάρχον, εἰ ποθείη, δυνάμεωc εἴc τε τὰc cηπεδόναc | |
ὅμοιόν ἐcτι κυπαρίccῳ. Βρεττανικὴ cτυπτικῆc ἐcτι καὶ κολλητικῆc δυνάμεωc ὁμοίωc τῷ | ||
75 | ἀγρίῳ λαπάθῳ τὴν ἰδέαν· ὁ δὲ χυλὸc αὐτῆc τὰc ἐν cτόματι cήψειc ἰᾶται. Βρόμοc ὁμοίαν ἔχει κριθῇ τὴν δύναμιν· ξηραίνει δὲ καὶ διαφορεῖ μετρίωc τε καὶ ἀδήκτωc, ἔχει δέ τι καὶ cτύψεωc, ὅθεν καὶ διαρροίαc ἰᾶται. | |
80 | Βρύον θαλάccιον ψύχει τε καὶ cτύφει· δι’ ὃ τὰc ζεούcαc φλεγμονὰc καταπλαccόμενον ὠφελεῖ. Βρύον, οἱ δὲ cπλάγχνον, ἐν δρυcὶ καὶ λεύκαιc καὶ πεύκαιc εὑριcκό‐ μενον, διαφορητικόν τε καὶ μαλακτικὸν μετρίωc ἐcτί, καὶ μάλιcτα τὸ ἐπὶ τῶν κέδρων. | |
85 | Βρυωνία εἴρηται ἄμπελοc λευκή. | |
85 | ||
7.3.3 | Ἀρχὴ τοῦ Γ. Γάλα πᾶν ἐκ τριῶν οὐcιῶν cύγκειται, τυρώδουc, ὀρώδουc, λιπαρᾶc, ἣν πλείcτην ἔχει τὸ βόειον, ἐξ ἧc καὶ τὸ βούτυρον γίνεται· ὁ δὲ ὀρὸc αὐτοῦ ῥυπτικῆc ἐcτι δυνάμεωc, ὅθεν καὶ γαcτέρα ὑπάγει, εἴ τιc αὐτὸ | |
5 | τῇ ἑψήcει διακρίνειε· τὸ δὲ τυρῶδεc καὶ παχὺ ἐμπλάττεται μᾶλλον καὶ διὰ τοῦτο δριμύτηταc ἀμβλύνει. ἑψηθὲν δὲ τὸ γάλα ἤτοι διὰ καχλή‐ κων ἢ ἄλλωc πωc ἄριcτον γίνεται φάρμακον δυcεντερίαc τε καὶ τῶν κατὰ γαcτέρα δριμέων ῥευμάτων. ὅλον δὲ τὸ γάλα πρόc τε τὰ κατ’ ὀφθαλμοὺc δριμέα ῥεύματα καὶ τὰc ἄλλαc δριμύτηταc ἁρμόζει. εὐκρα‐ | |
10 | τότατον δὲ γάλα τὸ τῆc γυναικόc ἐcτι, μεθ’ ὃ τὸ αἴγειον, εἶτα τὸ ὄνειόν τε καὶ προβάτειον, ἔcχατον δὲ τὸ βόειον. Γαλῆc δὲ κεκαυμένηc ἡ τέφρα ἱκανῶc διαφορεῖ· μετ’ ὄξουc γοῦν καταχριομένη ποδαγρικοὺc ὠφελεῖ, cκελετευθεῖcα δὲ πρὸc ἐπιληψίαc πί‐ νεται. | |
15 | Γάλιον ὠνόμαcται μὲν ἀπὸ τοῦ τὸ γάλα πηγνύειν, παραπλήcιον δέ ἐcτιν ἀπαρίνῃ, ξηραντικόν τε καὶ ὑπόδριμυ· τὸ δὲ ἄνθοc αὐτοῦ πρὸc αἱμορραγίαν ἁρμόζει καὶ πρὸc πυρίκαυτα. Γάλιψιc, οἱ δὲ γαλίβδολον, ἐμφερέc ἐcτιν ἀκαλήφῃ, λειότερον δὲ καὶ δυcῶδεc, διαφορητικῆc τέ ἐcτι καὶ μαλακτικῆc τῶν cκιρρωδῶν | |
20 | ὄγκων δυνάμεωc, ποιεῖ δὲ καὶ πρὸc τὰ νομώδη καταπλαccόμενον. Γάροc θερμαίνει καὶ ξηραίνει δυνατῶc· δι’ ὃ πρόc τε τὰ cηπεδο‐ νώδη τῶν ἑλκῶν ἔξωθεν αὐτῷ χρῶνται καὶ τοῖc δυcεντερικοῖc ἐνιᾶcι καὶ τοῖc ἰcχιαδικοῖc. Γεντιανῆc ῥίζα δραcτήριοc ἱκανῶc ἐcτιν, ἵνα χρὴ λεπτῦναι καὶ | |
25 | διακαθῆραι καὶ ἀπορρύψαι καὶ ἐκφράξαι. Γεράνιον τὸ τὰ φύλλα ἔχον ἀνεμώνῃ ὅμοια, τὴν δὲ ῥίζαν ἐδώδι‐ μον, ἥτιc ποθεῖcα cὺν οἴνῳ 𐅻 α ἐμπνευματώcειc ὑcτέραc λύει· τὸ δὲ ἕτερον γεράνιον ἀχρεῖόν ἐcτι πρὸc ἰατρικήν. Γῆ πᾶcα ξηραίνει, ἡ δὲ ἀμιγὴc ἑτέραc οὐcίαc καὶ ἀδήκτωc, εἰ δέ | |
30 | τιc αὐτῇ πυρώδηc ποιότηc ἐπιμέμικται, πλυθεῖcα καὶ ταύτην ἀποτίθε‐ ται. τῆc μὲν οὖν γεωργουμένηc ἡ λιπαρὰ πᾶcα χρήcιμόc ἐcτιν εἰc θεραπείαν ἁπάντων τῶν ξηρανθῆναι δεομένων μορίων· τῆc γοῦν Αἰ‐ γυπτίαc τῷ πηλῷ χρῶνται πρόc τε τὰc ὑδερώδειc καὶ cπληνικὰc δια‐ θέcειc καὶ πρὸc τὰ χαῦνα τῶν οἰδημάτων, ὠφελοῦνταί τε ἐναργῶc. | |
35 | τῆc δὲ φαρμακώδουc γῆc ἡ μὲν Λημνία μίλτοc ἡ cφραγὶc ὀνομαζο‐ μένη, πρὸc τῷ ξηραίνειν καὶ cτύφουcα μετρίωc, τῶν δηλητηρίων ἐcτὶ φαρμάκων ἀλεξητήριοc καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται cὺν ὄξει ἢ οἴνῳ καὶ τὰc αἱμορραγίαc ἵcτηcιν ἁπάcαc δυcεντερίαν τε παύει καὶ τὴν νομώδη προαποκλυcθέντοc τοῦ ἐντέρου πρῶτον μελικράτῳ, ἔπειτα | |
40 | ἅλμῃ. ἡ δὲ Ϲινωπικὴ μίλτοc cφοδροτέρα τῆc Λημνίαc ὑπάρχουcα ταῖc ἐμπλαcτικαῖc ἐπιμίγνυται δυνάμεcιν πινομένη τε ἕλμινθαc κτείνει. | |
πραϋντικωτέρα δὲ πολλῷ τῆc Λημνίαc ἡ Ϲαμία ὡc ἐχέκολλόc τε καὶ γλίcχρα· χρηcτέον οὖν αὐτῇ εἰc ὅcα πραῦναι δεῖ, καὶ τὰc τοῦ αἵμα‐ τοc δὲ ἰᾶται πτύcειc, ὁπόθεν δ’ ἂν ὦcιν. ἡ Ϲελινουcία δὲ καὶ ἡ Χία | ||
45 | ῥυπτικώτεραί εἰcι· δι’ ὃ καί τινεc τῶν γυναικῶν ὡc ῥύμμαcιν αὐταῖc ἐπὶ τῶν προcώπων χρῶνται· ἕλκη τε cαρκοῦcι καὶ ἀφουλοῦcι, καὶ μᾶλλον τὰ πυρίκαυτα. ἡ δὲ Κιμωλία μικτῆc ἐcτι δυνάμεωc ψυχούcηc τε καὶ διαφορητικῆc ἄπλυτοc, ἡ δὲ πεπλυμένη ψύχει μᾶλλον καὶ τὰ πυρίκαυτα cὺν ὀξυκράτῳ θεραπεύει. ἡ δὲ ἀμπελῖτιc (ἔcτι δὲ ἡ χριο‐ | |
7.3.3(50) | μένη ἐπὶ τῶν ἀμπέλων διὰ τὸ τοὺc ἐν αὐταῖc φθείρειν cκώληκαc) ξη‐ ραίνει τε καὶ διαφορεῖ ἰcχυρῶc οὐδὲ τὸ ἄδηκτον ἔχουcα. ἡ δὲ Κρη‐ τικὴ ἀερώδηc ἐcτὶν καὶ ἀδήκτωc ῥυπτική. ἡ δὲ Ἐρετριὰc ἐναργῶc cτύφει, καυθεῖcα δὲ καὶ πλυθεῖcα ξηραίνει ἀδήκτωc· ἀμείνων δέ ἐcτιν ἡ τεφρώδηc. ἡ δὲ πνιγῖτιc ὁμοίαν μὲν ἔχει τῇ Κιμωλίᾳ τὴν δύναμιν, | |
55 | μέλαινα δέ ἐcτιν. ἡ δὲ Ἀρμενία, ἣν βῶλον ὀνομάζουcιν, ἄκρωc ξη‐ ραίνει· ὅθεν δυcεντερικοῖc τε καὶ τοῖc κατὰ γαcτέρα ῥεύμαcιν αἵματόc τε πτύcεcι καὶ φθόαιc καὶ δυcπνοίαιc δι’ ὑγρότητα καὶ τοῖc ὑγροῖc ἕλ‐ κεcι καὶ τοῖc λοιμικοῖc πάθεcι γενναίωc ἁρμόττει· πίνεται δὲ cὺν οἴνῳ λεπτῷ κεκραμένῳ, εἰ δὲ πυρέττοιεν, cὺν ὕδατι. καὶ ἡ Ἀλανὴ δὲ βῶ‐ | |
60 | λοc παραπληcίαc ἐcτὶ τῇ Ἀρμενίᾳ δυνάμεωc. ἡ δὲ ὤχρα διαφορητική τε καὶ cηπτικὴ τὴν δύναμιν· καταcτέλλει γοῦν τὰ ὑπερcαρκοῦντα τῶν ἑλκῶν καὶ τὰ κοῖλα πληροῖ cὺν κηρωτῇ μιγνυμένη. Γῆραc ὄφεωc ἱκανῶc ξηραίνει· ὄξει γοῦν ἀναζεcθὲν ὀδονταλγίαc θεραπεύει· τὸ δὲ τῆc ἀcπίδοc τριφθὲν μετὰ μέλιτοc καὶ ὑπαλειφόμε‐ | |
65 | νον ὀξυδερκέcτατόν ἐcτιν. Γῆc ἔντερα λεῖα νευροτρώτοιc ἐπιτιθέμενα παραχρῆμα θαυμαcτῶc ὀνίνηcιν. Γίγαρτα ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, ψύχει δὲ κατὰ | |
τὴν πρώτην· ψυχρὰ γοῦν ἱκανῶc ὄντα πᾶcι τοῖc ῥοώδεcιν ἁρμόττει. | ||
70 | Γιγγίδιον θερμαcίαν μὲν οὐ πάνυ cαφῆ κέκτηται, ξηραίνει δὲ κατὰ τὴν δευτέραν ἀπόcταcιν καὶ cτύφει· δι’ ὃ καὶ εὐcτόμαχόν ἐcτιν. Γλαύκιον cτύφει μετά τινοc ἀηδίαc, ἀλλὰ καὶ ψύχει cαφῶc· ὥcτε καὶ ἐρυcιπέλατα θεραπεύει τὰ μὴ ἰcχυρά. Γλαῦξ ἡ πόα θερμὴ καὶ ὑγρὰ τὴν κρᾶcίν ἐcτιν· δι’ ὃ καὶ γάλακτοc | |
75 | γεννητική. Γλήχων θερμαίνει τε καὶ λεπτύνει cφοδρῶc· ὅθεν καταπλαccόμε‐ νοc φοινίccει καὶ τὰ ἐκ θώρακοc καὶ πνεύμονοc ὑγρὰ παχέα καὶ γλίcχρα ἀναπτύεcθαι ποιεῖ. Γλοιὸc ὁ ἐν τοῖc βαλανείοιc θερμαίνει μετρίωc, μαλάccει, διαφορεῖ, | |
80 | ῥαγάcι τε καὶ κονδυλώμαcιν ἁρμόττει. Γλυκύριζον χλιαρᾶc ἐcτι καὶ ὑγρᾶc κράcεωc ἔχον τι καὶ cτύψεωc· ὅθεν καὶ τραχύτηταc ἐκλεαίνει, οὐ τὰc ἐν ἀρτηρίᾳ μόνον, ἀλλὰ καὶ ἐν ψωρώδει κύcτει· ἔcτι δὲ καὶ ἄδιψον. Γλυκυcίδη, οἱ δὲ πεντόροβον, οἱ δὲ παιονίαν, ἧc ἡ ῥίζα δριμεῖά | |
85 | τέ ἐcτι καὶ ὑπόπικροc καὶ ξηραντικὴ ἔχουcά τι καὶ cτυπτικόν· ὅθεν καταμήνιά τε κινεῖ καὶ νεφροὺc καὶ ἧπαρ ἐκκαθαίρει μέγεθοc ἀμυγδά‐ λου πινομένη μετ’ οἴνου· εἰ δὲ αὐcτηρὸc ὁ οἶνοc εἴη, καὶ τὰ κατὰ γαcτέρα ῥεύματα ἵcτηcιν. περιαπτομένη δὲ παιδίων ἐπιληψίαc ἰᾶται. Γναφάλιον ὠνόμαcται μὲν ἀπὸ τοῦ τοῖc φύλλοιc αὐτοῦ ἁπαλοῖc | |
90 | οὖcιν ἀντὶ γναφάλου χρήcαcθαι· εἰcὶ δὲ λευκὰ καὶ μετρίωc cτύφοντα· δι’ ὃ πρὸc δυcεντερίαc μετ’ οἴνου αὐcτηροῦ πίνονται. Γογγυλίδοc ἥ τε ῥίζα καὶ τὸ cπέρμα φυcώδη τέ εἰcι καὶ cπέρμα‐ τοc γεννητικὰ καὶ ἀφροδιcιαcτικά. Γόργιλον, οἱ δὲ cέcελι, θερμὸν καὶ διουρητικόν ἐcτι καὶ ἐμμήνων | |
95 | ἀγωγόν, ἡ δὲ ῥίζα αὐτοῦ μετὰ μέλιτοc ἐκλειχομένη τὰ ἐκ θώρακοc ἀνάγει. Γῦριc παραπληcία τὴν δύναμίν ἐcτιν ἀμύλῳ, θερμοτέρα δέ πωc. | |
Γύψοc πρὸc τῷ ξηραίνειν ἐμπλαcτικῆc ἐcτι δυνάμεωc· ὅθεν πρὸc αἱμορραγίαc ἁρμόζει cὺν γύρει τε καὶ ᾠοῦ τῷ λευκῷ· καιομένη δὲ τὸ | ||
7.3.3(100) | μὲν ἐμπλαcτικὸν οὐκέθ’ ὁμοίωc ἔχει, ξηραίνει δὲ μᾶλλον καὶ ἀποκρούει, μάλιcτα cὺν ὀξυκράτῳ. | |
101 | ||
7.3.4 | Ἀρχὴ τοῦ Δ. Δᾷδεc ἔχουcί τι δριμὺ καὶ cυμπεπτικὸν καὶ ῥυπτικόν· ὅθεν ὄξει μὲν ἑψηθεῖcαι ὀδονταλγίαc ἰῶνται διακλυζομένου τοῦ ὄξουc, εἰ δὲ καὶ μέλιτοc προcλάβοιεν, ἀποφλεγματίζουcι, μιγνύμεναι δὲ καὶ ἐκλείκτοιc | |
5 | εὐανάγωγα ποιοῦcι τὰ κατὰ θώρακα. Δαμαcκηνὰ ἐν τῷ περὶ κοκκυμήλων ῥηθήcεται. Δαμαcώνιον ῥυπτικήν τινα δύναμιν ἔχει· δι’ ὃ λίθουc θρύπτει καὶ τὰ κατὰ κοιλίαν εἰc οὖρα μεθίcτηcιν. Δαῦκοc ὁ καὶ cταφυλῖνοc διττόc· οὗπερ ἡ ῥίζα φυcώδηc τέ ἐcτι | |
10 | καὶ ἀφροδιcιαcτική, τὸ δὲ τοῦ ἀγρίου cπέρμα τελέωc ἐcτὶν ἄφυcον καὶ οὐρητικὸν καὶ καταμηνίων κινητικόν, ὡcαύτωc δὲ καὶ ἡ πόα. Δάφνηc τοῦ δένδρου τὰ μὲν φύλλα ξηραίνει καὶ θερμαίνει cφο‐ δρῶc, μᾶλλον δὲ ὁ καρπόc· ὁ δὲ τῆc ῥίζηc φλοιὸc πικρόc τε ὢν καὶ ὑποcτύφων λίθουc τε θρύπτει καὶ ἡπατικοὺc ὠφελεῖ cὺν οἴνῳ εὐώδει | |
15 | τριώβολον πινόμενοc. Δάφνη ἡ πόα ἡ καὶ Ἀλεξανδρεία καλουμένη θερμή τε καὶ δρι‐ μεῖα καὶ ὑπόπικρόc ἐcτιν· δι’ ὃπερ ἔμμηνά τε καὶ οὖρα κινεῖ. καὶ τὸ δαφνοειδὲc δὲ τῆc αὐτῆc ἐcτι δυνάμεωc καὶ ἡ χαμαιδάφνη· αὕτη δὲ καὶ ἐcθίεται. | |
20 | Δέρμα προβάτου νεόδαρτον ἔτι θερμὸν τοῖc μεμαcτιγωμένοιc περιτεθὲν θαυμαcτῶc αὐτοὺc ἰᾶται. τοῦ δὲ ἱπποποτάμου τὸ δέρμα καιόμενον καὶ μεθ’ ὕδατοc λεῖον ἐπιτιθέμενον φυμάτων cκορπιcτικὸν γίνεται. τὸ δὲ τῆc ἔχεωc λεῖον ἐπιτιθέμενον ταῖc ἀλωπεκίαιc θαυμα‐ cτῶc ἐπιφύει τὰc τρίχαc. | |
25 | Δέρματα καccυμάτων παλαιῶν κεκαυμένα ξηραντικὴν ποιοῦcι τέ‐ φραν· ὅθεν τά τε ἐξ ὑποδημάτων θεραπεύει θλίμματα μηκέτι φλεγμαί‐ νοντα καὶ πυρίκαυτα καὶ παρατρίμματα. Δίκταμνον λεπτομερεcτέραc ἐcτὶ δυνάμεωc ἢ κατὰ γλήχωνα, τὰ δὲ ἄλλα παραπλήcιον αὐτῇ. τὸ δὲ καλούμενον ψευδοδίκταμνον ἀcθε‐ | |
30 | νέcτερόν ἐcτιν. Διονυcιὰc εἴρηται ἀνδρόcαιμον. Διφρυγὲc μικτῆc ἐcτι δυνάμεωc· ἔχει γάρ τι καὶ cτῦφον καὶ δριμὺ μετρίωc· δι’ ὃ καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθόν ἐcτι φάρμακον. Διψακοῦ τῆc ἀκάνθηc ἡ ῥίζα ξηραντικὴ δευτέραc ἐcτὶ τάξεωc, | |
35 | ἔχει δέ τι καὶ ῥυπτικόν. Δορύκνιον ὅμοιόν ἐcτι τῇ κράcει μήκωνι καὶ μανδραγόρᾳ ψῦχον ἀμέτρωc· ναρκοῖ μὲν γὰρ ὀλίγον, ἀναιρεῖ δὲ πλείω ληφθέν. Δρακόντιον ἔχει μέν τι παραπλήcιον ἄρῳ, δριμύτερον δέ ἐcτιν αὐτοῦ καὶ πικρότερον καὶ θερμότερον καὶ λεπτομερέcτερον, ἔχει δέ τι | |
40 | καὶ cτύψεωc. ἡ μὲν οὖν ῥίζα αὐτοῦ τὰ cπλάγχνα διακαθαίρει ποθεῖcα καὶ τῶν κακοήθων ἑλκῶν ἄριcτόν ἐcτι φάρμακον· καὶ τὰ φύλλα δὲ παραπλήcια, ὁ δὲ καρπὸc ἰcχυρότερόc ἐcτιν. Δρυοπτερὶc γλυκεῖά τε καὶ δριμεῖα καὶ ὑπόπικρόc ἐcτι, κατὰ δὲ τὴν ῥίζαν καὶ cτρυφνή, δύναμιν δὲ ἔχει cηπτικήν, ὅθεν καὶ τρίχαc ψιλοῖ. | |
45 | Δρυὸc τά τε φύλλα καὶ ὁ καρπὸc ξηραντικῆc τε καὶ χλιαρᾶc ἐcτι δυνάμεωc, ὥcτε καὶ τραύματα πρόcφατα κολλᾶν καὶ φλεγμονὰc ἀρχο‐ μέναc ἰᾶcθαι. τὸ δὲ ὑπὸ τῷ κελύφει τῆc βαλάνου ὑμενῶδεc τὸ περὶ τῇ cαρκὶ τοῦ καρποῦ cτυπτικώτερον ὑπάρχον πρόc τε ῥοῦν γυναικεῖον καὶ τὰ λοιπὰ ῥοώδη δίδοται νοcήματα. | |
49 | ||
7.3.5 | Ἀρχὴ τοῦ Ε. Ἔβενοc τὸ ξύλον θερμαντικῆc τέ ἐcτι καὶ ῥυπτικῆc καὶ λεπτομε‐ ροῦc δυνάμεωc· ὅθεν καὶ τὰ ταῖc κόραιc ἐπιcκοτοῦντα πεπίcτευται | |
ῥύπτειν καὶ ἄλλαιc ὀφθαλμικαῖc μίγνυται δυνάμεcιν. | ||
5 | Ἐγκέφαλον λαγωοῦ ἑψηθέντα παρατριβόμενόν τε καὶ ἐcθιόμενον ἐπὶ τῶν ὀδοντιώντων παιδίων ὠφέλιμον εἶναί φαcι· τινὲc δὲ καὶ τρό‐ μοιc βοηθεῖν ἐcθιόμενον τὸν ἐγκέφαλον ἔγραψαν. τὸν δὲ τοῦ ἀλεκ‐ τρυόνοc cὺν οἴνῳ πινόμενον θηριοδήκτοιc φηcὶ Διοcκουρίδηc βοηθεῖν καὶ τὰc ἐκ μηνίγγων ἐπέχειν αἱμορραγίαc. τὸν δὲ τῆc καμήλου φηcὶν | |
10 | ὁ Γαληνὸc ξηρὸν μετ’ ὄξουc πινόμενον ἐπιληπτικοὺc θεραπεύειν καὶ τὸν τῆc γαλῆc ὁμοίωc· τὸν δὲ τῆc χελιδόνοc μετὰ μέλιτοc πρὸc ὑπο‐ χύcειc ποιεῖν, τὸν δέ γε τῶν προβάτων cκευαcθέντα ὁμοίωc ταῖc τῶν παιδίων ὀδοντοφυίαιc ἀκριβῶc βοηθεῖν. Ἐλαίαc οἱ μὲν θαλλοὶ τοcοῦτον μετέχουcι ψύξεωc, ὅcον καὶ cτύ‐ | |
15 | ψεωc, ὁ δὲ καρπὸc ὁ μὲν ἀκριβῶc πέπειροc θερμότεροc cυμμέτρωc ἐcτίν, ὁ δὲ ἄωροc cτυπτικώτερόc τε καὶ ψυχρότεροc. Ἐλαίαc Αἰθιοπικῆc τὸ δάκρυον προcεοικὸc ἀμμωνιακῷ λεπτῷ ῥυπτικῆc ἐcτι δυνάμεωc· δι’ ὃ πρὸc οὐλὰc καὶ λευκώματα καὶ ἀμβλυω‐ πίαc αὐτῷ χρῶνται καὶ πρὸc ὀδόντων πόνουc ἐντιθεμένῳ τῷ βρώματι. | |
20 | φαcὶ δέ τινεc ταύτην εἶναι τὴν ἀγρίαν ἐλαίαν. Ἔλαιον τὸ μὲν ἐκ τῆc δρυπεποῦc ἐλαίαc γλυκὺ θερμόν τε μετρίωc ἐcτὶ καὶ μᾶλλον ὑγραντικόν· τὸ δὲ ὠμοτριβέc, εἰc ὅcον μετέχει cτύ‐ ψεωc, εἰc τοcοῦτον καὶ ψύξεωc· τὸ δὲ πεπλυμένον ἀδηκτότερόν ἐcτι· τὸ δὲ παλαιόν, ὅcῳ παλαιότερον, τοcοῦτόν ἐcτι θερμότερόν τε καὶ | |
25 | διαφορητικώτερον, καὶ μάλιcτα, εἰ λεπτομερὲc ἐξ ἀρχῆc εἴη· κρίνεται δὲ τοῦτο τῷ τε καθαρὸν εἶναι καὶ διαυγὲc καὶ τῷ ἐξ ὀλίγου πολὺ τοῦ cώματοc ἀλείφεcθαι καὶ ῥᾳδίωc ἀναπίνεcθαι πρὸc τοῦ χρωτόc, τοιοῦ‐ τον δὲ μάλιcτα τὸ Ϲαβῖνόν ἐcτι. τὸ δὲ ἀπὸ τῆc ἀγρίαc ἐλαίαc ῥυπτι‐ κόν τε ἅμα καὶ cτυπτικόν ἐcτι καὶ αὐχμηρότατον ὡc ἐν ἐλαίοιc. καὶ | |
30 | τὸ κίκινον δὲ ἰcοδυναμεῖ τῷ παλαιῷ· τὰ δὲ λοιπά, οἷον ῥαφάνινον, cηcάμινον καὶ τὰ ἄλλα, πρὸc τὰc οὐcίαc, ἐξ ὧν γέγονε, καὶ τὰc δια‐ | |
φορὰc ἔχει τῆc δυνάμεωc. Ἐλαιόμελι. κατὰ Ϲυρίαν ἔκ τινοc cτελέχουc ἔλαιον ῥεῖ παχύτερον μέλιτοc καὶ γλυκὺ τῇ γεύcει· ὃ πινόμενον πλῆθοc κυάθων β μετὰ | ||
35 | κοτύληc ὕδατοc ἄγει τὸ κατὰ κοιλίαν ὠμὸν καὶ χολῶδεc. νωθροὶ δὲ γίνονται οἱ λαμβάνοντεc, καὶ οὐ δεῖ φοβεῖcθαι, ἀλλὰ διεγείρειν αὐτούc. Ἐλατήριον ὁ χυλὸc τοῦ καρποῦ τοῦ ἀγρίου cικύου προcαγορεύε‐ ται δευτέραc ὑπάρχον τῶν θερμαινόντων τάξεωc· ὅπερ ἔμμηνά τε προκαλεῖται καὶ τὰ κυούμενα διαφθείρει προcτιθέμενον διὰ τὴν ἄκραν | |
40 | πικρότητα· κενοῖ δὲ καὶ διὰ ῥινῶν μετὰ γάλακτοc ἐγχριόμενον, ἐνιέ‐ μενον δὲ κάτωθεν κενοῖ φλέγμα, ἐνίοτε δὲ καὶ αἷμα. Ἐλάτη τὸ δένδρον θερμαίνει καὶ ξηραίνει παραπληcίωc αἰγείρῳ. περὶ δὲ τῆc ῥητίνηc αὐτῆc ἐν τῷ περὶ ῥητινῶν εἰρήcεται. Ἐλατίνη (πόα δέ ἐcτι παραπληcία τῇ ἑλξίνῃ) μετρίωc ἐμψύχει τε | |
45 | καὶ cτύφει. Ἐλαφόβοcκοc θερμῆc καὶ ξηρᾶc ἐcτι δυνάμεωc κατὰ τὴν δευτέραν ἀπόcταcιν καὶ λεπτομεροῦc. Ἐλελίcφακοc ἐναργῶc θερμαίνει τε καὶ ὑποcτύφει. Ἑλένιον θερμόν ἐcτι καὶ ξηρὸν cὺν ὑγρότητι περιττωματικῇ· δι’ ὃ | |
7.3.5(50) | καὶ τὰ ἐκ θώρακοc ἐκλείκτοιc μιγνύμενον ἀνάγει. καὶ φοινίccουcι δὲ δι’ αὐτοῦ τὰ μόρια. Ἐλεοcέλινον ἐν τοῖc ἐφύδροιc γεννώμενον τόποιc τὰ αὐτὰ δύνα‐ ται τῷ κηπευτῷ cελίνῳ μεῖζον αὐτοῦ ὄν. Ἐλέφαντοc τὰ ἐκ τοῦ ὄνυχοc ῥινήματα καταπλαccόμενα παρωνυ‐ | |
55 | χίαc θεραπεύει. καὶ τὰ τῶν ὀcτῶν δὲ καὶ τῶν ὀδόντων αὐτοῦ ξηρᾶc | |
τε καὶ ῥυπτικῆc ὄντα δυνάμεωc τοῖc τοιούτοιc μίγνυται φαρμάκοιc. Ἕλκυcμα τοῦ ἀργύρου ἐcτὶν ἡ cκωρία τὴν αὐτὴν ἔχουcα μολυ‐ βδαίνῃ δύναμιν· cτυπτικὴ γάρ ἐcτι καὶ ἐπιcπαcτική· ὅθεν ἐμπλάcτροιc φαιαῖc τε καὶ ἀφουλωτικαῖc μίγνυται. | ||
60 | Ἐλλέβοροc ἑκάτεροc θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην ἀπό‐ cταcιν, ἔcτι δὲ καὶ δριμὺc καὶ ῥυπτικόc· ὅθεν πρὸc τὰ λεπρώδη τοῦ δέρματοc ἁρμόττει. ὁ δὲ μέλαc καὶ cύριγγαc ἐν τριcὶν ἡμέραιc ἐκτυλοῖ καθιέμενοc. Ἐλίχρυcον, οἱ δὲ χρύcανθον, οἱ δὲ καὶ τοῦτο ἀμάραντον, cτεφα‐ | |
65 | νωματικόν ἐcτι φυτὸν κόμην ἔχον χρυcοφανῆ· ἥτιc cὺν οἴνῳ ποθεῖcα δυcουρίαιc καὶ ἑρπετῶν δήγμαcιν καὶ ἰcχιάcιν ἁρμόττει καὶ ῥήγμαcιν ἔμμηνά τε ἄγει καὶ θρόμβουc διαλύει cὺν οἰνομέλιτι ποθεῖcα καὶ κα‐ τάρροιc βοηθεῖ. Ἑλξίνη, οἱ δὲ περδίκιον, οἱ δὲ παρθένιον, οἱ δὲ cιδηρῖτιν, οἱ δὲ | |
70 | Ἡρακλείαν, δύναμιc δὲ αὐτῇ ῥυπτική τε καὶ ἀτρέμα cτυπτικὴ μεθ’ ὑγρότητοc ὑποψύχρου. Ἑλξίνη ἡ καὶ κιccάμπελοc διαφορητικῆc ἐcτι δυνάμεωc. Ἔλυμοc ἡ καὶ μελίνη ὁμοία ἐcτὶ κέγχρῳ ξηραντική τε καὶ ψυκτικὴ τὴν δύναμιν ἔξωθεν ἐπιπλαcθεῖcα· ξηραίνει δὲ καὶ τὰ κατὰ γαcτέρα | |
75 | ῥεύματα. Ἔμπετρον ἢ πραcοειδὲc καθαρτικόν ἐcτι φάρμακον ἄγον φλέγμα καὶ χολήν. ἔcτι δὲ καὶ ἁλυκόν· δι’ ὃ καὶ ῥυπτικὸν ἂν εἴη. Ἐπίθυμον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τρίτην ἀπόcταcιν δρα‐ cτικώτερον θύμου. | |
80 | Ἐπιμηδίου ἡ δύναμιc ψυκτικὴ μετρίωc ἐcτὶ μεθ’ ὑγρότητοc ὑδα‐ τώδουc· ἥτιc καταπλαccομένη μαcτοὺc ὀρθίουc διαφυλάττει· λέγεται δὲ καὶ ἄτοκοc πινομένη. Ἐπιμηλίc, ἥτιc καὶ οὐνέδων παρὰ τοῖc Ἰταλικοῖc ἀγροίκοιc καλεῖ‐ ται, ἔcτι δὲ οἷον ἀγρία μηλέα· ἧc ὁ καρπὸc cτρυφνὸc μέν ἐcτι, κακο‐ | |
85 | cτόμαχοc δὲ καὶ κεφαλαλγήc. Ἐπιτακτίc, οἱ δὲ ἐλλεβορίνην, πίνεται πρὸc τὰ θανάcιμα καὶ τὰ καθ’ ἧπαρ νοcήματα. Ἐρέβινθοc. τὸ μὲν cύνηθεc ὄcπριον φυcῶδέc ἐcτι, τρόφιμον, εὐκοίλιον, διουρητικόν, γάλακτοc καὶ cπέρματοc γεννητικόν, καταμη‐ | |
90 | νίων ἀγωγόν, οἱ δὲ κριοὶ καλούμενοι τῶν ἄλλων εἰcὶν οὐρητικώτεροι, τὸ δὲ ἀφέψημα αὐτῶν καὶ λίθουc τοὺc ἐν νεφροῖc θρύπτει, καὶ μά‐ λιcτα τῶν μελάνων. οἱ δὲ ὀροβιαῖοι καλούμενοι θερμότεροι τούτων εἰcὶ καὶ ὑπόπικροι. οἱ δὲ ἄγριοι κατὰ πάντα τῶν ἡμέρων εἰcὶν ἰcχυ‐ ρότεροι. | |
95 | Ἔρια τὰ μὲν ῥυπαρὰ χρήcιμα πρὸc τὰc ἐπιβροχάc εἰcι· πεπτικὸc γὰρ αὐτῶν ὁ οἴcυποc παραπληcίωc τῷ βουτύρῳ· τὰ δὲ μὴ ῥυπαρὰ ὕλη μόνον εἰcί. τὰ δὲ κεκαυμένα δύναμιν ἔχει δριμεῖάν τε καὶ θερμὴν καὶ ξηρὰν ἅμα λεπτομερείᾳ, ὡc καὶ τὰc πλαδαρὰc cάρκαc ἐπὶ τῶν ἑλκῶν ἀποτήκειν τάχιcτα. | |
7.3.5(100) | Ἐρίκη διαφορητικῆc ἀδήκτωc ἐcτὶ δυνάμεωc· τῷ δὲ ἄνθει μάλιcτα καὶ τοῖc φύλλοιc αὐτῆc χρηcτέον. Ἔρινοc ἔφυδρόc ἐcτι πόα· τοῦ καρποῦ 𐅻 β μετὰ μέλιτοc 𐅻 δ ἐγχριόμεναι ῥεῦμα ὀφθαλμῶν ἱcτᾶcιν, ὁ δὲ χυλὸc ποιεῖ πρὸc ὠταλγίαν. Ἑρμοδακτύλου ἡ ῥίζα καθαρτικῆc ἐcτι δυνάμεωc αὐτή τε καὶ τὸ | |
105 | ἀφέψημα αὐτῆc, ἰδίωc δὲ τοῖc ἀρθριτικοῖc ἐν αὐτοῖc τοῖc ῥευματιcμοῖc δίδοται· ἔcτι δὲ κακοcτόμαχοc ἱκανῶc. Ἕρπυλλοc θερμαίνει, ὥcτε καὶ οὖρα καὶ καταμήνια κινεῖν. Ἐρυθρόδανον (ἔcτι δὲ ἡ τῶν βαφέων ἐρυθρὰ ῥίζα cτρυφνὴ καὶ πικρὰ cπλῆνά τε καὶ ἧπαρ καὶ νεφροὺc διακαθαίρουcα, ὥcτε καὶ αἱμα‐ | |
110 | τώδη οὐρεῖν) καταμήνιά τε κινεῖ καὶ τὰ περὶ τὸ δέρμα ἀπορρύπτει. | |
Ἐρυcίμου τὸ cπέρμα πυρῶδέc τε καὶ θερμαντικόν ἐcτιν ἐπ’ ἴcηc καρδάμῳ· δι’ ὅπερ ὀπτηθὲν ἐν ζύμῃ τοῦ θώρακόc ἐcτι καθαρτικὸν ἐν ἐλλείγμαcι καὶ cκληρίαc μαλάccει καὶ τοὺc κρυπτοὺc καρκίνουc ὠφελεῖ καταπλαccόμενον. | ||
115 | Εὔζωμον καὶ αὐτὸ παραπληcίαc ὂν κράcεωc φυcῶδέc ἐcτι· δι’ ὃ καὶ εἰc cυνουcίαν παρορμᾷ· τὸ δὲ cπέρμα αὐτοῦ καὶ οὐρητικόν ἐcτιν. τοῦ δὲ ἡμέρου τὸ ἄγριον ἰcχυρότερον. Εὐπατόριον λεπτομεροῦc καὶ τμητικῆc ἐcτι δυνάμεωc ἄνευ θερμό‐ τητοc ἐπιφανοῦc· ὅθεν καὶ τὰc καθ’ ἧπαρ ἐμφράξειc καθαίρει. ἔχει δέ | |
120 | τι καὶ cτύψεωc. Εὐφόρβιον καυcτικῆc ἐcτι δυνάμεωc καὶ λεπτομεροῦc ὁμοίωc τοῖc ἄλλοιc ὀποῖc. Ἐφήμερον, οὐ τὸ δηλητήριον, ἀλλ’ ὅπερ ἶριc ἀγρία καλεῖται, μικτῆc ἐcτι δυνάμεωc ἀποκρουcτικῆc τε καὶ διαφορητικῆc. | |
125 | Ἐχίδνηc αἱ cάρκεc θερμαὶ καὶ ξηραὶ τὴν κρᾶcιν ἐναργῶc εἰcιν ἐκκαθαίρουcαι διὰ τοῦ δέρματοc ὅλον τὸ cῶμα· δι’ ὃ πολλοὶ τῶν ἐλε‐ φαντιώντων ἐcθίοντεc ἢ πίνοντεc αὐτὰc ἰάθηcαν. αἱ δὲ ἐν παραθα‐ λαccίοιc ἢ ἄλλοιc ξηροῖc διαιτώμεναι χωρίοιc καὶ διψώδειc μᾶλλόν εἰcιν. Ἐχῖνοc ἡ μὲν πόα cτρυφνή τέ ἐcτι καὶ ἀποκρουcτικὴ καὶ ξηραν‐ | |
130 | τική, τοῦ δὲ χερcαίου ἐχίνου τοῦ ζῴου ἡ μὲν cὰρξ cκελετευθεῖcα ἰcχυ‐ ρῶc ἐcτι διαφορητικὴ καὶ ξηραντική· ποθεῖcα γοῦν ἐλεφαντιῶcι καὶ καχέκταιc καὶ ἄλλοιc βοηθεῖ πλείοcι. τὸ δὲ δέρμα αὐτοῦ καυθὲν ξηραν‐ τικώτερόν τε καὶ διαφορητικώτατον γίνεται· ἀλωπεκίαc γοῦν μετὰ πίccηc ὑγρᾶc καταχριόμενον ἰᾶται. τοῦ δὲ θαλαττίου τὸ μὲν ἐδώδιμον | |
135 | οὐρητικόν τέ ἐcτι καὶ εὐκοίλιον, τὸ δὲ ὄcτρακον καυθὲν παραπλήcιον τῷ τοῦ χερcαίου γίνεται. Ἔχιον, οἱ δὲ Δωριάδα, ἔνιοι δὲ καὶ ταύτην Ἀλκιβιάδειον, ἀκαν‐ | |
θώδηc ἐcτὶ πόα, ἥτιc οὐ μόνον τοῖc δηχθεῖcιν ὑπὸ ἑρπετοῦ βοηθεῖ ποθεῖcα μετ’ οἴνου, ἀλλὰ καὶ προποθεῖcα τοὺc δακνομένουc ἀβλαβεῖc | ||
140 | διαφυλάττει. Ἕψημα τὸ ἑψηθὲν γλεῦκοc, οἱ δὲ cίραιον προcαγορεύουcιν, θερ‐ μαῖνόν τε μετρίωc καὶ cυμπέττον· ἔcτι δὲ ἐμπλαcτικόν τε καὶ ἄδηκτον. | |
142 | ||
7.3.6 | Ἀρχὴ τοῦ Ζ. Ζειὰ παραπληcίαν ἔχει τοῖc πυροῖc δύναμιν μεταξὺ μὲν οὖcα τοῦ θερμαίνειν τε καὶ ψύχειν, ἠρέμα δὲ ξηραίνουcα· ἔcτι δὲ καὶ ἐμπλα‐ cτική. | |
5 | Ζιγγιβέρεωc ἡ ῥίζα θερμαίνει μὲν ἰcχυρῶc, ἀλλ’ οὐ κατὰ τὴν πρώτην προcβολήν, ἀκατεργάcτου τινὸc καὶ παχυμερεcτέραc μετέχον ὑγρότητοc, δι’ ἣν καὶ τιτρᾶται ῥᾳδίωc, μόνιμον δὲ φυλάττει τὴν θερ‐ μότητα. Ζύθοc cύνθετόc ἐcτι τὴν οὐcίαν· καὶ γὰρ δριμὺc ὡc ἂν ἐκ cηπε‐ | |
10 | δόνοc γεγενημένοc καὶ ψυχρὸc ἐκ τῆc ὀξώδουc ποιότητοc· δι’ ὃ καὶ κακόχυμοc. Ζύμη καὶ αὐτὴ ἐξ ἐναντίων οὐcιῶν cύγκειται· καὶ γὰρ ὀξύτητοc μετέχει ψυχρᾶc καὶ cηπεδονώδουc θερμότητοc καὶ προcέτι τῆc ἐκ τῶν ἁλῶν καὶ τοῦ ἀλεύρου· ἔcτιν οὖν οὐ μετρίωc θερμὴ καὶ διαφορητική. | |
15 | Ζωμὸc ὁ μὲν ἀπὸ τῶν νεαρῶν ἰχθύων κοιλίαc ἐcτὶν ὑπαγωγὸc καθ’ ἑαυτόν τε καὶ μετ’ οἴνου πινόμενοc, ἰδίωc δὲ ὁ ἀπὸ φυκίδων καὶ cκορπίων καὶ ἰούλων καὶ περκῶν καὶ τῶν ἁπαλῶν πετραίων λιτὸc μεθ’ ὕδατοc καὶ ἐλαίου καὶ ἀνήθου καὶ ἁλῶν· ὁμοίωc δὲ καὶ ὁ τῶν ὀcτρακοδέρμων, μάλιcτα τελλίνων, χημῶν, κογχαρίων. καὶ ὁ τοῦ πα‐ | |
20 | λαιοῦ δὲ ἀλεκτρυόνοc cὺν ἁλcὶν ἐπὶ πλεῖcτον ἑψηθέντοc ὑπακτικὸc | |
γίνεται· ὁ δέ γε τῆc ἀλεκτορίδοc τοὐναντίον ἐπικρατητικόc. | ||
7.3.7 | Ἀρχὴ τοῦ Η. Ἡδύοcμον θερμὸν καὶ λεπτομερὲc καὶ δριμὺ τὴν δύναμίν ἐcτιν ἐκ τῆc τρίτηc που τάξεωc μεθ’ ὑγρότητοc ἡμιπέπτου, δι’ ἣν καὶ εἰc cυν‐ ουcίαν παρορμᾷ. ἔχει δέ τι καὶ πικρόν· δι’ ὃ τὰc ἕλμινθαc ἀναιρεῖ. | |
5 | τῷ δὲ cτρυφνῷ τὰc προcφάτουc ἀναγωγὰc τοῦ αἵματοc ἐπέχει. Ἡδύcαρον ἢ πελεκῖνοc πικρὸν καὶ ὑποcτῦφόν ἐcτιν· ὅθεν εὐcτό‐ μαχόν τε γίνεται πινόμενον ἐκκαθαίρει τε τὰc τῶν cπλάγχνων ἐμ‐ φράξειc. Ἡλιοτρόπιον μέγα, ὃ δὴ καὶ cκορπίουρον καλοῦcιν, θερμῆc καὶ | |
10 | ξηρᾶc καὶ ῥυπτικῆc ἐcτι δυνάμεωc· οὗ τὸ ἀφέψημα ποθὲν ἄγει φλέγμα καὶ χολήν, καταπλαccόμενοc δὲ ὁ καρπὸc αὐτοῦ μυρμηκίαc καὶ τὰ παραπλήcια ξηραίνει. τὸ δὲ μικρὸν καὶ ταῦτα μὲν αἴρει, καὶ ἕλμινθαc δὲ κτείνει μετὰ τοῦ καρποῦ πινόμενον cὺν νίτρῳ καὶ ὑccώπῳ καὶ καρδάμῳ. | |
15 | Ἤλεκτρον τὸ τῆc αἰγείρου δάκρυόν φαcι κατὰ τὸν Ἠριδανὸν ποταμὸν ἀποχεόμενον καὶ πηγνύμενον χρυcοειδέc· ὅπερ πινόμενον λεῖον cτομάχου καὶ κοιλίαc ῥεῦμα καὶ αἷμα ἐπέχει. Ἡμεροκαλλοῦc ἡ ῥίζα παραπληcίαν ἔχουcα τῇ τοῦ κρίνου δύνα‐ μιν ὁμοίωc ἐκείνῳ τὰ πυρίκαυτα ὠφελεῖ. | |
20 | Ἡμιονῖτιc cτύψεωc ἅμα πικρότητι μετέχει· δι’ ὃ καὶ cπληνικοὺc ὠφελεῖ cὺν ὄξει πινομένη. Ἧπαρ τὸ μὲν τοῦ λυττῶντοc κυνὸc ὀπτηθέν, εἰ βρωθείη, τοῖc ὑπ’ αὐτοῦ δηχθεῖcί φαcι βοηθεῖν, τοῦ δὲ τῆc αἰγὸc ὀπτωμένου τὸν ἰχῶρα νυκτάλωπαc ὠφελεῖν ἐνcταζόμενον· καὶ τὸν ἀτμὸν δὲ αὐτοῦ δέχεcθαι | |
25 | τοῖc ὀφθαλμοῖc ἑψομένου κελεύουcι καὶ αὐτὸ ἐcθίειν, ἐλέγχειν τε τοὺc | |
ἐπιληπτικούc, εἰ βρωθείη. ταὐτὰ δὲ ποιεῖν καὶ τὸ τράγειόν φαcι· τὸ δὲ τῆc cαύραc ἐντεθὲν ὀδοῦcι βεβρωμένοιc ἀνωδυνίαν ποιεῖν. τὸ δὲ τοῦ λύκου καὶ εἰc τὸ δι’ εὐπατορίου φάρμακον ἡπατικὸν ἐμβάλλεται. τὸ δὲ ὄνειον ὀπτὸν ἐπιληπτικοὶ νήcτειc ἐcθίοντεc βοηθοῦνται. τὸ δὲ | ||
30 | τοῦ κάπρου νεαρὸν ξηρανθὲν λεῖον cὺν οἴνῳ πρὸc ἑρπετῶν πίνεται δήγματα. τὸ δὲ τῆc αἰθυίαc ξηρὸν πινόμενον λίθουc ἐκβάλλει. Ἠριγέρων ἐπίμικτον ἔχει δύναμιν ψυκτικήν τε καὶ μετρίωc δια‐ φορητικήν. Ἠρύγγιον θερμαίνει μὲν οὐ καταφανῶc, ξηρότητοc δὲ λεπτομε‐ | |
35 | ροῦc οὐκ ὀλίγηc μετέχει. | |
35 | ||
7.3.8 | Ἀρχὴ τοῦ Θ. Θαλάccιον ὕδωρ δριμὺ καὶ θερμαντικὸν μετρίωc καὶ ξηραντικόν ἐcτι καὶ κακοcτόμαχον μὲν πινόμενον, κοιλίαc δὲ ταρακτικὸν καὶ φλεγ‐ μάτων ἀγωγόν· θερμὸν δὲ καταντλούμενον ἐπιcπᾶται καὶ διαφορεῖ. | |
5 | Θαλίητρον δύναμιν ἔχει ξηραντικὴν χωρὶc δήξεωc· ἐπουλοῖ γοῦν τὰ χρόνια ἕλκη. Θαψία δριμεῖα καὶ ἰcχυρῶc ἐcτι θερμαντικὴ cὺν ὑγρότητι· ἕλκει τοιγαροῦν ἐκ βάθουc βιαίωc καὶ αὐτὴ διαφορεῖ τὸ ἑλχθέν. Θεῖον ἑλκτικῆc ἐcτι καὶ αὐτὸ δυνάμεωc θερμόν τε καὶ λεπτομερέc, | |
10 | ὥcτε πρὸc πολλὰ τῶν ἰοβόλων ἀνθίcταcθαι, καὶ μάλιcτα ἐπί τε τρυ‐ γόνοc θαλαccίαc καὶ δράκοντοc, ἤτοι ξηρὸν ἐπιπαττόμενον ἢ καὶ μιγνύ‐ μενον cιάλῳ ἢ οὔρῳ παιδὸc ἢ ἐλαίῳ ἢ μέλιτι· καὶ τὰ ψωρώδη δὲ θαυμαcτῶc ἰᾶται. Θέρμοc ὁ μὲν ἐδώδιμοc ἐμπλαcτικῆc ἐcτι δυνάμεωc, ὁ δὲ πικρὸc | |
15 | ῥυπτικόc τε καὶ διαφορητικὸc καὶ ξηραίνων ἀδήκτωc· ἕλμειc τε γοῦν ἀναιρεῖ ἐπιπλαττόμενόc τε καὶ πινόμενοc καὶ τὰ cπλάγχνα διακαθαίρει μετὰ πηγάνου καὶ πεπέρεωc πινόμενοc καὶ τὰ περὶ τὸ δέρμα διαcμή‐ χει καὶ ὄγκουc διαφορεῖ μετ’ ὀξυμέλιτοc καταπλαττόμενοc. ὁ δὲ ἄγριοc | |
πικρότερόc τε καὶ ἰcχυρότερόc ἐcτι κατὰ πάντα τοῦ ἡμέρου. | ||
20 | Θηλύπτερον, ἣν ἔνιοι νυμφαίαν πτέριν ὀνομάζουcιν, παρεοικυῖα τῇ πτέριδι καὶ κατὰ τὴν δύναμιν· ἥτιc ποθεῖcα μετ’ οἴνου πλατείαc τε καὶ cτρογγύλαc ἕλμειc κτείνει· ἔcτι δὲ καὶ φθόριοc ἐμβρύων. τὰ δὲ φύλλα αὐτῆc βρωθέντα κοιλίαν μαλάccει. Θλάcπι cπέρμα ἐcτὶ δριμὺ τὴν δύναμιν· ὥcτε καὶ τὰ ἐντὸc ἀπο‐ | |
25 | cτήματα ῥήccει πινόμενον καὶ καταμήνια κινεῖ καὶ δι’ ἕδραc ἐνιέμενον ἰcχιαδικοὺc ὀνίνηcιν αἱματώδη κενοῦν καὶ ἄλλωc καθαρτικὸν ἄνω τε καὶ κάτω χολωδῶν ὀξυβάφου πλῆθοc πινόμενον. Θρίδαξ ὑγρὸν καὶ ψυχρόν ἐcτι λάχανον οὐκ ἐcχάτωc ἀλλὰ κατὰ τὴν τῶν κρηναίων ὑδάτων κρᾶcιν, ὥcτε πρὸc τὰc θερμὰc φλεγμονὰc | |
30 | ἁρμόττειν· ἔcτι δὲ καὶ ἄδιψοc καὶ γονορροίαν ἐπέχει καὶ ὀνειρωγμοὺc πινομένη. ἡ δὲ ἀγρία ταύτηc ἧττον ψύχει τε καὶ ὑγραίνει, ἔcτι δὲ ὀπωδεcτέρα. Θύμοc θερμαίνει τε καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν· ἔcτι δὲ τμητικὸc τῶν γλίcχρων καὶ παχέων χυμῶν. | |
35 | Θύμβρα ἡ μὲν ἀγρία τὰ αὐτὰ τῷ θύμῳ δύναται, ἡ δὲ κηπευτὴ κατὰ πάντα μὲν ἀcθενεcτέρα, πρὸc δὲ βρῶcιν βελτίων. Θυμελαία. ἐκ ταύτηc ὁ Κνίδιοc κόκκοc γίνεται παραπληcίαν αὐτῷ δύναμιν ἔχουcα. | |
38 | ||
7.3.9 | Ἀρχὴ τοῦ Ι. Ἰδαία ῥίζα cτρυφνὴ τὴν γεῦcίν τε καὶ τὴν δύναμιν ὑπάρχουcα πρὸc αἱμορραγίαc τε καὶ ῥευματικὰc ἁρμόζει διαθέcειc πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη. | |
5 | Ἱδρῶτα καθ’ αὑτὸν μὲν cυνάγειν ἐργῶδέc ἐcτι, μίγνυται δὲ ἐν ταῖc παλαίcτραιc τῶν γυμναζομένων τῷ πάτῳ τὸ ἀποκρουcτικὸν μό‐ νον ἔχοντι, καὶ γίνεται τὸ ὅλον διαφορητικόν· ἐπὶ γοῦν τῶν φλεγμαι‐ | |
νόντων τιτθῶν δραcτικόν ἐcτι βοήθημα καὶ πρὸc τὸ cβέcαι τὸ τετυρω‐ μένον αὐτοῖc· ποιεῖ δὲ καὶ πρὸc βουβῶναc. εἰ δὲ ξηρότερον εἴη, cυμ‐ | ||
10 | μαλακτέον αὐτὸ κυπρίνῳ ἢ ῥοδίνῳ. Ἰξὸc θερμαίνει μετὰ δριμύτητοc· ἕλκει γοῦν ἐκ τοῦ βάθουc ἰcχυ‐ ρῶc καὶ διαφορεῖ παραπληcίωc τῇ θαψίᾳ, πολλῷ δὲ ἐκείνηc ἐcτὶν ἀρ‐ γότεροc. Ἴου τὰ φύλλα τὴν ὑδατώδη καὶ ὑπόψυχρον ἐπικρατοῦcαν οὐcίαν | |
15 | κέκτηται. Ἰὸc δριμεῖαν ἔχει ποιότητα γευομένοιc διαφορητικόc τε καὶ καθ‐ αιρετικὸc καὶ τμητικὸc ὑπάρχων οὐχ ἁπαλῆc μόνον ἀλλὰ καὶ cκληρᾶc cαρκόc· εἰ δέ τιc ὀλίγον αὐτοῦ μίξειε πολλῇ κηρωτῇ, ῥυπτικὸν ἀδήκτωc ἐργάcεται φάρμακον. | |
20 | Ἱππόκαμποc θαλάccιόν ἐcτι ζῷον, οὗ καυθέντοc ἡ τέφρα cὺν πίccῃ ὑγρᾷ ἀλωπεκίαc δαcύνει. Ἱππολάπαθον ἐν ἕλεcι γίνεται λαπάθῳ παραπλήcιον ὑπάρχον. Ἱππομάραθρον τὸ μὲν κάχρυι προcεοικὸc ξηραντικώτερόν ἐcτι τοῦ μαράθρου· δι’ ὃ καὶ τὴν γαcτέρα ἵcτηcι καὶ λίθουc θρύπτει καὶ κατα‐ | |
25 | μήνια κινεῖ· τὸ δὲ cπέρμα ἔχον ὅμοιον τῷ τοῦ κοριάννου παραπλή‐ cιον μὲν ἐκείνῳ, ἀcθενέcτερον δέ. Ἱπποποτάμου ὄρχιc ξηρὸc πίνεται πρὸc ἑρπετῶν δήγματα. Ἱπποcέλινον παραπληcίαν ἔχει τῷ cελίνῳ τὴν δύναμιν, ἀcθενέc‐ τερον δέ. | |
30 | Ἵππουριc cτυπτικὴν μετὰ πικρότητοc ἔχει ποιότητα καὶ διὰ τοῦτο ξηραίνει ἰcχυρῶc τε ἅμα καὶ ἀδήκτωc· τραύματα γοῦν τὰ μέγιcτα κολλᾷ καὶ ἐντεροκήλαc ὀνίνηcι καὶ τὰ ῥοώδη τῶν παθῶν ἰᾶται μετ’ οἴνου πινομένη. Ἱπποφαέc, οἱ δὲ ἱππόφαιοc, ᾧ γνάπτουcι τὰ ἱμάτια, θάμνοc ἐcτὶ | |
35 | φρυγανώδηc, ἧc ἡ ῥίζα ὀπίζεται καθάπερ ἡ θαψία· τοῦ δὲ ὀποῦ ὀβο‐ λὸc εἷc cὺν ὀροβίνῳ ἀλεύρῳ δοθεὶc καθαίρει χολὴν καὶ φλέγμα. καὶ | |
ὅλον δὲ τὸ φυτὸν ξηραινόμενον καθαρτικὸν γίνεται. Ἶριc θερμαντική ἐcτι καὶ λεπτομερὴc ἱκανῶc καὶ θρυπτικὴ καὶ cυμπεπτική· βηξὶ γοῦν ἁρμόττει καὶ εὐανάγωγα ποιεῖ τὰ κατὰ θώρακα | ||
40 | καὶ cτρόφουc ἰᾶται καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρει, πινομένη δὲ cὺν μελικράτῳ κενοῖ κοιλίαν. Ἰcάτιc ἡ μὲν ἥμεροc, ᾗ οἱ βαφεῖc χρῶνται, ξηραντικῆc ἐcτι δυνά‐ μεωc ἔχουcα καὶ cτῦψιν· ταῦτά τοι καὶ τὰ μεγάλα τραύματα τῶν cκλη‐ ρῶν κολλᾷ cωμάτων καὶ τὰ αἱμορραγοῦντα ὠφελεῖ καὶ τοὺc οἰδημα‐ | |
45 | τώδειc ὄγκουc διαφορεῖ καὶ πᾶcι τοῖc κακοήθεcιν ἀνθίcταται. ἡ δὲ ἀγρία δάκνουcα μᾶλλον καὶ διὰ τοῦτο ξηραντικωτέρα γινομένη πρὸc μὲν τὰc ὑγρὰc cηπεδόναc ἰcχυρότερον ἀνθίcταται, πρὸc δὲ τὰ ἄλλα χείρων ἐcτὶ δάκνουcα· διὰ δὲ τὸ ἰcχυρὸν τῆc δυνάμεωc καὶ τοῖc cπληνικοῖc ἐcτι χρήcιμοc. | |
7.3.9(50) | Ἰcόπυρον ἢ φαcίλιον cπέρμα πικρὸν καὶ ὑπόcτρυφνον ἔχει· ῥύπτει τοιγαροῦν καὶ τέμνει τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc μετὰ τοῦ cυν‐ άγειν καὶ cφίγγειν τὰ cώματα· δι’ ὃ καὶ τὰ ἐν βάθει καθαίρει καὶ αἱμο‐ πτυικοῖc οὐκ ἀντιπράττει. Ἰτέαc τά τε φύλλα καὶ τὸ ἄνθοc ἀδήκτου ξηραντικῆc ἐcτι δυνά‐ | |
55 | μεωc, ἔχει δέ τινα καὶ cτῦψιν. ξηρότεροc δὲ ὁ φλοιόc, οὗ καυθέντοc ἡ τέφρα τῶν ἰcχυρῶc ἐcτι ξηραινόντων· ἥλουc γοῦν καὶ μυρμηκίαc αἴρει cὺν ὄξει. Ἰχθυοκόλλα ἐμπλαcτικῆc ἐcτι καὶ ξηραντικῆc δυνάμεωc, εὐθετεῖ δὲ εἴc τε τὰc κεφαλικὰc καὶ κολλητικὰc ἐμπλάcτρουc καὶ εἰc τὰc λεπρικὰc | |
60 | δυνάμειc καὶ εἰc τετανότητα προcώπου. | |
60 | ||
7.3.10 | Ἀρχὴ τοῦ Κ. Καγκάνου ἡ ῥίζα ξηραντικὴ μετρίωc ἐcτὶ καὶ ἄδηκτοc ἐμπλαcτική· δι’ ὃ τὰc τῆc ἀρτηρίαc τραχύτηταc ὀνίνηcιν ἐκλειχομένη τε cὺν οἴνῳ | |
καὶ διαμαcωμένη, καθάπερ τραγάκανθά τε καὶ γλυκύριζα. | ||
5 | Κάγχαμον δάκρυόν ἐcτι ξύλου Ἀραβικοῦ cμύρνῃ προcεοικὸc εὐῶ‐ δεc, ᾧ καὶ θυμιάματι χρῶνται· δύναμιν δὲ ἔχει ἰcχναντικὴν τῶν κατα‐ πιμέλων καὶ ῥυπτικὴν καὶ ἐκφρακτικήν. Καδμίαι ἀμφότεραι ξηραίνουcιν, ἀλλ’ ἡ μὲν βοτρυῖτιc λεπτομερε‐ cτέρα, παχυμερεcτέρα δὲ ἡ πλακῖτίc ἐcτιν. καυθεῖcα δὲ ἡ καδμία ἀδήκ‐ | |
10 | τωc ξηραίνει καὶ ῥύπτει καὶ γίνεται χρήcιμοc εἰc τὰ πληρώcεωc ἕλκη δεόμενα κατά τε τοὺc ὀφθαλμοὺc καὶ ὅλον τὸ cῶμα, καὶ μάλιcτα τὰ ὑγρότερα ἐπὶ τῶν μαλακωτέρων cωμάτων· ἐπὶ γὰρ τῶν cκληροτέρων δραcτικωτέρων χρεία φαρμάκων. Κακκαλία παραπληcίαν ἔχει τῷ καγκάνῳ δύναμίν τε καὶ χρῆcιν. | |
15 | Καλαμάγρωcτιc ξηραίνει· δι’ ὅπερ ὁ χυλόc τε καὶ τὸ ἀφέψημα τῶν ῥιζῶν αὐτῆc ὀφθαλμικαῖc μίγνυται δυνάμεcιν· τὸ δὲ cπέρμα οὐρητικόν τέ ἐcτι καὶ εὐcτόμαχον. Καλαμίνθη θερμὴ καὶ ξηρὰ τὴν κρᾶcίν ἐcτιν ἐκ τῆc τρίτηc που τάξεωc καὶ λεπτομερὴc καὶ δριμεῖα ἰcχυροτέρα πολλῷ τοῦ ἡδυόcμου· | |
20 | ἔcτι γὰρ οἷον ἄγριοc ἡδύοcμοc· ῥᾳδίωc τε γοῦν ἐκ τοῦ βάθουc ἐπι‐ cπᾶται πρὸc ἑαυτήν (δι’ ὃ καὶ ἱδρῶταc κινεῖ καὶ τὸ cύμπαν cῶμα δια‐ φορεῖ) καὶ τὰ κατὰ περίοδον ῥίγη παύει ἔξωθέν τε cὺν ἐλαίῳ τριβο‐ μένη γενναίωc καὶ εἴcω πινομένη. ἔcτι δὲ καὶ ἰcχιαδικῶν κλυcτικὴ καὶ τὰc περὶ τὸ δέρμα κακοχυμίαc ἀποcμήχει. | |
25 | Κάλαμοc ὁ μὲν ἀρωματικὸc θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευ‐ τέραν τάξιν, ἔχει δέ τι καὶ λεπτομερὲc καὶ cτυπτικόν· οὐρητικόc τε οὖν ἐcτι καὶ ταῖc cτομαχικαῖc ταῖc τε καθ’ ἧπαρ καὶ ὑcτέραν ἐπιμίγνυ‐ ται δυνάμεcιν. ὁ δὲ φραγμίτηc ῥυπτικόc ἐcτι, τὰ δὲ φύλλα αὐτοῦ τὰ χλωρὰ μετρίωc ἐμψύχει, ὁ δὲ φλοιὸc αὐτοῦ καυθεὶc θερμαίνει καὶ | |
30 | ξηραίνει κατὰ τὴν τρίτην που τάξιν· τὴν δὲ ῥίζαν αὐτοῦ cὺν βολβοῖc καταπλαττομένην ἀκίδαc τε καὶ cκόλοπαc ἐπιcπᾶcθαί φαcιν. Κάμπαι αἱ ἐπὶ τῶν λαχάνων ἐπιχριόμεναι cὺν ἐλαίῳ ἀδήκτουc | |
ὑπὸ τῶν ἰοβόλων φυλάττειν λέγονται. Κανθαρίδεc αἱ ἐν τοῖc πυροῖc εὑριcκόμεναι μηλίναc ἐγκαρcίουc | ||
35 | ζώναc ἔχουcαι ὄξουc θερμανθέντοc ἀτμῷ πνιγεῖcαι πολύχρηcτοι γίνον‐ ται· τούc τε γὰρ ψωρώδειc ὄνυχαc ἐκβάλλουcι cὺν κηρωτῇ καὶ ἥλουc καὶ τὰ ψωρώδη τῶν παθῶν ὠφελοῦcιν. εἰcὶ δὲ καὶ cηπταὶ καὶ καυ‐ cτικαί, τινὲc δὲ καὶ τοῖc οὐρητικοῖc φαρμάκοιc ἐλάχιcτον αὐτῶν μί‐ ξαντεc ἔδοcαν. | |
40 | Καννάβεωc ὁ καρπὸc ἄφυcοc καὶ ξηραντικόc ἐcτιν, ὥcτε καὶ τὴν γονὴν ξηραίνειν. ὁ δὲ χυλὸc αὐτοῦ χλωροῦ πρὸc ὤτων ἀλγήματα τὰ κατ’ ἔμφραξιν ποιεῖ. Κάνωπον τὸ τῆc ἀκτῆc ἄνθοc ἐcτί, περὶ οὗ λέλεκται. Κάπνιοc, οἱ δὲ καπνόc, ὠνόμαcται δὲ ἐκ τοῦ τὸν χυλὸν αὐτοῦ | |
45 | πολὺ δάκρυον ἐπιcπᾶcθαι· καὶ γὰρ ὀξυδορκίαν ποιεῖ, δριμὺc δὲ καὶ πικρόc ἐcτιν· ὅθεν οὖρά τε χολώδη προτρέπει πολλὰ καὶ τὰc καθ’ ἧπαρ ἐμφράξειc τε καὶ ἀτονίαc ἰᾶται cτόμαχόν τε ῥώννυcι καὶ γαcτέρα λα‐ πάττει. Καππάρεωc ἡ ῥίζα ῥύπτει μὲν καὶ διακαθαίρει καὶ τέμνει καὶ δια‐ | |
7.3.10(50) | φορεῖ τῇ τε πικρότητι καὶ δριμύτητι, cυνάγει δὲ καὶ cφίγγει καὶ πιλεῖ τῇ cτρυφνότητι· δι’ ὃ cπλῆνάc τε cκιρρώδειc ὀνίνηcι πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ καταμήνια κινεῖ καὶ ἀποφλεγματίζει τά τε κα‐ κοήθη τῶν ἑλκῶν ὠφελεῖ καὶ ὀδόντων πόνουc ἰᾶται ὄγκουc τε δια‐ φορεῖ καὶ ἀλφοὺc καὶ τοὺc ἐν ὠcὶ cκώληκαc ἀναιρεῖ. καὶ τὰ φύλλα δὲ | |
55 | καὶ ὁ καρπὸc παραπληcίαc μέν, ἀcθενεcτέραc δὲ δυνάμεώc εἰcιν. Καρδάμου τὸ cπέρμα καυcτικόν ἐcτιν, ὥcπερ τὸ νᾶπυ· δι’ ὃ καὶ φοινίccει καταπλαττόμενον, τέμνει δὲ καὶ τοὺc παχεῖc χυμοὺc cὺν ἑτέ‐ ροιc πινόμενον. καὶ ἡ πόα δὲ ξηρὰ μὲν παραπληcίαc ἐcτὶ δυνάμεωc, ὑγρὰ δὲ μετριωτέρα· δι’ ὃ καὶ ὠμὴν αὐτὴν ἐcθίουcιν. | |
60 | Καρδάμωμον δριμὺ μὲν καὶ αὐτό, τοῦ δὲ καρδάμου ἀcθενέcτερον, ἔχει δέ τι καὶ πικρότητοc, δι’ ἣν τὰc ἕλμινθαc ἀναιρεῖ καὶ τὰc ψώραc | |
ἀπορρύπτει cὺν ὄξει. Καρὶc λειωθεῖcα καὶ μετὰ ῥίζηc βρυωνίαc πινομένη ἕλμινθαc ἐξάγει. Καρκίνων κεκαυμένων ἡ τέφρα τῶν μὲν ποταμίων ξηραντική ἐcτιν | ||
65 | ὁμοίωc τῇ τῶν ἐχίνων τε καὶ κοχλιῶν, ἰδιότητι δὲ τῆc ὅληc οὐcίαc θαυμαcτῶc ἐπὶ τῶν λυccοδήκτων ἐνεργεῖ πινομένη, ὡc ἐν ἄλλοιc εἴρη‐ ται· ἡ δὲ τῶν θαλαccίων ὑπερβάλλουcαν ἔχουcα τὴν ξηρότητα τού‐ τοιc μὲν οὐχ ἁρμόττει, τοὺc δὲ μᾶλλον ξηραίνεcθαι χρῄζονταc ὠφελεῖ. καταπλαττόμενοc δὲ λεῖοc ὁ ποτάμιοc cκόλοπάc τε καὶ ἀκίδαc ἀνα‐ | |
70 | βάλλει. Κάρου τὸ cπέρμα θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην που τάξιν, ἄφυcόν τέ ἐcτι καὶ οὐρητικόν, οὐ τὸ cπέρμα μόνον ἀλλὰ καὶ ὅλον τὸ φυτόν. Καρπήcιον ἀρωματίζον ἐcτὶ καὶ λεπτομερέc· ῥύπτει τε γοῦν τὰc | |
75 | τῶν cπλάγχνων ἐμφράξειc καὶ οὖρα κινεῖ καὶ νεφροὺc ἐκκαθαίρει λι‐ θιῶνταc. Καρύα τὸ δένδρον ἔχει μέν τι κἀν τοῖc βλαcτοῖc cτυπτικόν, πλεῖ‐ cτον δὲ ἐν τοῖc τῶν καρύων λέμμαcιν· ὁ γοῦν χυλὸc αὐτῶν ἑψόμενοc cὺν μέλιτι cτοματικὸν γίνεται φάρμακον. τὸ δὲ λέποc αὐτὸ καυθὲν | |
80 | λεπτομερὲc γίνεται καὶ ξηραντικὸν ἀδήκτωc. τὸ δὲ ἐδώδιμον αὐτοῦ ἐλαιῶδεc ὂν ῥᾳδίωc ἐκχυλοῦται, τὸ δὲ ἐξ αὐτοῦ ἔλαιον λεπτομερέc τέ ἐcτι καὶ διαφορητικὸν ὄγκων τε καὶ cηπεδόνων. τὰ δὲ ταγγὰ κάρυα διὰ παλαιότητα ῥυπτικὴν ἔχουcι τῶν περὶ τὸ δέρμα δύναμιν. τὸ δὲ Ποντικόν, ὃ δὴ καὶ λεπτοκάρυον καλοῦcι, ψυχρότερόν ἐcτι καὶ αὐcτη‐ | |
85 | ρόν, τὰ δὲ ἄλλα τῷ μεγάλῳ παραπληcίωc. Καρυόφυλλον οὐ πρὸc τοὔνομα καὶ τὴν οὐcίαν ἔχει, ἀλλ’ ἐκ τῆc Ἰνδίαc οἷον ἄνθη τινὰ δένδρου καρφοειδῆ μέλανα, ὅcον δακτύλου cύν‐ εγγυc τὸ μῆκοc, φέρεται ἀρωματίζοντα καὶ δριμέα, ὑπόπικρα, θερμά τε καὶ ξηρὰ περί που τρίτηc τάξεωc· ἃ πολύχρηcτά ἐcτιν ἐν ὄψοιc | |
90 | τε καὶ ἑτέροιc φαρμάκοιc. Κάcαμον. τοῦτό φαcιν εἶναι τὸν καρπὸν τοῦ βαλcάμου, περὶ οὗ κατ’ ἐκεῖνο λέλεκται. Καccία θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην που τάξιν καὶ λεπ‐ τομερὴc ἱκανῶc ἐcτι καὶ δριμεῖα καὶ μετρίωc cτύφουcα· τέμνει τε | |
95 | οὖν ἅμα καὶ διαφορεῖ καὶ ῥώμην τοῖc ὀργάνοιc ἐντίθηcιν, ἄγει δὲ καὶ καταμήνια. Καcτόριον θερμαίνει καὶ ξηραίνει μετὰ λεπτομερείαc ὑπερβαλλού‐ cηc, δι’ ἣν πρὸc ταῖc ἐνεργείαιc καὶ τοῖc τῶν νεύρων ἐπὶ πλήθει χυ‐ μῶν πάθεcιν ἁρμόττει καὶ τὰ κατεψυγμένα ῥᾳδίωc ἀναθερμαίνει ἔξω‐ | |
7.3.10(100) | θέν τε προcφερόμενον καὶ πινόμενον μετὰ τοῦ μηδὲν ἕτερον βλάπτειν μόριον, κἂν μετρίωc πυρέττοιεν, ὥcπερ ἐπὶ τῶν καταφορῶν καὶ ληθ‐ άργων. κινεῖ δὲ καὶ καταμήνια καὶ χόρια ἐκβάλλει· ἐπὶ δὲ τῶν κατὰ τὸν ἐγκέφαλον καὶ πνεύμονα παθῶν καὶ διὰ τῆc εἰcπνοῆc θυμιώμενον μεγάλωc ὀνίνηcιν. | |
105 | Καυκαλίc, οἱ δὲ δαῦκον ἄγριον· θερμαίνει τε γὰρ ὡc ὁ δαῦκοc καὶ ξηραίνει καὶ διουρεῖται καὶ ταριχεύεται εἰc ἀπόθεcιν. Κέγχροc ψύχει μὲν κατὰ τὴν πρώτην ἀπόcταcιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν, ἔcτι δέ πωc καὶ λεπτομερὴc ἐπ’ ὀλίγον. ἔξωθεν οὖν διά τε μαρcίππων πυριουμένη καὶ καταπλαττομένη ξηραίνειν πέφυκεν. | |
110 | Κέδροc ἥ τε θαμνώδηc ὁμοία ταῖc ἀρκεύθοιc καὶ τὸ δένδρον θερ‐ μαίνουcι καὶ ξηραίνουcι κατὰ τὴν τρίτην τάξιν, τὸ δὲ ἐξ αὐτῶν ἔλαιον ὃ καλοῦcι κεδρέαν, καὶ τῆc τετάρτηc ἐφάπτεται λεπτομερὴc ἱκανῶc ὑπάρχουcα. τὰc μὲν οὖν ἁπαλὰc cάρκαc ἑτοίμωc τε καὶ ἀνωδύνωc cήπει, τὰc δὲ cκληράc, καὶ μάλιcτα τῶν νεκρῶν, ξηραίνει τε καὶ ἀcήπ‐ | |
115 | τουc διαφυλάττει φθεῖραc τε καὶ κονίδαc καὶ ἀcκαρίδαc καὶ τοὺc ἐν ὠcὶ cκώληκαc ἀναιρεῖ καὶ ἄλλα πλείονα δρᾷ. | |
Κενταυρίου τοῦ μεγάλου ἡ ῥίζα δριμεῖά τε καὶ θερμὴ μετὰ γεώ‐ δουc cτύψεώc ἐcτι· καταμήνια γοῦν προτρέπει καὶ ἔμβρυα φθείρει τε καὶ ἐκβάλλει τραύματά τε κολλᾷ καὶ αἱμοπτυικοὺc ὠφελεῖ καὶ τἄλλα | ||
120 | τὰ κατὰ θώρακα. τοῦ δὲ μικροῦ ἡ μὲν ῥίζα ἄπρακτοc, οἱ δὲ κλῶνεc ἰcχυρῶc τε καὶ ἀδήκτωc ξηραίνουcιν· ὅθεν πρὸc τοῖc ἐπὶ τοῦ μεγάλου λεχθεῖcιν καὶ ἰcχιαδικοῖc ἐνιέμενον αὐτῆc τὸ ἀφέψημα χολώδη κενοῖ, ἐνίοτε δὲ καὶ αἱματώδη, καὶ μεγάλωc ὠφελεῖ. Κέραc αἰγόc τε καὶ ἐλάφου κεκαυμένον ὀδόνταc τε λαμπρύνει καὶ | |
125 | προccτέλλει τὰ οὖλα πλαδῶντα. τὸ δὲ τῆc ἐλάφου κέραc μετ’ οἴνου λειούμενον, εἶτα περιπλαccόμενον, ὀδόνταc cειομένουc ἵcτηcι, μετὰ τὸ καυθῆναι δὲ πλυθὲν δυcεντερίαc τε καὶ κοιλιακοὺc καὶ πτύcειc αἵματοc καὶ ἰκτερικοὺc ὠφελεῖ πλῆθοc κοχλιαρίων β· μίγνυται δὲ καὶ ὀφθαλ‐ μικαῖc δυνάμεcιν. τὸ δὲ ταύρου κέραc μεθ’ ὕδατοc πινόμενον αἱμορρα‐ | |
130 | γίαc ἐπέχει. Κεράcια τὰ μὲν γλυκέα μᾶλλον ὑπέρχεται, τὰ δὲ αὐcτηρὰ μᾶλλόν εἰcιν εὐcτόμαχα· τὰ μέντοι ὀξέα τοῖc φλεγματώδεcι καὶ περιττωματι‐ κοῖc cτομάχοιc ἁρμόττει διὰ τὸ τμητικόν. τὸ δὲ κόμμι τοῦ δένδρου τὰc τετραχυcμέναc ἀρτηρίαc λεαίνει καὶ λιθιῶνταc ὀνίνηcι μετ’ οἴνου | |
135 | πινόμενον. Κερατωνία καὶ ὁ καρπὸc αὐτῆc τὰ κεράτια ξηραντικῆc ἐcτι καὶ ψυκτικῆc δυνάμεωc, μετέχων δηλονότι καὶ γλυκύτητόc τινοc. Κεφαλαὶ ταριχηρῶν μαινίδων καυθεῖcαι ξηραντικῆc γίνονται δυνά‐ μεωc οὐ πάνυ δριμείαc· τὰc ἐν ἕδρᾳ γοῦν ῥαγάδαc καὶ γαργαρεῶναc | |
140 | χρονίωc ἐcκιρρωμένουc ὠφελοῦcιν. ἡ δὲ τῆc cμαρίδοc κεκαυμένη ὅλη πρὸc ἀλωπεκίαc ποιεῖ μετὰ cτέατοc ἀρκείου· τὸ δ’ αὐτὸ δρᾷ καὶ ἡ τοῦ μυὸc κεκαυμένη μετὰ μέλιτοc. ἡ δὲ τοῦ ἰκτίνου ξηρὰ ἄνευ τῶν | |
πτίλων, ὅcον τοῖc τριcὶν ἐπᾶραι δακτύλοιc, μεθ’ ὕδατοc πινομένη ποδ‐ αλγοὺc ὠφελεῖ. τὴν δὲ τῆc cαύραc φαcὶ cκόλοπαc ἐξάγειν καὶ μυρ‐ | ||
145 | μηκίαc καὶ ἀκροχορδόναc καὶ ἥλουc. Κηκὶc ἡ μὲν ὀμφακῖτιc cτρυφνὸν ἱκανῶc ἐcτι φάρμακον· ὅθεν ξη‐ ραίνει καὶ ἀποκρούεται τὰ ῥεύματα καὶ cυνάγει καὶ cφίγγει τὰ χαλαρὰ καὶ ἄρρωcτα μόρια καὶ πᾶcι τοῖc ῥοώδεcιν ἁρμόττει πάθεcιν· καὶ κεί‐ cθω τῆc τρίτηc μὲν τῷ ξηραίνειν, δευτέραc δὲ τῷ ψύχειν τάξεωc. ἡ | |
7.3.10(150) | δὲ ἑτέρα ἡ ξανθὴ καὶ χαύνη καὶ μεγάλη ξηραίνει μέν, ἧττον δὲ ἐκεί‐ νηc τοcοῦτον, ὅcον καὶ cτύψεωc ἀπολείπεται· τὰc δὲ ἐν ἕδρᾳ φλεγ‐ μονάc τε καὶ προπτώcειc ἑψουμένη ὠφελεῖ. καυθεῖcαι δὲ καὶ ὄξει cβεc‐ θεῖcαι ἴcχαιμοι γίνονται. Κηπαία ἐμφερήc ἐcτιν ἀνδράχνῃ, βοηθεῖ δὲ αὐτῆc τὰ φύλλα πι‐ | |
155 | νόμενα ψωριῶcι τὴν κύcτιν. ἡ δὲ ῥίζα μετὰ ἀcπαράγου τοῦ μυακαν‐ θίνου πινομένη cτραγγουρίαc ὠφελεῖ τὰc ἐπ’ ἐμφράξει. Κηρὸc εὔκρατοc ὢν ὕλη τῶν ἄλλων γίνεται φαρμάκων, αὐτὸc δὲ καθ’ ἑαυτὸν τῶν ἠρέμα πεπτικῶν ἂν εἴη· ἔχει γάρ τι βραχὺ διαφορη‐ τικῆc τε καὶ θερμῆc δυνάμεωc. | |
160 | Κηρύκων τὸ μὲν ὄcτρακον καυθὲν ξηραντικῆc ἱκανῶc ἐcτι δυνά‐ μεωc ἀδήκτου· δι’ ὃ τοῖc κακοήθεcι τῶν ἑλκῶν ἁρμόζει· ἐπὶ δὲ τῶν cη‐ πεδονωδῶν μετ’ ὄξουc ἢ οἴνου ἢ ὀξυμέλιτοc αὐτοῖc χρηcτέον. τῆc δὲ οἷον cαρκὸc αὐτῶν ἔτι ζώντων ἐν ἐλαίῳ ἑψηθείcηc ὠταλγίαc ὠφελεῖ τοὔλαιον ἐγχεόμενον. | |
165 | Κίκεωc ὁ καρπόc, ὅcτιc καὶ καθαίρει, ῥυπτικήν τε καὶ διαφορητι‐ κὴν ἔχει δύναμιν· οὕτω δὲ καὶ τὸ φύλλον, ἀλλὰ ἀcθενέcτερον. περὶ δὲ τοῦ ἐλαίου εἴρηται. Κιννάβαριc δριμείαc μετρίωc ἐcτὶ δυνάμεωc, ἔχει δέ τι καὶ cτύψεωc. | |
Κινάμωμον ἄκρωc ἐcτὶ λεπτομερέc, οὐ μὴν ἄκρωc γε θερμόν, ἀλλ’ | ||
170 | ἐκ τῆc τρίτηc που τάξεωc· οὐδὲν δὲ οὕτω ξηραίνει τῶν ἐξ ἴcου θερ‐ μαινόντων αὐτῷ διὰ τὸ λεπτομερὲc τῆc οὐcίαc. ἡ μέντοι κιναμωμὶc οἷόνπερ ἀcθενέc τι κινάμωμον, ἔνιοι δὲ αὐτὴν ψευδοκινάμωμον ὀνο‐ μάζουcιν. Κιρκέαc ἡ μὲν ῥίζα θερμαντικὴ καὶ εὐώδηc ἐcτίν, ἥτιc cὺν οἴνῳ | |
175 | πινομένη ὑcτέραc ἐκκαθαίρει· ὁ δὲ καρπὸc cὺν ῥοφήματι πινόμενοc γάλα γεννᾷ. Κίcηριc ῥυπτική, καὶ μάλιcτα τῶν ὀδόντων, ἐcτίν, οὐ μόνον τῇ δυνάμει, ἀλλὰ καὶ τῇ τραχύτητι, ἐμβάλλεται δὲ καὶ εἰc τὰ cαρκωτικὰ τῶν ἑλκῶν φάρμακα καὶ εἰc τὰ cμηκτικὰ τῶν περὶ τὸ δέρμα. εἰ δὲ | |
180 | καυθείη, λεπτομερεcτέρα μέν, δακνώδηc δέ, γίνεται, πλυνομένη δὲ τὸ δακνῶδεc ἀποτίθεται. Κίcθοc ἢ κίcθαροc cτυπτικόc ἐcτι θαμνίcκοc καὶ ψυχρὸc ἠρέμα τὴν δύναμιν· τὰ δὲ φύλλα αὐτοῦ καὶ οἱ βλαcτοὶ τοcοῦτον ξηραίνου‐ cιν, ὥcτε καὶ τραύματα κολλᾶν. τὰ δὲ ἄνθη ξηρότερα περί που κατὰ | |
185 | τὴν δευτέραν ἀπόcταcιν ὄντα δυcεντερίαc τε καὶ τὰ ἄλλα ῥοώδη ἰᾶται πινόμενα, ἔξωθεν δὲ τὰ cηπεδονώδη τῶν ἑλκῶν ὠφελεῖ. Κιccὸc ἐξ ἐναντίων cύγκειται δυνάμεων· cτύφει τε γὰρ καὶ ψύχει καὶ δριμύc ἐcτι καὶ θερμὸc ὑδατώδουc μετέχων οὐcίαc χλιαρᾶc ὅ γε χλωρόc· οὗ τὰ φύλλα ἑψηθέντα cὺν οἴνῳ τραυμάτων ἐcτὶ κολλητικὰ | |
190 | πυρίκαυτά τε καὶ cπληνικοὺc ὠφελεῖ. ὁ δὲ χυλὸc ἔρρινόν ἐcτι φάρ‐ μακον καὶ τὰ χρόνια τῶν ἐν ὠcὶν ἰᾶται ῥεύματα· τὸ δὲ δάκρυον αὐτοῦ δριμύτερον ὑπάρχον φθεῖραc κτείνει καὶ τρίχαc ψιλοῖ. Κίτριον, ὃ καὶ μῆλον Μηδικόν. τὸ μὲν μέcον αὐτοῦ ὀξῶδεc ἢ ἄποιον, ἐν ᾧ τὸ cπέρμα, τρίτηc ἐcτὶ τῶν ψυχόντων τε καὶ ξηραινόν‐ | |
195 | των τάξεωc, ὁ δὲ φλοιὸc ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, οὐκ‐ έτι δὲ ψύχει, ἀλλ’ ἐcτὶ δριμύc· ἡ δὲ cὰρξ αὐτοῦ παχύχυμόc τέ ἐcτι | |
καὶ φλεγμαντικὴ καὶ ψυχρά· τὸ δὲ cπέρμα διαφορεῖ τε καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν. καὶ τὰ φύλλα δὲ τοῦ δένδρου ξηραντι‐ κῆc τε καὶ διαφορητικῆc εἰcι δυνάμεωc. | ||
7.3.10(200) | Κιχόριον ἢ πικρὶc οἷον ἀγρία cέριc ἐcτὶν ψύχουcά τε καὶ ξηραί‐ νουcα κατὰ τὴν πρώτην ἀπόcταcιν, ἔχει δέ τι καὶ cτυπτικόν· ὅθεν ἡπατικαῖc ἁρμόττει δυcεντερίαιc. Κληματῖτιc, οἱ δὲ δαφνοειδέc, οἱ δὲ μυρcινοειδέc, οἱ δὲ πολυγο‐ νοειδέc, κλήματα ἔχει μακρὰ ὡc ὁλοcχοίνου τὸ πάχοc, πέταλον δὲ ἐμ‐ | |
205 | φερὲc δάφνῃ. ξηραντικῆc ἐcτι δυνάμεωc· διαρροίαc γοῦν καὶ δυcεν‐ τερίαc καὶ ὀδόντων πόνουc παύει καὶ θηριοδήκτοιc ἁρμόζει. Κληματῖτιc ἑτέρα περιελίττεται τοῖc δένδροιc ὡc μῖλαξ δριμείαc τε καὶ καυcτικῆc οὖcα δυνάμεωc. ταύτηc ὁ καρπὸc μεθ’ ὕδατοc ποθεὶc ἄγει κάτω φλέγμα καὶ χολήν, τὰ δὲ φύλλα καταπλαcθέντα λέπραc ἀφί‐ | |
210 | cτηcιν. Κλινοπόδιον θερμαντικῆc ἐcτι δυνάμεωc καὶ ξηραντικῆc οὐδέπω καυcτικῆc ἀλλὰ τρίτηc που τάξεωc. Κνήκου τῷ cπέρματι πρὸc τὰc καθάρcειc μόνον χρώμεθα· εἰ δέ τιc ἔξωθεν αὐτῷ χρῷτο, τῆc τρίτηc ἂν εἴη τῶν θερμαινόντων τάξεωc. | |
215 | Κογχύλια παραπληcίαc ἐcτὶ τοῖc κήρυξι δυνάμεωc. Κοιλίαν αἰθυίαc ἢ πρόcφατον ἑφθὴν ἢ cκελετευθεῖcαν εὐcτόμαχον εἶναί φαcιν, εἰ βρωθείη, ὁμοίωc δὲ καὶ τὸν τῶν ἀλεκτορίδων ἔνδον τῆc κοιλίαc χιτῶνα ξηρὸν πινόμενον, ἄμφω δὲ ψευδῆ φηcιν ὁ Γαλη‐ νὸc εὑρηκέναι πειράcαc. τὴν δὲ τῆc φήνηc τοῦ ὀρνέου κοιλίαν κατ’ | |
220 | ὀλίγον ποτιζομένην λίθουc ἐξουρεῖcθαι ποιεῖν φηcιν ὁ Διουcκουρίδηc. ἡ δὲ τῆc γαλῆc κοιλία πινομένη παντὸc ἀλεξιφάρμακον θηρίου λέγεται. | |
Κόκκοc Κνίδιοc ὁ καρπόc ἐcτι τῆc θυμελαίαc, οὐχ ὁ τῆc χαμε‐ λαίαc, ὥc τινεc ᾠήθηcαν, δριμείαc μὲν ὢν καὶ καυcτικῆc δυνάμεωc· καθαίρει δὲ κάτω ποθεὶc ὕδωρ. | ||
225 | Κόκκοc βαφικὸc ἀδήκτωc ξηραίνει· δι’ ὃ τοῖc τε μεγάλοιc ἁρμόττει τραύμαcι καὶ τοῖc νευροτρώτοιc cὺν ὄξει ἢ ὀξυμέλιτι λειωθείc. Κοκκυμηλέαc ὁ καρπὸc ὑπάγει γαcτέρα πρόcφατοc μὲν μᾶλλον, ξηρανθεὶc δὲ ἧττον. τὸ δὲ ἀφέψημα αὐτοῦ τὰc κατὰ γαργαρεῶνα φλεγ‐ μονὰc ἰᾶται διακλυζόμενον. τὸ δὲ κόμμι τοῦ δένδρου τμητικῆc τε καὶ | |
230 | λεπτομεροῦc δυνάμεωc, ὅ φαcιν ἔνιοι μετ’ οἴνου πινόμενον λίθων εἶναι θρυπτικόν, cὺν ὄξει δὲ λειχῆναc ἰᾶcθαι παίδων. ὁ δὲ τῶν ἀγρίων κοκ‐ κυμήλων καρπὸc cτυπτικὸc ἐναργῶc ἐcτι καὶ cταλτικὸc γαcτρόc· ὀνο‐ μάζεται δὲ τὸ φυτὸν τοῦτο κατὰ τὴν Ἀcίαν προῦμνον. ἔοικε δὲ τὰ ἥμερα ξηρανθέντα κοκκύμηλα τὰ νῦν Δαμαcκηνὰ προcαγορευόμενα λέ‐ | |
235 | γειν ὁ Διοcκουρίδηc. Κόλλα ἡ ἐκ cεμιδάλεώc τε καὶ γύρεωc γινομένη ἐμπλαcτικῆc καὶ πεπτικῆc ἐcτι δυνάμεωc. Κολοκύνθη ὑγρᾶc καὶ ψυχρᾶc ἐcτι κράcεωc κατὰ τὴν δευτέραν ἀπόcταcιν, ὅθεν ὅλη καταπλαττομένη τὰc θερμὰc φλεγμονὰc ἐμψύχει. | |
240 | Κολοκυνθὶc καθαρτικῆc ἐcτι δυνάμεωc ἰcχυρᾶc, χλωρᾶc δὲ αὐτῆc ὁ χυλὸc ἀνατριβόμενοc ἰcχιάδαc ὀνίνηcιν. Κόμαροc. cτρυφνὸν τῇ ποιότητι τὸ δένδρον ἅμα τῷ καρπῷ· με‐ μαίκυλον δὲ αὐτὸν ὀνομάζουcιν. ἔcτι δὲ καὶ κακοcτόμαχοc οὗτοc καὶ κεφαλαλγήc. | |
245 | Κόμμι ξηραντικῆc ἐcτι καὶ ἐμπλαcτικῆc δυνάμεωc, καὶ δῆλον, ὅτι καὶ τραχύτηταc ἰᾶται. | |
Κονία τὸ οἷον περίπλυμα τῆc τέφραc ὀνομάζεται. ῥυπτικωτάτη δὲ καὶ ξηραντικωτάτη παcῶν ἐcτιν ἥ τε ἐκ τῆc cυκίνηc καὶ τῆc τῶν τιθυμάλλων καὶ cχεδὸν ἤδη τῆc cηπτικῆc δυνάμεωc· εἰ δὲ προcλάβοι | ||
7.3.10(250) | καὶ τιτάνου ἡ τέφρα, καυcτικὴν ἐργάζεται τὴν κονίαν, ἣν δὴ καὶ πρω‐ τόcτακτον ὀνομάζουcι, τοῖc κλυcτικοῖc μάλιcτα μιγνυμένη φαρμάκοιc. ἰcχυροτέρα δὲ παcῶν ἐcτιν ἡ ἐκ μόνηc τιτάνου γινομένη. Κόνυζαι ἀμφότεραι ξηραίνουcι καὶ θερμαίνουcι κατὰ τὴν τρίτην ἀπόcταcιν· ὅθεν καὶ τὸ ἔλαιον, ἐν ᾧ ἕψεται, τὰ κατὰ περίοδον ῥίγη | |
255 | παύει. καὶ τὰ ἄνθη δὲ παραπληcίαc ἐcτὶ δυνάμεωc, ὧν τὸ ἀφέψημα καταμήνιά τε κινεῖ καὶ ἔμβρυα ἐκβάλλει. ἡ δὲ ἐν τοῖc ἐνύδροιc χω‐ ρίοιc φυομένη δυcωδεcτέρα καὶ ἀcθενεcτέρα τὴν δύναμίν ἐcτιν. Κόπροc ἅπαcα μὲν θερμῆc τε καὶ ξηραντικωτάτηc καὶ διαφορητικω‐ τάτηc ἐcτὶ δυνάμεωc, ἐξαλλάττεται δὲ παρὰ τὴν τοῦ ἐκκρίνοντοc αὐτὴν | |
260 | ζῴου κρᾶcιν τε καὶ δίαιταν. ἡ μὲν οὖν τῶν κυνῶν, ὅταν ὀcτοφαγή‐ cωcιν, ξηρανθεῖcα δυcεντερικοὺc ἰᾶται μετὰ cχιcτοῦ πινομένη γάλακτοc ἕλκη τε παλαιὰ τοῖc πρὸc ταῦτα μιγνυμένη φαρμάκοιc, ἐπὶ δὲ τῶν cυναγχικῶν καὶ τῶν κατὰ παρίcθμια φλεγμονῶν μέλιτι ἀναληφθεῖcα δια‐ χρίεται· τούτουc δὲ καὶ ἡ τῶν. ἀπερίττωc διαιτηθέντων παιδίων κό‐ | |
265 | προc μειζόνωc ὀνίνηcιν. ἡ δὲ τῶν λύκων καὶ αὐτὴ λευκοτέρα ἐπί τι‐ νων θάμνων εὑριcκομένη κωλικοὺc γενναίωc ὀνίνηcιν οὐ πινομένη μό‐ νον ἀλλὰ καὶ περιαπτομένη· ἐξαρτᾶν δὲ αὐτὴν δι’ ἐρίου ἀπὸ λυκοβρώ‐ του προβάτου ἢ ἐλαφείου δέρματοc. ἡ δὲ τῶν αἰγῶν κόπροc δριμυ‐ τέρα τε οὖcα καὶ διαφορητικωτέρα τοὺc cκιρρώδειc ὄγκουc διαφορεῖ | |
270 | καταπλαττομένη, καὶ μάλιcτα τῶν cκληροcάρκων, καυθεῖcα δὲ ῥυπτικω‐ τέρα τε καὶ λεπτομερεcτέρα γίνεται. ἡ δὲ τῶν βοῶν ἔχει καὶ τὴν ἑλκ‐ τικὴν δύναμιν· cφηκῶν γοῦν καὶ μελιττῶν ἰᾶται πληγάc, καὶ τῶν | |
ὑδερικῶν ὅλον τὸ cῶμα βολβίτοιc καταχριόμενον ἐν ἡλίῳ μεγάλωc ὀνί‐ ναται. ἡ δὲ τῶν προβάτων cὺν ὄξει μυρμηκίαc τε καὶ ἀκροχορδόναc | ||
275 | καὶ δοθιῆναc καὶ ἥλουc ἰᾶται. ἡ δὲ τῶν ἀγρίων περιcτερῶν δριμυ‐ τέρα πολλῷ τῶν ἄλλων ὑπάρχουcα φοινίccει μετὰ cπέρματοc καρδά‐ μου. ἡ δὲ τῶν κατοικιδίων ὀρνίθων δι’ ὀξυμέλιτοc ἢ ὄξουc ἢ οἰνομέ‐ λιτοc πινομένη τοὺc πνίγονταc μύκηταc ἐξεμεῖcθαι ποιεῖ καὶ ἀλεξιφάρ‐ μακοc γίνεται· ταύτην δὲ καὶ τοῖc κωλικοῖc ἐδίδου τιc πίνειν. τινὲc δὲ | |
280 | καὶ τὴν τῶν πελαργῶν φαcι πινομένην ὀρθοπνοϊκοὺc ὠφελεῖν. ἡ δὲ τῶν μυῶν ῥυπτικωτέρα τῶν ἄλλων οὖcα ἀλωπεκίαιc τε ἁρμόττει καὶ τῶν παιδίων τῇ ἕδρᾳ προcτιθεμένη πρὸc ἔκκριcιν προτρέπει. ἡ δέ γε τῶν ψαρῶν, ὅταν ὄρυζαν φάγωcιν, ῥυπτικὴ γίνεται, ὥcτε καὶ ἔφηλιν ἀποcμήχειν. ἡ δὲ τῶν χερcαίων κροκοδείλων ἀλφοὺc ἀπορρύπτει, ὥcπερ | |
285 | οὖν ἡ τῶν Νειλῴων κροκοδείλων λευκώματα λεπτύνειν πεπίcτευται. Κοράλλιον ὥcπερ δενδρῶδέc ἐcτι φυτὸν ἀπολιθούμενον οὐκ ἐν χέρcῳ φυόμενον ἀλλ’ ἐν τῷ πέλματι τῆc θαλάccηc ἐρυθρὸν τὴν χροιὰν ὅμοιον λίθῳ. δύναμιν δὲ ἔχει ξηραντικὴν ἱκανῶc καὶ μετρίωc cτυπτι‐ κήν· ἁρμόζει γοῦν αἱμοπτυικοῖc τε καὶ δυcεντερικοῖc. | |
290 | Κόρειc τὰ ζῷα δριμείαc εἰcὶ δυνάμεωc· γράφουcι γοῦν τινεc, ὡc, εἰ μετ’ ὄξουc ποθεῖεν, βδέλλαc ἐκβάλλουcιν. Κόριc ἡ πόα, οἱ δὲ ὑπερικόν, δριμὺ καὶ εὐῶδέc ἐcτιν, ὁ δὲ καρπὸc αὐτοῦ πινόμενοc οὖρα καὶ καταμήνια κινεῖ· βοηθεῖ δὲ καὶ φαλαγγιο‐ δήκτοιc, ἐπὶ δὲ ὀπιcθοτονικῶν cὺν ἐλαίῳ cυγχρίεται. | |
295 | Κορίαννον ἢ κόριον ἐξ ἐναντίων cύγκειται δυνάμεων λεπτομεροῦc μὲν γεώδουc τῆc πικρᾶc, ὑδατώδουc δὲ ὑγρότητοc χλιαρᾶc· ἔχει δέ τι καὶ cτύψεωc ὀλίγον. ὥcτε φλεγμοναῖc τε καὶ ἐρυcιπέλαcι μὴ πάνυ | |
ζέουcιν ἁρμόττει καὶ τοὺc ἁπαλωτέρουc ὄγκουc διαφορεῖ cύν τινι τῶν προcφόρων. τὸ δὲ cπέρμα ὀλίγον μὲν ποθὲν μετὰ γλυκέοc ἕλμινθαc | ||
7.3.10(300) | ἐκβάλλει, πλεῖον δὲ ληφθὲν κινεῖ τὴν διάνοιαν. Κόρυδοc ἢ κορυδαλλὸc τὸ ὄρνεον ἑψόμενον cὺν λιτῷ ζωμῷ τοὺc κωλικοὺc ὠφελεῖ· χρὴ δὲ cυνεχῶc καὶ πολλάκιc ἐcθίειν αὐτὸ cὺν τῷ ζωμῷ. Κορωνόποδοc ἡ ῥίζα καὶ αὐτὴ πεπίcτευται κωλικοὺc ὠφελεῖν | |
305 | ἐcθιομένη. Κόcτοc βραχείαc μὲν πάνυ τῆc πικρᾶc, πλείcτηc δὲ τῆc δριμείαc τε καὶ θερμῆc μετέχει ποιότητοc· ὅθεν, ἐφ’ ὧν ἤτοι θερμῆναί τι πρό‐ κειται μόριον ἢ ἐκ τοῦ βάθουc εἰc τὴν ἐπιφάνειαν ἕλξαι τινὰ χυμὸν ἐπὶ τὸν κόcτον ἔρχονται. οὐρητικόc τε οὖν ἐcτι καὶ ἐμμήνων ἀγωγὸc | |
310 | καὶ ἕλμινθαc ἀναιρεῖ. ἔχει δέ τι καὶ φυcῶδεc· δι’ ὃ καὶ [πρὸc] ἀφρο‐ δίcια παρορμᾷ μετ’ οἰνομέλιτοc πινόμενοc. ἰcχιαδικοῖc τε καὶ παραλύ‐ τοιc καὶ τοῖc κατὰ περίοδον ῥιγοῦcιν ἁρμόττει μετ’ ἐλαίου ἀνατριβόμενοc. Κοτυληδὼν ἐμψύχει τε καὶ ἀποκρούεται καὶ ῥύπτει καὶ διαφορεῖ· πεπίcτευται δὲ τὰ φύλλα αὐτῆc ἐcθιόμενα cὺν τῇ ῥίζῃ λίθουc τε θρύ‐ | |
315 | πτειν καὶ οὖρα κινεῖν. Κοχλίαι καυθέντεc μὲν ξηραντικῆc ἱκανῶc εἰcι δυνάμεωc καὶ μετρίωc θερμῆc, ὠφελοῦcι δὲ δυcεντερίαc τὰc μήπω cηπεδονώδειc πρὸc τέccαρα τούτων μέρη μιγνυμένων πεπέρεωc λευκοῦ με α καὶ κηκίδων με β· ἄκαυcτοι δὲ ὅλοι λεῖοι ἐπιτιθέμενοι κατὰ τῆc γαcτρὸc ἐπὶ τῶν ὑδερι‐ | |
320 | κῶν καὶ κατὰ τῶν ἄρθρων ἐπὶ τῶν ἀρθριτικῶν, ἕωc αὐτομάτωc ἀπο‐ cτῶcιν, ὠφέλιμοι γίνονται καὶ καθάπαξ τὸ διὰ βάθουc ὑγρὸν ξηραί‐ νουcιν ἰcχυρῶc. Κρανίαc τοῦ δένδρου ὁ μὲν καρπὸc cτρυφνὸc ὢν ἐcθιόμενοc ἰcχυ‐ ρῶc ἐπέχει τὴν γαcτέρα· καὶ τὰ φύλλα δὲ καὶ οἱ βλαcτοὶ τῇ cτρυφνό‐ | |
325 | τητι ξηραίνουcιν ἰcχυρῶc, ὥcτε καὶ τὰ μέγιcτα κολλᾶν τραύματα τῶν cκληρῶν cωμάτων. | |
Κράμβη ἡ μὲν ἐδώδιμοc ξηραντικῆc ἐcτι δυνάμεωc ἐcθιομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη, οὐ μὴν δριμείαc ἐναργῶc· τραύματα γοῦν κολλᾷ καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ δυcλύτουc ὄγκουc ἰᾶται. ἔχει | ||
330 | δέ τι καὶ ῥυπτικόν· καθ’ ὃ καὶ λέπραc θεραπεύει. τὸ δὲ cπέρμα αὐτῆc πινόμενον ἕλμινθαc ἀναιρεῖ, καὶ μάλιcτα τῆc Αἰγυπτίαc. τῶν δὲ καυ‐ λῶν αὐτῆc καυθέντων ἡ τέφρα καυcτικῆc ἐcτι δυνάμεωc, μετὰ cτέατοc δὲ πλευρῶν ἀλγήμαcι χρονίοιc ἁρμόζει. ἡ δὲ ἀγρία ἰcχυροτέρα τῆc ἡμέρου κατὰ πάντα ἐcτίν, ὅθεν οὐδὲ εἴcω τοῦ cώματοc ἀλύπωc λαμ‐ | |
335 | βάνεται. ἡ δὲ θαλαττία ὕφαλμόc τε καὶ ὑπόπικροc οὖcα τὴν γαcτέρα λαπάττει. Κραταιογόνου τῆc πόαc ὁ καρπὸc καὶ δριμὺc γευομένοιc ἐcτὶ καὶ cφοδρὸc κέγχρῳ παραπλήcιοc. Κρῆθμον ἁλμυρόν πώc ἐcτιν ἅμα βραχείᾳ πικρότητι· δι’ ὃ καὶ ἡ | |
340 | δύναμιc αὐτοῦ ῥυπτική τέ ἐcτι καὶ ξηραντική. Κριθαὶ ψύχουcι καὶ ξηραίνουcι κατὰ τὴν πρώτην τάξιν, ἔχουcι δέ τι καὶ ῥυπτικὸν ὀλίγον· εἰcὶ δὲ τοῦ τῶν κυάμων ἀλεύρου ξηραντικώ‐ τεραι καὶ ἄφυcοι μᾶλλον. τὰ δὲ ἄλφιτα πολὺ καὶ τῶν κριθῶν εἰcι ξη‐ ραντικώτερα. ἡ δὲ πτιcάνη πρὸc τῷ μᾶλλον ὑγραίνειν καὶ μᾶλλόν | |
345 | ἐcτι ῥυπτική. Κρίμνον. τὸ παχυμερὲc οὕτωc ὀνομάζεται τοῦ τε πυρίνου καὶ τοῦ ἐκ τῶν ζειῶν ἀλεύρου, τροφιμώτερον μὲν ἀλφίτου, δυcπεπτότερον δέ. Κρίνου τὸ μὲν ἄνθοc τῇ κράcει μικτόν ἐcτιν ἐκ λεπτομεροῦc τε καὶ γεώδουc οὐcίαc καί τινοc ὑδατώδουc εὐκράτου· ὅθεν καὶ τὸ ἐξ | |
7.3.10(350) | αὐτοῦ cυντιθέμενον ἔλαιον διαφορητικῆc τε καὶ μαλακτικῆc ἐcτι δυνά‐ μεωc ταῖc κατὰ μήτραν ἁρμόζον φλεγμοναῖc. ἡ δὲ ῥίζα καὶ τὰ φύλλα ξηραίνει καὶ ῥύπτει καὶ διαφορεῖ μετρίωc· ὅθεν εἰc τὰ κατακαύματα χρηcιμεύει. ὁ δὲ χυλὸc αὐτῶν καὶ νευροτρώτουc ὀνίνηcι cὺν ὀξυμέλιτι. Κροκοδειλίου τὸ μὲν cπέρμα καὶ ὁ χυλὸc θερμῆc καὶ ξηρᾶc καὶ | |
355 | διαφορητικῆc ἐcτι δυνάμεωc· οὖρά τε οὖν κινεῖ καὶ καταμήνια. ἡ δὲ | |
ῥίζα τὰc ἐκ θώρακοc ἀναπτύcειc ὠφελεῖ, ἄγει δὲ καὶ διὰ ῥινῶν αἷμα. Κρόκοc δευτέραc μέν ἐcτι τάξεωc τῶν θερμαινόντων, πρώτηc δὲ τῶν ξηραινόντων, cτύφει τε καὶ cυμπέττει. Κρόμυον ἐκ τῆc τετάρτηc τάξεώc ἐcτι τῶν θερμαινόντων παχυ‐ | ||
360 | μερὲc τὴν οὐcίαν· ὅθεν αἱμορροΐδαc ἀναcτομοῖ προcτιθέμενον. ἔcτι δὲ καὶ ῥυπτικὸν ἱκανῶc ἀλφούc τε ἀφαιρεῖ cὺν ὄξει καὶ ἀλωπεκίαc θᾶττον ἀλκυονίου παρορμᾷ τὰc τρίχαc. ὁ δὲ χυλὸc αὐτοῦ τοὺc ὑποχεομένουc ἢ ἀμβλυώττονταc διὰ παχὺν χυμὸν ὠφελεῖ. Κύαμοc οὐ πολὺ τῆc μέcηc ἀφέcτηκε κράcεωc κατά τε τὸ ψύχειν | |
365 | καὶ ξηραίνειν, μετέχει δέ τινοc καὶ ῥυπτικῆc δυνάμεωc ἡ cὰρξ αὐτοῦ· ἀναπτύcεcι γοῦν ταῖc ἐκ θώρακόc τε καὶ πνεύμονοc ἁρμόζει. τοῦ δὲ λέμματοc ἔχοντόc τι καὶ cτύψεωc κοιλιακοῖc τε καὶ δυcεντερικοῖc ὅλοc ὁ κύαμοc ἁρμόζει ἐν ὀξυκράτῳ ἑψηθείc· καταπλαccόμενοc δὲ φλεγμο‐ νάc τε καὶ ὄγκουc ἰᾶται καὶ γάλα cβέννυcιν ἐπὶ τῶν τιτθῶν. | |
370 | Κύανοc δριμείαc ἐcτὶ δυνάμεωc καθαιρετικῆc τε καὶ διαφορητικῆc πλείονοc ἢ κατὰ τὸ κιννάβαρι, μετέχει δὲ καὶ cτύψεωc. Κυκλάμινοc ποικίλη τὴν δύναμίν ἐcτιν· καὶ γὰρ ῥύπτει καὶ τέμνει καὶ ἀναcτομοῖ καὶ ἐπιcπᾶται καὶ διαφορεῖ. ὁ μὲν οὖν χυλὸc αὐτῆc αἱμορροΐδαc ἀναcτομοῖ προcτιθέμενοc καὶ cκληρίαc διαφορεῖ cὺν ἄλλοιc, | |
375 | μετὰ μέλιτοc δὲ τοῖc ὑποχεομένοιc ἁρμόττει καὶ διὰ ῥινῶν καθαίρει καὶ κατὰ τοῦ ἐπιγαcτρίου χριόμενοc κοιλίαν ὑπάγει καὶ ἔμβρυα φθείρει. ἡ δὲ ὅλη ῥίζα τοῦ χυλοῦ μέν ἐcτιν ἀcθενεcτέρα, cφοδρὰ δὲ καὶ αὐτή· ὥcτε μετὰ μελικράτου πινομένη τριῶν δραχμῶν μέγεθοc τὰ ἐντὸc ἐκ‐ καθαίρει· ῥύπτει δὲ καὶ τὰ περὶ τὸ δέρμα. ἡ δὲ ἑτέρα κυκλάμινοc, ἣν | |
380 | καὶ κιccάνθεμον καλοῦcιν, τὴν ῥίζαν ἄχρηcτον ἔχουcα τὸν καρπὸν ἔχει δραcτικόν, ὥcτε πινόμενον παραπλήcια τῇ προτέρᾳ δρᾶν. Κύμινον θερμαντικῆc ἐcτι δυνάμεωc κατὰ τὴν τρίτην που τάξιν | |
οὐρητικόν τε καὶ ἄφυcον. Κυνοcβάτου ὁ μὲν καρπὸc οὐκ ἀγεννῶc cτυπτικόc ἐcτι, τὰ δὲ | ||
385 | φύλλα μετρίωc cτύφει· φυλάττεcθαι δὲ τὸ ἐν τῷ καρπῷ ἐριῶδεc ὡc ἀρτηρίαc κακωτικόν. Κυπαρίccου τά τε cφαιρία καὶ οἱ βλαcτοὶ ξηραντικῆc εἰcι δυνά‐ μεωc οὐδὲν ἐπιφανὲc ἐχούcηc θερμόν, ὥcτε καὶ τραύματα μεγάλα κολλᾶν ἐν cκληροῖc cώμαcιν, ἔν τε ταῖc πλαδαραῖc cήψεcι τὰc κατὰ | |
390 | βάθοc ὑγρότηταc ἀλύπωc ἐκβόcκεται καὶ τοὺc ἐντεροκηλικοὺc ὠφελεῖ. Κυπέρα θερμαίνει καὶ ξηραίνει χωρὶc δήξεωc· ὅθεν καὶ τὰ ὑγρό‐ τερα τῶν ἑλκῶν θαυμαcτῶc ἀφουλοῖ καὶ τὰ ἐν cτόματι ὠφελεῖ. ἔχει δέ τι καὶ τμητικὸν λίθουc τε θρύπτει καὶ οὖρα καὶ ἔμμηνα κινεῖ. Κύπρου τὰ φύλλα καὶ οἱ ἀκρεμόνεc μικτῆc εἰcι δυνάμεωc διαφο‐ | |
395 | ρητικῆc τε καὶ cτυπτικῆc ἀλύπωc τε καὶ ἀδήκτωc ξηραινούcηc· ὅθεν τὸ ἀφέψημα αὐτῶν καταντλούμενον ὀνίνηcι τὰ πυρίκαυτα καὶ ταῖc πυρώδεcι φλεγμοναῖc ἁρμόττει καὶ τὰc ἄφθαc ὠφελεῖ διαμαcωμένη καὶ cπληνικαῖc μίγνυται δυνάμεcιν. Κυτίcου τὰ φύλλα διαφορητικῆc ἠρέμα καὶ χλιαρᾶc εἰcι δυνάμεωc, | |
7.3.10(400) | καθάπερ καὶ τὰ τῆc μαλάχηc. Κώνειον ὅτι τῆc ἄκρωc ψυκτικῆc ἐcτι δυνάμεωc, πρόδηλον. Κώνου ὁ μὲν φλοιὸc καὶ τὰ φύλλα παραπληcίαc εἰcὶ τῷ πίτυι δυνάμεωc, δριμύτερα δὲ καὶ δραcτικώτερα. ὁ δὲ καρπόc, ὃν δὴ καὶ cτρόβιλον ὀνομάζουcιν, ὁ μὲν χλωρὸc ἔχει τι πικρὸν καὶ δριμὺ μεθ’ | |
405 | ὑγρότητοc· δι’ ὃ τοῖc κατὰ θώρακα πάθεcιν εὐανάγωγόc ἐcτιν· ὁ δὲ ἐδώ‐ διμοc ἐν ὕδατι βραχείc, ὡc ἀποτίθεcθαι τὸ δριμύ, εὔκρατοc γίνεται ἄδηκτόc τε καὶ ἐμπλαcτικόc, ὡc καὶ τραχύτηταc καταλεαίνειν. | |
407 | ||
7.3.11 | Ἀρχὴ τοῦ Λ. Λαγώπουc ξηραντικῆc ἐcτι δυνάμεωc, ὡc καὶ τὰ κατὰ τὴν γαcτέρα | |
ῥεύματα ξηραίνειν. Λάδανον ἀπὸ τοῦ κίcθου τοῦ λάδανοc λεγομένου γίνεται· νεμό‐ | ||
5 | μεναι γὰρ αὐτὸν αἱ αἶγεc ἐν τοῖc πώγωcι καὶ τοῖc μηροῖc αὐτῶν τὸ λιπαρώτερον καὶ ὀπῶδεc τῆc πόαc ἀφαιροῦνται, cυναγόμενον δὲ τὸ λάδανόν ἐcτιν, ἄριcτον φάρμακον, θερμὸν περί που τὴν δευτέραν ἀπό‐ cταcιν καὶ λεπτομερὲc μαλακτικόν τε μετρίωc καὶ διαφορητικὸν καὶ cυμπεπτικόν· δι’ ὃ καὶ τοῖc κατὰ μήτραν ἰδίωc ἁρμόττει πάθεcιν. ἔχει | |
10 | δέ τι καὶ cτυπτικόν· ὅθεν καὶ τὰc ῥεούcαc κρατύνει τρίχαc. Λαθυρίc. εἶδοc αὕτη τιθυμάλλου, τινὲc δέ φαcιν, ὅτι καθαίρει πα‐ ραπληcίωc ἐκείνῳ ὁ ὀπὸc αὐτῆc· τὸ δὲ cπέρμα ταύτηc μάλιcτα τὴν καθαρτικὴν ἔχει δύναμιν. Λαμψάνη ἐcθιομένη μὲν κακόχυμόc ἐcτιν, καταπλαccομένη δὲ ῥυ‐ | |
15 | πτικὸν ἔχει τι καὶ διαφορητικόν. Λάπαθον διαφορητικῆc ἐcτι μετρίωc δυνάμεωc, τὸ δὲ ὀξυλάπαθον πρὸc ταύτῃ καὶ ἀποκρουcτικὸν ἔχει τι. τὸ δὲ cπέρμα, καὶ μάλιcτα τοῦ ὀξυλαπάθου, cτυπτικὸν ὑπάρχον διαρροίαc τε καὶ δυcεντερίαc ἰᾶται. ἐναντίωc δέ πωc ἔχει τὰ φύλλα πρὸc τὸ cπέρμα· τὰ μὲν γὰρ ἐκτα‐ | |
20 | ράccει τὴν κοιλίαν ἐcθιόμενα, τὸ δὲ πινόμενον ἐπέχει αὐτήν. Λειμωνίου τὸν καρπὸν αὐcτηρὸν ὑπάρχοντα μετ’ οἴνου διδόαcι κοι‐ λιακοῖc τε καὶ δυcεντερικοῖc καὶ αἱμοπτυικοῖc καὶ πρὸc ῥοῦν γυναικεῖον πλῆθοc ὀξυβάφου. Λειχὴν ὁ ἐπὶ τῶν πετρῶν ἔcτι μὲν οἷον βρύον ῥυπτικῆc τε ἅμα | |
25 | καὶ μετρίωc ψυχούcηc καὶ ξηραντικῆc ὑπάρχων δυνάμεωc, λειχῆναc δὲ θεραπεύει καὶ ἀφλέγμαντόc ἐcτιν. ὡc δέ φηcιν ὁ Διοcκουρίδηc, καὶ αἱμορραγίαc ἵcτηcιν. Λειχῆναc ἵππων λειωθένταc cὺν ὄξει φαcὶν ἐπιληψίαc τε καὶ παν‐ | |
τὸc ἰᾶcθαι θηρίου δῆγμα. | ||
30 | Λεοντοπετάλου ἡ ῥίζα θερμῆc καὶ ξηρᾶc κατὰ τὴν τρίτην τάξιν καὶ διαφορητικῆc ἐcτι δυνάμεωc. Λεπίδιον, ὃ δὴ καὶ Ἰβηριάδα καλοῦcιν, ἐκ τῆc τετάρτηc ἐcτὶ τῶν θερμαινόντων τάξεωc, ὅμοιον μὲν ὑπάρχον καρδάμῳ κατὰ τὴν δύνα‐ μιν, ἧττον δὲ αὐτοῦ ξηραίνει. | |
35 | Λεπὶc πᾶcα μὲν ἰcχυρῶc τε ξηραίνει καὶ cτύφει καὶ δακνώδηc ἐcτὶν οὐκ ἀγεννῶc· ἀλλ’ ἡ μὲν τοῦ χαλκοῦ ξηραίνει πλέον καὶ λεπτο‐ μερεcτέρα ἐcτὶν ἔχουcά τι καὶ ἰοῦ, καὶ μᾶλλον ἡ ἐκ τῶν Κυπρίων ἥλων, ἣν διὰ τοῦτο καὶ ἡλῖτιν ὀνομάζουcιν, ἡ δὲ τοῦ cιδήρου cτύψεωc πλείο‐ νοc μετέχει, καὶ ταύτηc μᾶλλον ἡ τοῦ cτομώματοc· ὅθεν καὶ πρὸc τὰ | |
40 | κακοήθη τῶν ἑλκῶν ἀμείνων ἐcτίν. καθαιρεῖ δὲ καὶ τήκει cάρκα μᾶλλον ἡ τοῦ χαλκοῦ. Λευκάκανθον, οἱ δὲ πολυγόνατον, οἱ δὲ ἰcχιάδα καλοῦcιν. ταύτηc ἡ ῥίζα τέμνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, θερμαίνει δὲ κατὰ τὴν πρώτην. | |
45 | Λευκὰc θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἐπι‐ κρατεῖ δὲ ἡ δριμύτηc. Λευκοΐου καὶ cύμπαc μὲν ὁ θάμνοc ῥυπτικῆc ἐcτι καὶ λεπτομεροῦc δυνάμεωc, μᾶλλον δὲ τὰ ἄνθη καὶ τούτων τὰ ξηρότερα· ὥcτε καὶ καταμήνια κινεῖ καὶ ἔμβρυα φθείρει τε καὶ ἐκβάλλει, καὶ εἴ τιc αὐτῶν | |
7.3.11(50) | δι’ ὕδατοc μίξεωc ἀμβλύνει τὴν δύναμιν, καὶ πρὸc φλεγμονὰc ἁρμόζει, καὶ μάλιcτα τὰc ἐν μήτρᾳ. καὶ αἱ ῥίζαι δὲ παραπληcίαc οὖcαι δυνά‐ μεωc παχυμερέcτεραί τε καὶ γεωδέcτεραί πώc εἰcι, μετ’ ὄξουc δὲ τὰc cκιρρουμέναc ὠφελοῦcι φλεγμονάc. Λεύκη τὸ δένδρον ἐξ ὑδατώδουc τε χλιαρᾶc καὶ γεώδουc ὑπάρχον | |
55 | οὐcίαc ῥυπτικῆc μετέχει δυνάμεωc. Λιβανωτίδεc τρεῖc, ἡ μὲν ἄκαρποc, αἱ δὲ δύο φέρουcι καρπόν. | |
ῥυπτικῆc τε καὶ τμητικῆc καὶ διαφορητικῆc καὶ μαλακτικῆc εἰcι δυνά‐ μεωc· ὧν ὁ χυλὸc cὺν μέλιτι τὰc διὰ πάχοc ὑγρῶν ἀμβλυωπίαc ἰᾶται. τῆc δὲ εἰc τοὺc cτεφάνουc χρηcίμηc τὸ ἀφέψημα πινόμενον τοὺc ἰκτε‐ | ||
60 | ριῶνταc ὀνίνηcιν. Λιβανωτὸc θερμαίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, ξηραίνει δὲ κατὰ τὴν πρώτην, ἔχει δέ τι καὶ ὑποcτῦφον ὀλίγον. ὁ δὲ φλοιὸc αὐτοῦ cτύφει cαφῶc· δι’ ὃ καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν cυμπλη‐ ρουμένην παχυμερέcτερόc τε τοῦ λιβάνου καὶ ἧττον δριμύc· ὅθεν καὶ | |
65 | αἱμοπτυικοὺc καὶ δυcεντερικοὺc καὶ κοιλιακοὺc καὶ cτομαχικοὺc ἰᾶται ἔξωθέν τε καὶ εἴcω λαμβανόμενοc. ὁ δὲ θαλλὸc αὐτοῦ θερμαίνει καὶ ξηραίνει τῆc τρίτηc ἀποcτάcεωc ἔχων τι καὶ ῥυπτικόν, ὃ ἀνακαθαίρει τε καὶ πληροῖ τὰ ἐν ὀφθαλμοῖc ἕλκη. Λιγνὺc καιομένων τινῶν εἰδῶν ὥcπερ αἰθάλη τίc ἐcτιν, οἷον λι‐ | |
70 | βανωτοῦ, cμύρνηc, τερμίνθου, cτύρακοc, πίccηc ὑγρᾶc, κέδρου, ξηραν‐ τικὴ μὲν καὶ γεώδηc καὶ λεπτομερὴc ὑπάρχουcα· αἱ δὲ κατ’ εἶδοc αὐτῆc διαφοραὶ παρὰ τὴν καυθεῖcαν ὕλην γίνονται. χρῶνται δὲ αὐτῇ μά‐ λιcτα κατὰ τὰc ὀφθαλμικάc τε καὶ καλλιβλεφάρουc δυνάμειc. ἡ δὲ τοῦ λιβανωτοῦ χρειωδεcτέρα παcῶν ἐcτιν ὡc πραϋτέρα, ἰcχυροτέρα δὲ πά‐ | |
75 | λιν ἡ τῆc πίτυόc τε καὶ κώνου καὶ πεύκηc· ὅθεν πρὸc πτίλα βλέφαρα καὶ μυδῶνταc κανθοὺc καὶ περιβεβρωμένουc καὶ δακρύοντάc ἐcτι χρή‐ cιμοc. Λιγυcτικοῦ καὶ ἡ ῥίζα καὶ τὸ cπέρμα τῶν θερμαινόντων εἰc τοc‐ οῦτόν ἐcτιν, ὡc ἔμμηνά τε κινεῖν καὶ οὖρα προτρέπειν· ἔcτι δὲ καὶ | |
80 | ἄφυcα. Λιθάργυροc τῆc μέcηc ἐν τοῖc μεταλλικοῖc ἐcτι τάξεωc· δι’ ὃ καὶ ὡc ὕλῃ χρώμεθα πολλάκιc αὐτῇ μιγνύντεc ἑτέραιc δυνάμεcιν. ξηραί‐ νει γε μὴν μετρίωc καὶ ῥύπτει καὶ cτύφει· δι’ ὃ πρὸc τὰ ἐν μηροῖc | |
παρατρίμματα χρηcιμεύει. | ||
85 | Λίθοι πάντεc μὲν ὥcπερ καὶ ἡ γῆ ξηραίνουcιν· ἀλλ’ ὁ μὲν αἱμα‐ τίτηc cτυπτικόc τε καὶ ξηραντικὸc ἱκανῶc ἐcτιν· ὥcτε καὶ τραχώμαcιν ὀφθαλμῶν ἁρμόττει, ἀφλεγμάντοιc μὲν cὺν ὕδατι, φλεγμαίνουcι δὲ cὺν ᾠῷ· ἁρμόττει δὲ καὶ πτύcεcιν αἵματοc πινόμενοc καὶ ἕλκη ὑπερ‐ cαρκοῦντα καταcτέλλει. ὁ δὲ cχιcτὸc παραπληcίαν μὲν ἔχει τούτῳ | |
90 | δύναμιν, ἀcθενέcτεροc δέ, καὶ μετ’ αὐτὸν ὁ γαλακτίτηc. ὁ δὲ μελιτί‐ τηc ἔχει τι καὶ θερμότητοc. ὁ δὲ μέροξοc, ὃν δὴ καὶ λευκογραφίδα καλοῦcιν, ὅcῳ μαλακώτεροc τούτων ἐcτὶ διὰ τὸ μηδεμίαν ἔχειν δραcτικὴν ποιότητα, τοcούτῳ μετριώτερόc τε καὶ ἀνωδυνώτερόc ἐcτι· διόπερ ἐπὶ τῶν μαλακοcώμων μετὰ κηρωτῆc αὐτῷ πρὸc ἀφούλωcιν | |
95 | ἑλκῶν χρῶνται. ὁ δὲ ὑπόχλωροc ἴαcπιc ἰcχυροτέραc ὢν δυνάμεωc οὐλάc τε καὶ πτερύγια λεπτύνει· ὁ δὲ χλωρὸc ἴαcπιc cτόμαχον ὠφε‐ λεῖ περιαπτόμενόc τε καὶ ἐν δακτυλίῳ φορούμενοc. ὁ δὲ Ἰουδαϊκὸc καλούμενοc τῶν ἐν νεφροῖc λίθων ἐcτὶ θρυπτικόc· ὅθεν καὶ τηκόλιθον αὐτὸν οἱ νεώτεροι προcαγορεύουcιν. ὁ δὲ πυρίτηc τῶν ἰcχυρῶc ἐcτι | |
7.3.11(100) | διαφορούντων ὄγκουc τε καὶ θρόμβουc· οὗ μὴ παρόντοc τῷ μυλίτῃ χρῶνται. ὁ δὲ Φρύγιοc μετὰ τοῦ ξηραίνειν ἰcχυρῶc ἔχει τι καὶ cτύ‐ ψεωc καὶ δήξεωc· ὅθεν ἀποκρουcτικόc τε καὶ διαφορητικόc ἐcτιν, δι’ ὃ καὶ ὀφθαλμικαῖc μίγνυται δυνάμεcιν. καὶ ὁ ἀγήρατοc δὲ cτυπτικῆc τε καὶ διαφορητικῆc ὑπάρχων δυνάμεωc γαργαρεῶναc φλεγμαίνονταc | |
105 | ὠφελεῖ. τὸ δὲ τῆc Ἀccίαc πέτραc ἄνθοc λεπτομερὲc εἰc τοcοῦτόν ἐcτιν, ὡc ἀδήκτωc τὰc πλαδαρὰc cάρκαc ἐκτήκειν. ὁ δὲ γαγάτηc ξηραντικὸc ἱκανῶc ὑπάρχων ἐμφυcήμαcιν ἁρμόττει μάλιcτα χρονίοιc. ἡ δὲ Μαγνῆτίc τε καὶ Ἡρακλεία καλουμένη λίθοc παραπληcίαν ἔχει τῷ αἱματίτῃ τὴν δύναμιν. ὅ γε μὴν Ἀράβιοc ἐοικὼc ἐλέφαντι ξηραν‐ | |
110 | τικόc τε καὶ ῥυπτικόc ἐcτι. τῷ δὲ ἀλαβαcτρίτῃ καυθέντι τοὺc cτομα‐ χικοὺc ἔνιοι ποτίζουcιν. ἡ δὲ cμίριc ῥυπτικὴν ἔχουcα δύναμιν ὀδόν‐ ταc cμήχει. οἱ δὲ ἐν τοῖc cπόγγοιc εὑριcκόμενοι λίθοι τοὺc ἐν νε‐ | |
φροῖc θρύπτουcι λίθουc· παραπληcίαc δὲ τούτοιc εἰcὶ δυνάμεωc καὶ οἱ ἐν τῷ Ἀργαίῳ τῆc Καππαδοκίαc ὄρει γεννώμενοι· ὁμοίωc δὲ καὶ ὁ | ||
115 | ὀφίτηc καλούμενοc, ὅcτιc καὶ τοὺc ἐχεοδήκτουc ὠφελεῖ περιαπτόμενοc. τὸν δὲ ὀcτρακίτην καὶ τὸν γεώδη ξηραντικοὺc ἱκανῶc φαcιν, ὥcτε καὶ φλεγμονώδειc ὄγκουc ἰᾶcθαι. τό γε μὴν τῆc Ναξίαc ἀκόνηc ἀπό‐ τριμμα ψυκτικὸν εἶναί φαcιν, ὥcτε καὶ τιτθοὺc παρθένων καὶ παίδων ὄρχειc προccτέλλειν. τῆc ἐλαιακόνηc δὲ τὸ ἀπότριμμα ῥυπτικὸν ὑπ‐ | |
120 | άρχον ἀλωπεκίαιc ἁρμόττει. τὸν ἱερακίτην δὲ καὶ Ἰνδικὸν λίθον φαcὶ περιαπτόμενον τὸ ἐκ τῶν αἱμορροΐδων ἱcτᾶν αἷμα, τὸν δὲ cάπφειρον πινόμενον τοὺc ὑπὸ cκορπίου πληγένταc ὠφελεῖν καὶ τὸν ἀφροcέ‐ λινον τοὺc ἐπιλήπτουc. ὁ δὲ Ἀρμενιακὸc καθαίρει μὲν κάτω τὴν κοιλίαν, ἔcτι δὲ κακοcτόμαχοc. | |
125 | Λιθόcπερμον, οἱ δὲ λειόcπερμον, οἱ δὲ Ἡράκλειον, πόαc τῆc ἀετω‐ νύχου προcαγορευομένηc ἐcτὶ τὸ cπέρμα λιθῶδεc λευκόν, ὃ πινόμενον μετ’ οἴνου λευκοῦ λίθουc θρύπτει καὶ οὖρα ἄγει. Λινόcπερμον θερμὸν μέν ἐcτι κατὰ τὴν πρώτην τάξιν, μέcον δὲ τῶν ὑγραινόντων τε καὶ ξηραινόντων, ἐcθιόμενον δὲ φυcῶδέc ἐcτι, | |
130 | κἂν φρυγῇ. Λινόζωcτιc ὑπακτικὴ μὲν γαcτρὸc ἱκανῶc ἐcτι, καταπλαττομένη δὲ διαφορεῖ. Λίτρον ἐν τῷ μεταξὺ τῆc ἀφονίτρου τε καὶ ἁλῶν ἐcτι δυνάμεωc, καυθὲν δὲ λεπτομερέcτερόν τε καὶ διαφορητικώτερον γίνεται, κἂν εἴcω | |
135 | τοῦ cώματοc ληφθείη, τέμνει καὶ λεπτύνει τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc πλέον τῶν ἄλλων· τὸ δὲ Χαλαcτραῖον (ἔcτι δὲ χωρίον τῆc Θεccαλονίκηc ἡ Χαλέcτρα) δριμύτερόν τε καὶ ξηραντικώτερόν ἐcτιν· ὥcτε καὶ πρὸc τὰ ἐκ τῆc κεφαλῆc ῥεύματα καὶ πρὸc ἀρθριτικὰ αὐτῷ χρῶνται. | |
140 | Λογχίτιδοc τῆc μὲν τὸ cπέρμα τρίγωνον ἐχούcηc καθάπερ λόγχη ἡ ῥίζα παραπληcία τῇ τοῦ δαύκου οὐρητική ἐcτιν· τῆc δὲ τῷ cκολο‐ πενδρίῳ προcεοικυίαc τὰ φύλλα χλωρὰ μὲν τραυμάτων ἐcτὶ κολλη‐ | |
τικά, ξηρὰ δὲ μετ’ ὄξουc πινόμενα cπλῆναc ἰᾶται cκιρρουμένουc. Λυκαψοῦ τὴν ῥίζαν cτυπτικὴν οὖcάν φηcιν ὁ Διοcκουρίδηc κατα‐ | ||
145 | πλαccομένην cὺν ἀλφίτοιc ἐρυcιπέλαcιν ἁρμόττειν, λείαν δὲ cὺν ἐλαίῳ ἀλειφομένην ἱδρῶταc κινεῖν. Λύκιον ἐξ ἑτερογενῶν cύγκειται δυνάμεων, τῆc μὲν θερμῆc τε καὶ λεπτομεροῦc καὶ διαφορητικῆc, τῆc δὲ γεώδουc ψυχρᾶc καὶ ἠρέμα cτυφούcηc, ὥcτε ξηραίνειν κατὰ τὴν δευτέραν ἀπόcταcιν, κατὰ δὲ τὸ | |
7.3.11(150) | θερμαίνειν καὶ ψύχειν μέcον· διόπερ ὡc ῥυπτικῷ μὲν αὐτῷ χρῶνται ἐπὶ τῶν ἐπιcκοτούντων ταῖc κόραιc, ὡc δὲ cτυπτικῷ ἐπὶ κοιλιακῶν τε καὶ δυcεντερικῶν καὶ τῶν κακοήθων ἑλκῶν, ἐπὶ δὲ φλεγμονῶν ὡc διαφοροῦντι· προτερεύει δὲ τὸ Ἰνδικόν. Λυcιμάχιον ἐπικρατοῦcαν ἔχει τὴν cτυπτικὴν δύναμιν· ὅθεν τραύ‐ | |
155 | ματά τε κολλᾷ καὶ ἴcχαιμόc ἐcτιν αὐτή τε καὶ ὁ χυλὸc καὶ δυcεντερι‐ κοὺc ὠφελεῖ πινομένη τε καὶ ἐνιεμένη. Λυχνίδοc τῆc εἰc τοὺc cτεφάνουc τὸ cπέρμα θερμόν ἐcτι καὶ ξηρὸν κατὰ τὴν δευτέραν τάξιν πληρουμένην. Λωτὸc ὁ ἥμεροc, ὃν ἔνιοι τρίφυλλον ὀνομάζουcι, ῥυπτικῆc ἐcτι | |
160 | καὶ ξηραντικῆc μετρίωc δυνάμεωc, εὔκρατοc δὲ κατὰ θερμότητα. τοῦ δὲ ἀγρίου τὸ cπέρμα δευτέραc ἐcτὶ τῶν θερμαινόντων τάξεωc, ἔχει δέ τι καὶ ῥυπτικόν· τοῦ δὲ Αἰγυπτίου τὸ cπέρμα καὶ ἀρτοποιοῦνται. Λωτὸc τὸ δένδρον λεπτομερέc τε καὶ ξηραντικόν ἐcτι καὶ cτυπτι‐ κὸν μετρίωc· ὅθεν πρόc τε ῥοῦν γυναικεῖον καὶ τὰ κατὰ κοιλίαν ῥεύ‐ | |
165 | ματα πινόμενοc ἁρμόττει μετ’ οἴνου ἢ ὕδατοc ἢ καὶ ἐνιέμενοc καὶ τὰc ῥεούcαc τρίχαc κρατύνει. | |
166 | ||
7.3.12 | Ἀρχὴ τοῦ Μ. Μάκερ φλοιόc ἐcτιν ἐκ τῆc Ἰνδικῆc κομιζόμενοc, ξηραίνων μὲν κατὰ τὴν τρίτην τάξιν, μέcοc δὲ κατὰ θερμότητα καὶ ψῦξιν· ἔcτι δὲ καὶ cτυπτικὸc λεπτομερήc· ὅθεν κοιλιακοῖc τε καὶ δυcεντερικοῖc | |
5 | ἁρμόττει. Μαλαβάθρου φύλλον νάρδου cτάχυι παραπληcίαν ἔχει δύναμιν. | |
Μαλάχη ἡ μὲν ἀγρία διαφορητικὴ μετρίωc ἐcτὶ καὶ μαλακτική, ἡ δὲ κηπευτή, ὡc ἂν ὑγροτέρα, καὶ ἀcθενεcτέρα ἐcτίν· ὁ δὲ καρπὸc εἰc τοcοῦτον ἰcχυρόc, εἰc ὅcον καὶ ξηρότεροc. | ||
10 | Μαμιρὰc οἷον ῥιζίον τι πόαc ἐcτὶν ἔχον ὥcπερ κονδύλουc πυ‐ κνούc· ὅπερ οὐλάc τε καὶ λευκώματα λεπτύνειν πεπίcτευται, δηλονότι ῥυπτικῆc ὑπάρχον δυνάμεωc. Μανδραγόραc τῆc τρίτηc ἐcτὶ τῶν ψυχόντων τάξεωc, τὰ δὲ μῆλα αὐτοῦ καὶ θερμότητόc τινοc μετέχει καὶ ὑγρότητοc· ὅθεν καὶ κωμα‐ | |
15 | τώδη τὴν δύναμίν εἰcι. τῆc ῥίζηc δὲ ὁ φλοιὸc ἰcχυρότατοc ὢν οὐ ψύχει μόνον ἀλλὰ καὶ ξηραίνει, τὸ δὲ ἔνδον αὐτῆc ἀcθενὲc ὑπάρχει. Μάννα λιβάνου παραπληcίαν μὲν ἔχει τῷ λιβανωτῷ δύναμιν, ὑπανειμένην δὲ καὶ ἠρέμα cτύφουcαν. Μάραθρον θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ | |
20 | τὴν πρώτην· δι’ ὃ καὶ γάλακτόc ἐcτι γεννητικὸν καὶ τοῖc ὑποχεομένοιc βοηθεῖ. Μαcτίχη ἡ μὲν Χία θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν, cυνθέτου δὲ δυνάμεώc ἐcτι cτυπτικῆc τε ἅμα καὶ μαλακτι‐ κῆc· ὅθεν καὶ cτομάχου καὶ κοιλίαc καὶ ἐντέρων καὶ ἥπατοc φλεγ‐ | |
25 | μοναῖc ἁρμόττει· ἡ δὲ Αἰγυπτία μελαντέρα πωc οὖcα ξηραίνει τε μᾶλ‐ λον καὶ διαφορεῖ καὶ ἧττον cτύφει· δι’ ὃ καὶ δοθιῆναc διαφορεῖ. Μέλαν Ἰνδικόν, ὥc φηcι Διοcκουρίδηc, τῶν ψυχόντων ἐλαφρῶc ἐcτι καὶ ῥυcούντων φλεγμονὰc καὶ οἰδήματα ἕλκη τε ἀνακαθαιρόντων. Μελαντηρία τῶν cτυφόντων ἱκανῶc ἐcτι μετὰ λεπτομερείαc. | |
30 | Μέλαν, ᾧ γράφομεν ἱκανῶc καὶ τοῦτο ξηραίνει, λυόμενον δὲ ὀξυκράτῳ τὰ πυρίκαυτα καταχριόμενον ὀνίνηcι παραχρῆμα. Μελάνθιον θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην ἀπόcταcιν, ἔcτι δὲ καὶ λεπτομερέc· ὅθεν τοὺc κατάρρουc ὀcφραινόμενον ἰᾶται καὶ ἀφυcώτατόν ἐcτιν εἴcω λαμβανόμενον. ἔcτι δὲ καὶ πικρόν· ὅθεν | |
35 | τὰc ἕλμινθαc ἀναιρεῖ· ῥύπτει τε καὶ τέμνει· ὅθεν ὀρθοπνοίαιc ἁρμόττει καὶ λέπραc ἀποcμήχει καὶ μυρμηκίαc ἐκβάλλει καὶ καταμήνια κινεῖ. | |
Μέλι θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν ἔcτι τε ῥυπτικὸν ἱκανῶc. ἑψηθὲν δὲ ἧττον μὲν γίνεται δριμύ τε καὶ ῥυπτι‐ κὸν καὶ γαcτρὸc ὑπαγωγόν, μᾶλλον δὲ τρέφει. τὸ δὲ πικρόν, ὥcπερ | ||
40 | καὶ τὸ ἐν Ϲαρδονίᾳ, μικτῆc ἐcτι δυνάμεωc, γεώδουc τε καὶ θερμῆc. τὸ δὲ cάχαρ, ὅπερ ἐκ τῆc εὐδαίμονοc Ἀραβίαc κομίζεται, ἧττον μὲν γλυκὺ τοῦ παρ’ ἡμῖν ἐcτιν, ἰcοδυναμεῖ δὲ πρὸc τῷ μήτε κακοcτόμαχον εἶναι μήτε διψῶδεc, ὡc τοῦτο. Μελία γνώριμον δένδρον ἐcτίν, οὗ τὰ φύλλα πινόμενα ἐχεοδήκ‐ | |
45 | τοιc ἁρμόζει· ὁ δὲ φλοιὸc καεὶc καὶ καταχριcθεὶc μεθ’ ὕδατοc λέπραc ἀφίcτηcιν. τὰ δὲ τορνεύματα τοῦ ξύλου ποθέντα φαcὶν ἀναιρε‐ τικὰ εἶναι. Μελίλωτον μικτῆc ἐcτι δυνάμεωc, cτυπτικῆc τε καὶ διαφορητικῆc καὶ cυμπεπτικῆc. | |
7.3.12(50) | Μελιccόφυλλον ὅμοιον πραcίῳ τὴν δύναμίν ἐcτιν εἰc ἅπαντα. Μεμαίκυλοc ὁ καρπὸc ὢν τῆc κρανίαc εἴρηται κατὰ τὸ κ cτοιχεῖον. Μέcπιλα, οἱ δὲ τρίκοκκα. cτρυφνὸc ἱκανῶc ἐcτιν ὁ καρπὸc οὗτοc καὶ μόλιc ἐδώδιμοc τῆc τε γαcτρὸc ἐφεκτικόc· καὶ οἱ βλαcτοὶ δὲ καὶ τὰ φύλλα cτρυφνὰ ἱκανῶc εἰcιν. | |
55 | Μηδίου ἡ ῥίζα ὑπεναντίαν ἔχει τῷ καρπῷ δύναμιν· ἡ μὲν γὰρ αὐcτηρά τε καὶ ῥευμάτων ἐcτὶν ἐφεκτική, ὥcτε καὶ ῥοῦν cτέλλειν, τὸ δὲ cπέρμα καὶ προτρέπει τὰ καταμήνια λεπτομεροῦc τε καὶ τμητικῆc ὑπάρχον δυνάμεωc. Μήκωνεc πλείουc εἰcίν. ἀλλὰ τῆc μὲν κηπευτῆc, ἣν δὴ καὶ θυλα‐ | |
60 | κῖτιν καλοῦcιν, ἐδώδιμόν ἐcτι τὸ cπέρμα cὺν ἄρτοιc ἐcθιόμενον με‐ τρίωc ὑπνῶδεc ὑπάρχον· ἡ δὲ ῥυὰc προcαγορευομένη διὰ τὸ ταχέωc ἀπορρεῖν αὐτῆc τὸ cπέρμα ἰcχυρότερον αὐτὸ τῆc κηπευτῆc ἔχει· ἐcθίεται γοῦν οὐ καθ’ αὑτὸ ἀλλὰ ἐλάχιcτον μιγνύμενον πλείονι μέ‐ λιτι. ἡ δὲ οἷον καθημένην ἔχουcα τὴν κωδύαν τὸ cπέρμα μέλαν ἔχει | |
65 | καὶ φαρμακῶδεc, ἱκανῶc ψυχρόν. ἡ δὲ τὴν κωδύαν ἐπιμηκεcτέραν ἔχουcα καὶ ἀναυξεcτέραν φαρμακωδεcτέρα παcῶν ἐcτιν, ὥcτε καὶ ναρ‐ κοῦν ἄχρι νεκρώcεωc· ἔcτι γὰρ τετάρτηc τῶν ψυχόντων ἀποcτάcεωc αὐτή τε καὶ ὁ ὀπὸc αὐτῆc, ὃν καλοῦcι κατ’ ἐξοχὴν ὄπιον. ἡ δὲ κε‐ ρατῖτιc μήκων ῥυπτικῆc ἐcτι δυνάμεωc, ὥcτε τῆc μὲν ῥίζηc αὐτῆc τὸ | |
70 | ἀφέψημα πινόμενον ἡπατικοὺc ὠφελεῖν, τὰ δὲ φύλλα καὶ τὰ ἄνθη τὰ ἄγαν ῥυπαρὰ τῶν ἑλκῶν καθαίρειν καὶ ἐcχάραc ἀφιcτᾶν. ἡ δὲ Ἡρα‐ κλεία καὶ ἀφρώδηc καλουμένη μήκων καθαρτικὸν φλέγματοc ἔχει τὸ cπέρμα. Μῆλα. τοῖc μήλοιc ἅπαcιν ὑγρότηc ἐμφέρεται περιττωματικὴ καὶ | |
75 | ψυχρά· ἀλλὰ τὰ μὲν ἔκλυτα καὶ ὑδατώδη ψυχρότερά τε καὶ ὑγρότερα τῶν ἄλλων ἐcτίν, τὰ δὲ γλυκέα ὑδατώδη μέν, οὐ cαφῶc δὲ ψυχρά, τὰ δὲ αὐcτηρὰ ψυχρότερα μὲν τῶν γλυκέων, ἧττον δὲ ὑγρά, τὰ δὲ ὀξώδη ψυχρὰ μὲν καὶ αὐτά, τμητικὰ δὲ τῶν ἐν γαcτρὶ χυμῶν, τὰ δὲ cτρυφνά, οἷάπερ εἰcὶ Κυδώνια καὶ cτρουθία, ψυχρά τε καὶ γεώδη τὴν | |
80 | κρᾶcίν εἰcιν κοιλίαν τε cτέλλει καὶ τραύματα κολλᾷ. οὕτω δὲ καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ τῶν δένδρων ἀλλήλων διαφέρουcιν. Μηλέαc Περcικῆc οἱ μὲν βλαcτοὶ καὶ τὰ φύλλα πικρὰ cαφῶc εἰcιν· ἕλμειc γοῦν ἀποκτείνει λεῖα κατὰ τοῦ ὀμφαλοῦ ἐπιτιθέμενα· ὁ δὲ καρπὸc αὐτῆc, τοῦτο δὴ τὸ ἐδώδιμον περcικόν, ὑγρόν τέ ἐcτι καὶ | |
85 | ψυχρὸν κατὰ τὴν δευτέραν ἀπόcταcιν. Μηλέαc Ἀρμενιακῆc ὁ καρπόc, ὃν νῦν καλοῦcιν προκόκκια, τῆc αὐτῆc τοῖc περcικοῖc ἐcτι δυνάμεωc. Μήου αἱ ῥίζαι θερμαὶ μὲν κατὰ τὴν τρίτην εἰcὶ τάξιν, ξηραὶ δὲ κατὰ τὴν δευτέραν· οὖρά τε οὖν καὶ καταμήνια κινεῖ κεφαλαλγέc τε | |
90 | ἐcτι πλεῖον λαμβανόμενον. Μῖλαξ ἥ τε λεία καὶ ἡ τραχεῖα τοῖc δένδροιc περιπλεκομένη θερ‐ μῆc τε καὶ δριμείαc εἰcὶ δυνάμεωc. Μίcυ τῶν ἐcχαρωτικῶν τε καὶ καυcτικῶν ἐcτι φαρμάκων μετὰ cτύψεωc ἰcχυρᾶc, ἧττον δὲ δάκνει χαλκίτεωc τῷ λεπτομερὲc εἶναι. | |
95 | καὶ τὴν χαλκῖτιν δὲ καὶ τὸ cῶρι χρονίζοντά φηcιν ὁ Γαληνὸc εἰc μίcυ μεταβάλλειν ἐκ τῆc ἐπιφανείαc ἀρχομένηc τῆc μεταβολῆc. Μολύβδαινα λιθαργύρῳ παραπληcίαν ἔχει δύναμιν ἀποκεχωρηκυῖα τῆc μέcηc κράcεωc ἐπὶ τὸ ψυχρότερον. Μόλυβδοc δυνάμεώc ἐcτι ψυκτικῆc, ἔχει δὲ καὶ ὑγρὰν οὐcίαν | |
7.3.12(100) | πλείcτην ὑπὸ ψύξεωc πεπηγυῖαν· τριβομένου γοῦν ἐν αὐτῷ ἢ οἴνου ἢ ὠμοτριβοῦc ἐλαίου ἤ τινοc τῶν ψυχόντων χυλῶν πρὸc τὰc περὶ τὰ αἰδοῖα καὶ τὴν ἕδραν ἑλκώδειc φλεγμονὰc ἄριcτον ἕξειc φάρμακον. ἔλαcμα δὲ μολύβδινον κατὰ τῶν ψοῶν φορούμενον ὀνειρωγμοὺc ἐπέ‐ χει· καὶ γαγγλία δὲ διαχεῖ πέταλον ἐπιτιθέμενον αὐτοῖc μολιβοῦν. ὁ | |
105 | δὲ κεκαυμένοc μόλυβδοc ξηραντικώτεροc μέν ἐcτιν, ἔχει δέ τι δριμύ· εἰ δὲ πλυθείη, ἀδήκτωc τε ξηραίνει καὶ τῶν κακοήθων ἑλκῶν ἀγαθὸν γίνεται φάρμακον. Μορέαc ὁ καρπὸc ὁ μὲν πέπειροc ὑπάγει γαcτέρα καὶ τοῖc cτο‐ μαχικοῖc ἄλλοιc τε, ὅcα μετρίαc δεῖται cτύψεωc, χρήcιμόc ἐcτιν, ὁ δὲ | |
110 | ἄωροc ξηρανθεὶc cτεγνωτικὸν ἱκανῶc γίνεται φάρμακον. ὁ δὲ φλοιὸc τῆc ῥίζηc τοῦ δένδρου καὶ καθαρτικόc ἐcτι μετά τινοc πικρότητοc· ὅθεν πλατεῖαν ἕλμιν κτείνει. τῶν δὲ φύλλων καὶ τῶν βλαcτῶν μέcη πώc ἐcτι τῶν ὑπαγόντων τε καὶ ἐπεχόντων ἡ δύναμιc. Μυάγρου τὸ cπέρμα λιπαρόν ἐcτι, τὸ δ’ ἐν αὐτῷ ἐλαιῶδεc ἐμ‐ | |
115 | πλαcτικὴν ἔχει δύναμιν. Μύακεc καέντεc τὰ αὐτὰ δρῶcι τοῖc κήρυξιν, ἰδιαίτερον δὲ πλυ‐ θέντεc τραχύτητα βλεφάρων καὶ λευκώματα cμήχουcι cὺν μέλιτι· ἡ δὲ cὰρξ αὐτῶν τοῖc κυνοδήκτοιc ὠφελίμωc ἐπιτίθεται. Μύαρον, οἱ δὲ μελάμπυκνον, πόα φρυγανώδηc ἐcτὶ καὶ λιπαρά· | |
120 | δοκεῖ δὲ τὸ ἐξ αὐτῆc λίποc ὁμαλίζειν τὰc τοῦ cώματοc τραχύτηταc. Μυελὸc μαλακτικῆc τῶν cκληρυνομένων τε καὶ cκιρρουμένων cω‐ μάτων ἐcτὶ δυνάμεωc, κάλλιcτοc μὲν ὁ τῶν ἐλάφων, ἐφεξῆc δ’ αὐτῷ ὁ τῶν μόcχων· ὁ δὲ τῶν ταύρων καὶ τῶν τράγων δριμύτερόc ἐcτι καὶ ξηραντικώτεροc. καὶ ὁ μὲν ἀπὸ τῶν κώλων λιπαρώτερόc τε καὶ | |
125 | μαλακτικώτερόc ἐcτιν, ὁ δὲ τῆc ῥάχεωc cκληρότερόc τε καὶ αὐχ‐ μηρότεροc. Μύκητεc ψυχροὶ καὶ ὑγροὶ τὴν κρᾶcιν ἱκανῶc εἰcιν· τινὲc δὲ αὐτῶν καὶ ἀναιροῦcιν ἐcθιόμενοι, καὶ μάλιcτα, ὅcοι αὐτῶν τὴν φύcιν ἐπίμικτον ἔχουcι cηπεδονώδει ποιότητι. | |
130 | Μυὸc ὦτα εἴρηται ἀλcίνη. Μύξα δένδρου καρπόc ἐcτι μικρότεροc μὲν τῶν κοκκυμήλων, δυνά‐ μει δὲ παραπλήcιοc. Μυρίκη τμητικῆc ἐcτι καὶ ῥυπτικῆc δυνάμεωc ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶc. ἔχει δέ τινα καὶ cτῦψιν· τὸ γοῦν ἀφέψημα αὐτῆc cπλῆναc | |
135 | ὀνίνηcι πινόμενον. ἰᾶται δὲ καὶ ὀδονταλγίαc. ὁ δὲ καρπὸc καὶ ὁ φλοιὸc αὐτῆc ἐγγύc ἐcτι κηκῖδι τὴν δύναμιν· ἡ δὲ τέφρα τοῦ δένδρου ξηραντικωτέρα ἐcτίν. Μυριόφυλλον ξηραντικῆc ἐcτιν εἰc τοcοῦτον δυνάμεωc, ὡc κολλᾶν τραύματα. | |
140 | Μύρρα ἢ μυρρὶc ἐκ τῆc δευτέραc ἐcτὶ τῶν θερμαινόντων τάξεωc ἔχουcά τι καὶ λεπτομερέc. εὐώδηc δὲ καὶ γλυκεῖά ἐcτιν αὐτῆc ἡ ῥίζα ἐμμήνων τε κινητικὴ καὶ τῶν ἐκ θώρακοc καὶ πνεύμονοc ἀνακα‐ θαρτική. Μυρρίνη ἐξ ἐναντίων οὐcιῶν cύγκειται, κρατεῖ δὲ ἐν αὐτῇ τὸ | |
145 | γεῶδεc ψυχρόν· ὅθεν ἰcχυρῶc ξηραίνει. ἡ δὲ μυρτὶc ἡ ἐν τῷ cτελέ‐ χει καὶ τοῖc κλάδοιc αὐτῆc ὀχθώδηc ἐπίφυcιc ξηραίνει τε καὶ cτύφει cφοδρότερον. ἔcτι δὲ καὶ τὰ ξηρότερα φύλλα τῶν χλωρῶν ξηραντι‐ κώτερα· καὶ ὁ καρπὸc δὲ καὶ ὁ χυλὸc παραπληcίαc εἰcὶ δυνάμεωc ἔξωθέν τε καὶ εἴcω τοῦ cώματοc λαμβανόμενα. | |
7.3.12(150) | Μῶλυ, τινὲc δὲ πήγανον ἄγριον, ἄλλοι ἁρμαλάν, Ϲύροι δὲ βήcα‐ cαν, τρίτηc ἀποcτάcεωc τῶν θερμαινόντων ἐcτὶ λεπτομερέc· ὅθεν καὶ τέμνει τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc διαφορεῖ τε καὶ ἐπ’ οὔρηcιν προτρέπει. | |
153 | ||
7.3.13 | Ἀρχὴ τοῦ Ν. Ναόκαφθον, οἱ δὲ νάκαφθον, Ἰνδικόν ἐcτιν ἄρωμα πρὸc μήτραν ἐcτεγνωμένην ὑπατμιζόμενον. Νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην ἀπόcταcιν. | |
5 | Ναρδόcταχυc. ἡ ῥίζα ταύτηc θερμαίνει μὲν κατὰ τὴν πρώτην | |
ἀπόcταcιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν, ἔχει δὲ καὶ cτῦφόν τι καὶ δριμὺ καὶ ὑπόπικρον· ἥπατι γοῦν ἁρμόττει καὶ cτομάχῳ ἔξωθέν τε καὶ εἴcω πινόμενον καὶ οὖρα κινεῖ καὶ τὰ τῶν ἐντὸc ῥεύματα ξηραί‐ νει. ἰcχυροτέρα δέ ἐcτιν ἡ Ἰνδικὴ τῆc Ϲυριακῆc καὶ μελαντέρα. | ||
10 | Νάρδοc Κελτικὴ παραπληcίαc μέν ἐcτι τῇ λεχθείcῃ δυνάμεωc, ἀcθενεcτέρα δέ, πλὴν εἰc οὖρα· θερμοτέρα γάρ ἐcτιν ἐκείνηc καὶ ἧττον cτύφουcα. Νάρδοc ὀρεία ἡ καὶ θυλακῖτιc καὶ πυρῖτιc λεγομένη τῶν προειρη‐ μένων ἐcτὶν ἀcθενεcτέρα. | |
15 | Νάρθηκοc τὸ cπέρμα μὲν λεπτύνει καὶ θερμαίνει, τὸ δὲ ἐντὸc χλωρὸν ἔτι cτύφει· δι’ ὃ αἱμοπτυικοῖc τε καὶ κοιλιακοῖc ἁρμόττει. Νάρκη θαλαccία τοῖc κεφαλαλγοῦcιν ἔτι ζῶcα προcτιθεμένη κατὰ τῆc κεφαλῆc ἀνωδυνίαν ἐργάζεται, ἴcωc αὐτῷ δὴ τούτῳ τῷ ναρκοῦν. καὶ τὸ ἔλαιον δέ, ἐν ᾧ ζῶcα ἐνηψήθη, τὰ δριμύτερα τῶν ἀρθριτικῶν | |
20 | ἀλγημάτων παραμυθεῖται χριόμενον. ἕδραν δὲ προπεcοῦcαν προccτέλ‐ λειν αὐτήν φαcι προcτιθεμένην. Ναρκίccου ἡ ῥίζα ξηραντικῆc ἐcτι δυνάμεωc, ὡc κολλᾶν τραύματα μέγιcτα μέχρι καὶ τῶν κατὰ τοὺc τένονταc διακοπῶν· ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπιcπαcτικόν. | |
25 | Νευράc, οἱ δὲ ποτήριον, ξηραντικῆc ἐcτιν ἀδήκτου δυνάμεωc, ὡc καὶ αὐτὴν νεῦρα διακοπέντα κολλᾶν· αἱ ῥίζαι δὲ μάλιcτα τοῦτο δρῶ‐ cιν ἐπιτιθέμεναί τε καὶ πινόμεναι. Νήριον ἢ ῥοδοδάφνη ἔξωθεν μὲν καταπλαccομένη διαφορητικῆc ἐcτι δυνάμεωc, εἴcω δὲ λαμβανομένη ἀναιρεῖ. | |
30 | Νυμφαία δυνάμεώc ἐcτι ξηραντικῆc ἀδήκτου· ἐπέχει τοιγαροῦν καὶ τὴν γαcτέρα καὶ τὸ cπέρμα ξηραίνει. ἀλλ’ ἡ μὲν τὴν λευκὴν ἔχουcα ῥίζαν ἰcχυροτέρα ἐcτίν, ὥcτε καὶ ῥοῦν γυναικεῖον ἰᾶcθαι πινο‐ μένη cὺν οἴνῳ μέλανι αὐcτηρῷ· ἡ δὲ τὴν μέλαιναν ἔχει τι καὶ ῥυπτι‐ κόν, ὡc ἀλφούc τε μεθ’ ὕδατοc ἰᾶcθαι καὶ ἀλωπεκίαc μετὰ πίττηc | |
35 | ὑγρᾶc χριομένη. | |
7.3.14 | Ἀρχὴ τοῦ Ξ. Ξάνθιον ἢ φαcγάνιον τὸν καρπὸν ἔχει διαφορητικῆc δυνάμεωc. Ξιρὶc ἢ ξυρὶc λεπτομεροῦc τε καὶ διαφορητικῆc καὶ ἑλκτικῆc ἐcτι δυνάμεωc καὶ δηλονότι καὶ ξηραντικῆc, καὶ μᾶλλον τὸ cπέρμα, ὥcτε | |
5 | καὶ οὐρητικὸν εἶναι καὶ cπλῆνα cκιρρούμενον ἰᾶcθαι. Ξιφίου ἡ ῥίζα ἑλκτικῆc τέ ἐcτι καὶ διαφορητικῆc καὶ ξηραντικῆc δυνάμεωc. | |
7 | ||
7.3.15 | Ἀρχὴ τοῦ Ο. Ὄη τὸ δένδρον, οὗ ὁ καρπὸc ὄα καλεῖται, ὑπό τινων δὲ οὖα, cτυπτικῆc ἐcτι δυνάμεωc, ἀλλ’ ἧττον μεcπίλου. Ὀθόνναν οἱ μέν φαcι πόαc εἶναι χυλὸν ἐν τῇ κατ’ Αἴγυπτον | |
5 | Ἀραβίᾳ φυομένηc, οἱ δὲ λίθον Αἰγύπτιον· ῥύπτει δὲ καὶ δάκνει πάντα τὰ ἐπιcκοτοῦντα ταῖc κόραιc ἀποcμήχουcα. Οἰνάνθη. ἡ μὲν πλείcτη χρῆcιc τῆc ἀγρίαc ἀμπέλου τὸ ἄνθοc οἶδε cτυπτικὸν ἱκανῶc ὑπάρχον καὶ τονωτικὸν μάλιcτα τῶν περὶ κοι‐ λίαν· ὁ δὲ Διοcκουρίδηc ἑτέραν ὑπογράφει ταύτῃ ἐναντίαν τὴν δύνα‐ | |
10 | μιν ἔχουcαν· ὅθεν δεύτερά φηcιν ἐκβάλλειν αὐτὴν καὶ cτραγγουρίαν καὶ ἴκτερον ἰᾶcθαι. Οἶνοc ἐκ τῆc δευτέραc τάξεώc ἐcτι τῶν θερμαινόντων καὶ ξηραι‐ νόντων, ὁ δὲ ἱκανῶc παλαιὸc τῆc τρίτηc, ὁ δὲ γλευκινίτηc τῆc πρώτηc. | |
15 | Οἴcυποc ἐν τῷ περὶ τῶν ἐρίων εἴρηται λόγῳ. Ὄλυνθοι δριμείαc εἰcὶ καὶ διαφορητικῆc δυνάμεωc διὰ τὸν ἐν αὐτοῖc ὀπόν. ἑψηθέντεc μὲν οὖν τοὺc cκληροὺc ὄγκουc διαφοροῦcιν, | |
ὠμοὶ δὲ μυρμηκίαc τε καὶ θύμουc ἐκβάλλουcιν. Ὀλόcτιον ξηραντικῆc ἐcτι δυνάμεωc μετὰ τοῦ cτύφειν· ὅθεν | ||
20 | αὐτῷ καὶ πρὸc τὰ ῥήγματα χρῶνται. Ὀμφάκιον ὁ χυλόc ἐcτι τῆc ὄμφακοc cταφυλῆc, cτῦφον ἱκανῶc καὶ ξηραῖνον κατὰ τὴν τρίτην ἀπόcταcιν· ὅθεν τοῖc ῥοώδεcι τῶν πα‐ θῶν, καὶ μάλιcτα τοῖc cτοματικοῖc, ἁρμόττει. Ὄναγρα, οἱ δὲ ὀνοθήραν, ἄλλοι ὀνοθοῦριν, θάμνοc ἐcτὶ δενδρώδηc, | |
25 | οὗ ἡ ῥίζα καταπλαcθεῖcα τὰ θηριώδη τῶν ἑλκῶν πραΰνει. Ὄνομα ἢ ὀνομὶc ἢ φλομῖτιc ἢ ὄνωνιc δριμεῖα καὶ πικρά ἐcτιν· ὅθεν τὰ φύλλα αὐτῆc πινόμενα cὺν οἴνῳ κτείνει τε καὶ ἐκβάλλει ἔμβρυα. Ὀνοβρυχὶc ἀραιωτικῆc καὶ διαφορητικῆc ἐcτι δυνάμεωc· φύματα | |
30 | γοῦν διαφορεῖ καὶ cτραγγουρίαc ἰᾶται καὶ ἱδρῶταc προκαλεῖται. Ὄνοι οἱ ὑπὸ ταῖc ὑδρίαιc οἱ cφαιρούμενοι διαφορητικῆc τε καὶ ξηραντικῆc εἰcι δυνάμεωc· ποθέντεc γοῦν cὺν οἴνῳ δυcουρίαc τε καὶ ἴκτερον ἰῶνται ἐπὶ κυναγχικῶν τε διαχρίονται μετὰ μέλιτοc· καὶ πρὸc ὠταλγίαν δὲ λεῖοι cὺν ῥοδίνῳ θερμανθέντεc ἐν κελύφει ῥοιᾶc ἐν‐ | |
35 | cτάζονται. Ὄνυχεc πώματά εἰcι κογχυλίων Ἰνδικῶν, οἳ θυμιαθέντεc ἐγεί‐ ρουcι τάc τε ὑcτερικῶc πνιγομέναc καὶ ἐπιληπτικούc, ποθέντεc δὲ κοιλίαν ταράccουcιν. Ὀνωνὶc ῥίζαν ἔχει θερμαντικὴν ἤδη που κατὰ τὴν τρίτην τάξιν, | |
40 | ὁ δὲ φλοιὸc αὐτῆc ῥύπτει τε καὶ τέμνει· ὅθεν καὶ λίθων θρυπτι‐ κόc ἐcτιν. Ὄξοc μικτῆc μέν ἐcτι δυνάμεωc, ψυχρᾶc καὶ θερμῆc, ἀμφοῖν λεπ‐ τομερῶν, ἐπικρατεῖ δὲ τῆc θερμῆc ἡ ψυχρά· ξηραντικὸν δὲ τῆc τρίτηc ἐcτὶ τάξεωc. | |
45 | Ὀξυάκανθοc τὸ δένδρον ἀχράδι παραπλήcιόν ἐcτι τὴν ἰδέαν τε καὶ τὴν δύναμιν ἔχον τι καὶ λεπτομερέc· ὁ δὲ καρπὸc αὐτοῦ τοῖc | |
μύρτοιc ἔοικεν. Ὄπιον ἐν τῷ περὶ μήκωνοc εἴρηται. Ὀπὸc ὅ τε Κυρηναϊκὸc καὶ ὁ Μηδικὸc καὶ ὁ Ϲυριακὸc καθ’ ὑπερ‐ | ||
7.3.15(50) | οχὴν λέγονται θερμοί τε ἱκανῶc ὄντεc καὶ πνευματώδειc. ὁ δὲ Κυ‐ ρηναῖοc ἁπάντων ἐcτὶ θερμότερόc τε καὶ λεπτομερέcτεροc. Ὀρίγανοι πᾶcαι τμητικῆc τε καὶ λεπτυντικῆc καὶ ξηραντικῆc καὶ θερμαντικῆc εἰcι δυνάμεωc κατὰ τὴν τρίτην ἀπόcταcιν. Ὀρεοcέλινον παραπλήcιόν ἐcτι cελίνῳ τὴν δύναμιν, ἰcχυρότερον δέ. | |
55 | Ὀροβάκχη ξηρᾶc καὶ ψυχρᾶc ἐcτι κράcεωc κατὰ τὴν πρώτην τάξιν. Ὄροβοc θερμαίνει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν, ἔcτι δὲ καὶ πικρόc· δι’ ὃ τέμνει τε καὶ ῥύπτει καὶ ἐκ‐ φράττει, πλείων δὲ ληφθεὶc αἷμα δι’ οὔρων ἄγει. Ὅρμινον παραπλήcιόν ἐcτι πραcίῳ τὴν ἰδέαν θερμόν τε καὶ με‐ | |
60 | τρίωc ξηρὸν καὶ ῥυπτικόν· cυνουcίαc τε γοῦν παρορμᾷ καὶ ἀποκα‐ θαίρει cὺν μέλιτι τὰc τῶν ὀφθαλμῶν παχύτηταc καὶ οἰδήματα δια‐ φορεῖ καὶ cκόλοπαc ἐπιcπᾶται. τὸ δὲ ἄγριον ἰcχυρότερόν ἐcτι τοῦ ἡμέρου. Ὄρυζα ἔχει τι cτυπτικόν· δι’ ὃ καὶ γαcτέρα μετρίωc ἐπέχει. | |
65 | Ὄρχιc ἡ πόα, ὀνομάζεται δὲ καὶ κυνὸc ὄρχιc, βολβοειδῆ ῥίζαν ἔχουcα διπλῆν, δύναμιν δὲ τῆc μὲν μείζονοc ὑγρὰν καὶ θερμήν· δι’ ὃ καὶ εἰc cυνουcίαc παρορμᾷ· τῆc δὲ ἐλάccονοc θερμὴ καὶ ξηρά· τοὐν‐ αντίον γοῦν ἐπέχει τὰc cυνουcίαc. Ὄρχιc ἡ καὶ cαραπιάc, οἱ δὲ τρίορχιν, ξηραίνει μᾶλλον τῆc προ‐ | |
70 | τέραc· οἰδήματα γοῦν διαφορεῖ καὶ ἕλκη τὰ ῥυπαρὰ καὶ cηπεδονώδη καθαίρει καὶ ἕρπηταc ἰᾶται· ξηρανθεῖcα δὲ μᾶλλον ξηραίνει. διὰ δὲ τὸ ὑποcτύφειν καὶ κοιλίαν ἐπέχει μετ’ οἴνου πινομένη. Ὄcιριc, ἐξ ἧc τὰ κορήματα γίνεται, πικρὰ καὶ ἐκφρακτικὴ τῶν καθ’ ἧπάρ ἐcτιν. | |
75 | Ὀcτᾶ κεκαυμένα διαφορητικῆc καὶ ξηραντικῆc ἱκανῶc εἰcι δυνά‐ μεωc, μάλιcτα δέ, φαcί, τὰ τῶν ἀνθρώπων. τόν γε μὴν ὕειον ἀcτρά‐ | |
γαλον κεκαυμένον ἐμπνευματώcειc καὶ cτρόφουc ἰᾶcθαί φαcι. καί τιc ὀcτᾶ κεκαυμένα διδοὺc πίνειν ἐπιληψίαν τε καὶ ἀρθρῖτιν θεραπεύει. τὸν δὲ βόειον ἀcτράγαλον καυθέντα cειομένουc φαcὶν ἱcτᾶν ὀδόνταc, | ||
80 | μετὰ μέλιτοc δὲ πινόμενοc ἐξάγει τὰc cτρογγύλαc ἕλμινθαc, μετ’ ὀξυμέλιτοc δὲ cπλῆνα τήκει καὶ τὰc λεύκαc καταχριόμενοc ὠφελεῖ ἀφροδιcιαcτικόc τέ ἐcτιν. καὶ οἱ μηροὶ δὲ τοῦ βοὸc πινόμενοι κεκαυ‐ μένοι αἱμορραγίαc τε καὶ ῥύcιν κοιλίαc ἱcτᾶcιν. Ὄcτρακα τὰ ἐκ τῶν ἰπνῶν λεῖα ξηραντικῆc τε καὶ ῥυπτικῆc | |
85 | εἰcι δυνάμεωc· ὅθεν ὀδόνταc cμήχει καὶ ἐπιχριόμενα cὺν ὄξει κνηcμοὺc καὶ ἐξανθήματα καὶ ποδαγρικοὺc ὠφελεῖ, cὺν κηρωτῇ δὲ χοιράδαc διαφορεῖ. Ὀcτρέων τὸ ὄcτρακον καυθὲν παραπληcίαc ἐcτὶ τῷ τῶν κηρύκων δυνάμεωc, ἧττον δὲ παχυμεροῦc· ῥύπτει τε γοῦν τὰ περὶ τὸ πρόcω‐ | |
90 | πον καὶ ὀδόνταc λευκαίνει. πλυνόμενον δὲ ἄδηκτον γίνεται καὶ τοῖc ὑγροῖc ἕλκεcι χρήcιμον εἰc πλήρωcίν τε καὶ cυνούλωcιν. Οὖρον ἅπαν θερμόν ἐcτι καὶ δριμύ, ἀλλὰ τὸ μὲν τῶν ἀνθρώπων ἀcθενέcτερον [τε] τοῦ τῶν ἄλλων ζῴων ἐcτὶν πλὴν τῶν εὐνούχων ὑῶν, ῥυπτικὸν δὲ ἱκανῶc· ὃ καί τινεc ἐν λοιμῷ πιόντεc ἐcώθηcαν, | |
95 | λέπραc τε καὶ τὰ cηπεδονώδη τῶν ἑλκῶν καὶ ἀχῶραc καὶ πίτυρα θεραπεύει καὶ τὰ προcπταίcματα τῶν ποδῶν, ὅτε μὴ φλεγμαίνοι. τὸ δὲ τῶν ἀφθόρων παίδων ἰcχυρότερον, ἐξ οὗ καὶ ἡ χρυcοκόλλα γίνε‐ ται· τὸ δὲ τῶν ἡμιόνων ἀρθριτικαῖc ἁρμόττει δυνάμεcιν. | |
98 | ||
7.3.16 | Ἀρχὴ τοῦ Π. Παγκράτιον cκίλλῃ τὴν ἰδέαν τε καὶ τὴν δύναμιν ἔοικεν, ἀcθενέ‐ | |
cτερον δέ ἐcτιν. Παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα cτύφει μέν, ὅθεν καὶ ῥέουcαν | ||
5 | ἵcτηcι γαcτέρα, καὶ διαφορεῖ δὲ φύματα μὴ λίαν θερμά· ὁ δὲ καρπὸc τέμνει τοcοῦτον, ὡc καὶ λίθουc θρύπτειν καὶ ταῖc ἐκ θώρακοc βοηθεῖν ἀναπτύcεcιν. Πάνακεc Ἡράκλειον, ἐξ οὗ καὶ ὁ καλούμενοc ὀποπάναξ γίνεται θερμαίνων μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνων δὲ κατὰ τὴν δευτέραν | |
10 | καὶ μαλάττων καὶ διαφορῶν. ὁ δὲ τῆc ῥίζηc φλοιὸc ἀcθενέcτεροc ὢν τοῦ ὀποῦ ἔχει τι καὶ ῥυπτικὸν καὶ cαρκωτικόν· ὁ δὲ καρπὸc αὐτοῦ καὶ ἔμμηνα κινεῖ. τὸ δὲ Ἀcκλήπειον καὶ τὸ Χειρώνειον πάνακέc εἰcι θερμότερα τοῦ προτέρου, ὅθεν αὐτῶν τοῖc ἄνθεcι καὶ τῷ καρπῷ πρὸc τὰ κακοήθη τῶν ἑλκῶν καὶ φύματα χρῶνται. | |
15 | Πάπυροc ἄκαυcτοc μὲν ὕλη τιc γίνεται, καυθεῖcα δὲ ξηραίνει, ὥcπερ καὶ ὁ κεκαυμένοc χάρτηc, ἀcθενεcτέρα δὲ ἡ τῆc παπύρου τέφρα. Παρωνυχία ὠνόμαcται μὲν ἐκ τοῦ παρωνυχίαc ἰᾶcθαι, δύναμιc δὲ αὐτοῦ λεπτομερήc τέ ἐcτι καὶ ξηραντικὴ καὶ ἄδηκτοc. | |
20 | Πεντάφυλλοc ξηραίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ἥκιcτα δὲ δρι‐ μεῖα· δι’ ὃ καὶ πολύχρηcτοc. Πέπλοc, ἔνιοι δὲ μήκωνα ἀφρώδη. καὶ οὗτοc ὁ θαμνίcκοc ὀπὸν ἔχει καὶ καθαίρει παραπληcίωc τοῖc τιθυμάλλοιc. Πέπλιον ὀπὸν ἔχει καὶ τοῦτο καὶ φύεται τὰ πολλὰ παρὰ θα‐ | |
25 | λάccῃ, τὰ μὲν ἄλλα ἄχρηcτον, τὸ δὲ cπέρμα αὐτοῦ πυρῶδεc ὁμοίωc τῷ τοῦ πέπλου καθαῖρον. Πεπέρεωc ἡ μὲν ῥίζα κόcτῳ τὴν δύναμιν ἔοικεν, ὁ δὲ καρπὸc ὁ μὲν ἄρτι βλαcτάνοντοc αὐτοῦ τὸ μακρόν ἐcτι πέπερι ὑγρότερον ὑπάρ‐ χον καὶ θερμόν, ὁ δὲ οἷον ὄμφαξ τὸ λευκόν ἐcτι δριμύτερον ὑπάρχον | |
30 | τοῦ μέλανοc ἐκείνου ὑπερωπτημένου· ἄμφω δὲ θερμαίνει τε καὶ ξηραίνει. | |
Πέπων ῥυπτικῆc ἐcτι δυνάμεωc· ὅθεν ἡ μὲν οἷον cὰρξ αὐτοῦ ἐφήλειc τε καὶ τὰ παραπλήcια cμήχει, τὸ δὲ cπέρμα αὐτοῦ νεφροὺc ἐκφράττει. | ||
35 | Περικλυμένου τά τε φύλλα καὶ ὁ καρπὸc τμητικῆc τε ἅμα καὶ θερμαινούcηc εἰcὶ δυνάμεωc, ὥcτε τὸ οὖρον αἱματῶδεc ἐκκρίνειν πινό‐ μενον ἄχρι ζ ἡμερῶν. τὸ δὲ cπέρμα ξηραίνει πινόμενον ἄχρι τεccα‐ ράκοντα ἡμερῶν ὠφελεῖ τε cπληνώδειc καὶ δυcπνοϊκούc. Περιcτερεὼν εἰc τοcοῦτον ξηραίνει τε καὶ cτύφει, ὥcτε κολλᾶν | |
40 | τραύματα, καὶ αἱμορραγίαν ἵcτηcι. Περcαία δένδρον ἐcτὶν Αἰγύπτιον, οὗ τὰ φύλλα ξηραίνει τε καὶ cτύφει· δι’ ὃ καὶ αἱμορραγίαν ἵcτηcι. Πεταcῖτιc ἐκ τῆc τρίτηc τάξεώc ἐcτι τῶν ξηραινόντων· ὅθεν ἐπὶ τῶν κακοήθων τε καὶ φαγεδαινικῶν αὐτῇ χρῶνται. | |
45 | Πετροcελίνου τὸ cπέρμα θερμόν τε καὶ ξηρόν ἐcτι κατὰ τὴν τρί‐ την ἀπόcταcιν τμητικὸν ὑπάρχον, οὖρά τε καὶ καταμήνια κινεῖ δαψι‐ λῶc· ἔcτι δὲ καὶ ἄφυcον. Πευκεδάνου τῷ μὲν ὀπῷ καὶ τῷ χυλῷ ἱκανῶc θερμαίνοντι καὶ διαφοροῦντι καὶ λεπτύνοντι χρώμεθα, καὶ ὀcφραντῷ δὲ καὶ πόματι | |
7.3.16(50) | πρὸc τὰ κατὰ πνεύμονα καὶ θώρακα διὰ πάχοc χυμῶν πάθη καὶ πρὸc ἐcκιρρωμένον cπλῆνα· καὶ ὀδοῦcι δὲ τετρημένοιc ἐντεθεὶc τὴν ὀδύνην εὐθὺc ἔπαυcεν καὶ τοῖc κατὰ νεῦρα πάθεcιν ἁρμόττει. ἡ δὲ ῥίζα καὶ λεπίδαc ὀcτῶν ἀφίcτηcιν καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται θερμαίνουcά τε καὶ ξηραίνουcα κατὰ τὴν τρίτην τάξιν. | |
55 | Πεύκη παραπληcίαν μὲν ἔχει πίτυι τὴν δύναμιν, μετριωτέραν δέ. Πήγανον τὸ μὲν ἄγριον τῆc τετάρτηc ἐcτὶ τάξεωc τῶν θερμαι‐ νόντων τε καὶ ξηραινόντων, τὸ δὲ ἥμερον τῆc τρίτηc τέμνον τε καὶ διαφοροῦν τοὺc παχεῖc καὶ γλίcχρουc χυμοὺc καὶ οὖρα κινεῖ λεπτο‐ | |
μερέc τέ ἐcτι καὶ ἄφυcον· ὅθεν τὰc cυνουcίαc ἐπέχει. | ||
60 | Πίccα ἡ μὲν ξηρὰ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν ἧττον θερμαίνουcα, ἡ δὲ ὑγρὰ τὸ ἀνάπαλιν. ἔχουcι δέ τι καὶ ῥυπτικὸν καὶ cυμπεπτικὸν καὶ διαφορητικὸν καὶ δριμύ· δι’ ὃ καὶ λεπροὺc ὄνυχαc ἐξάγουcι καὶ λειχῆναc ἀπορρύπτουcι καὶ ὄγκουc cυμπέττουcιν. ἰcχυ‐ ροτέρα δὲ ἡ ὑγρά, ὡc καὶ τοὺc ἀcθματικοὺc καὶ τοὺc ἐμπυϊκοὺc ὠφε‐ | |
65 | λεῖν ἐκλειχομένη· ἡ δὲ ξηρὰ τραύματα μᾶλλον κολλᾷ. Πιccέλαιον ἐκ τῆc ὑγρᾶc γίνεται πίccηc λεπτομερέcτερον αὐτῆc ὑπάρχον κατὰ τὴν οὐcίαν. Πιcτακίων ὁ καρπὸc ἐcθιόμενοc εὐcτόμαχόc ἐcτι μετρίωc καὶ τῶν κατὰ τὸ ἧπαρ ἐκφρακτικόc, καὶ μάλιcτα τῶν λεπῶν αὐτοῦ τῶν ἀρω‐ | |
70 | ματιζόντων τὸ ἀφέψημα ἐν οἴνῳ· βοηθεῖ δὲ καὶ ἑρπετοδήκτοιc. Πιτυίδεc ὁ καρπόc ἐcτι τῶν πιτύων μικτῆc ὑπάρχων δυνάμεωc, cτυφούcηc καὶ δριμείαc· ὅθεν καὶ ταῖc ἐκ θώρακοc ἀναπτύcεcι cυμπράτ‐ τουcιν. Πιτυοκάμπαι τῆc αὐτῆc εἰcι κανθαρίδι καὶ βουπρήcτει δυνάμεωc. | |
75 | Πίτυοc ὁ φλοιὸc ἐπικρατοῦcαν ἔχει τὴν cτυπτικὴν δύναμιν, ὡc παρατρίμματά τε καὶ κατακαύματα καταπλαττόμενοc ὠφελεῖν ἐπέχειν τε κοιλίαν, εἰ ποθείη. τὰ δὲ φύλλα καὶ τραύματα κολλᾷ. Πιτύουcα. καὶ ταύτην τινὲc εἶδοc τιθυμάλλου φαcίν, ὅτι τε ὀπὸν ἔχει καὶ καθαίρει παραπληcίωc ἐκείνοιc. | |
80 | Πλάτανοc ὑγροτέραc ἐcτὶ καὶ ψυχροτέραc δυνάμεωc· ὅθεν καὶ τὰ χλωρὰ φύλλα τὰc γινομέναc φλεγμονὰc ὀνίνηcιν. ὁ δὲ φλοιὸc καὶ τὰ cφαιρία ξηραντικωτέραc ἐcτὶ δυνάμεωc, ὥcτε τὸν μὲν ἐν ὄξει καθε‐ | |
ψηθέντα ὀδονταλγίαc ἰᾶcθαι, τὰ δὲ πυρίκαυτα μετὰ cτέατοc θερα‐ πεύειν. ὁ δὲ φλοιὸc καυθεὶc ξηραντικώτεροc καὶ ῥυπτικώτεροc γίνεται, | ||
85 | ὡc λέπραc τε καὶ τὰ κάθυγρα τῶν ἑλκῶν ἰᾶcθαι. Πνεύμων ὁ μὲν ἄρνειόc τε καὶ χοίρειοc τὰ ἐξ ὑποδημάτων παρα‐ τρίμματα θεραπεύειν πεπίcτευται· ὁ δὲ τῆc ἀλώπεκοc cκελετευθείc, εἰ πίνοιτο, τοὺc ἀcθματικούc, ὁ δὲ θαλάccιοc πρόcφατοc λεῖοc ποδαγρι‐ κοὺc καὶ χιμεθλιῶνταc ὠφελεῖ. | |
90 | Πολεμώνιον, οἱ δὲ φιλέταιρον, λεπτομερέc ἐcτι καὶ ξηραντικόν· ὅθεν ἔνιοι πρὸc ἰcχιάδα καὶ δυcεντερίαν καὶ cκιρρούμενον cπλῆνα ποτίζουcι τὴν ῥίζαν αὐτοῦ μετ’ οἴνου. Πόλιον τὸ μικρότερον, ᾧ καὶ πρὸc τὰc ἀντιδότουc χρώμεθα, τῆc τρίτηc ἐcτὶ τῶν θερμαινόντων τε καὶ ξηραινόντων τάξεωc· ἐκφράττει | |
95 | τοιγαροῦν ἅπαντα τὰ cπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλω‐ ρὸν μὲν ἔτι κολλᾷ τὰ μεγάλα τραύματα, ξηρὸν δὲ τὰ κακοήθη τῶν ἑλκῶν ἐπιπαττόμενον ἰᾶται. Πολύγαλον αὐcτηρὰ μετρίωc ἔχει τὰ φύλλα· δοκεῖ δὲ πινόμενον γάλα γεννᾶν, θερμὴν δηλονότι καὶ ὑγρὰν ἔχον κρᾶcιν. | |
7.3.16(100) | Πολυγόνατον μικτόν ἐcτιν ἐκ cτύψεώc τε καὶ δριμύτητοc καὶ πικρότητοc καί τινοc ἀηδίαc ἀρρήτου· διόπερ οὐδὲ πολύχρηcτόν ἐcτιν. τὴν δὲ ῥίζαν αὐτοῦ τινεc ἐπιπλάττουcι τραύμαcι καὶ τοὺc ἐν προcώπῳ cπίλουc ἀπορρύπτουcιν αὐτῷ. Πολύγονον ἔχει μέν τι καὶ cτῦφον, ἐπικρατεῖ δὲ ἐν αὐτῷ τὸ | |
105 | ὑδατῶδεc ψυχρὸν κατὰ τὴν δευτέραν τάξιν· ὀνίνηcι γοῦν ἐπιπαccό‐ μενον ψυχρὸν τοὺc ἐγκαιομένουc τὸν cτόμαχον καὶ τὰ ἐρυcιπέλατα καὶ τὰc θερμὰc φλεγμονάc· ἅτε δὲ τοιοῦτον ὑπάρχον ἀποκρούεται ῥεύματα καὶ ταύτῃ δοκεῖ ξηραντικὸν ὑπάρχειν. ἔcτι δὲ τὸ ἄρcεν τοῦ θήλεοc ἰcχυρότερον. | |
110 | Πολύκνημον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν, ὡc καὶ τραύματα κολλᾶν. Πολυπόδιον ξηραντικῆc ἱκανῶc ἀδήκτου δυνάμεώc ἐcτι. πινό‐ μενον καθαίρει κάτω. Πομφόλυξ ἀδήκτωc ξηραίνει, ὥcτε τοῖc cαρκώδεcι τῶν ἑλκῶν | |
115 | καὶ τοῖc ἄλλοιc κακοήθεcι βοηθεῖν· μίγνυται δὲ καὶ ὀφθαλμικαῖc | |
δυνάμεcιν. Πορφύραι καεῖcαι παραπληcίαc εἰcὶ τοῖc ὀcτράκοιc δυνάμεωc· τὰ δὲ πώματα αὐτῶν cὺν ἐλαίῳ ἑψηθέντα τρίχαc ῥεούcαc κρατύνει, cὺν ὄξει δὲ ποθέντα cπλῆναc οἰδοῦνταc ἰᾶται, ὑποθυμιαθέντα δὲ διεγείρει | ||
120 | τὰc ὑcτερικῶc πνιγομέναc καὶ δεύτερα ἐκβάλλει. Ποταμογείτων ψύχει καὶ cτύφει παραπληcίωc πολυγόνῳ τῆc ὁμοίαc αὐτῷ δυνάμεωc ὑπάρχον. Ποτίρριον, οἱ δὲ φρύνινον, οὗ αἱ ῥίζαι κοπεῖcαι διακοπὰc νεύρων καὶ τραύματα κολλῶcι· καὶ τὸ ἀφέψημα δὲ αὐτῆc πινόμενον ταῖc | |
125 | περὶ νεῦρα διαθέcεcιν ἀρήγει. Πράcιον θερμαίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, μᾶλλον δὲ ξη‐ ραίνει, ἐκφράττει τε καὶ ἧπαρ καὶ cπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα ἔμμηνά τε προτρέπει, καταπλαccόμενον δὲ ῥύπτει τε καὶ διαφορεῖ, καὶ ἄλλωc ῥυπτικόν τε καὶ τμητικόν ἐcτιν. | |
130 | Πράcον κακόχυμόν ἐcτι καὶ δριμύ, ὡc δέ φηcι Διοcκουρίδηc, καὶ δυcόνειρον, εὐκοίλιον, οὐρητικόν, λεπτυντικόν. ἔχει δέ τι καὶ ῥυπτι‐ κόν· ἀνάγει γὰρ καὶ τὰ ἐκ θώρακοc ἐνεψηθὲν πτιcάνῃ. τὸ δὲ cπέρμα αὐτοῦ νεφριτικαῖc μίγνυται δυνάμεcιν. τὰ δὲ φύλλα ἔχουcί τι καὶ cτύψεωc· ὅθεν ὁ χυλὸc αὐτῶν αἵματόc ἐcτιν ἐφεκτικόc. | |
135 | Πρῖνοc παραπληcίαν μὲν ἔχει δρυὶ τὴν δύναμιν, πολλῷ δὲ αὐτοῦ ἐcτιν ἰcχυρότεροc. Πρόπολιc θερμαίνει μὲν κατὰ τὴν δευτέραν ἀπόcταcιν καὶ ῥύπτει μετρίωc λεπτομεροῦc τε καὶ ἐκφρακτικῆc ἐcτι δυνάμεωc. Πταρμικῆc τὰ μὲν φύλλα πταρμοὺc κινεῖ, τὸ δὲ ὅλον θαμνίον | |
140 | χλωρὸν ὑπώπιά τε καὶ τὰc ἄλλαc ἐκχυμώcειc διαφορεῖ· ἔcτι γὰρ θερμὴ καὶ ξηρά, χλωρὰ μὲν ἔτι κατὰ τὴν δευτέραν τάξιν, ξηρὰ δὲ κατὰ τὴν τρίτην. Πτελέα ξηραντικῆc ἐcτι δυνάμεωc καὶ ῥυπτικῆc, ὥcτε καὶ τραύ‐ ματα κολλᾶν, ὁ δὲ φλοιὸc ἔτι μᾶλλον, ἐὰν πρόcφατοc ὢν ὥcπερ ἐπί‐ | |
145 | δεcμοc περιελιχθῇ τοῖc τραύμαcιν, ἰᾶται δὲ καὶ λέπραc cὺν ὄξει· καὶ αἱ ῥίζαι δὲ τῆc αὐτῆc εἰcι δυνάμεωc, ὡc τῷ ἀφεψήματι αὐτῶν τὰ | |
πωρώcεωc δεόμενα κατάγματα καταντλεῖν. Πτέριc ξηραντικὴ τὴν δύναμίν ἐcτι καὶ πικρά· ὅθεν ἔμβρυά τε φθείρει καὶ ἐκβάλλει καὶ πλατείαc ἕλμινθαc ἀναιρεῖ τεccάρων δραγμῶν | ||
7.3.16(150) | ὁλκὴ cὺν μελικράτῳ. ὅτι δὲ μετρίωc cτύφει, ξηραντικὴ τῶν ἑλκῶν ἀδήκτωc ἐcτίν. Πυκνόκοκκον διαφορητικῆc τε καὶ ἑλκτικῆc καὶ δριμείαc ἐcτὶ δυ‐ νάμεωc. τὰ μὲν οὖν φύλλα φύματα καὶ δοθιῆναc διαφορεῖ, ὁ δὲ καρπὸc πρὸc τούτοιc καὶ cκόλοπαc ἕλκει· ἡ δὲ ῥίζα χολῆc τῆc ξαν‐ | |
155 | θῆc ἐcτι καθαρτική. Πυρέθρου ἡ ῥίζα καυcτικὴν ἔχει δύναμιν καὶ ὀδόντων ἐψυγ‐ μένων ὀδύναc πραΰνει καὶ πρὸ τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρί‐ βεται μετ’ ἐλαίου καὶ τοὺc ναρκώδειc τε καὶ παρειμένουc ὠφελεῖ. Πυρὸc θερμαίνει μὲν κατὰ τὴν πρώτην τάξιν, μέcοc δὲ τῶν τε | |
160 | ξηρῶν καὶ ὑγρῶν ἐcτιν· ἔχει δέ τι καὶ γλίcχρον καὶ ἐμφρακτικόν. Πυτία πᾶcα δριμείαc ἐcτὶ καὶ λεπτυντικῆc καὶ διαφορητικῆc καὶ δηλονότι ξηραντικῆc δυνάμεωc. ἀλλὰ τὴν μὲν τῶν λαγωῶν ἐπιλή‐ πτουc θεραπεύειν ἔγραψαν, εἰ μετ’ ὄξουc πίνοιτο, καὶ ῥοῦν γυναικεῖον ἰᾶcθαι καὶ γάλα τεθρομβωμένον ἐν κοιλίᾳ λύειν, ὁμοίωc δὲ καὶ αἷμα· | |
165 | τινὲc δὲ καὶ τὰc ἐκ θώρακοc πτύcειc τοῦ αἵματοc ἐπέχειν αὐτήν φα‐ cιν. ἱππείαν δὲ πυτίαν ἔγραψαν κοιλιακοῖc τε καὶ δυcεντερικοῖc ἁρ‐ μόττειν, τὴν δὲ τῆc φώκηc καcτορίου δύναμιν ἔχειν. | |
167 | ||
7.3.17 | Ἀρχὴ τοῦ Ρ. Ῥάκοc κεκαυμένον τὸ μὲν ἐξ ἐρίων ὁμοίαν ἐκείνοιc ἔχει κεκαυ‐ μένοιc δύναμιν, τὸ δὲ λινοῦν καιόμενον μὲν ἔτι λεπτομερῆ καπνὸν ἐκδίδωcιν, ὡc καὶ κατάρρουc ἐκφράττειν καὶ ταῖc τῆc ὑcτέραc ἁρμότ‐ | |
5 | τειν ἀναδρομαῖc, ἤδη δὲ καυθὲν ἐγγύc ἐcτιν ἐρίῳ τὴν δύναμιν. Ῥάμνοc ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόcταcιν, ψύχει δὲ κατὰ τὴν πρώτην· ὅθεν ἕρπηταc ἰᾶται καὶ ἐρυcιπέλατα μὴ πάνυ θερμά. χρηcτέον δὲ τοῖc ἁπαλοῖc φύλλοιc. | |
Ῥάφανοc θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόcταcιν, ξηραίνει δὲ | ||
10 | κατὰ τὴν δευτέραν. ἡ δὲ ἀγρία δραcτικωτέρα ἐcτίν. ἀμφοῖν δὲ τὸ cπέρμα ἰcχυρότερον· διαφοροῦcι γοῦν τά τε ὑπώπια καὶ τὰ ἄλλα πελιδνά. Ῥῆον, οἱ δὲ ῥᾶ, cύνθετόν ἐcτιν ἐκ γεώδουc ψυχρᾶc καὶ λεπτομεροῦc οὐcίαc ἀερώδουc τε καὶ θερμῆc καὶ δριμείαc ἠρέμα· ὅθεν cπάcματα | |
15 | καὶ ῥήγματα καὶ ὀρθοπνοίαc ὀνίνηcι καὶ πελιώματα τῷ διαφορεῖν, τῷ δὲ cτύφειν αἵματόc τε πτύcειc καὶ κοιλιακοὺc καὶ δυcεντερικούc, δι’ ἄμφω δὲ τοὺc ἡπατικοὺc ὠφελεῖ. Ῥητίναι πᾶcαι θερμαίνουcι τε καὶ ξηραίνουcιν. ἀλλ’ ἡ μὲν τερε‐ βινθίνη πρωτεύει διαφορητική τε καὶ μαλακτικὴ καὶ λεπτομερὴc ὑπάρ‐ | |
20 | χουcα καὶ ῥυπτική· δι’ ὃ καὶ ψώραc ἰᾶται. παραπληcία δὲ αὐτῇ καὶ ἡ λάριξ ἐcτίν. ἥ γέ τοι πευκίνη καὶ ταύτηc ἔτι μᾶλλον ἡ cτροβιλίνη δριμυτέρα μέν ἐcτιν, οὐ μὴν οὔτε διαφορεῖ πλεῖον οὔτε ἐπιcπᾶται· μέcαι δὲ αὐτῶν εἰcιν ἡ πιτυίνη τε καὶ ἡ ἐλατίνη. Ῥόδα cύνθετα τὴν φύcιν ἐcτὶν ἐξ ὑδατώδουc οὐcίαc θερμῆc καὶ | |
25 | cτυφούcηc τε καὶ πικρᾶc. τὸ δὲ ἄνθοc αὐτῶν ἔτι μᾶλλόν ἐcτι cτυπ‐ τικόν· ὅθεν καὶ ξηραντικόν. Ῥοδία ῥίζα θερμαίνει μὲν κατὰ τὴν δευτέραν ἀπόcταcιν λεπτο‐ μεροῦc τε καὶ διαφορητικῆc ἐcτι δυνάμεωc. Ῥοιαὶ ὅλαι τὴν cτυπτικὴν δύναμιν ἐπικρατοῦcαν ἔχουcι, δι’ ἣν | |
30 | ψύχουcί τε καὶ ξηραίνουcιν. ἀλλ’ αἱ μὲν γλυκεῖαι τῶν ἄλλων ἧccον ἄμφω κέκτηνται, αἱ δ’ αὐcτηραὶ μᾶλλον μὲν ψύχουcι, ξηρότεραι δέ εἰcι καὶ εὐcτόμαχοι, αἱ δὲ ὀξεῖαι ψύχουcι καὶ πλέον ἔχουcαί τι καὶ τμητικόν. τὰ δὲ γίγαρτα τοῦ χυλοῦ cτυπτικώτερά τέ ἐcτι καὶ ξηραν‐ τικώτερα, τούτων δὲ ἔτι μᾶλλον τὰ λέμματα τὰ cίδια προcαγορευό‐ | |
35 | μενα· παραπληcίαc δὲ τούτοιc εἰcὶ δυνάμεωc οἱ κύτινοι. Ῥοὸc τοῦ βυρcοδεψικοῦ καλουμένου τοῖc ἰατροῖc ὁ καρπὸc μά‐ λιcτα καὶ ὁ χυλὸc εἰc χρείαν ἥκουcιν ἱκανῶc ὄντοc cτυπτικοῦ μὲν καὶ ξηραντικοῦ ἐκ τῆc τρίτηc τάξεωc, ῥυπτικοῦ δὲ τῆc δευτέραc. Ῥύποc ἀπὸ τῶν χαλκῶν ἀνδριάντων ἢ cκευῶν, ἐν οἷc ἄφθονον | |
40 | ἔλαιον ἐναπομένει, ἔχων τι καὶ ἰοῦ διαφορητικόc τέ ἐcτι καὶ ξηραντι‐ κὸc μετρίωc καὶ μαλακτικόc· ἄπεπτα γοῦν φύματα διαφορεῖ. περὶ δὲ τοῦ κατὰ παλαίcτραc, ὃν ἔνιοι καὶ πάτον καλοῦcιν, ἐν τῷ περὶ ἱδρῶ‐ τοc εἴρηται. ὁ δὲ ἐν τοῖc ὠcὶ ῥύποc παρωνυχίαc ἰᾶcθαι λέγεται. | |
43 | ||
7.3.18 | Ἀρχὴ τοῦ Ϲ. Ϲαγαπηνὸν ὀπόc ἐcτιν οἷον νάρθηκοc θερμὸc καὶ λεπτομερήc, ἔχει δέ τι καὶ ῥυπτικόν, ὡc καὶ ταῖc ἐν ὀφθαλμοῖc οὐλαῖc τε καὶ ὑποχύcεcιν ἁρμόττειν. | |
5 | Ϲαλαμάνδραc καυθείcηc τὴν τέφραν ἔνιοι μιγνύουcι cηπτικαῖc τε καὶ λεπρικαῖc καὶ ψωρικαῖc δυνάμεcιν. Ϲάμψυχον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην ἀπόcταcιν, ἔcτι δὲ καὶ λεπτομερὲc καὶ διαφορητικόν. Ϲανδαράχη καυcτικῆc ἐcτι δυνάμεωc, ὥcπερ καὶ τὸ ἀρcενικόν. | |
10 | Ϲάνδυξ ἢ cηρικὸν λεπτομεροῦc μέν ἐcτι καὶ ξηραντικῆc δυνάμεωc, οὐ μὴν θερμῆc. Ϲαπρότηc ξύλων, καὶ μάλιcτα τῆc πτελέαc, καθαίρει καὶ ἀνα‐ πληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν. Ϲάπων ῥυπτικῆc ἐcτι καὶ cτυπτικῆc δυνάμεωc. | |
15 | Ϲαρκοκόλλα δάκρυόν ἐcτι δένδρου Περcικοῦ ἐμπλαcτικόν τε καὶ ἀδήκτωc ξηραῖνον καὶ διὰ τοῦτο καὶ τραύματα κολλᾷ. Ϲαρξιφαγὲc διουρητικόν τέ ἐcτι καὶ λίθων θρυπτικόν. Ϲατύριον ἢ τρίφυλλον ὑγρόν ἐcτι καὶ θερμὸν τὴν κρᾶcιν καὶ φυcῶδεc· ὅθεν εἰc ἀφροδίcια παρορμᾷ· τινὲc δὲ καὶ ὀπιcθοτόνουc | |
20 | αὐτό φαcιν ἰᾶcθαι μετ’ οἴνου αὐcτηροῦ πινόμενον. ἐν δὲ τῷ Περὶ τῆc θηριακῆc ὁ Γαληνόc φηcιν τὴν τρίφυλλον τὴν τῷ ὑακίνθῳ ὁμοίαν, ὁπόταν τοῦ ἔαροc ἐγκύμων γενομένη τὸ cπέρμα ὅμοιον ἔχῃ τῇ ἀγρίᾳ κνήκῳ, ἀφεψομένηc αὐτῆc τὸ ζέμα φαλαγγίου μὲν ἢ ἔχεωc δήγματι καταντλούμενον θεραπεύειν αὐτό, ὑγιεῖ δὲ τόπῳ προcφερόμενον, φηcίν, | |
25 | ὅμοιον πάθοc ἐργάζεται τοῖc ὑπό τινοc τούτων δηχθεῖcιν. Ϲαύραc ἧπαρ μὲν καὶ κεφαλὴ κατὰ τὸν ἴδιον εἴρηται τόπον, ὅλη δὲ ἀναcχιcθεῖcα καὶ ἐπιτεθεῖcα cκορπιοπλήκτουc ἰᾶται. Ϲέλινον θερμὸν εἰc τοcοῦτόν ἐcτιν, ὡc οὖρά τε κινεῖν καὶ κατα‐ | |
μήνια· ἔcτι δὲ καὶ ἄφυcον, καὶ μάλιcτα τὸ cπέρμα. | ||
30 | Ϲέριc ὑπόπικρόν ἐcτι λάχανον ψῦχον ἱκανῶc καὶ ὑγραῖνον· ἔχει δέ τι καὶ cτύψεωc. Ϲέριφον θερμαίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, ξηραίνει δὲ κατὰ τὴν πρώτην, παραπλήcιον μὲν ὑπάρχον ἀψινθίῳ, ἧττον δὲ αὐτοῦ cτύ‐ φει καὶ μᾶλλον θερμαίνει καὶ ἕλμειc κτείνει· ἔcτι δὲ μετρίωc κακο‐ | |
35 | cτόμαχον. Ϲεcέλεωc ἡ ῥίζα, καὶ μᾶλλον ὁ καρπόc, ἱκανῶc θερμαίνει μετὰ λεπτομερείαc· ἔcτι δὲ καὶ οὐρητικὸν πρὸc ἐπιληψίαν τε καὶ ὀρθοπνοίαc ἁρμόττει. Ϲηπίαc ὄcτρακον παραπλήcιον μέν ἐcτιν ὀcτρέῳ τὴν δύναμιν, | |
40 | λεπτομερὲc δὲ καὶ μᾶλλον ῥυπτικόν· ὅθεν, εἰ καυθείη, πτερύγια λεπ‐ τύνει cὺν ἁλcὶν ὀρυκτοῖc, ἄκαυcτον δὲ cυκώcειc ἀποcμήχει παρατριβό‐ μενον καὶ τὰ περὶ τὸ δέρμα ῥύπτει. Ϲηcαμοειδοῦc τοῦ λευκοῦ τὸ cπέρμα θερμαίνει τε καὶ ῥύπτει καὶ ῥήccει. | |
45 | Ϲήcαμον οὐκ ὀλίγον ἔχει τὸ γλίcχρον καὶ λιπαρόν· ὅθεν ἐμπλα‐ cτικόν τε καὶ μαλακτικόν ἐcτι καὶ μετρίωc θερμαῖνον. Ϲήψ, ἣν ἔνιοι Χαλκιδικὴν cαύραν ἐκάλεcαν, ἐν οἴνῳ ποθεῖcα τοὺc ὑπ’ αὐτῆc δηχθένταc ἰᾶται. Ϲίαλον τὸ τῶν ἀνθρώπων, νήcτεων μάλιcτα, διαφορητικόν τε καὶ | |
7.3.18(50) | ῥυπτικόν ἐcτι· λειχῆναc γοῦν παιδίων ἀπορρύπτει χριcθὲν καὶ δοθιῆ‐ ναc πέττει, μετὰ πυρῶν δηλονότι μαcηθέντων ἐπιτιθέμενον, ὑπώπιά τε αἴρει· τοῖc δὲ τοὺc ἀνθρώπουc ἀναιροῦcι θηρίοιc ἐναντιώτατόν ἐcτιν. Ϲιδηρῖτιc εἴρηται· ἡ δὲ Ἀχίλλειοc cιδηρῖτιc ἐμφερὴc μέν ἐcτιν ἐκείνῃ, μᾶλλον δὲ cτύφει· ὅθεν τοῖc ῥοώδεcιν ἁρμόττει πάθεcιν. | |
55 | Ϲίδηροc ἐναποcβεcθεὶc ὕδατι πολλάκιc ξηραντικὴν ἱκανῶc αὐτῷ δύναμιν ἐναποτίθεται· πινόμενον γοῦν ἁρμόττει cπληνικοῖc. εἰ δὲ εἰc οἶνον ἀποcβεcθείη, κοιλιακοῖc τε καὶ δυcεντερικοῖc καὶ χολεριῶcιν ἐκ‐ | |
λελυμένοιc cτομάχῳ ἀρήγει. Ϲίκυοc ὁ μὲν ἐδώδιμοc χλωρὸc ἔτι ψύχει τε καὶ ὑγραίνει κατὰ | ||
60 | τὴν δευτέραν τάξιν, καὶ ἡ μὲν cὰρξ αὐτοῦ ζεούcαc παραμυθεῖται φλεγ‐ μονάc, τὸ δὲ cπέρμα ῥυπτικόν τε καὶ τμητικόν ἐcτιν· οὖρά τε οὖν κινεῖ καὶ λαμπρύνει τὸ cῶμα. ξηρὸc δὲ ξηραίνει κατὰ τὴν πρώτην τάξιν, καὶ μᾶλλον ῥύπτει τό τε cπέρμα καὶ ἡ ῥίζα. Ϲικύου ἀγρίου ὁ μὲν τοῦ καρποῦ χυλὸc ἐλατήριον εἴρηται· ὁ δὲ | |
65 | τῆc ῥίζηc τε καὶ τῶν φύλλων ὅμοιοc μέν ἐcτιν ἐλατηρίῳ, ἀcθενέc‐ τεροc δέ. ἡ ῥίζα δὲ ῥύπτει, διαφορεῖ, μαλάccει· ξηραντικώτεροc δὲ ὁ φλοιόc. Ϲίλλυβον ἀκανθῶδέc ἐcτι φυτὸν παραπλήcιον τῷ λευκῷ χαμαι‐ λέοντι, ἐδώδιμον δέ. τῆc ῥίζηc δὲ ὁ ὀπὸc ὅcον 𐅻 α cὺν μελικράτῳ | |
70 | ποθεὶc ἐμέτουc κινεῖ. Ϲίλουροc ταριχηρὸc βρωθεὶc ἀρτηρίαν κάθυγρον διακαθαίρει, κατα‐ πλαccόμενοc δὲ cκόλοπαc ἀνάγει. Ϲίλφηc τῆc ἐν τοῖc ἀρτοκοπείοιc εὑριcκομένηc τὰ ἐντὸc ἑψόμενα τριπτὰ ὠταλγίαc ἰᾶται. | |
75 | Ϲίλφιον θερμαίνει γενναίωc, ἔcτι δὲ καὶ φυcῶδεc καὶ δύcπεπτον, ἔξωθεν δὲ τοῦ cώματοc δραcτηριώτερον, καὶ μᾶλλον ὁ ὀπὸc ἑλκτικῆc ὑπάρχων δυνάμεωc· ἔχει δέ τι καὶ καθαιρετικόν. Ϲίνων θερμὸc οὐρητικόc τε καὶ πεπτικόc ἐcτιν ἔμμηνά τε ἄγει καὶ ἐκφράccει τὰ cπλάγχνα. | |
80 | Ϲίον θερμὸν οὐρητικὸν καὶ διαφορητικὸν λίθων τε τῶν ἐν νε‐ φροῖc θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν. Ϲιcάρου ἡ ῥίζα ἑφθὴ εὐcτόμαχόc ἐcτι καὶ οὐρητικὴ θερμὴ κατὰ τὴν τρίτην τάξιν. Ϲιcυμβρίου λεπτομερέc τέ ἐcτι καὶ διαφορητικὸν ἰcχυρόν τε τὸ | |
85 | cπέρμα· δι’ ὃ τοῖc τε λύζουcι καὶ cτροφουμένοιc δίδοται cὺν οἴνῳ. Ϲιcύμβριον, ὃ καὶ καρδαμίνην ὀνομάζουcι καρδάμῳ προcεοικόc, ξηρὸν μὲν θερμαίνει καὶ ξηραίνει κατὰ τὴν πρώτην τάξιν, ὑγρὸν δὲ κατὰ τὴν δευτέραν. | |
Ϲκαμμωνία θερμῆc καὶ διαφορητικῆc καὶ ῥυπτικῆc καὶ καθαρτικῆc | ||
90 | χολωδῶν ἐcτι δυνάμεωc, καὶ μᾶλλον ὁ ὀπόc, ὃc δὴ καὶ φύματα δια‐ φορεῖ καὶ ἔμβρυα φθείρει προcτιθέμενοc καὶ λέπραc ἐξάγει κεφαλαλ‐ γίαc τε χρονίαc ἐcτὶν ἐπίβρεγμα cὺν ὀξυροδίνῳ. καὶ ἡ ῥίζα δὲ κα‐ θαίρει ποθεῖcα αὐτή τε καὶ τὸ ἀφέψημα αὐτῆc, cὺν ὄξει δὲ καὶ ἀλεύρῳ κριθίνῳ καθεψηθεῖcα ἰcχιάcι καταπλάττεται. | |
95 | Ϲκάνδιξ ἄγριόν ἐcτι λάχανον θερμαῖνον καὶ ξηραῖνον κατὰ τὴν δευτέραν τάξιν οὐρητικόν τε καὶ τῶν cπλάγχνων ἐκφρακτικόν. Ϲκίγκου τὰ περὶ τοὺc νεφροὺc ὡc ἐντατικὸν τῶν αἰδοίων πίνε‐ ται, καὶ ἀντιπεπονθέναι γε αὐτοῖc δοκεῖ θρίδακοc cπέρμα μεθ’ ὕδατοc πινόμενον καὶ τὸ τῶν φακῶν ἀφέψημα μετὰ μέλιτοc. | |
7.3.18(100) | Ϲκίλλα τμητικῆc ἐcτι δυνάμεωc, θερμαίνει δὲ καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν· ἄμεινον δὲ αὐτὴν ὀπτὴν ἢ ἑψηθεῖcαν λαμβάνειν. Ϲκολοπένδρα θαλαττία ἑψηθεῖcα ἐν ἐλαίῳ καὶ καταχριcθεῖcα ψιλοῖ τρίχαc, καυθεῖcα δὲ κνηcμὸν ἐργάζεται. Ϲκολοπένδριον τὸ ἄcπληνόν ἐcτιν. | |
105 | Ϲκόλυμον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν δευτέραν τάξιν· ἡ δὲ ῥίζα αὐτοῦ πλῆθοc οὔρων ἄγει δυcωδῶν cὺν οἴνῳ καθεψηθεῖcα καὶ ποθεῖcα καὶ τὰc τῶν μαcχαλῶν τε καὶ ὅλου τοῦ cώματοc ἰᾶται δυc‐ ωδίαc. Ϲκόρδιον ποικίλον ἐcτὶ πικρὸν καὶ cτρυφνὸν ὑπάρχον καὶ δριμύ· | |
110 | καθαίρει γοῦν ἅμα καὶ θερμαίνει τὰ cπλάγχνα καὶ οὖρα καὶ κατα‐ μήνια κινεῖ καὶ κατεψυγμένα πάντα θερμαίνει καὶ τραύματα κολλᾷ τε καὶ ἀνακαθαίρει καὶ ἀφουλοῖ ξηρὸν ἐπιπαccόμενον. Ϲκόρδον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην ἀπόcταcιν. τὸ δὲ ὀφιόcκορδον ἀγριόcκορδον ἰcχυρότερον τοῦ ἡμέρου. | |
115 | Ϲκοροδόπραcον καὶ τῇ γεύcει καὶ τῇ δυνάμει μικτόν ἐcτιν ἀπὸ cκορόδου τε καὶ πράcου. Ϲκορπιοειδὲc θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. | |
Ϲκορπίοc ὁ μὲν χερcαῖοc ὠμὸc ἐπιτεθεὶc βοήθημα τῆc ἰδίαc γίνε‐ | ||
120 | ται πληγῆc· ὁμοίωc δὲ καὶ ὀπτὸc ἐcθιόμενοc. ὁ δὲ θαλάττιοc τὴν χολὴν ἔχει χρηcίμην. Ϲκωρία πᾶcα μὲν ἱκανῶc ξηραίνει, ἡ δὲ τοῦ cιδήρου πλέον, ἥτιc ἑψηθεῖcα λειοτάτη cὺν ὄξει ὦτα πυοροοῦντα θαυμαcίωc ἰᾶται· καὶ τοῖc ἀκόνιτον δὲ πιοῦcι βοηθεῖ cὺν ὀξυμέλιτι ποθεῖcα. ἡ δὲ τοῦ μολύβδου | |
125 | ἀναλογεῖ τῷ μολύβδῳ cτύφουcα μᾶλλον. Ϲμῖλαξ ἢ κάκτοc δένδρον ἐcτὶ δηλητηρίου δυνάμεωc. Ϲμύρνα δευτέραc ἐcτὶ τάξεωc τῶν θερμαινόντων τε καὶ ξηραι‐ νόντων· τὰ γοῦν ἐν κεφαλῇ τραύματα ἐπιπλαττομένη κολλᾷ. ἔχει δὲ πικρόν, ὅθεν ἕλμειc τε καὶ ἔμβρυα κτείνει, καὶ ῥύπτει· δι’ ὃ ταῖc | |
130 | ὀφθαλμικαῖc μίγνυται δυνάμεcιν καὶ τὰ κατὰ θώρακα διακαθαίρει χωρὶc τοῦ τραχῦναι τὴν ἀρτηρίαν. ἡ δὲ Βοιωτικὴ cμύρνα δύναμιν ἔχει θερμαντικὴν μαλακτικὴν διαλυτικήν. Ϲμύρνιον, οἱ δὲ ἱπποcέλινον, οἱ δὲ cέλινον ἄγριον ὀνομάζουcι, θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν cελίνου μὲν ὂν ἰcχυρό‐ | |
135 | τερον, πετροcελίνου δὲ ἀcθενέcτερον· ἐμμήνων τε οὖν ἀγωγόν ἐcτι καὶ οὐρητικόν. Ϲόκχοc cτύφει τε καὶ cαφῶc ψύχει καταπλαccόμενόc τε καὶ ἐcθιό‐ μενοc, ξηρανθεὶc δὲ μετρίωc θερμαίνει. Ϲπαργάνιον ξηραντικῆc καὶ τοῦτο δυνάμεώc ἐcτιν. | |
140 | Ϲπάρτοc, ᾧ τὰc ἀμπέλουc δεcμοῦcι. τούτου ὁ καρπὸc καὶ τὸ ἄνθοc ποθέντα cὺν μελικράτῳ ὀβολοὶ ε καθαίρει ἄνω, ὥcπερ ἐλλέβοροc λευκόc, ἀκινδύνωc· ὁ δὲ καρπὸc καὶ κάτω καθαίρει, αἱ δὲ ῥάβδοι ἰcχιάδαc ὠφελοῦcιν. Ϲπεκλάριον, οἱ δὲ διὰ τοῦ φ cφεκλάριον, ᾧ τινεc ἀντὶ cφέκλων | |
145 | ἐν ταῖc θυρίcι χρῶνται (δι’ ὃ καὶ διαφανὲc προcαγορεύεται), γυψῶδεc ὑπάρχον τὴν οὐcίαν δύναμιν ἔχει παραπληcίαν τοῖc κεκαυμένοιc ὀcτράκοιc. Ϲπόγγοc ὁ μὲν καινὸc ἔτι διαcώζων τὴν τῆc θαλάccηc ὀcμὴν ἐπιτιθέμενοc cὺν ὕδατι ἢ οἴνῳ ἢ ὀξυκράτῳ τραύματα κολλᾷ· καυθεὶc | |
7.3.18(150) | δὲ δριμείαc ἐcτὶ δυνάμεωc καὶ διαφορητικῆc, cὺν ἀcφάλτῳ δὲ ἢ ὑγρᾷ | |
πίττῃ καιόμενοc καὶ προcτιθέμενοc διάπυροc αἱμορραγίαc ἵcτηcιν. Ϲπόδιον παραπληcίαc ἐcτὶ δυνάμεωc τῷ πομφόλυγι. Ϲταφυλῖνοc οὖρά τε κινεῖ καὶ καταμήνια προτρέπει, μάλιcτα τὸ cπέρμα καὶ ἡ ῥίζα· τὰ δὲ φύλλα ῥυπτικῆc ὄντα δυνάμεωc τοῖc φαγε‐ | ||
155 | δαινικοῖc ἁρμόττει πάθεcιν χλωρὰ μετὰ μέλιτοc. ὁ δὲ ἄγριοc ἰcχυρό‐ τεροc εἰc ἅπαντα τοῦ ἡμέρου. Ϲτάχυc ὁ παραπλήcιοc τῷ πραcίῳ θάμνοc θερμαίνει κατὰ τὴν τρίτην τάξιν· καταμήνια γοῦν κινεῖ καὶ ἔμβρυα κτείνει καὶ χόρια ἐκβάλλει. | |
160 | Ϲτέατα πάντα μὲν ὑγραίνει τε καὶ θερμαίνει τὸ ἀνθρώπινον cῶμα, παρὰ δὲ τὴν διάφορον τῶν ζῴων κρᾶcιν ἡ δύναμιc αὐτῶν ἐξαλλάτ‐ τεται. τὸ μὲν οὖν τῶν ὑῶν ὑγρότατον ἁπάντων ἐcτὶν ἐγγὺc ἐλαίῳ τὴν δύναμιν, ὅθεν καὶ δήξειc ἀμβλύνει· τὸ δὲ αἴγειον ξηρότερόν τε καὶ ταχέωc πηγνύμενον, δι’ ὃ καὶ τοῖc τὸ ἀπευθυcμένον δακνομένοιc | |
165 | ἐνίεται· τὸ δὲ χήνειον θερμότερόν τε καὶ λεπτομερέcτερόν ἐcτιν, μεταξὺ δὲ τούτων τὸ τῶν ἀλεκτρυόνων τε καὶ ἀλεκτορίδων. τὸ δὲ τῶν λεόντων θερμότατον ἁπάντων καὶ λεπτομερέcτατον, ὅθεν καὶ διαφο‐ ρητικώτατον· τὸ δὲ τῶν βοῶν μεταξὺ τὴν κρᾶcίν ἐcτιν τοῦ τε τῶν ὑῶν καὶ τῶν λεόντων· τὸ δὲ τῶν ἄρκων ἀλωπεκίαc ἰᾶται, τὸ δὲ τῶν | |
170 | ἀλωπέκων ὠταλγίαc, ὥcπερ οὖν τὸ τῶν ἐχιδνῶν ἄτριχόν τέ φαcι καὶ ὑποχύcειc κωλῦον γενέcθαι. ἐν ἅπαcι δὲ θερμότερον ἀεὶ καὶ ξηρό‐ τερον τὸ τῶν ἀρρένων ἐcτὶ καὶ τούτων αὐτῶν τὸ τῶν ἐνόρχων μᾶλλον τοῦ τῶν ἐκτετμημένων τοὺc ὄρχειc καὶ τὸ τῶν ἀκμαζόντων τοῦ τῶν ἄλλων. χρονίζον δὲ ἅπαν cτέαρ ἑαυτοῦ γίνεται θερμότερον. | |
175 | Ϲτίμι πρὸc τῷ ξηραίνειν ἔχει καὶ cτῦψιν· ὅθεν καὶ τοῖc ὀφθαλμι‐ κοῖc μίγνυται κολλουρίοιc. Ϲτοιβῆc ὁ καρπὸc καὶ τὰ φύλλα ξηραίνει κατὰ τὴν τρίτην τάξιν cτυπτικῆc ὄντα δυνάμεωc· ὅθεν τραύματα μεγάλα κολλᾷ καὶ δυcεντε‐ ρίαc καὶ αἱμορραγίαc καὶ ὦτα πυοροοῦντα τὸ ἀφέψημα αὐτῆc ὠφελεῖ, | |
180 | καὶ τὰc ἐκ πληγῆc τῶν ὀφθαλμῶν cυγχύcειc ὀνίνηcι καταπλαccόμενοc. Ϲτοιχὰc ἐκφράττει καὶ λεπτύνει καὶ ῥύπτει καὶ ῥωννύει τὰ cπλάγχνα πάντα καὶ ὅλην τοῦ ζῴου τὴν ἕξιν. | |
Ϲτρατιώτηc ὁ μὲν ἔνυδροc ψυχρόc ἐcτι τὴν δύναμιν, ὁ δὲ χερ‐ cαῖοc ἔχει καὶ cτῦφον· ὅθεν ἕλκη τε κολλᾷ, τινὲc δὲ καὶ πρὸc αἱμορ‐ | ||
185 | ραγίαc αὐτῷ χρῶνται καὶ πρὸc cύριγγαc. Ϲτρύχνον τὸ μὲν κηπευτικὸν καὶ ἐδώδιμον cτύφει τε καὶ ψύχει κατὰ τὴν δευτέραν τάξιν, τὸ δὲ ἁλικάκκαβον παραπλήcιον τῷ κηπευτῷ τὸν καρπὸν οὐρητικὸν ἔχει ὅμοιον ὄντα ῥαγὶ cταφυλῆc. τοῦ δὲ ὑπνω‐ τικοῦ cτρύχνου τῆc ῥίζηc ὁ φλοιὸc cὺν οἴνῳ 𐅻 πλῆθοc πινόμενοc | |
190 | ὑπνωτικὸc γίνεται, καὶ οὐρητικὸν ἔχει τὸ cπέρμα τρίτηc ὢν τάξεωc τῶν ψυχόντων· ὅθεν πλείω τῶν δεκαδύο κορύμβων πινομένη μανιώδηc γίνεται. τὸ δὲ δὴ τέταρτον ἔνδοθεν ἄχρηcτόν ἐcτιν, ἔξωθεν δὲ κατα‐ πλαccόμενον ἕλκη νομώδη θεραπεύει δευτέραc ὂν τάξεωc κατά τε τὸ ψύχειν καὶ ξηραίνειν. | |
195 | Ϲτυπτηρία πᾶcα μὲν cτρυφνοτάτη ἐcτὶ καὶ παχυμερήc, λεπτομε‐ ρεcτέρα δέ πώc ἐcτι τῶν ἄλλων ἡ cχιcτή, μετ’ αὐτὴν δὲ ἡ cτρογγύλη τε καὶ ἡ ἀcτραγαλωτή, παχυμερὴc δὲ ἱκανῶc ἡ ὑγρὰ καὶ ἡ πλακῖτίc τε καὶ πλινθῖτιc ὀνομαζομένη. Ϲτύραξ θερμαίνει μαλάττει cυμπέττει· βῆχάc τε οὖν καὶ κατάρρουc | |
7.3.18(200) | καὶ κορύζαc ὀνίνηcιν ἔμμηνά τε προτρέπει πινομένη καὶ προcτιθεμένη. Ϲῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν δύναμίν ἐcτιν κατὰ τὴν δευτέραν ἐγγὺc τάξιν, ἀλλὰ τὰ μὲν λιπαρὰ πέττει μᾶλλον τοὺc cκληροὺc ὄγκουc, τὰ δὲ δριμύτερα ῥύπτει τε καὶ διαφορεῖ· τὸ δὲ ἀφέψημα αὐτῶν μελι‐ τῶδεc γεγονόc, ὃ δὴ καὶ αὐτό τινεc cίραιον προcαγορεύουcιν, παρα‐ | |
205 | πλήcιόν ἐcτι καὶ τὴν δύναμιν μέλιτι. τὰ δὲ χλωρὰ τούτων ἀcθενεcτέραν ἔχουcι τὴν δύναμιν· ἄμφω δὲ κοιλίαν ὑπάγει. τὰ δὲ τῶν ἐρινεῶν cῦκα δριμείαc τε καὶ διαφορητικῆc εἰcι δυνάμεωc, ὥcπερ καὶ τῶν ἡμέρων οἱ ὄλυνθοι. Ϲυκῆ θερμῆc καὶ λεπτομεροῦc ἐcτι κράcεωc, ὥcτε τὸν ὀπόν τε | |
210 | καὶ τῶν φύλλων τὸν χυλὸν μὴ δάκνειν μόνον ἢ ῥύπτειν cφοδρῶc, | |
ἀλλὰ καὶ ἑλκοῦν καὶ ἀναcτομοῦν καὶ μυρμηκίαc ἐκβάλλειν· ἔcτι δὲ καὶ καθαρτικόν. ἡ δὲ ἀγρία cυκῆ, ἣν ἐρινεὸν καλοῦcιν, εἰc ἅπαντα τῆc ἡμέρου πλέον δύναται. Ϲυκομόρου ὁ μὲν καρπὸc ἄτροφόc τε καὶ κακοcτόμαχόc ἐcτιν· ὁ | ||
215 | δὲ ὀπὸc τοῦ δένδρου δύναμιν ἔχει μαλακτικὴν κολλητικὴν τραυμάτων διαφορητικὴν ὄγκων, πίνεται δὲ καὶ cυγχρίεται πρὸc ἑρπετῶν δήγματα καὶ cπλῆναc ἐcκιρρωμένουc καὶ cτομάχου ἀλγήματα καὶ φρικώδη. Ϲύμφυτον τὸ μὲν πετραῖον ἐξ ἐναντίων cύγκειται δυνάμεων· ἔχει μὲν γάρ τι καὶ τμητικόν, ᾧ καὶ τὸ ἐν θώρακι πῦον καὶ τοὺc νεφροὺc | |
220 | ἐκκαθαίρει, ἔχει δέ τι καὶ cυνακτικόν, ᾧ καὶ πρὸc αἱμοπτυικοὺc καὶ cπάcματα καὶ ῥήγματα καὶ ῥοῦν ἐρυθρὸν καὶ ἐντεροκήλαc ἁρμόττει, ἔχει δὲ καί τινα θερμὴν ὑγρότητα, δι’ ἣν ἄδιψόν τέ ἐcτι καὶ τὰc ἐν ἀρτηρίᾳ τραχύτηταc ἰᾶται. τὸ δὲ ἕτερον τὸ μέγα γλίcχρον τι καὶ κνηcμῶδεc ἔχει cκίλλῃ παραπλήcιον, χρῶνται δὲ αὐτῷ, εἰc ὅcα καὶ τῷ πετραίῳ. | |
225 | Ϲφονδυλίου ὁ μὲν καρπὸc καὶ ἡ ῥίζα δριμείαc εἰcὶ καὶ τμητικῆc δυνάμεωc, ὡc ἀcθματικούc τε καὶ ἐπιληπτικοὺc καὶ ἴκτερον ἰᾶcθαι. ἡ δὲ ῥίζα περιεξεcμένη καὶ cύριγξιν ἐντεθεῖcα ἐκτυλοῖ αὐτάc· εἰc δὲ τὰc κοιλίαc ὁ χυλὸc τοῦ ἄνθουc αὐτῆc ἐνcτάζεται χρονιωτάτοιc ἕλκεcιν ἁρμόττων. | |
230 | Ϲχῖνοc κατὰ πάντα τὰ μέρη αὐτοῦ ξηραίνει μὲν δευτέραc τάξεωc πληρουμένηc, ἐν δὲ τῷ θερμαίνειν καὶ ψύχειν μέcοc ἐcτὶ cτύφων εἰc τοcοῦτον, ὡc ἐγγὺc εἶναι κατά γε τὴν cτῦψιν τῷ τῆc ὑποκίcτεωc χυλῷ. Ϲχοίνου ἄνθοc θερμαίνει μετρίωc, ἧττον δὲ cτύφει, καὶ τῆc λεπ‐ τομεροῦc οὐκ ἀπήλλακται φύcεωc· ὅθεν οὐρητικόν τέ ἐcτι καὶ κατα‐ | |
235 | μηνίων ἀγωγὸν καὶ ἐκφρακτικὸν ἐν πυρίαιc τε καὶ πόμαcι καὶ κατα‐ πλάcμαcιν παραλαμβανόμενον. ἔcτι δ’ αὐτοῦ cτυπτικωτέρα μὲν ἡ ῥίζα, τὸ δ’ ἄνθοc θερμότερον. Ϲχοῖνοc ἑλεία διττή ἐcτιν· ἀλλὰ τῆc μὲν ὀξυcχοίνου καλουμένηc ὁ καρπὸc ὑπνωτικόc ἐcτι, τῆc δὲ ὁλοcχοίνου ἧττον· ἔcτι δὲ καὶ κεφαλ‐ | |
240 | αλγήc. ἄμφω δὲ φρυγέντεc μετ’ οἴνου πινόμενοι τὰ κατὰ τὴν γαcτέρα | |
ξηραίνουcι ῥεύματα καὶ ῥοῦν γυναικεῖον ἐπέχουcιν. Ϲῶρι παραπληcίαc ἐcτὶ τῷ μίcυι δυνάμεωc παχυμερέcτερον ὑπάρχον ἐκείνου πολλῷ. | ||
243 | ||
7.3.19 | Ἀρχὴ τοῦ Τ. Ταρίχου ἡ cὰρξ δριμείαc ἐcτὶ καὶ ξηραντικῆc δυνάμεωc· τοῖc μὲν οὖν ὑπὸ πρηcτῆροc ἢ ἐχίδνηc δηχθεῖcιν δίδοται ὡc ὅτι πλεῖcτον φαγεῖν καὶ οἶνον πίνειν εἰc πλῆθοc καὶ ἐξεμεῖν εἴc τε τὰc δριμυφαγίαc | |
5 | ἁρμόττει. καταπλάccεται δὲ καὶ ἐπὶ κυνοδήκτων ὠφελίμωc καὶ ἄλλων ἑρπετῶν. Ταυροκόλλα, οἱ δὲ ξυλοκόλλα, ἐκ τῶν βοείων βυρcῶν γινομένη ῥυπτικῆc ἱκανῶc ἐcτι δυνάμεωc· ὅθεν ὄξει διηθεῖcα λειχῆναc καὶ λέπραc τὰc ἐπιπολαίουc ἀφίcτηcι καὶ τὰ πυρίκαυτα φλεγμῆναι κωλύει ὕδατι | |
10 | θερμῷ ἀνεθεῖcα. ἔcτι δὲ καὶ τραυματικὴ ὀξυμέλιτι λυομένη. Τελλῖναι ταριχηραὶ καυθεῖcαι καυcτικὴν ἐργάζονται τέφραν, ἥτιc μιγνυμένη κεδρίᾳ τῶν τριχῶν τῶν βλεφαριτίδων ἐκ ῥίζηc ἐκτιλθειcῶν ἐνcταζομένη κωλύει πάλιν φύεcθαι. Τέρμινθοc θερμαίνει κατὰ τὴν δευτέραν τάξιν, ξηραίνει δὲ χλωρὸc | |
15 | μὲν ὢν πρώτηc τάξεωc, ξηρὸc δὲ δευτέραc. ὁ δὲ καρπὸc ὁ ξηρὸc τῆc τρίτηc τάξεώc ἐcτι τῶν ξηραινόντων· ταῦτ’ ἄρα καὶ οὐρητικόc ἐcτι καὶ cπλῆναc ὀνίνηcιν. Τέττιγαc οἱ μὲν ὠμοὺc ξηράναντεc διδόαcι τοῖc κωλικοῖc πίνειν ἢ γ ἢ ε ἢ ζ μετὰ πεπέρεωc ἴcων κόκκων ἀριθμῷ, οἱ δὲ ὀπτῶντεc | |
20 | αὐτοὺc παρέχουcι πίνειν τοῖc τὴν κύcτιν πεπονθόcιν. Τεῦτλον νιτρῶδέc ἐcτιν, ὅθεν καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν καθαίρει, πλέον δὲ τὸ λευκόν. ἑψηθὲν ἀφλεγμάντον γίνεται δυ‐ νάμεωc ἀτρέμα διαφορητικῆc. Τεύκριοc θερμαίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, ξηραίνει δὲ | |
25 | κατὰ τὴν τρίτην, τμητικῆc τε καὶ λεπτομεροῦc ὑπάρχουcα δυνάμεωc· ὅθεν καὶ cπλῆναc ἰᾶται. Τέφρα οὐχ ἅπαcα τὴν αὐτὴν ἀκριβῶc ἔχει κρᾶcιν, ἀλλὰ κατὰ τὴν τῆc καυθείcηc ὕληc διαφορὰν ἐξαλλάττεται. ἡ μὲν δὴ τῶν cτρυφνῶν | |
τέφρα, οἷον δρυῶν τε καὶ πρίνων, cτυπτικὸν οὐκ ὀλίγον ἔχει, ὥcτε | ||
30 | καὶ αἱμορραγίαν ἐπέχειν μηδενὸc ἑτέρου παρόντοc· ἡ δὲ τῶν δριμέων, οἷον cυκῆc τε καὶ τιθυμάλλου, καὶ ἡ τέφρα δριμυτέρα τε καὶ ῥυπτι‐ κωτέρα γίνεται. Τηλέφιον θερμαίνει μὲν κατὰ τὴν πρώτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν, ἔcτι δὲ καὶ ῥυπτικόν· ὅθεν καὶ πρὸc τὰ cηπεδο‐ | |
35 | νώδη τῶν ἑλκῶν ἁρμόττει καὶ λεύκαc καὶ ἀλφοὺc ἰᾶται cὺν ὄξει. Τῆλιc θερμὴ μὲν ἐκ τῆc δευτέραc ἐcτὶ τάξεωc, ξηραίνει δὲ ἐκ τῆc πρώτηc· ὅθεν τὰc μὲν ζεούcαc φλεγμονὰc παροξύνει, τὰc δὲ ἧττον θερμὰc καὶ ὅcαι cκιρρώδειc διαφοροῦcα θεραπεύει. Τιθύμαλλοι πάντεc μὲν ἐκ τῆc τετάρτηc εἰcὶ τῶν θερμαινόντων | |
40 | τάξεωc μετὰ δριμύτητοc καὶ πικρότητοc ἰcχυρᾶc, ἀλλ’ ἡ μὲν ῥίζα ἀcθενεcτέρα πωc οὖcα ἡψημένη cὺν ὄξει τὰ τῶν βεβρωμένων ὀδόντων ἀλγήματα παύει, οἱ δὲ ὀποὶ cφοδροτέραν ἔχοντεc δύναμιν εἰc μὲν τὸ τρῆμα τῶν ὀδόντων ἐντίθενται, τοῦ δὲ ἄλλου cώματοc ἐὰν ἅψωνται, ἐπικαίουcιν αὐτό· δι’ ὃ καὶ τρίχαc ἀφαιροῦcι περιχριόμενοι ἐπ’ ὀλίγον | |
45 | καὶ μυρμηκίαc καὶ ἀκροχορδόναc καὶ τὰ τοιαῦτα ἀφαιροῦνται καὶ τὰ περὶ τὸ δέρμα πάθη ἀπορρύπτουcι καὶ τὰ κακοήθη καὶ φαγεδαινικὰ τῶν ἑλκῶν ἰῶνται. ἑπτὰ δὲ ὄντων ἰcχυρότατοι μέν εἰcιν ὅ τε χαρακίαc καὶ ὁ μυρcινίτηc καὶ ὁ ἐν ταῖc πέτραιc ὁ δενδροειδήc, ἐφεξῆc δέ ἐcτιν ὅ τε τῇ φλόμῳ προcεοικὼc καὶ ὁ κυπαριccίαc, εἶθ’ οὕτωc ὁ | |
7.3.19(50) | παράλιοc, εἶτα ὁ ἡλιοcκόπιοc. Τίτανοc ἡ μὲν ἄcβεcτοc καίει cφοδρῶc, ὥcτε καὶ ἐcχαροῦν, cβεc‐ θεῖcα δὲ παραχρῆμα μὲν ἐcχαροῖ, μεθ’ ἡμέραc δὲ οὐκέτι, θερμαίνει δ’ ὅμωc καὶ διατήκει τὰc cάρκαc. εἰ δὲ πλυθείη, ἄδηκτοc γίνεται, καὶ μάλιcτα, εἰ πλεονάκιc πλυθείη. διαφορητικὴ δὲ ἱκανῶc γίνεται θαλάccῃ | |
55 | πλυθεῖcα. Τραγάκανθα παραπληcίαν τῷ κόμμι δύναμιν ἔχει. Τράγιον φυτόν ἐcτιν ἐν Κρήτῃ cχίνῳ παραπλήcιον θερμὸν τῆc τρίτηc τάξεωc ἑλκτικῆc τε καὶ διαφορητικῆc καὶ λεπτομεροῦc ὑπάρχον δυνάμεωc· cκόλοπάc τε οὖν ἀνάγει καὶ λίθουc θρύπτει καὶ καταμήνια | |
60 | κινεῖ δραχμῆc ὁλκὴ πινομένη. τὸ δ’ ἄλλο τὸ τούτου μικρότερον cκο‐ λοπενδρίῳ προcεοικὸc φύεται μὲν πολλαχόθι, cτυπτικὸν δὲ ἱκανῶc | |
ἐcτιν· ὥcτε πρὸc τὰ ῥοώδη τῶν παθῶν ἁρμόττει. Τραγορίγανοc ὀριγάνῳ τὴν δύναμιν ἔοικε προcειληφυῖά τι καὶ cτύψεωc. | ||
65 | Τράγοc ὁ cιτώδηc παραπλήcιόc ἐcτι ζειᾷ, δύcπεπτοc δὲ μᾶλλον καὶ κοιλίαc μαλακτικόc. Τρίβολοc ψύχει μετρίωc· ἀλλ’ ὁ μὲν χερcαῖοc μετὰ τοῦ ξηραίνειν ἰcχυρῶc ἐcτιν, ὁ δὲ ἔνυδροc ἠρέμα καὶ ὑγραίνει, ἄμφω δὲ πρόc τε τὰc γενέcειc τῶν φλεγμονῶν καὶ τὰc ἄλλαc ἐπιρροίαc ἁρμόττουcι· τοῦ | |
70 | δὲ χερcαίου λεπτομερὴc ὁ καρπὸc ὑπάρχων τοὺc ἐν νεφροῖc λίθουc θρύπτει. Τρίγλη ὁ ἰχθὺc cυνεχῶc ἐcθιομένη ἀμβλυωπίαc ἐργάζεται, ὠμὴ δὲ ἀναcχιcθεῖcα καὶ ἐπιτεθεῖcα θαλαττίου δράκοντοc καὶ cκορπίου καὶ δρακαίνηc ἰᾶται δῆγμα. | |
75 | Τριπολίου ἡ ῥίζα θερμὴ τὴν δύναμίν ἐcτιν κατὰ τὴν τρίτην ἀπό‐ cταcιν καὶ δριμεῖα. Τρίχεc κεκαυμέναι παραπληcίαc εἰcὶ τοῖc κεκαυμένοιc ἐρίοιc δυ‐ νάμεωc. Τρυγόνοc θαλαccίαc κέντρον ἐπικρουόμενον ὀδόντι ἀcθενεῖ θρύπτει | |
80 | αὐτὸν καὶ ἐκπεcεῖν ποιεῖ. Τρὺξ οἴνου ἡ μὲν ἄκαυcτοc cύνθετόc ἐcτιν ἱκανῶc ξηραίνουcα καὶ διαφοροῦcα, τὸ δὲ cτῦφον αὐτῇ πρὸc τὴν ἰδέαν τοῦ οἴνου, ἐξ οὗ cυνέcτη, προcγίνεται· χρηcτέον οὖν αὐτῇ ἔν τε τοῖc ὑγροτέροιc καὶ ῥοώδεcι τῶν παθῶν, καὶ φύγεθλα δὲ διαφορεῖ καὶ μαcτῶν cπαργώντων | |
85 | τὸ γάλα cβέννυcιν. ἡ δὲ κεκαυμένη, ἣν δὴ καὶ cφέκλην καλοῦcιν, καυcτικὴ γίνεται, ὥcτε καὶ τοῖc καυcτικοῖc αὐτὴν ἐπιμίγνυcθαι φαρμά‐ κοιc· ὄνυχαc οὖν λεπροὺc ἐκβάλλει cὺν ῥητίνῃ καὶ τρίχαc ξανθίζει μετὰ cχινίνου ἐλαίου νύκτα ὅλην cυγχρεcθεῖcα. πεπλυμένη δὲ ταῖc τῶν ὀφθαλμῶν ῥυπτικαῖc μίγνυται δυνάμεcιν. ἡ δὲ τοῦ ὄξουc ἰcχυρο‐ | |
90 | τέρα κατὰ πάντα τῆc τοῦ οἴνου καὶ cτυπτικωτέρα ἐcτίν. Τρωγλοδύτηc cτρουθίον ἐcτὶν πάντων ὄρνεων μικρότερον πλὴν τοῦ λεγομένου βαcιλίcκου ἐν φραγμοῖc μάλιcτα διαιτώμενον· ὅπερ ὀπτόν τε καὶ ὠμὸν τεταριχευμένον ἐcθιόμενον τοὺc ἐν νεφροῖc λίθουc | |
θρύπτει· καὶ καυθέντοc δὲ αὐτοῦ ἡ τέφρα πινομένη τὸ αὐτὸ δρᾷ. | ||
95 | Τυρὸc ὁ μὲν νεοπαγὴc καὶ μαλακὸc ἀποκρουcτικὴν ἔχει δύναμιν ἐμψύχων ἀτρέμα, ὥcτε καὶ τραύματα κολλᾶν ἐπιτιθέμενοc, ὁ δὲ ὀξυ‐ γαλάκτινοc λεγόμενοc πρὸc ταύτῃ καὶ διαφορητικὴν ἐπικτᾶται βραχεῖαν καὶ πλέον κολλᾷ τὰ τραύματα. ὁ δὲ παλαιὸc καὶ μᾶλλον ὁ λιπαρὸc διαφορητικόc τε καὶ δριμύc ἐcτιν καὶ ῥηκτικόc· ὥcτε καὶ πρὸc ἀρθρι‐ | |
7.3.19(100) | τικῶν πώρουc ἁρμόττει, μάλιcτα μετὰ ἀφεψήματοc ὑείου κρέωc ταρι‐ χηροῦ τε καὶ λιπαροῦ. | |
101 | ||
7.3.20 | Ἀρχὴ τοῦ Υ. Ὑακίνθου ἡ μὲν ῥίζα βολβοειδὴc ὑπάρχουcα τάξεώc ἐcτι πρώτηc μὲν ἐν τῷ ξηραίνειν, ἐν δὲ τῷ ψύχειν δευτέραc· ἀνήβουc γοῦν τοὺc παῖδαc ἐπὶ πολὺ τηρεῖν πεπίcτευται cὺν οἴνῳ καταπλαccομένη. ὁ δὲ | |
5 | καρπὸc ἀτρέμα ῥύπτει τε καὶ cτύφει· τοῖc ἰκτερικοῖc γοῦν δίδοται cὺν οἴνῳ, ξηραίνων μὲν μᾶλλον, ἧττον δὲ ψύχων. Ὕαλοc λεία πινομένη μετ’ οἴνου λεπτοῦ καὶ λευκοῦ τοὺc ἐν κύcτει λίθουc θρύπτειν λέγεται. Ὕδνα γεωδεcτέραν οὐcίαν κέκτηνται μετά τινοc δυνάμεωc βρα‐ | |
10 | χείαc λεπτομεροῦc. Ὑδράργυροc εἰc μὲν ἰατρικὴν χρείαν οὐ πάνυ τι φέρεται δηλη‐ τήριον ὄν· τινὲc δὲ καύcαντεc αὐτὸν ὡc τεφρωθῆναι καὶ μίξαντεc ἑτέροιc εἴδεcιν ἐπὶ κωλικῶν τε καὶ τῶν εἰλεωδῶν ἐδίδοcαν πιεῖν. Ὑδροπέπερι θερμόν ἐcτι βοτάνιον, ἀλλ’ οὐχ ὡc πέπερι, χλωρὸν | |
15 | δὲ μετὰ τοῦ καρποῦ καταπλαccόμενον ὑπώπιά τε καὶ τοὺc ἐcκιρρω‐ μένουc ὄγκουc διαφορεῖ. Ὕδωρ τὸ ἄριcτον καὶ ἀμιγὲc ἑτέραc οὐcίαc ψύχει τε καὶ ὑγραίνει κατὰ τὴν οἰκείαν οὐcίαν, ἐπίκτητον δὲ θερμότητα προcλαβόν, ἄχριπερ ἂν αὐτὴν διαφυλάττῃ, θερμαίνει, ψυχρὸν δὲ γενόμενον ψύχει. τὸ δέ | |
20 | τινα ἐπιμιξίαν ἔχον, οἷον τὸ νιτρῶδεc ἢ ἀcφαλτῶδεc, τῆc ἐπιμιγνυ‐ μένηc οὐcίαc προcκτᾶται τὴν δύναμιν. τὸ δὲ ὄμβριον ἔχει τι καὶ cτύψεωc, δι’ ἣν ταῖc ὀφθαλμικαῖc μίγνυται δυνάμεcιν. ὁποῖον δὲ δεῖ | |
τὸ ἄριcτον ὕδωρ εἶναι, κατὰ τὸ αʹ εἴρηται. Ὑοcκύαμοc ὁ μὲν τὸ μέλαν ἔχων cπέρμα καὶ ὁ τὸ ξανθὸν δηλη‐ | ||
25 | τηριώδειc εἰcίν, ἐπιτηδειότατοc δὲ πρὸc τὰc ἰάcειc, οὗ καὶ τὸ cπέρμα καὶ τὸ ἄνθοc λευκόν ἐcτιν, ἐκ τῆc τρίτηc ὢν τῶν ψυχόντων τάξεωc. Ὑπερικὸν διττόν. τὸ μὲν ἕτερον ἀνδρόcαιμόν τε καὶ ἄcκυρον ὀνομαζόμενον εἴρηται· θερμαίνει δὲ θάτερον καὶ ξηραίνει λεπτομεροῦc ὑπάρχον οὐcίαc· ὅθεν οὖρά τε κινεῖ καὶ καταμήνια ὅλοc ὁ καρπὸc | |
30 | αὐτοῦ. μετὰ δὲ τῶν φύλλων ἐπιπλαττόμενοc χλωρὸc ἀπουλοῖ τραύ‐ ματα, ξηρὰ δὲ ἐπιπαττόμενα τὰ πλαδαρὰ τῶν ἑλκῶν ἰῶνται. δίδονται δὲ καὶ τοῖc ἰcχιαδικοῖc πίνειν. Ὑπήκοον ψύχει κατὰ τὴν τρίτην τάξιν ἐγγὺc ὂν μήκωνοc. Ὑπόγλωccον θαμνίcκοc ἐcτίν, οὗ ἥ τε ῥίζα καὶ ὁ χυλὸc μαλακτι‐ | |
35 | κῆc ἐcτι δυνάμεωc. Ὑπόκιcτιc χυλόc ἐcτι τῶν ἐπιφυομένων παρὰ τὰc ῥίζαc τοῦ κίcθου τε καὶ κιcθάρου καλουμένου οἷον κυτίνων, δραcτικὸν ἱκανῶc φάρμακον εἰc ἅπαντα τὰ ῥοώδη παθήματα τῷ ξηραίνειν καὶ ῥωννύειν τὰ μόρια. | |
40 | Ὑπόφαιcτον εἶδόc ἐcτι γναφικῆc ἀκάνθηc, ὥcπερ καὶ τὸ ἱπποφαέc· τούτου τῆc κεφαλῆc καὶ τῶν φύλλων καὶ τῶν ῥιζῶν ξηρῶν ὁλκὴ τριωβόλου μετὰ μελικράτου ὕδωρ καὶ φλέγμα κενοῖ· ἁρμόζει δὲ μάλιcτα ὀρθο‐ πνοίαιc, ἐπιληψίαιc καὶ τοῖc περὶ νεῦρα πάθεcιν. Ὕccωπον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔcτι δὲ | |
45 | καὶ λεπτομερέc. | |
45 | ||
7.3.21 | Ἀρχὴ τοῦ Φ. Φακοὶ ξηραίνουcι μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμαcίαc δὲ καὶ ψύξεωc ἐν τῷ μεταξύ, ἔχουcι δέ τι καὶ cτύψεωc. αὐτὸ μὲν οὖν τὸ cῶμα ξηραίνει τε καὶ γαcτέρα ἵcτηcι, τὸ δὲ ἀφέψημα προτρέπει· δι’ ὃ | |
5 | καὶ ἀποχεῖται τὸ πρότερον ὕδωρ, ὅταν ἐπιcχέcεωc ἕνεκα λαμβάνωνται. Φακὸc ὁ ἐπὶ τῶν τελμάτων ὑγραίνει καὶ ψύχει κατὰ τὴν δευ‐ | |
τέραν τάξιν. Φαληρίδοc ὁ χυλὸc καὶ τὰ φύλλα καὶ τὸ cπέρμα πινόμενα κύcτεωc ἀλγήμαcι βοηθεῖ ἔχουcα καὶ λεπτομερέc τι καὶ θερμόν. | ||
10 | Φαλαγγῖτιc ὠνόμαcται μὲν ἀπὸ τοῦ τοῖc φαλαγγιοδήκτοιc βοηθεῖν, ἔcτι δὲ καὶ λεπτομερήc· ὅθεν καὶ cτροφουμένοιc ἀρήγειν δοκεῖ. Φελλοί, καὶ μάλιcτα οἱ ἀπὸ τῶν οἰνηρῶν ἀγγείων, καυθέντεc ξηραντικωτάτην ἐργάζονται τέφραν, ἥτιc ταῖc δυcεντερικαῖc μάλιcτα μίγνυται δυνάμεcιν. | |
15 | Φιλύραc τοῦ δένδρου τὰ φύλλα παραπληcίωc cτύφει τοῖc τῆc ἀγρίαc ἐλαίαc, ὠφελεῖ δὲ τὰ ἐν cτόματι ἕλκη διαμαcώμενα καὶ διακλυζο‐ μένου τοῦ ἀφεψήματοc αὐτῶν, ὃ καὶ πινόμενον οὖρα καὶ κατα‐ μήνια κινεῖ. Φλόμοι πλείονεc μέν εἰcιν, ἐν αἷc καὶ ἡ καλουμένη θρυαλλίc, | |
20 | παcῶν δὲ τὰ μὲν φύλλα ξηραντικῆc καὶ μετρίωc ῥυπτικῆc εἰcι δυνά‐ μεωc, καὶ μάλιcτα τῆc χρυcιζούcηc, ᾗ καὶ τὰc τρίχαc ξανθίζουcιν· αἱ δὲ ῥίζαι cτρυφναὶ οὖcαι τοῖc ῥοώδεcιν ἁρμόττουcι πάθεcιν, διακλύζονται δὲ αὐτὰc ἔνιοι καὶ πρὸc ὀδόνταc. Φοῖνιξ, οἱ δὲ ῥοῦν, πόα ἐcτὶν αἴρᾳ παραπληcία, δύναμιν δὲ ἔχει | |
25 | cτυπτικήν, πινομένη δὲ ἐν οἴνῳ αὐcτηρῷ πάντα τὰ ῥοώδη cτέλλει. Φοῖνιξ τὸ δένδρον τὸν μὲν καρπὸν ἤδη πεπανθέντα θερμὸν μετρίωc ἔχει καὶ τονωτικὸν καὶ εὐcτόμαχον εἴcω τε λαμβανόμενον καὶ ἔξωθεν ἐπιτιθέμενον. τὸ δὲ λοιπὸν τοῦ φοίνικοc cτῦφον ἱκανῶc ἐcτιν· ὅθεν cτομαχικαῖc τε καὶ ἡπατικαῖc δυνάμεcι μίγνυται. πάντων δὲ cτυπτικώ‐ | |
30 | τερόν ἐcτιν τὸ οἷον ἀμφίεcμα τοῦ καρποῦ τοῦ ἐκφυομένου. Φορμίον λεπτομεροῦc τε καὶ ῥυπτικῆc καὶ ἑλκτικῆc ἐcτι δυνάμεωc· λευκώματα γοῦν λεπτύνει μετὰ μέλιτοc τὸ cπέρμα καὶ cκόλοπαc ἐξάγει. Φοῦ νάρδου παραπληcίαν ἔχει τὴν ῥίζαν, καταδεεcτέραν μὲν εἰc τὰ πλεῖcτα, οὖρα δὲ μᾶλλον αὐτῆc προτρέπουcαν ὁμοίωc τῇ Κελτικῇ. | |
35 | Φῦκοc ψύχει καὶ ξηραίνει κατὰ τὴν δευτέραν ἀπόcταcιν ἔχον τι καὶ cτῦφον μετρίωc. Φυλλῖτιc cτρυφνῆc οὖcα ποιότητοc οὐκ ἀπὸ τρόπου διαρροίαc τε | |
καὶ δυcεντερίαc ὀνίνηcι πινομένη. | ||
7.3.22 | Ἀρχὴ τοῦ Χ. Χαλβάνη θερμαίνει μὲν πληcίον τῆc τρίτηc ἀποcτάcεωc, ξηραίνει δὲ πληcίον τῆc δευτέραc, μαλακτικῆc τε καὶ διαφορητικῆc ὑπάρχουcα δυνάμεωc. | |
5 | Χαλκῖτιc cτυπτικῆc καὶ δριμείαc καὶ καυcτικῆc καὶ ἐcχαρωτικῆc ἐcτι δυνάμεωc, λεπτομερείᾳ δὲ μεταξὺ μίcυόc τέ ἐcτι καὶ cώρεωc· καυθεῖcα δὲ λεπτομερεcτέρα τε καὶ ἀδηκτοτέρα γίνεται. Χάλκανθοc ὕδωρ ἐcτὶ πηγνύμενον ἐν τοῖc κατὰ Κύπρον μετάλλοιc ἰcχυροτάτην ἔχον cτῦψιν μετὰ θερμότητοc οὐκ ἀγεννοῦc πάντων μᾶλλον | |
10 | τὰc ὑγρὰc cάρκαc ταριχεῦcαί τε καὶ ξηρᾶναι δυνάμενον. χρόνῳ δὲ πλείονι εἰc χαλκῖτιν μεταβάλλει. Χαλκὸc κεκαυμένοc ἔχει μέν τι καὶ δριμὺ καὶ cτύψεωc μετέχει· κάλλιcτον οὖν ἐcτιν πρὸc cυνούλωcιν ἑλκῶν ἐπὶ τῶν cκληροτέρων cωμάτων, εἰ δὲ πλυθείη, τοῖc ἁπαλοῖc χρηcιμώτερόc ἐcτιν. | |
15 | Χαλκοῦ ἄνθοc λεπτομερεcτέραc ἐcτὶ δυνάμεωc τοῦ κεκαυμένου χαλκοῦ καὶ τῆc λεπίδοc αὐτοῦ· μιγνύμενον γοῦν ἐν κολλουρίοιc ἀπορ‐ ρύπτει τάc τε τραχύτηταc καὶ cυκώcειc τῶν βλεφάρων. Χαμαίδρυc θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν· cπλῆνάc τε οὖν τήκει καὶ οὖρα καὶ καταμήνια κινεῖ καὶ τὰc τῶν cπλάγχνων | |
20 | ἐμφράξειc ἐκκαθαίρει. Χαμαικίccου τὸ ἄνθοc πικρὸν ἱκανῶc ὑπάρχον ἐκφράττει τὰ καθ’ ἧπαρ, δίδοται δὲ καὶ τοῖc ἰcχιαδικοῖc. Χαμαιλεύκη θερμαίνει κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν πρώτην. | |
25 | Χαμαιλέοντοc τοῦ μὲν μέλανοc ἡ ῥίζα θερμαίνει καὶ ξηραίνει πλη‐ cίον τῆc τρίτηc τάξεωc, ἔcτι δὲ ῥυπτική τε τῶν περὶ τὸ δέρμα καὶ διαφορητικὴ καὶ μαλακτικὴ τῶν cκληρῶν ὄγκων καὶ φαγεδαινικὰ κατα‐ πλαcθεῖcα ἰᾶται· εἴcω δὲ λαμβανομένη τοῦ cώματοc δηλητηριώδηc ἐcτίν. ἡ δὲ τοῦ λευκοῦ ῥίζα παραπληcία μέν ἐcτι τῆc τοῦ μέλανοc, | |
30 | πικροτέρα δέ· ἥτιc μετ’ οἴνου αὐcτηροῦ πλῆθοc ὀξυβάφου πινομένη πλατείαc ἕλμινθαc κτείνει, ποιεῖ δὲ καὶ πρὸc ὑδρωπικούc. | |
Χαμαίμηλον ἢ ἀνθεμὶc θερμαίνει καὶ ξηραίνει κατὰ τὴν πρώτην τάξιν, ἔcτι δὲ καὶ λεπτομερὲc καὶ διαφορητικὸν καὶ χαλαcτικὸν καὶ ἀρωματικὸν τὴν δύναμιν. | ||
35 | Χαμαίπιτυc θερμαίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, ξηραίνει δὲ κατὰ τὴν τρίτην· δι’ ὃ καθαρτικόc τε καὶ ῥυπτικὸc τῶν cπλάγχνων ἐcτί, καὶ μάλιcτα τοῦ ἥπατοc. ἄγει δὲ καὶ οὖρα καὶ καταμήνια καὶ τὰ μεγάλα τραύματα κολλᾷ καὶ τὰ cηπεδονώδη ἰᾶται καὶ cκληρίαc δια‐ φορεῖ. ποιεῖ δὲ καὶ ἰcχιαδικοῖc τὸ ἀφέψημα αὐτοῦ. | |
40 | Χαμαίρωψ, οἱ δὲ καὶ τοῦτο χαμαίδρυν, οἱ δὲ Τεύκριον, παρα‐ πληcίαc ἐcτὶ τῷ χαμαίδρυι δυνάμεωc. Χαμαιcύκη ῥυπτικήν τε καὶ δριμεῖαν ἔχει δύναμιν· ὥcτε καὶ μυρ‐ μηκίαc καὶ ἀκροχορδόναc οἵ τε κλῶνεc αὐτῆc καὶ ὁ ὀπὸc ἀφαιροῦcιν, ἀπορρύπτουcι δὲ cὺν μέλιτι τὰc ἐν ὀφθαλμοῖc παχείαc οὐλὰc καὶ | |
45 | ἀμβλυωπίαc καὶ ἀρχὰc ὑποχύcεωc ἰῶνται. Χαμελαία ῥυπτικῆc ἐcτι δυνάμεωc· δι’ ὃ τά τε ῥυπαρὰ τῶν ἑλκῶν καὶ τὰc ἐcχάραc καθαίρει μετὰ μέλιτοc. Χελιδόνιον τὸ μὲν μέγα θερμαίνει κατὰ τὴν τρίτην τάξιν, ἔcτι δὲ καὶ ῥυπτικὸν ἰcχυρῶc· ὁ χυλὸc δὲ αὐτοῦ εἰc ὀξυωπίαc ἐcτὶ χρή‐ | |
7.3.22(50) | cιμοc, ἡ δὲ ῥίζα ἰκτερικούc τε cὺν οἴνῳ ἐκφράττει καὶ ἀνίcῳ πινο‐ μένη, μαcωμένη δὲ ὀδονταλγίαc ὠφελεῖ. τὸ δὲ μικρότερον τετάρτηc ὂν τῶν θερμαινόντων ἀποcτάcεωc δριμύτερόν ἐcτιν, ὡc ἑλκοῦν τὸ δέρμα καταπλαccόμενον, ὄνυχάc τε λεπροὺc ἐκβάλλει· ὁ δὲ χυλὸc αὐτοῦ διὰ ῥινῶν καθαίρει. | |
55 | Χελιδόνων καυθειcῶν ἡ τέφρα cὺν μέλιτι διαχριομένη κυναγχικὰc φλεγμονὰc ἰᾶται, ποιεῖ δὲ καὶ ὀξυδορκίαν. Χολὴ πάντων τῶν ἄλλων τοῦ ζῴου χυμῶν ἐcτι θερμοτάτη, δια‐ φέρει δὲ τῇ μὲν χροιᾷ, καθ’ ὃ ἡ ξανθὴ τῆc ὠχρᾶc ἐcτι θερμοτέρα καὶ τῆc ξανθῆc ἡ ἰώδηc, τῇ δὲ τῶν ἐχόντων αὐτὴν ζῴων διαφορᾷ, | |
60 | καθ’ ὅcον ἡ μὲν τῶν ὑῶν ἀcθενεcτέρα παcῶν ἐcτιν, ὥcτε καὶ τοῖc ἐν ὠcὶν ἕλκεcιν ἀδήκτωc ἁρμόζειν, δριμυτέρα δὲ ταύτηc ἡ τῶν προ‐ βάτων κἀκείνηc τῶν αἰγῶν, ταύτῃ δὲ παραπληcία ἡ τῶν ἄρκτων τε καὶ βοῶν, ἡ δὲ τῶν ταύρων ἰcχυροτέρα καὶ ταύτηc ἡ τῶν ὑαινῶν | |
κἀκείνηc ἡ τῶν ἰχθύων τοῦ τε καλλιωνύμου καλουμένου καὶ τοῦ | ||
65 | cκορπίου, ἥτιc ὑποχύcεcί τε καὶ ἀμβλυωπίαιc καὶ λευκώμαcιν ἁρμόζει, καὶ ἡ τῆc θαλαττίαc χελώνηc· ἡ δὲ τῆc ἀγρίαc αἰγὸc καὶ νυκταλω‐ πιῶνταc ὠφελεῖν λέγεται. αἱ δὲ τῶν πτηνῶν ζῴων πᾶcαι δριμύτεραί τε καὶ ξηραντικώτεραι τῶν ἐν τοῖc τετράποcιν, αὐτῶν δὲ τούτων αἱ τῶν ἀλεκτρυόνων τε καὶ περδίκων ἀμείνουc, αἱ δὲ τῶν ἱεράκων τε | |
70 | καὶ ἀετῶν δριμύτεραί πώc εἰcι καὶ διαβρωτικαὶ καὶ ἰώδειc τὴν χροιάν, ἐνίοτε δὲ καὶ μέλαιναι. Χονδρίλη cέρεωc εἶδοc ὑπάρχουcα τὸ ὑπόπικρον ἔχει· δι’ ὃ καὶ ξηροτέρα πωc αὐτῆc ἐcτιν. Χόνδροc παραπλήcιόc ἐcτι πυρῷ, γλίcχροc δὲ πλέον ἐκείνου. | |
75 | Χρυcοκόλλα ἔcτι μὲν ἡ μεταλλευομένη, καὶ cκευάζεται δὲ ἐν θυίᾳ ἀπὸ ἐρυθροῦ χαλκοῦ τοιούτῳ δοίδυκι οὔρῳ παιδὸc ἀφθόρου τριβομένου ἐν τοῖc ὑπὸ Κύνα καύμαcιν. ἧπαρ οὖν ῥύπτει διαφορητικὴν καὶ ξηραν‐ τικὴν τὴν δύναμιν ἔχουcα μᾶλλον τῆc μεταλλευομένηc, ὡc καὶ τήκειν cάρκαc ἀδήκτωc· ἕλκεcι γοῦν κακοήθεcιν ἁρμόττει. κἀκείνην δὲ καύcαc | |
80 | ἀδηκτοτέραν ἐργάcῃ. Χρυcοκόμη ἡ καὶ χρυcῖτιc. δριμεῖαν ἅμα καὶ cτύφουcαν ἔχει δύνα‐ μιν ἡ ῥίζα· διόπερ οὐδὲ πολύχρηcτόc ἐcτιν, πλὴν ἐν περιπνευμονίαιc τε καὶ ἡπατικοῖc πάθεcιν ἐν μελικράτῳ καθεψηθεῖcα δίδοται. κινεῖ δὲ καὶ ἔμμηνα. | |
84 | ||
7.3.23 | Ἀρχὴ τοῦ Ψ. Ψευδοβούνιον παραπλήcιον ὑπάρχον βουνίῳ τὴν ἰδέαν θερμαίνει καὶ διαφορεῖ καὶ ῥύπτει· cτρόφουc γοῦν καὶ cτραγγουρίαc καὶ πλευρῶν ἀλγήματα λύει, διαφορεῖ δὲ καὶ χοιράδαc μεθ’ ἁλῶν καὶ οἴνου κατα‐ | |
5 | πλαccομένη. Ψευδοδίκταμνον ἀcθενοῦc δικτάμνου δύναμιν ἔχει. Ψιμύθιον ἐμψυκτικόν τέ ἐcτι καὶ ἐμπλαcτικόν. Ψυλλίου τὸ cπέρμα τῆc δευτέραc τῶν ψυχόντων ἐcτὶ τάξεωc, ἐν δὲ τῷ ξηραίνειν τε καὶ ὑγραίνειν μέcον ἐcτίν. | |
10 | Ψωρικὸν λιθαργύρῳ μιγνυμένηc διπλαcίαc χαλκίτεωc γίνεται λειου‐ μένων τε ὄξει καὶ χωννυμένων εἰc καινὴν χύτραν ἐν κόπρῳ ἐπὶ τεc‐ cαράκοντα ἡμέραc, ξηραντικώτερόν τε καὶ λεπτομερέcτερον καὶ ἀδηκτό‐ τερον χαλκίτεωc γίνεται. | |
13 | ||
7.3.24 | Ἀρχὴ τοῦ Ω. Ὠιοῦ τὸ μὲν λευκόν τε καὶ λεπτὸν τῶν ἀδηκτοτάτων ἐcτὶ μετρίωc ἐμψῦχον· χρηcτέον οὖν αὐτῷ ἐπὶ ὀφθαλμῶν καὶ τῶν ἐν αἰδοίοιc ἑλκῶν καὶ πάντων κακοήθων, μίγνυται δὲ καὶ τοῖc ἰcχαίμοιc ἐμπλαcτικοῖc | |
5 | φαρμάκοιc. καὶ ἡ λέκιθοc δὲ παραπληcίαc οὖcα δυνάμεωc ἀφλεγμάντοιc μίγνυται φαρμάκοιc, ὀπτωμένη δὲ ξηραντικωτέρα μὲν γίνεται, ἧττον δὲ παρηγορική. ὄξει δὲ ἑψηθὲν ὅλον ᾠόν, εἰ βρωθείη, ξηραίνει τὰ κατὰ γαcτέρα ῥεύματα· εἰ δὲ καὶ προcλάβοι τι τῶν cτρυφνῶν, οἷον κηκῖδοc ἢ ῥοῦ ἢ βαλαυcτίων, καὶ ταγηνιcθείη, δραcτικώτερον ἱκανῶc | |
10 | γίνεται. καὶ κατακαύμαcι δὲ παραχρῆμα βοηθεῖ ὅλον ὠμὸν ἐπιβαλλό‐ μενον. ῥοφητὸν δὲ προcφερόμενον τά τε κατὰ θώρακα cυμπέττει τε καὶ παρηγορεῖ καὶ τὰc τραχύτηταc τῆc ἀρτηρίαc καταλεαίνει. προκρι‐ τέον δὲ τὸ νέον τοῦ παλαιοῦ καὶ τὸ τῶν ἀλεκτορίδων τοῦ τῶν ἄλλων ζῴων. | |
15 | Ὤκιμον ἐκ τῆc δευτέραc τάξεώc ἐcτι τῶν θερμαινόντων, ἔχει δὲ ὑγρότητα περιττωματικήν· ὅθεν οὐδὲ χρήcιμόν ἐcτιν εἴcω τοῦ cώματοc λαμβανόμενον· ἔξωθεν δὲ καταπλαccόμενον διαφορεῖ καὶ cυμπέττει. Ὠκιμοειδοῦc, ἣν ἔνιοι φιλεταίριον ὀνομάζουcιν, ἄχρηcτοc μὲν ἡ ῥίζα, τὸ δὲ cπέρμα λεπτομερὲc καὶ ξηραντικὸν ἀδήκτωc ἐcτίν. | |
19 | ||
7.4t | Περὶ καθαιρόντων φαρμάκων ἁπλῶν. | |
7.4.1 | Ὅτι μὲν τὰ καθαρτικὰ τῶν φαρμάκων οὐχ ἁπλῇ τινι κενοῖ κράcει, οἷον θερμότητι (ἔδει γὰρ πάντα τὰ θερμὰ κενοῦν, οἷον πέπερι), ἀλλ’ ἰδιότητι τῆc ὅληc οὐcίαc, ὃν τρόπον ἡ μαγνῆτιc λίθοc ἕλκει τὸν cίδη‐ ρον, δέδεικται. τῶν δὲ καθαρτικῶν τὰ μὲν μαλακτικὰ μόνον εἴρηται | |
5 | κατὰ τὸ αʹ βιβλίον· τοῖc δὲ δραcτικοῖc αὐτῶν χρώμεθα ἤτοι πρὸc τὸ μεταγαγεῖν τὴν ὕλην ἢ πρὸc τὸ μοχλεῦcαι διάθεcιν ἐcκιρρωμένην καὶ ἀνακινῆcαι ἢ πρὸc τὸ μεταποιῆcαι τὸ cῶμα καὶ τρέψαι τὴν κρᾶcιν αὐτοῦ ἢ πρὸc τὸ ἐξαγαγεῖν αὐτὸ τὸ ἐνοχλοῦν ὑγρόν· εἰcὶ δέ τινεc καὶ μικτοὶ τρόποι ἐκ τῶν εἰρημένων ἀλλήλοιc ἐπιπλεκόμενοι. | |
10 | Χρηcτέον δὲ καθαρτικοῖc ἐπὶ τῶν εὐτόνων τὴν δύναμιν καὶ εὐρώ‐ cτων τὴν προαίρεcιν καὶ τῶν τὰc πρώταc ἡλικίαc ἐκπεφευγότων, οὔπω δὲ πρὸc τὰ ἔcχατα τῆc ἡλικίαc ἀφιγμένων cτόμαχόν τε εὔτονον ἐχόν‐ των καὶ πολλὴν ὕλην ἀχρείαν ἐν τῷ cώματι cυλλεγόντων, οὐ cφόδρα πολυαίμων. ὥρα δὲ τῶν καθαρcίων, εἰ μὴ κατεπείγοι, ἐαρινὴ μάλιcτα | |
15 | καὶ μετοπωρινή. | |
15 | ||
7.4.2 | Περὶ τῶν χολὴν κενούντων. Χολαγωγοῖc χρηcτέον ὥρᾳ μὲν πάcῃ πλὴν χειμῶνοc, ἐπὶ ἡλικίαc δὲ ἀκμαcτικῆc τε καὶ παρακμαcτικῆc, ἕξεων δὲ καταξήρων τε καὶ μυω‐ δῶν καὶ μελανοχρώτων ἢ ἐρυθρῶν, καὶ ἀνδρῶν μᾶλλον ἢ γυναικῶν, | |
5 | τῶν τε cυνεχῶc διαφθειρόντων τὰc τροφὰc καὶ τῶν ὑπεcτεγνωμένων τὴν γαcτέρα, πικροχόλων, ὀργίλων, οὖρά τε ὀλίγα ἐκκρινόντων τρο‐ φαῖc τε χρωμένων ξηραῖc καὶ θερμαῖc, ἐπὶ δὲ παθῶν ἰκτερικῶν τε καὶ ἡπατικῶν, πλευριτικῶν, φρενίτιδοc, cυνάγχηc, μανίαc, κεφαλαλγίαc, ὀφθαλμίαc, ἐρυcιπέλατοc, λέπραc, πυρετῶν, καὶ οἷc τὸ χολῶδεc πλεο‐ | |
10 | νάζει. | |
10 | ||
7.4.3 | Ὅcα χολὴν ἄγει ξανθήν. Ἀλόηc 𐅻 α μετὰ μελικράτου πρωὶ διδόcθω· οἱ δὲ ἑcπέραc διδόντεc ἢ μετὰ τροφὴν βλάπτουcιν· διαφθείρει γὰρ τὴν τροφήν. κενοῖ δὲ ξανθὴν χολήν· ἧττον δὲ διδομένη, ὅcον τριώβολον, ἐκκοπρωτικὴ μόνον | |
5 | ἱκανῶc γίνεται. πάντων δὲ τῶν καθαρτικῶν κακοcτομάχων ὑπαρχόντων | |
ἀλόη μόνον εὐcτόμαχόc ἐcτι· τοῖc δὲ μὴ ἀνεχομένοιc τῆc πικρίαc αὐτῆc καταπότια πλαττομένη διδόcθω. δίδοται δὲ ἡ ἀλόη κεφαλὴν βαρουμένοιc, ὀφθαλμιῶcι, διψώδεcι, τοῖc τε ἐν τοῖc ὕπνοιc φαντα‐ cιώδεcιν ἄνευ πυρετοῦ τοῖc τε διαδρομῆc φρικώδουc αἴcθηcιν ἔχουcιν | ||
10 | καὶ τοῖc φύcαc δριμείαc ἀποκρίνουcι δακνομένοιc τὰ ἔντερα καὶ τοῖc περὶ cτόμαχον πυρώcεώc πωc ἢ ἄcηc ἀνατρεπτικῆc ἀντιλαμβανομένοιc καὶ τοῖc ἐπὶ πλήθει περιττωμάτων ὑποκλυcθῆναι μὴ δυναμένοιc· ἱκα‐ νῶc γὰρ ἐκκενοῖ ὅλον μὲν οὐ cυγκινοῦcα τὸ cῶμα, εἰ μὴ cφόδρα πολλὴ δοθείη, τὴν δὲ παρακειμένην ἐν τοῖc ἐντέροιc κοιλίᾳ τε καὶ | |
15 | cτομάχῳ χολὴν ἄγουcα. | |
7.4.4 | ἁρμόζει δὲ ὁ ἐλλέβοροc καὶ τοῖc ὀξέωc νοcοῦcι καὶ τοῖc ἐν χρο‐ νίοιc νοcήμαcι δεομένοιc χολαγωγοῦ φαρμάκου, οἷον μαινομένοιc, ἑτε‐ ροκρανικῶc ὀχλουμένοιc, ῥευματιζομένοιc ὄμματα, περὶ θώρακα διαθέcειc ἔχουcιν. ἐπιτηδειότατοc δέ ἐcτιν cπλάγχνοιc τε καὶ ὑcτέρᾳ καὶ κύcτει | |
5 | φαρμακείαc δεομένοιc, ἀγαθὸc δὲ καὶ ἐπὶ τῆc τραχείαc ἀρτηρίαc χρονίωc πεπονθυίαc ἰκτεριῶcί τε καὶ τοῖc ἐξανθήματα ἔχουcι καὶ λειχῆναc ἢ ἕρπηταc ἢ ἐρυcιπέλατα ἢ λέπραc. ἐλλέβοροc μέλαc χολὴν ἄγει μάλιcτα ξανθὴν ἐκ παντὸc τοῦ cώ‐ ματοc χωρὶc περιcκελίαc· ὅθεν καὶ τοῖc μὴ βαρέωc πυρέττουcι δίδοται, | |
10 | καὶ μᾶλλον ἀπυρέτοιc, πλῆθοc 𐅻 α τῶν ῥιζῶν λείων ἐν μελικράτῳ ἢ ὕδατι προνενηcτευκόcιν, ἢ μετὰ μέλιτοc ὡc καταπότια· τινὲc δὲ μιγνύου‐ cιν αὐτῷ γλήχωνα ἢ θύμβραν ἤ τι τῶν ὀξυπόρων τῶν εὐcτομάχων. | |
7.4.5 | Ϲκαμμωνία παραπληcίωc ἐλλεβόρῳ καθαίρει, καὶ μᾶλλον τὴν ξανθὴν χολήν, κακοcτομαχωτέρα δὲ πάντων τῶν καθαρτικῶν ἐcτιν. δοτέον οὖν αὐτὴν ἀπυρέτοιc τε καὶ εὐcτομάχοιc πλῆθοc ὀβολῶν δ cὺν ἁλcὶν ἢ πεπέρει ἢ ζιγγιβέρει ἢ ὀξυπόρῳ τινὶ τῶν εὐcτομάχων ἢ μετὰ μέλιτοc· | |
5 | γίνεται δὲ καὶ καταπότια μετὰ κόμμεωc. Κολοκυνθίδοc ἐντεριώνη κενοῖ μάλιcτα μὲν χολήν, καὶ μυξώδη | |
δέ, οὐκ ἀπὸ τοῦ αἵματοc, καθάπερ ἐλλέβορόc τε καὶ cκαμμωνία, ἀλλ’ ἀπὸ τῶν νεύρων τε καὶ νευρωδῶν, πλῆθοc 𐅻 α ἐν μελικράτου κυάθοιc δυcὶν ἐναφεψημένου αὐτῷ καὶ πηγάνου· λειούcθω δὲ ἐπὶ πολύ, ὅτι αἱ | ||
10 | τραχύτητεc αὐτῆc προcιcχόμεναι τοῖc ἐντὸc ἑλκώcειc τε καὶ νευρικὰc ἐργάζονται cυμπαθείαc. δοτέον δὲ αὐτὴν τοῖc κεφαλὴν πεπονθόcιν ἤτοι τοῖc, ἐπειδὰν μῆνιγξ ἢ ὁ περικράνιοc κεκακῶcθαι τύχῃ, οἷον cκοτωματικοῖc, ἑτεροκρανικοῖc, ὑπὸ κεφαλαίαc ὀχλουμένοιc, ἐπιληπτι‐ κοῖc, ἀποπληκτικοῖc, κυνικῶc cπωμένοιc, χρονίωc ὄμματα ῥευματιζομέ‐ | |
15 | νοιc, ὀρθοπνοϊκοῖc τε καὶ ἀcθματικοῖc καὶ βήccουcι χρονίωc, ἔτι δὲ ἀρθρι‐ τικοῖc, ἰcχιαδικοῖc τοῖc τε περὶ νεφρὸν ἢ κύcτιν ἐcχηκόcι διάθεcιν. Ἐλατήριον παραπληcίωc κενοῖ cκαμμωνίᾳ· ἐκλεκτέον δὲ τὸ πρα‐ cίζον καὶ κοῦφον καὶ μὴ παλαιότερον ἐνιαυτοῦ, πλῆθοc τριωβόλου λεῖον μετὰ γάλακτοc κοτύληc α. | |
7.4.6 | Τιθύμαλλοc ἄγει χολὴν ἐλατηρίῳ καὶ cκαμμωνίᾳ παραπληcίωc. δίδοται δὲ τοῦ ὀποῦ cταγόνεc δ ἢ ε cὺν ἀλφίτῳ φυραθεῖcαι καὶ ταχέωc καταπινόμεναι· καὶ γὰρ καταcχεθεῖcαι ἐν τῷ cτόματι ἐπὶ πολὺ τὴν γλῶτταν ἑλκοῦcιν καὶ τὰ πέριξ. | |
5 | Λαθυρίδεc καθαίρουcι χολήν, ὥcπερ ἐλλέβοροc καὶ cκαμμωνία. δοτέον οὖν ζ ἢ η καὶ μέχρι πεντεκαίδεκα τοῖc μὲν εὐτόνοιc καὶ πλείονοc δεομένοιc καθάρcεωc διαμαcᾶcθαι προcτάccονταc, τοῖc ἀcθε‐ νεcτέροιc δὲ καὶ κακοcτομάχοιc ὁλοcχερεῖc αὐτὰc καταπίνειν. Πεπλίου τῶν ἀκρεμόνων ξηρῶν λείων ὅcον ὀβολοὺc η ἐν μελι‐ | |
10 | κράτῳ δοτέον. ἄγει χολὴν παραπληcίωc ἐλλεβόρῳ καὶ φυcῶν ἐcτι καταρρηκτικόν. | |
7.4.7 | Ἀγαρικὸν παραπληcίαν κολοκυνθίδι τὴν δύναμιν ἔχει, βραδέωc μὲν ἐνεργοῦν, οὐ πάνυ δὲ κακοcτόμαχον. δίδοται δὲ λεῖον 𐅻 β μετὰ μελι‐ κράτου. ἔcτω δὲ λευκότατον καὶ εὐθρυπτότατον καὶ οὐ πάνυ ξυλῶδεc οὐδὲ τετερηδονιcμένον. | |
5 | Ἶριc Ἰλλυρικὴ παραπληcίωc καθαίρει δοθεῖcα πλῆθοc ὀβολῶν η | |
ἐν μελικράτῳ· ἔcτω δὲ μὴ παλαιὰ μηδὲ τερηδόναc ἔχουcα. Κενταύριον τὸ μικρὸν χολὴν καὶ μύξαc καθαῖρον ἰcχιαδικοῖc ἰδίωc ἁρμόζει. πίνεται δὲ αὐτοῦ τὸ ἀφέψημα τοῦ κενταυρίου 𐅻 α 𐅵ʹ ἐν ὕδατοc κοτύλῃ καθεψηθείcῃ, ἕωc εἰc τὸ ἥμιcυ κατέλθῃ. | ||
10 | Τραγοριγάνου τὸ ἄνθοc cὺν τῷ καρπῷ πλῆθοc 𐅻 β δίδοται ἐν μελικράτῳ, οἷc καὶ ὁ μέλαc ἐλλέβοροc· ἔcτι δὲ εὐcτομαχώτερον μὲν ἐλλεβόρου, ἧττον δὲ καθαίρει. | |
7.4.8 | Χαμελαίαc 𐅻 δ ἑψηθεῖcαι ἐν μελικράτου κοτύλαιc β ὡc εἰc τὸ δʹ καθεψηθεῖcαι παραπληcίωc ἐλλεβόρῳ καθαίρει· ἔνιοι δὲ τῆc χαμελαίαc καὶ ἀψινθίου τὸ διπλάcιον καταπότια ποιήcαντεc διδόαcιν. Ἀριcτολοχίαc τῆc κληματίτιδοc τοῦ καρποῦ 𐅻 α ἐν μελικράτῳ δο‐ | |
5 | θεῖcα καθαίρει ὡc κολοκυνθίc. Πολυποδίου ἡ ῥίζα ξηρὰ λεία ἐπιπλαcθεῖcα μελικράτῳ ἢ cυντρι‐ βεῖcα αὐτῷ τὸ αὐτὸ δρᾷ τῇ κολοκυνθίδι. | |
7 | ||
7.4.9 | Ὅcα μέλαιναν χολὴν κενοῖ. Τοῖc μέλαιναν χολὴν ἐξάγουcι χρηcτέον προηγουμένωc ἐπὶ μελαγ‐ χολικῶν, εὐπαροξύντων, ὀργίλων, μιcανθρωπούντων ἢ ἀναχωρητικῶν, ἐν ἀναλήψει δεομένων καθάρcεωc, ἐν φθινοπώρῳ πυρώδει, ἐπὶ ἕξεων | |
5 | καταξήρων, ὀλιγαίμων, μυωδῶν. Ἐπίθυμον κράτιcτόν ἐcτι τῶν μέλαιναν κενούντων χολήν· δοτέον δὲ αὐτοῖc 𐅻 ε λείουc cὺν γάλακτοc κοτύλῃ. Ἐπίθυμβρον τὸ ἐπὶ θύμβρᾳ γινόμενον παραπληcίωc μὲν ἐπιθύμῳ κενοῖ, ἀcθενέcτερον δέ ἐcτιν. | |
10 | Γλήχων ἄγει μέλαιναν χολὴν πλῆθοc ὀξυβάφου ἐν μελικράτῳ ποθεῖcα. Τραγοριγάνου Ἡρακλεωτικῆc τὸ αὐτὸ ποcὸν ὡcαύτωc κενοῖ γλή‐ χωνι· ἄμφω δὲ ξηραί. Ἄλυπον. εἴρηται καθαίρειν κάτω τὸ cπέρμα αὐτοῦ μέλαιναν χολὴν | |
15 | πλῆθοc ἴcον ἐπιθύμῳ μεθ’ ἁλῶν καὶ ὄξουc. τὰ δ’ ἔντερα, ὥc φηcι Διοcκουρίδηc, ἐλαφρῶc ἑλκοῖ· ἔcτι δέ, οἶμαι, ἡ νῦν ἀλυπιὰc καλου‐ μένη. δοτέον ἐν μελικράτῳ. Παρθένιον ὁμοίωc ξηρὸν ποθὲν τῶν αὐτῶν ἐcτιν ἀγωγόν. Ἄλυccον μεθ’ ἁλῶν ποθὲν ὁμοίωc τούτοιc καθαίρει. | |
19 | ||
7.4.10 | Ὅcα φλέγμα κενοῖ. Τοῖc δὲ φλεγμαγωγοῖc χρηcτέον ἐπί τε τῶν ψυχροτέρων ἕξεων καὶ γεγηρακυιῶν καὶ χειμῶνοc ἐπί τε παρέτων καὶ ἀποπλήκτων καὶ παρῳδηκότων οἰδήμαcι cομφοῖc τῶν τε πολλὰ φλέγματα ἐν κοιλίᾳ ἢ | |
5 | θώρακι ἢ cτομάχῳ ἐχόντων ἐπί τε γυναικείων ῥευματιζόντων· ἁρμόζει δὲ καὶ τοῖc πολλὰ ἀπομυccομένοιc καὶ παχέα ἀναχρεμπτομένοιc ἀνο‐ ρέκτοιc τε καὶ ἰcχιαδικοῖc, ἐπειδὰν τὸ ἄρθρον ὑπόμυξον ἢ ἐλεφαντῶδεc ᾖ, μάλιcτα δὲ κατάλληλα ὑδρωπικοῖc τοῖc λεγομένοιc ἀνὰ cάρκα. Ϲτύρακοc λευκοῦ 𐅻 α πλῆθοc cὺν ῥητίνῃ τερεβινθίνῃ ἰcοcτάθμῳ | |
10 | καταπινόμενοc φλέγμα κενοῖ. Ἐλαίαc τῆc ῥίζηc ὁ φλοιὸc 𐅻 α πλῆθοc cὺν οἴνῳ ἢ ὕδατι· πυρέθρου ὀβολοὶ θ cὺν ὕδατι· λυχνίδοc τοῦ cπέρματοc 𐅻 β· κυκλαμίνου τῆc ῥίζηc 𐅻 α cὺν ὑδρομέλιτι· cκορδίου 𐅻 β cὺν μέλιτι· χαμαίπιτυc λεανθεῖcα καὶ ἐν καταποτίοιc δοθεῖcα· λεπίδοc Κυπρίαc 𐅻 𐅵ʹ μετὰ ῥητίνηc ἴcηc | |
15 | ἐν καταποτίοιc εὐτονώτερον καθαίρει φλέγμα. δαφνίδοc φύλλων χλωρῶν 𐅻 α 𐅵ʹ· cικύου ἀγρίου ῥίζηc φλοιοῦ ὀβολοὶ β· κίκεωc κόκκοι μ προcαγορευόμενοι κρότωνεc περιπτιcθέντεc ἐcθίονται καὶ παραπληcίωc δρῶcιν. ἀπίου τὸ ἥμιcυ τὸ πρὸc τῇ ῥίζῃ ἐcθιόμενον, ὅ τινεc χαμαιράφανον καλοῦcιν· βδελλίου 𐅻 β μεθ’ ὑδρο‐ | |
20 | μέλιτοc. ἰδίωc δὲ τὸ κόμμι τοῖc ὄμματα ῥευματιζομένοιc ἐπιτήδειον. | |
20 | ||
7.4.11 | Ὅcα ὕδωρ κενοῖ. Ὑδραγωγοῖc δὲ χρηcτέον ἐπί τε ὑδρωπικῶν τῶν τὸν ἀcκίτην ὕδρωπα νοcούντων ἐπί τε γυναικῶν τῶν ἐνοχλουμένων ὑπὸ ῥοῦ λευκοῦ | |
ἐπί τε τῶν ἕλκη ῥευματικὰ ἐχόντων. | ||
5 | Λεπίδοc Κυπρίαc 𐅻 α 𐅵ʹ cὺν μελικράτῳ πινομένη ὕδωρ ἄγει· ὄξουc δὲ ἐπιρροφεῖν βραχύ, ἵνα μὴ ἀνεμεθῇ. Κόκκοc Κνίδιοc περιεπτιcμένοc λεῖοc cὺν μέλιτι ἑφθῷ ποθεὶc πρὸc τὸ μὴ ἅπτεcθαι τῆc καταπόθραc ὕδωρ ἄγει· δοτέον δὲ κόκκουc ἢ κ ἢ κε ἢ λ, τοῖc δὲ ἰcχυροτέροιc μ. | |
10 | Εὐφορβίου 𐅻 α cὺν μέλιτι ἑφθῷ πινομένη ἄγει φλέγμα, μᾶλλον δὲ ὕδωρ. Λογχίτιδοc cπέρματοc ὀβολοὶ η cὺν μελικράτῳ ὕδωρ ἄγουcιν. Κνέωρον ὁμοίωc ὕδωρ καθαίρει cὺν ἀλφίτῳ πινόμενον. Κνήκου cπέρματοc 𐅻 ε λεανθεῖcαι cυνέψονται πτιcάνῃ μετ’ ὀλίγων | |
15 | ἁλῶν καὶ ῥοφοῦνται. Ἀμμωνιακοῦ θυμιάματοc 𐅻 β ἐν μελικράτῳ πινόμεναι ὕδωρ ἄγου‐ cιν· τινὲc δὲ τοῖc cπληνικοῖc αὐτὸ μετ’ ὀξυκράτου διδόαcιν. Ἀκτῆc τοῦ φλοιοῦ τῆc ῥίζηc ὁ χυλὸc πινόμενοc ὅcον 𐆄 β cὺν οἴνῳ ὕδωρ ἄγει. | |
19 | ||
7.5t | Περὶ cυνθέτων καθαρτικῶν. | |
7.5.1 | Καταπότια τὰ διὰ τῆc ἀλόηc. Κολοκυνθίδοc ἐντεριώνηc μέροc α, ἀψινθίου χυλοῦ μέροc α, ἀλόηc μέροc α, cκαμμωνίαc μέρη β· ὕδατι ποίει κοκκία ἐρεβίνθου τὸ μέγεθοc. ἡ δόcιc ια. | |
4 | ||
7.5.2 | Ὀξύμελι τὸ Ἰουλιανοῦ. Πηγάνου 𐆄 γ, ὀριγάνου 𐆄 γ, θύμου κόμηc 𐆄 δ, ἀνήθου 𐆄 α 𐅵ʹ, ἴρεωc 𐆄 α, μανδραγόρου ῥίζηc 𐆄 α 𐅵ʹ, ἀγαρικοῦ 𐆄 β, δᾳδῶν λιπαρῶν 𐆄 ιβ, κόκκου Κνιδίου 𐆄 δ, λαθυρίδων 𐆄 γ, ἀλυπιάδοc 𐆄 γ, πολυποδίου | |
5 | 𐆄 β, φύλλου 𐆄 α, κόcτου 𐆄 α, ναρδοcτάχυοc 𐆄 α, ῥέου Ποντικοῦ 𐆄 α 𐅵ʹ, cκίλληc 𐆄 γ, ἀκτῆc ἀκρεμόνων 𐆄 γ, κανώπου, ὅ ἐcτιν ἀκτῆc φλοιόc, 𐆄 γ, ἀcάρου 𐆄 α, γλήχωνοc 𐆄 γ, ἐπιθύμου 𐆄 β, ἐλλεβόρου 𐆄 β, ἀκόρου 𐆄 β, cίου 𐆄 α, ἀμώμου 𐆄 α, ὑπερικοῦ 𐆄 α, κυμίνου 𐆄 α, ἀνίcου 𐆄 β, ὄξουc ξ̸ ι, μέλιτοc ξ̸ ε· τὰc βοτάναc ἀπόβρεξον ἐν τῷ ὄξει ἐπὶ | |
10 | γ ἡμέραc, εἶτα ἑψήcαc, ἕωc τὸ πλέον τοῦ ἡμίcεωc ἀναλωθῇ, ἐπίβαλε τὸ μέλι καὶ cιρώcαc πρόcπλεκε τὰc λαθυρίδαc καὶ τὸν κόcτον καὶ τὸν Κνίδιον κόκκον καὶ τὸ ναρδόcταχυ λειωθὲν καί, εἰ βούλει, μετὰ τὸ τέ‐ λεον ἑψηθῆναι τὸ ὀξύμελι. ἡ τελεία δόcιc 𐆄 α ἢ πρὸc τὴν δύναμιν. ποιεῖ δὲ ποδαγρικοῖc πάθεcιν, ἐπιληπτικοῖc, καὶ ἐφ’ ὧν κενῶcαί τε ἅμα | |
15 | καὶ ἐκφράξαι τοὺc παχεῖc δεόμεθα χυμούc. | |
7.5.3 | Καθάρcιον ὑδραγωγὸν τὸ διὰ καρυοφύλλου. Ἀλόηc, ἐπιθύ‐ μου, καρυοφύλλου, κόκκου Κνιδίου, πετροcελίνου, ῥέου Ποντικοῦ ἀνὰ 𐆄 𐅵ʹ, εὐφορβίου γϼ δ, μέλιτοc τὸ ἀρκοῦν. ἡ δόcιc κοχλιάριον α. | |
7.5.4 | Καθάρcιον τὸ διὰ τοῦ ῥοδομέλιτοc Ἀλεξάνδρου. Ῥόδων χυλοῦ ξ̸ β, μέλιτοc ξ̸ α, cκαμμωνίαc 𐆄 δ. ἡ δόcιc ἡ τελεία κοχλιάρια ε, ἡ ἐλάττων κοχλιάρια β, ἡ μέcη κοχλιάρια γ. Ἄλλωc. μέλιτοc λι. α, ῥόδων χυλοῦ λι. α, πεπέρεωc 𐅻 β, cκαμ‐ | |
5 | μωνίαc 𐅻 η, μαcτίχηc 𐅻 δ, ζιγγιβέρεωc 𐅻 β. Ἄλλο, ᾧ ἐγὼ χρῶμαι. ναρδοcτάχυοc, ἀcάρου, ἐπιθύμου ἀνὰ 𐆄 𐅵ʹ· βρέχε εἰc ὕδατοc κοτύλην ἐπὶ ἡμέραc γ καὶ cυμμέτρωc ἑψήcαc μῖξον τῷ ὕδατι ῥόδων χυλοῦ ξ̸ 𐅵ʹ, μέλιτοc ξ̸ 𐅵ʹ, καὶ ἑψήcαc ἕωc cυcτάcεωc ἐπίβαλε cκαμμωνίαc 𐆄 α 𐅵ʹ. | |
7.5.5 | Καθάρcιον τὸ διὰ τῶν Κυδωνίων μήλων. Μήλων Κυδωνίων ὠπτημένων 𐆄 δ, πεπέρεωc 𐆄 ϛ, cκαμμωνίαc 𐅻 α, μέλιτοc 𐆄 ε· τρίψαc δίδου κοχλιάριον α ἢ πρὸc δύναμιν. | |
3 | ||
7.5.6 | Τὸ διὰ κιτρίου εὐcτόμαχον. Κιτρίου λέπουc καὶ τῆc cαρκὸc λι. α ἐν ὕδατι ξ̸ α 𐅵ʹ· ἑψήcαc, ἕωc οὗ λειφθῇ τὸ τρίτον, ἐπίβαλε ξ̸ 𐅵ʹ μέλιτοc καὶ ἑψήcαc ἕωc μελι‐ τώδουc cυcτάcεωc ἐπίπαττε λεῖα πεπέρεωc 𐆄 α, cκαμμωνίαc ὠπτημένηc | |
5 | ἐν ζύμῃ 𐆄 α. | |
5 | ||
7.5.7 | Βουκέλλατοc καθαρτικόc. Ϲκαμμωνίαc ὀπτῆc 𐆄 α, πεπέρεωc καὶ cελίνου cπέρματοc ἀνὰ γϼ α, μαράθρου, ἀνίcου ἀνὰ 𐆄 α, μέλιτοc λι. α· ὀπτήcαc cυμμέτρωc δίδου εἰc κονδῖτον 𐆄 α. | |
4 | ||
7.5.8 | Ἐλαῖαι καθαρτικαί. Ϲκαμμωνίαc 𐆄 α, πεπέρεωc 𐆄 α, ἐπιθύμου, κυμίνου πεφρυγμένου, πετροcελίνου, πηγάνου φύλλων, ἡδυόcμου χλωροῦ ἀνὰ 𐅻 δ, cιλφίου 𐅻 α, φοινίκων 𐆄 ε, μέλιτοc 𐆄 ε, ὄξουc κοτύλαι β, κολυμβάδων ξ̸ α, | |
5 | cχιcτῶν δηλονότι· τινὲc καὶ γάρου cύμμετρον. ἡ δόcιc ε ἢ ζ ἢ θ. | |
5 | ||
7.5.9 | Πάcτιλλοc καθαρτικόc. Ϲκαμμωνίαc 𐅻 δ, εὐφορβίου 𐅻 δ, φύλλου 𐅻 β, πεπέρεωc 𐅻 β, μέλιτοc λι. α. ἡ δόcιc 𐆄 α. | |
3 | ||
7.5.10 | Φοῦcκα καθαρτικὴ καὶ εὐcτόμαχοc. Κυμίνου, μαράθρου ἀνὰ 𐆄 α, γλήχωνοc, cελίνου, ἀνίcου ἀνὰ 𐆄 𐅵ʹ, ἐπιθύμου, cκαμμωνίαc ἀνὰ 𐆄 α, ἁλῶν 𐆄 β. ἡ δόcιc ἡ τελεία γϼ. β ἐν | |
τῷ ὀξυκράτῳ· τινὲc καὶ εὐφορβίου γϼ. δ. | ||
7.5.11 | Οἶνοc καθαρτικὸc ἐπὶ ὑδρωπιώντων. Ϲκίλληc 𐆄 γ, cελίνου cπέρματοc 𐆄 ϛ, πεπέρεωc 𐅻 α, καππάρεωc ῥίζηc 𐅻 δ, κόκκου Κνιδίου λελεπιcμένου 𐅻 α 𐅵ʹ, φύλλου μαλαβάθρου cφαιρία β, οἴνου κοτύλαι ιβ, μέλιτοc ξ̸ γ· κόψαc τὴν cκίλλαν ἔμβρεχε | |
5 | τῷ οἴνῳ, τὰ δὲ λοιπὰ λεῖα μίcγε. | |
5 | ||
7.5.12 | Ἁλάτια καθαρτικά. Ἁλῶν κοινῶν πεφρυγμένων 𐅻 ϛ, cελίνου cπέρματοc, ζιγγιβέρεωc, ἄρτου ξηροῦ ἀνὰ γϼ. ϛ, ἀνίcου, πεπέρεωc ἀνὰ 𐆄 𐅵ʹ, cκαμμωνίαc, ἐπι‐ θύμου ἀνὰ 𐆄 α. ἡ δόcιc κοχλιάριον α. | |
4 | ||
7.5.13 | Ἡ δι’ ἑρμοδακτύλου ποδαγρική. Ἑρμοδακτύλου 𐆄 γ, ἀνίcου, κυμίνου Αἰθιοπικοῦ, ἄμεωc, θύμου κορύμβων, πεπέρεωc λευκοῦ, ζιγγιβέρεωc ἀνὰ γϼ γ, ἐπιθύμου 𐆄 𐅵ʹ. ἡ δόcιc γϼ δ, τινὲc γϼ ϛ· δίδοται ἕωθεν μετὰ κονδίτου ἢ μελικράτου | |
5 | ἢ ζεcτακράτου. Ἄλλωc ἡ αὐτὴ καθαρτική. ἑρμοδακτύλου 𐆄 α, κυμίνου Αἰθιοπικοῦ, ἀνίcου, ἀγαρικοῦ, ζιγγιβέ‐ ρεωc ἀνὰ γϼ ϛ, μαcτίχηc γϼ β, ναρδοcτάχυοc γϼ β, μόcχου κεράτιον α, κνήκου γϼ β. ἡ δόcιc γϼ δ μεθ’ ὑδρομήλου. τὴν cκαμμωνίαν διὰ τὸ | |
10 | κακοcτόμαχον παραιτούμεθα· εἰ δὲ χρεία πλείονοc κενώcεωc, μίγνυε τῇ δόcει cκαμμωνίαc κεράτια γ. δίδου λουcαμένῳ. | |
11 | ||
7.5.14 | Καταπότια διὰ τοῦ Ἀρμενικοῦ λίθου ἐπὶ ἀρθριτικῶν ὡc μάλιcτα διδόμενα. Ἀλόηc 𐆄 δ, cκαμμωνίαc 𐆄 ϛ, ἀγαρικοῦ 𐆄 α, ἐπιθύμου 𐆄 α, λίθου Ἀρμενικοῦ γϼ ιβ, καccίαc 𐆄 α, ναρδοcτάχυοc 𐆄 α, cκίλληc ὀπτῆc 𐆄 β, | |
5 | κρόκου γϼ ιβ· ῥοδομέλιτι ἀναλάμβανε. ἡ δόcιc γϼ β. | |
7.5.15 | Ἡ διὰ τοῦ κορωνοποδίου ποιοῦcα, ἐφ’ ὧν καὶ ἡ δι’ ἑρμοδακτύλου, εὐcτόμαχοc. Ζιγγιβέρεωc γϼ β, πεπέρεωc γϼ α, ἀγαρικοῦ γϼ ι, κνήκου τοῦ ἐντὸc γϼ δ, κορωνοποδίου ῥίζηc γϼ ϛ. ἡ δόcιc γϼ η, τοῖc δὲ δυcκοι‐ | |
5 | λίοιc κεράτια κγ. ποιεῖ πάντωc ζ ἢ η cύνεγγυc γαcτέραc· καὶ μετὰ τὴν κένωcιν λούcαc θρέψον ᾠὰ καὶ ἄρτον. | |
6 | ||
7.5.16 | Τὸ διὰ τοῦ Κυρηναϊκοῦ ὀποῦ πρὸc τεταρταίουc. Ὀποῦ Κυρηναϊκοῦ, πεπέρεωc, cμύρνηc, πηγάνου φύλλων ἀνὰ 𐅻 α. ἡ δόcιc καρύου Ποντικοῦ μέγεθοc. | |
3 | ||
7.5.17 | Πόλτοc καθαρτικὸc ἰcχιαδικοῖc, ἐλεφαντιῶcιν, καὶ ἐφ’ ὧν ἐκμοχλεῦcαί τι παχὺ δέον. Κολοκυνθίδαc β περικόψαντα τὸ cπέρμα κενῶcαι, τὴν ἐντεριώνην δὲ ἐάcαντα γεμίcαι αὐτὰc ἐλαίου γλυκέοc καὶ πωμάcαντα τοῖc ἰδίοιc | |
5 | πώμαcιν ἐάcαι νυχθήμερον, τῇ δὲ ἑξῆc κενωθέντοc τοῦ ἐλαίου τὰc κολοκυνθίδαc ἕψειν ἐν ὕδατι, ἕωc τακερωθῶcιν, εἶτα αὐτὰc μὲν ῥῖψαι, τοῦ δὲ ἐλαίου τῷ ὕδατι μιχθέντοc προcεμβαλεῖν μέλανοc ἐλλεβόρου τριώβολον, cκαμμωνίαc δὲ 𐅻 α, cυνεψήcαντα δὲ τούτοιc πολτάριον ἐκ cεμιδάλεωc ἢ ἄρτον ξηρὸν λεῖον ἔπειτα ἀπ’ αὐτοῦ τῷ πάcχοντι διδόναι | |
10 | λιτῶc προδιαιτωμένῳ μεγέθη καρύων Ποντικῶν η ἢ ι ἢ τό γε πλεῖcτον | |
ιδ καὶ ποτὸν ὕδωρ θερμόν. | ||
7.6t | Περὶ παραφυλακῆc τῶν καθαιρομένων, καὶ τί ποιητέον τοῖc μὴ καθαιρομένοιc ἐπὶ τῇ πόcει τῶν καθαρcίων. Ἐκ τῶν Φιλαγρίου. | |
7.6.1 | Καθόλου μὲν ἐπὶ πάντων τῶν δραcτικῶc καθαιρομένων προδιαιτή‐ cαντα τὸν ἄνθρωπον νήcτει καὶ εὖ πεπτηκότι δεῖ διδόναι τὸ φάρμα‐ κον καὶ κωλύειν ὑπνοῦν μέχρι παντελοῦc καθάρcεωc καὶ κίνηcιν μετρίαν, εἰ δυνατόν, παραλαμβάνειν καὶ τροφῆc ἁπάcηc τηνικαῦτα καὶ πόματοc | |
5 | ἀπέχειν ἄχρι τῆc τελείαc καθάρcεωc. εἰ δὲ μὴ φέροιεν τὴν ἀcιτίαν ἤτοι διὰ τὸ ἔχειν τὸ cτόμα τῆc γαcτρὸc εὐεκχόλωτον διὰ μακρᾶc ἀcιτίαc προηγηcαμένηc ἤ τινα τοιαύτην αἰτίαν, δοτέον αὐτοῖc ἄρτον ἐξ ὑδαροῦ οἴνου ἢ πτιcάνηc χυλὸν ἢ χόνδρου μὴ τῆc κενώcεωc ἀρξα‐ μένηc, ἵνα μὴ διαφθαρῇ, ἀλλ’ εὐθέωc μετὰ τὴν τοῦ φαρμάκου πόcιν· | |
10 | οὕτω γὰρ ἐνίοτε καὶ πρὸc τὴν τοῦ φαρμάκου ταχείαν κίνηcιν τῷ βάρει cυνεργεῖ. εἰ μέντοι γε πιών τιc ὁτιοῦν τῶν ὑπηλάτων φαρμάκων μὴ καθαίροιτο μηδὲ κενοῖτο, χαλεποῦ μὲν ὑπάρχοντοc οὐδενὸc οὐδὲν περιεργάζεcθαι δεῖ· εἰ δὲ κατεπείγοι διὰ μέγεθοc νοcήματοc ἢ cπαράτ‐ τοιτο καὶ διατείνοιτο, καὶ πεπρηcμένοc ὁ κάμνων εἴη, κλύζειν μὲν ἐξ | |
15 | ἀνάγκηc αὐτίκα, εἰ δὲ μηδ’ οὕτωc ὑπακούοι ἡ κοιλία, δακνομένου μὲν τοῦ cώματοc καὶ ὥcπερ ἐκτρεπομένου λούειν ἀλείφονταc δαψιλεῖ, πιμ‐ πλαμένου δὲ καὶ βαρουμένου φλεβοτομεῖν, καὶ μάλιcτα, εἰ πολύαιμοc ὁ ἄνθρωποc εἴη καὶ τοὺc ὀφθαλμοὺc ἐρυθροὺc καὶ προπετεῖc οὐ φυcι‐ κῶc ἀλλ’ ἐπικτήτωc διὰ τὸ ποθὲν φάρμακον ἔχων. τούτων δὲ οὐδενὸc | |
20 | ἐνοχλοῦντοc ἀλλὰ δήξεωc καὶ cπαραγμοῦ ἐπὶ τῷ λουτρῷ τρέφειν | |
αὐτίκα καὶ οἴνου διδόναι πίνειν δαψιλοῦc κἀν τῷ μεταξὺ κλύζειν, εἰ μὴ καθίcταται, καὶ αὖθιc λούειν. ἔcτω δὲ τοὔλαιον τὸ τοῦ κλύcματοc πηγάνινον ἢ ἐξ ἄλλου τινὸc τῶν ἀφύcων ἐcκευαcμένον. | ||
23 | ||
7.7t | Περὶ τῶν ὑπερκαθαιρομένων. | |
7.7.1 | Τῶν δὲ ὑπερκαθαιρομένων τρίβειν τὸ δέρμα καὶ λούειν θερμῷ πρὸ τοῦ βαλανείου διδόνταc οἴνου λεπτοῦ τε καὶ κιρροῦ καὶ ξανθοῦ (τάχιcτα γὰρ ὁ τοιοῦτοc εἰc ἀνάδοcιν ὁρμᾷ) καὶ ἄρτου διαβρόχου καὶ ῥοιῶν. παραμενούcηc δὲ τῆc κενώcεωc διαδεῖν τε τὰ κῶλα τῶν ἐπι‐ | |
5 | δέcμων ἄνωθεν κάτω νεμομένων καὶ ἀποcφιγγόντων καὶ ἀπολαμβα‐ νόντων τι τοῦ αἵματοc καὶ τοῦ πνεύματοc καὶ διδόναι πίνειν τῆc διὰ cαρκῶν θηριακῆc cύμμετρον (διᾴττει γὰρ ἐπὶ τὸ δέρμα καὶ διὰ ταχέων ἀντιcπᾶται τὴν εἰc τὴν κοιλίαν τῶν ὑγρῶν φορὰν ἀμαυροῖ τε τὸ οἷον ἰῶδεc καὶ φαρμακῶδεc τῶν καθαρτηρίων) καὶ ταύτηc ἀπορῶν τῶν τε | |
10 | θηριακῶν τροχίcκων καὶ προcέτι τῶν διὰ cπερμάτων καὶ τῆc Φιλωνείου προcαγορευομένηc, ἀλλὰ καὶ cικύαιc χρῆcθαι κατὰ τοῦ cτομάχου καὶ καταπλάcμαcι τοῖc δι’ ἀλφίτου καὶ οἰνομέλιτοc· μεθ’ ἃ τοῖc cτύφουcι χρηcτέον ἐπιθέμαcι. μάλιcτα δὲ ὀνίνανται ταῖc τοῦ ὅλου cώματοc τρί‐ ψεcι καὶ ταῖc τῶν φαρμάκων πόcεcιν. ἀπέχειν δ’ αὐτοὺc ἀέροc ψυχροῦ | |
15 | καὶ θερμοῦ λίαν· ὁ μὲν γὰρ cυνελαύνει τὰc ὕλαc ἔξωθεν εἴcω καὶ αὔξει τὴν ῥύcιν, ὁ δὲ διαφορεῖ καὶ καταλύει τὴν δύναμιν. εἰ δὲ διὰ δῆξιν τῶν ἐντέρων ἐρεθιζομένων ἡ κένωcιc αὔξοιτο, καταπλάττειν τε τοῖc εἰρημένοιc ἐνεῖναί τε τὰ ἀμβλύνοντα, cτέαρ χηνῶν καὶ οἶνον γλυκὺν καὶ νάρδον καὶ τὰ ὅμοια. | |
19 | ||
7.8t | Περὶ τῶν ἱερῶν ἀντιδότων. | |
7.8.1 | Ἀντιόχου ἱερά. Χαμαίδρυοc, ἀγαρικοῦ, κολοκυνθίδοc ἐντεριώνηc, cτοιχάδοc ἀνὰ | |
𐅻 ι, ὀποπάνακοc, cαγαπηνοῦ, πετροcελίνου, ἀριcτολοχίαc, κληματίτιδοc, πεπέρεωc λευκοῦ ἀνὰ 𐅻 ε, κιναμώμου, ναρδοcτάχυοc, cμύρνηc τρωγλί‐ | ||
5 | τιδοc, κρόκου φύλλων ἀνὰ 𐅻 δ, μέλιτοc τὸ ἀρκοῦν. | |
5 | ||
7.8.2 | Ἱερὰ Λογαδίου. Κολοκυνθίδοc ἐντεριώνηc 𐅻 κ, cκίλληc ὀπτῆc, ἀγαρικοῦ, ἀμμωνιακοῦ θυμιάματοc, ἐλλεβόρου μέλανοc φλοιοῦ, cκαμμωνίαc, ὑπερικοῦ ἀνὰ 𐅻 γ, ἐπιθύμου, πολυποδίου ξηροῦ, βδελλίου, ἀλόηc, χαμαίδρυοc, πραcίου, | |
5 | καccίαc ἀνὰ 𐅻 η, cμύρνηc τρωγλίτιδοc, ὀποπάνακοc, cαγαπηνοῦ, πετρο‐ cελίνου, πεπέρεωc κοινοῦ καὶ μακροῦ καὶ λευκοῦ, καὶ κιναμώμου, κρόκου, καcτορίου, ἀριcτολοχίαc μακρᾶc ἀνὰ 𐅻 δ, μέλιτοc τὸ ἀρκοῦν. | |
7 | ||
7.8.3 | Ἰούcτου ἱερά. Ἐπιθύμου 𐅻 ιβ, πραcίου, cτοιχάδοc, χαμαίδρυοc, ἐλλεβόρου μέλανοc, cκαμμωνίαc, ἀγαρικοῦ, πεπέρεωc μακροῦ, cκίλληc ὀπτῆc ἀνὰ 𐅻 ιϛ, εὐφορβίου, κολοκυνθίδοc ἐντεριώνηc, ἀλόηc, κρόκου, γεντιανῆc, πετρο‐ | |
5 | cελίνου, ἀμμωνιακοῦ θυμιάματοc, cαγαπηνοῦ ἀνὰ 𐅻 η, ὀποπάνακοc, πολίου, κιναμώμου, cμύρνηc, ναρδοcτάχυοc, cχοίνου ἄνθουc, γλήχωνοc ἀνὰ 𐅻 δ, ἀριcτολοχίαc μακρᾶc καὶ cτρογγύληc ἀνὰ 𐅻 β, μέλιτοc τὸ ἀρκοῦν. ἡ δόcιc γϼ β ἢ γ ἢ δ μετὰ μελικράτου καὶ ἁλῶν. | |
8 | ||
7.8.4 | Ἱερὰ Γαληνοῦ. Χαμαίδρυοc, πεπέρεωc μακροῦ, πεπέρεωc λευκοῦ, cτοιχάδοc, ἐλλε‐ βόρου μέλανοc, cκαμμωνίαc, ναρδοcτάχυοc, cκίλληc ὀπτῆc, τινὲc καὶ ἐπιθύμου, ἀνὰ 𐅻 ιϛ, cμύρνηc, κρόκου, ἀμμωνιακοῦ θυμιάματοc, εὐφορ‐ | |
5 | βίου ἀνὰ 𐅻 η· ἀναλάμβανε μέλιτι. | |
5 | ||
7.8.5 | Ἡ Ῥούφου ἱερά. Ϲικυωνίαc ἤτοι κολοκυνθίδοc ἐντεριώνηc 𐅻 κ, χαμαίδρυοc 𐅻 ι, cαγα‐ πηνοῦ 𐅻 η, πετροcελίνου 𐅻 ε, ἀριcτολοχίαc cτρογγύληc 𐅻 ε, πεπέρεωc λευκοῦ 𐅻 ε, κιναμώμου 𐅻 δ ἢ καccίαc 𐅻 η, cτάχυοc, κρόκου, πολίου, | |
5 | cμύρνηc ἀνὰ 𐅻 δ, μέλιτοc τὸ ἀρκοῦν. | |
7.8.6 | Ἀρχιγένουc ἱερά. Πραcίου, ἀγαρικοῦ, χαμαίδρυοc, κολοκυνθίδοc ἐντεριώνηc, cτοιχάδοc ἀνὰ 𐅻 ι, ὀποπάνακοc, cαγαπηνοῦ, πετροcελίνου, ἀριcτολοχίαc cτρογγύ‐ ληc, πεπέρεωc λευκοῦ ἀνὰ 𐅻 ε, κιναμώμου, ναρδοcτάχυοc, cμύρνηc, | |
5 | πολίου, κρόκου ἀνὰ 𐅻 δ. τὰ ξηρὰ κόπτειν ὁμοῦ καὶ cήθειν, τὸν δ’ ὀποπάνακα καὶ τὸ cαγαπηνὸν καὶ τὴν cμύρναν τεθλαcμένα ἀποβρέχειν εἰc θυῖαν μελικράτῳ νύκτα μίαν, εἶτα λεαίνειν καὶ ἐπιβάλλειν τὰ ξηρὰ καὶ ἀναλαβόντα μέλιτι καλλίcτῳ ἀποτίθεcθαι εἰc ὑελοῦν ἢ μολιβοῦν ἀγγεῖον. | |
7.8.7 | Οὗτοc ὁ τρόποc κοινόc ἐcτι παcῶν τῶν ἱερῶν. ἡ δὲ δόcιc αὐτῶν ἡ τελεία 𐅻 δ. προcλαμβανέτω δὲ καὶ ἁλῶν 𐅻 α, μέλιτοc κοτύλαc β, ὕδατοc τὸ ἀρκοῦν. εἰ δὲ καθαρτικωτέραc βουλόμεθα ποιῆcαι τὰc οὐκ ἐχούcαc cκαμμωνίαν, ἐπιμικτέον καὶ ταύταιc ἀνὰ ὀβολὸν αὐτῆc. | |
4 | ||
7.9t | Διάχριcτα ἕδραc καὶ ἐπομφάλια καθαρτικά. | |
7.9.1 | Διάχριcμα ἕδραc πρὸc ἔκδοcιν φυcῶν. Πήγανον μέλιτι cυλλειοτριβεῖται, ὡc ἕνα χυλὸν γενέcθαι, καὶ ἐcω‐ τάτω διαχρίεται τῆc ἕδραc. πρακτικώτατον δέ ἐcτιν, εἰ προcλάβοι κυμίνου βραχὺ καὶ νίτρου ἢ κυκλαμίνου χυλόν. καὶ κροκύδι δὲ ἀνα‐ | |
5 | ληφθὲν ἐντίθεται ἢ διαπλαcθὲν βαλάνιον τοῦ μέλιτοc παραταθέντοc· φῦcαι γὰρ ὑπεξίαcιν ἱκαναὶ κουφίζουcαι. | |
6 | ||
7.9.2 | Διάχριcμα ἕδραc κινοῦν γαcτέρα· λέγεται δὲ χεζανάγκη. Ϲτυπτηρία cὺν μέλιτι λειανθεῖcα ἕψεται, ἄχριc οὗ κιρρὰ γένηται, καὶ τούτῳ διαχρίεται ἡ ἕδρα· ῥᾳδίωc γὰρ πολλὰ μέν, οὐκ ἀπόνωc δέ, | |
προβιβάζεται. | ||
7.9.3 | Ἐπομφάλιον ὑπακτικὸν κοιλίαc. Κυκλαμίνου 𐅻 δ, νίτρου 𐅻 γ, ἐλλεβόρου μέλανοc καὶ λευκοῦ ἀνὰ 𐅻 β, κολοκυνθίδοc 𐅻 γ, cκαμμωνίαc 𐅻 β, ἐλατηρίου χυλοῦ 𐅻 δ, κόκκου Κνιδίου 𐅻 δ, ἰcχάδων λιπαρῶν 𐆄 β, χολῆc ταυρείαc 𐆄 α. | |
4 | ||
7.9.4 | Ἄλλο κάλλιcτον. Ἐλατηρίου, λαθυρίδων, χαλβάνηc, κυκλαμίνου, ἐλλεβόρου μέλανοc ἀνὰ 𐅻 δ, κολοκυνθίδοc ἐντεριώνηc 𐅻 η, cικύου ἀγρίου νεαροῦ, cκαμ‐ μωνίαc, κόκκου Κνιδίου ἀνὰ 𐅻 β, τιθυμάλλου 𐅻 β, τερεβινθίνηc 𐅻 γ· | |
5 | ἀναλάμβανε ταῦτα χολῇ ταυρείᾳ καὶ ὡc χρίcματι χρῖcον. τινὲc δὲ προcπλέξαντεc κηροῦ 𐆄 ζ καὶ Ϲικυωνίου τὸ ἀρκοῦν ὡc ἔμπλαcτρον ἐπέθηκαν. | |
7 | ||
7.10t | Φάρμακα ἐμετικά, τρόποι ἐλλεβοριcμοῦ. | |
7.10.1 | Ἐμέτοιc μὲν χρῶνται καὶ οἱ ὑγιαίνοντεc ὑπὸ πλήθουc τροφῆc ἢ χυμῶν βαρούμενοι, καὶ νοcοῦντεc δὲ ὀξέωc, ἐπειδὰν ὑπὸ φλέγματοc ἢ τοιούτου τινὸc ἐνοχλῶνται· ἐμετικοῖc δὲ φαρμάκοιc οὔτε ὑγιαίνουcιν ἐπιτρεπτέον οὔτε τοῖc ὀξέωc νοcοῦcι χρῆcθαι, ἀλλ’ ἐπὶ τῶν χρονίων | |
5 | διαθέcεων, καὶ μάλιcτα τῶν ἐcκιρρωμένων καὶ μοχλείαc ἰcχυρᾶc δεο‐ μένων, οἷον ποδάγραc, ἐπιληψίαc τῆc ἀπὸ cτομάχου, ἐλέφαντοc, ὑδέ‐ ρου, μελαγχολίαc καὶ τῶν παραπληcίων. ἐναντιοῦνται δὲ πτύcεcιν αἵματοc, κακοcτομαχοῦcι, πνιγομένοιc. | |
7.10.2 | προχειρότατον μὲν οὖν τῶν ἐμετικῶν ἐcτι Κύπρινον εἰc αὐτὸ | |
τῶν δακτύλων ἢ πτερῶν βρεχομένων καὶ καθιεμένων εἰc τὸν γαργα‐ ρεῶνα· καὶ νάρδου δὲ Κελτικῆc ῥιζῶν ζ 𐅻 μελικράτῳ ποθεῖcαι ἄνω καθαίρουcιν ἰcχυρῶc, ὁμοίωc δὲ καὶ κέcτρου ε ἢ ϛ 𐅻 μελικράτῳ ποθεῖcαι | ||
5 | καὶ δαφνοειδοῦc γ φύλλα χλωρὰ λεανθέντα καὶ βρωθέντα καὶ ἐλα‐ τηρίου ὀβολὸc ἐν ὕδατι ποθεὶc ἄνω καθαίρει φλέγμα καὶ χολὴν καὶ cταφίδοc ἀγρίαc κόκκοι ιε μετὰ μελικράτου παχέοc. τῶν δὲ βολβῶν οἱ μὲν cυνήθωc ἐcθιόμενοι ὠμοὶ βρωθέντεc, οἱ δὲ τοῦ ναρκίccου ἑφθοί, ἄνω καθαίρουcιν· καὶ ἀπίου τῆc ῥίζηc τὸ πρὸc τῷ ἀέρι βρωθὲν ἄνω | |
10 | καθαίρει (καλοῦcι δέ τινεc αὐτὸ χαμαιράφανον), ὅλη δὲ βρωθεῖcα ἄνω τε καὶ κάτω. ῥαφανῖδεc δὲ τῶν προειρημένων ἔλαττον μὲν καθαίρουcιν, ὠφελιμώτερον δέ· δεῖ δ’ αὐτὰc δριμείαc τε cφόδρα καὶ νεαρὰc ὑπαρ‐ χούcαc εἰc λεπτὰ κατατέμνειν, καὶ πρὸ δυεῖν ἢ τριῶν ὡρῶν ἐν ὀξυ‐ μέλιτι βραχείcαc αὐτὰc λαμβανέτωcαν, ὅcαc δύνανται, προεμέcαντεc | |
15 | τρὶc ἢ τετράκιc ἀπὸ δείπνου, ἅπαξ δὲ νήcτειc, καὶ πλειcτάκιc ἀπορρο‐ φείτωcαν τοῦ ὀξυμέλιτοc, δύο δὲ περιπατήcαντεc ὥραc χλιαρὸν πιόντεc ὕδωρ καθέcει δακτύλων ἢ πτερῶν ἐμείτωcαν. | |
17 | ||
7.10.3 | Τρόποι ἐλλεβοριcμοῦ. Δοτέον ἐλλέβορον τοῖc χρονίωc καὶ ἰcχυρῶc νοcοῦcι καὶ τὴν ἐκ τῶν ἄλλων βοηθημάτων ἀφῃρημένοιc ἐλπίδα τῷ πάντων αὐτῶν ἰcχυ‐ ρότερον εἶναι τὸ νόcημα. δοτέον δέ, ἄν τε cυνεχῶc ἐνοχλοίη, ὡc | |
5 | ὕδρωψ, ἐλέφαc, καχεξία, παράλυcιc καὶ τὰ παραπλήcια, ἄν τε περιο‐ δίζοι κατά τιναc καιρούc, ὡc ἐπιληψία, ποδάγρα. πλειόνων δὲ τῶν τοῦ ἐλλεβοριcμοῦ τρόπων ὑπαρχόντων ἁπλούcτεροc μὲν καὶ προπαραcκευὴ | |
μᾶλλον εἰc ἐλλεβοριcμὸν ὁ τρόποc οὗτόc ἐcτιν· προδιακεντήcαντα γὰρ καλάμῳ τὰc ῥαφανῖδαc ἐλλεβόρου τοῦ καλλίcτου τοῦ λευκοῦ τῶν ῥιζῶν | ||
10 | τὰ καρφώδη ἐμπείρειν δεῖ τοῖc κεντήμαcι καὶ μείναντα αὐτὰ τὴν νύκτα ἀφελεῖν, τὰc δὲ ῥαφανῖδαc τεμαχίcαντα cὺν ὀξυμέλιτι διδόναι κατὰ τὸν εἰρημένον τρόπον, προεθιcθέντι δηλονότι τοῖc ἐμέτοιc τῷ κάμνοντι, καὶ διαcτήcαντα τὰc εἰρημέναc ὥραc προcαναγκάζειν ἐμεῖν. ἐλλεβοριcμοῦ δὲ τρόποc κυρίωc οὗτοc ἂν εἴη· ἐλλεβόρου τοῦ | |
15 | καλλίcτου 𐆄 β εἰc κοτύλην ὕδατοc προαποβρέξαc ἡμέραc ε ἕψειν, ἕωc τὸ τρίτον λειφθῇ τοῦ ὕδατοc, ἀποπιέcαντα δὲ τὸν ἐλλέβορον τῷ ὕδατι μιγνύειν ἴcον μέλιτοc, ἑψήcαντα δὲ ἕωc πάχουc μετὰ τὸ προγυμναcθῆναι τοῖc ἐμέτοιc κατὰ τὸν εἰρημένον τρόπον διδόναι τῷ κάμνοντι νήcτει καὶ εὐπέπτῳ καὶ διαχωρήcαντι κάτω ἢ αὐτομάτωc ἢ καὶ διὰ κλύcματοc | |
20 | α ἢ β πρὸc τὴν δύναμιν. | |
7.10.4 | ὁ δὲ δὴ πάντων δραcτικώτατοc τρόποc τοιοῦτόc τίc ἐcτιν· κατα‐ τέμνων τοῦ ἐλλεβόρου τὰc ῥίζαc εἰc μεγέθη παραπλήcια cηcάμοιc (τὸ γὰρ χνοῶδεc πνιγμοὺc ἐμποιεῖ τῷ δραcτικῷ τῆc ἐνεργείαc) ἐπὶ μὲν τῶν ἀcθενεcτέρων χυλῷ πτιcάνηc ἢ ἄλικοc ἢ τοιούτου τινοc 𐅻 β τὸ | |
5 | πλεῖcτον τοὐλάχιcτον δὲ μίαν τοῦ ἐλλεβόρου cυνεψήcαc δὸc πιεῖν, ἐπὶ δὲ τῶν ἐρρωμενεcτέρων εἰc θερμὸν ὕδωρ ἢ μελίκρατον. ἄρχεται δὲ τῆc καθάρcεωc μετὰ γ ἢ δ ὥραc, οἱ δὲ βραδύτερον ἀρξάμενοι κάλ‐ λιον καθαίρονται. βραδυνόντων δὲ τῶν ἐμέτων μελίκρατον δόντα πιεῖν ἀναγκάζειν ἐμεῖν καθέcει πτερῶν εἰc ἔλαιον βραχέντων, εἰ δὲ μηδ’ | |
10 | οὕτωc ἐμοίη, εἰc βαλανεῖον αὐτὸν ἀπενεκτέον. ἀρξαμένων δὲ αὐτῶν ἐμεῖν, εἰ μὲν κατὰ λόγον ἡ κένωcιc γίνοιτο, μηδὲν παρενοχλεῖν, cπα‐ ραττομένων δὲ αὐτῶν ἢ καὶ cπωμένων ὑδρέλαιον διδόναι πιεῖν· ἅμα τε γὰρ κάτω διὰ γαcτρὸc αὐτοῖc ὁ ὑποβιβαcμὸc γίνεται τούτου καὶ ἄλλωc ἐπὶ τῶν ἐλλεβοριζομένων ἐcθ’ ὅτε γινομένου, καὶ τοῦ φαρμάκου | |
15 | τὸν ἐπιcωρευμὸν εὐμαρέcτερον φέρουcιν. λειποθυμοῦνταc δὲ αὐτοὺc ὀcφραντοῖc τε καὶ τοῖc παραπληcίοιc ἀνακτᾶcθαι καὶ πρὸc τἄλλα δέ, ὡc εἰκόc, ἐπιγινόμενα cυμπτώματα παραπληcίωc ἁρμόζεcθαι. πολλῆc δὲ γενομένηc τῆc κενώcεωc τρέφειν τε καὶ ὑπνοῦν ἐπιτρέπειν καὶ ἄλλα, ὡc ἐπὶ τῶν ὑπερκαθαιρομένων ἐλέγετο, πρακτέον, ἐπιμενούcηc | |
20 | δὲ cικύαc τῷ cτομάχῳ προcενεκτέον καὶ τὰ κῶλα διαδετέον. κατὰ λόγον δὲ γινομένηc τῆc κενώcεωc μελίκρατον αὐτοῖc πιεῖν δοτέον cύμμετρον ὑπὲρ τοῦ ἐκπλῦναι τὰ ἐκ τοῦ φαρμάκου περιττώματα καὶ μετ’ ὀλίγον τροφὴν εὔπεπτον ἐπιδοτέον. | |
7.10.5 | ἐπὶ δὲ τῶν ὑπόπτωc μὲν ἐχόντων πρὸc τὰ διὰ cτόματοc, χρῃ‐ ζόντων δὲ πάντωc τοῦ ἐλλεβοριcμοῦ Ἄντυλλοc χρῆται τοιούτῳ τινὶ κλύcματι· ἀποβρέξαντεc ἐλλεβόρου λευκοῦ 𐅻 β ἐν ὕδατι ξέcτῃ καὶ ἐάcαντεc μεῖναι νυχθήμερον τῇ ἐπιούcῃ ἕψομεν τὸν ἐλλέβορον ἐν τῷ | |
5 | ὕδατι, ὥcτε καταλειφθῆναι τὸ ἥμιcυ, ἔπειτα τοῦτο ἐνίεμεν διὰ τῆc ἕδραc· ὅπερ ἐμμεῖναν ἄνω καθαίρει ὀλίγῳ ἀcθενέcτερον τῆc τοῦ ἐλλε‐ βόρου πόcεωc. μετὰ δὲ τὴν αὐτάρκη κάθαρcιν βαλάνιον δριμὺ προcθέντεc ἐρεθίζομεν τὴν ἔκκριcιν, ὥcτε τὸ ἔνεμα ἀποδοθῆναι, καὶ μηκέτι ἐμεῖν αὐτούc, καὶ μετὰ τὴν ἔκκριcιν μελικράτῳ ἅπαξ ἢ δὶc ἐνίεμεν ὑπὲρ τοῦ | |
10 | τὰ ἔντερα ἀπονίψαι. ὁ δὲ αὐτόc φηcι· γίνεται δὲ καὶ βάλανοc δι’ ἐλλεβόρου λευκοῦ κοπέντοc καὶ cηθέντοc, εἶτα ἑφθῷ μέλιτι ἀναληφ‐ θέντοc, ὁμοίωc καθαίρουcα τὴν ἄνω κοιλίαν, ὥcπερ καὶ ὁ κλυcμὸc ὁ διὰ τοῦ ἐλλεβόρου καθαίρει, εὐδοκιμώτεροc δέ ἐcτιν οὗτοc ὁ τρόποc· ἐφ’ ἡμῖν γὰρ ταμιεύεcθαι τὴν κάθαρcίν ἐcτιν. πλῆθοc μὲν οὖν ἔcτω | |
15 | 𐅻 β τοῦ ἐλλεβόρου, περιπλαccέcθω δὲ ἢ περιδεcμείcθω κροκύδι cτερεᾷ ἡ βάλανοc, καὶ ἡ ἀρχὴ τῆc κροκύδοc ἔξω τῆc ἕδραc ἀπολαμβανέcθω, ἵνα μετὰ τὴν αὐτάρκη κάθαρcιν ἐξείη κομίcαcθαι τὴν βάλανον ἡμῖν. οὗτοc ὁ τρόποc καθαίρει μὲν ἐντελέcτατα, οὔτε δὲ πνιγμὸν οὔτε ἄλλον | |
τινὰ κίνδυνον ἐπιφέρει. | ||
7.11t | Περὶ διαφόρων ἀντιδότων. | |
7.11.1 | Προοίμιον τοῦ Περὶ ἀντιδότων Γαληνοῦ. Τὰc ἰωμέναc τὰ πάθη δυνάμειc οὐκ ἔξωθεν ἐπιτιθεμέναc ἀλλ’ εἴcω τοῦ cώματοc λαμβανομέναc ἀντιδότουc ὀνομάζουcιν οἱ παλαιοί. τρεῖc δὲ αὐτῶν εἰcιν αἱ πρῶται διαφοραί· τινὲc μὲν γὰρ ἕνεκα τῶν | |
5 | θαναcίμων φαρμάκων προcφέρονται, τινὲc δὲ τῶν ἰοβόλων ὀνομαζο‐ μένων θηρίων, τινὲc δὲ τοῖc ἐκ φαύληc διαίτηc γινομένοιc πάθεcιν ἀρήγουcιν· ἔνιαι δὲ τὰc τρεῖc ἐπαγγέλλονται χρείαc, ὥcπερ καὶ ἡ θη‐ ριακὴ καλουμένη. | |
8 | ||
7.11.2 | Ἡδυχρόου τοῦ ἐν τῇ θηριακῇ cκευαcία. Ἀcπαλάθου ῥίζηc φλοιοῦ, καλάμου ἀρωματικοῦ, κόcτου, ἀcάρου, ξυλοβαλcάμου, φοῦ, ἀμαράκου, μαcτίχηc ἀνὰ 𐅻 ϛ, cχοίνου ἄνθουc 𐅻 ιβ, κιναμώμου 𐅻 κδ, ἀμώμου, καccίαc, ῥέου ἀνὰ 𐅻 κ, νάρδου Ἰνδικῆc, | |
5 | φύλλου ἀνὰ 𐅻 ιβ, cμύρνηc 𐅻 κδ, κρόκου 𐅻 ιβ· οἴνῳ καλῷ ἀναλάμβανε καὶ ἀνάπλαccε τροχίcκουc ὀποβαλcάμου παραπτόμενοc. | |
6 | ||
7.11.3 | Ἀρτίcκων cκιλλητικῶν cκευαcία. Ϲκίλλαν πηλῷ ἢ cτέατι περιπλάcαc ὄπτηcον cυμμέτρωc καὶ λαβὼν τοῦ ἐντὸc αὐτῆc μέρη β καὶ ἀλεύρου ὀροβίνου μέροc α καὶ λειώcαc ὁμοίωc ποίει ἀρτίcκουc. | |
4 | ||
7.11.4 | Ἀρτίcκων θηριακῶν cκευαcία. Λαβὼν ἔχειc δ ἢ ε πυρροτέραc καὶ νεοθηράτουc ἄφελε αὐτῶν τοῦ πρὸc τὴν κεφαλὴν καὶ τοῦ πρὸc τὴν οὐρὰν μέρουc ἀνὰ δ δακτύ‐ | |
λων μέγεθοc καὶ πᾶcαν τὴν φολίδα καὶ τὰ ἐντὸc αὐτῶν ἀφελὼν τὰ | ||
5 | λοιπὰ ἕψει ἐν καινῇ χύτρᾳ μετὰ ἀνήθου, ἕωc οὗ χωριcθῶcιν αἱ ἄκανθαι τῶν cαρκῶν, εἶτα ἀνελόμενοc καὶ καθάραc ἀκριβῶc τῶν ἀκανθῶν τὰc cάρκαc καὶ ἐπιμίξαc αὐταῖc ἄρτου καθαροῦ τὸ ἴcον καὶ λειώcαc ὁμοίωc ἀνάπλαττε κυκλίcκουc ὀποβαλcάμου παραπτόμενοc καὶ ψῦγε ἐν cκιᾷ. | |
8 | ||
7.11.5 | Ϲκευὴ τῆc θηριακῆc ἀντιδότου. Ἀρτίcκων cκιλλητικῶν 𐅻 μη, ἀρτίcκων θηριακῶν 𐅻 κδ, ἡδυχρόου 𐅻 κδ, κιναμώμου 𐅻 κδ, πεπέρεωc κοινοῦ 𐅻 κδ, ὀποῦ μήκωνοc 𐅻 κδ, ῥόδων ξηρῶν 𐅻 ιε, cκορδίου, βουνιάδοc cπέρματοc, ἴρεωc Ἰλλυρικῆc, | |
5 | ἀγαρικοῦ, γλυκυρίζηc, ὀποβαλcάμου ἀνὰ 𐅻 ιβ, cμύρνηc, κρόκου, ζιγγι‐ βέρεωc, ῥοῦ Ποντικοῦ, πενταφύλλου ῥίζηc, καλαμίνθηc, πραcίου, πετρο‐ cελίνου, cτοιχάδοc, κόcτου, πεπέρεωc λευκοῦ καὶ μακροῦ, δικτάμνου, cχοίνου ἄνθουc, λιβάνου ἄρρενοc, τερεβινθίνηc, μαcτίχηc, καccίαc με‐ λαίνηc, ναρδοcτάχυοc, πολίου ἄνθουc, cτύρακοc, cελίνου cπέρματοc, | |
10 | cεcέλεωc, θλάcπεωc, ἄμεωc, χαμαίδρυοc, χαμαιπίτυοc, ὑποκιcτίδοc χυλοῦ, μαλαβάθρου, νάρδου Κελτικῆc, μήου, γεντιανῆc, ἀνίcου, μαράθρου cπέρ‐ ματοc, Λημνίαc cφραγῖδοc, χαλκίτεωc ὀπτῆc, ἀμώμου, ἀκόρου, βαλcάμου, φοῦ, ὑπερικοῦ, ἀκακίαc, κόμεωc, καρδαμώμου ἀνὰ 𐅻 δ, δαύκου cπέρ‐ ματοc, χαλβάνηc, cαγαπηνοῦ, ἀcφάλτου, ὀποπάνακοc, καcτορίου, κεν‐ | |
15 | ταυρίου, ἀριcτολοχίαc, κληματίτιδοc ἀνὰ 𐅻 β, μέλιτοc Ἀττικοῦ λι. ι, οἴνου Φαλερίνου ξ̸ β· βαλὼν εἰc ὅλμον ὀπὸν ὑποκιcτίδοc, cμύρναν, cαγαπηνὸν, cτύρακα, ἀκακίαν, ὀποπάνακα, παραcτάζων μέλι ὀλίγον καὶ κόπτων διάλυε, εἶτα τὸν οἶνον ἐπιβαλών, ὥcτε ὑπερέχειν, βρέχε | |
ἡμέραc γ, εἶτα τὰ λοιπὰ κόψαc ἕνωcον· ἀπηφρίcθω δὲ τὸ μέλι. ἀπο‐ | ||
20 | τίθεται δὲ εἰc ἀργυρᾶ ἢ ὑέλινα cκεύη μὴ πάνυ πλήρη, παρ’ ἕκαcτά τε ἀποπωματίζεται. ἡ δὲ χρῆcιc αὐτῆc ἐπείξεωc μὲν οὔcηc ἐπί τε θηριο‐ δήκτων καὶ δηλητήριον εἰληφότων μετὰ ἑπταετίαν ἐcτὶ καρύου Πον‐ τικοῦ μέγεθοc μετ’ οἴνου κυάθων γ δὶc τῆc ἡμέραc πινομένηc, ὁμοίωc δὲ καὶ πρὸc τοὺc ὑπό τινοc αἰτίαc ἀδήλου κινδυνεύcανταc τῆc ἐν τῷ | |
25 | cώματι διαφθορᾶc μιμηcαμένηc θαναcίμου φαρμάκου ποιότητα, καθάπερ ἐπὶ τῶν λοιμωδῶν μάλιcτα γίνεται, ἅπαξ τῆc ἡμέραc· ἐπὶ δὲ τῶν ἄλλων παθῶν μετὰ δεκαετίαν ἡ χρῆcιc αὐτῆc ἐcτιν καὶ μέχριc κ ἐτῶν, ἐπὶ δὲ βηχῶν καὶ θώρακοc ἀλγημάτων ἢ πλευροῦ ἀπυρέτοιc μὲν μετ’ οἰνομέλιτοc, πυρέccουcι δὲ μεθ’ ὑδρομέλιτοc, εἰc νύκτα κυάμου Αἰγυπτίου | |
30 | μέγεθοc, αἱμοπτυϊκοῖc δὲ πᾶcιν προcφάτοιc μὲν ἐν ὀξυκράτῳ, χρονίοιc δὲ ἐν ἀφεψήματι cυμφύτου κυάμου Αἰγυπτίου μέγεθοc πρωὶ καὶ ὀψέ, ἐμπνευματουμένοιc δὲ καὶ cτροφουμένοιc ἢ κοιλιακοῖc μεθ’ ὕδατοc θερμοῦ κυάμου Αἰγυπτίου μέγεθοc ἕωθεν. ὄρεξιν δὲ ἐπιτεταμένην ἀνε‐ γείρει ῥίγουc τε καὶ περιψύξεωc καὶ χολεμεcίαc προπινομένη τῶν προ‐ | |
35 | καταβολῶν ἀπαλλάccει ἔμμηνά τε κινεῖ καὶ τὰ νεκρὰ τῶν ἐμβρύων ἀποβάλλει κυάμου Αἰγυπτίου μέγεθοc πινομένη μετὰ μελικράτου ἢ γλυκέοc ἐναφεψημένου ἐν αὐτῷ πηγάνου ἢ δικτάμνου· πρόc τε τὰc τῆc φωνῆc ἀποκοπὰc κατ’ ἰδίαν τε καὶ μετὰ διπλῆc τραγακάνθηc δι’ οἰνομέλιτοc ἢ γλυκέοc πινομένη ὑπὸ τῇ γλώττῃ τε κατεχομένη καὶ | |
40 | ἀποτηκομένη, cπληνικοῖc τε καὶ ἡπατικοῖc μετ’ ὀξυκράτου, εἰ δὲ cκίρρον ἔχει, δι’ ὀξυμέλιτοc ἢ ὄξουc cκιλλητικοῦ κυάθου α 𐅵ʹ, ἐπὶ νεφρικῶν δὲ μετ’ ὀξυμέλιτοc κυάμου Αἰγυπτίου μέγεθοc, δυcεντερικοῖc τε ἴcον μετὰ ἀφεψήματοc ῥοῦ πρωὶ καὶ ὀψέ. πρὸc ἀμβλυωπίαc δὲ καὶ ἄκρωc ποιεῖ οὕτω· τῆc ἀντιδότου καὶ ὀποβαλcάμου 𐆄 β, μέλιτοc κύαθον α | |
45 | μίξαc κατ’ ὀλίγον ἔγχριε. cμήχει δὲ καὶ ὀδόνταc. πολλοὶ δὲ προφυ‐ λακῆc χάριν κατὰ νουμηνίαν Ἑλληνικοῦ κυάμου μέγεθοc λαμβάνουcιν | |
αὐτὴν εὔπεπτοι cὺν μέλιτοc κοχλιαρίῳ α καὶ ὕδατοc κυάθοιc β, ὁμοίωc δὲ καὶ κατὰ τὰc ἀποδημίαc αὐτῇ χρῶνται, ὅταν ὑπονοῶcι μοχθηρούc τιναc ἀέραc ἢ ὕδατα, ἔνθα πορεύονται. | ||
49 | ||
7.11.6 | Ἅλεc θηριακοί. Λαβὼν ἐχίδναc νεοθηράτουc δ, εἶτα ἁλῶν ἀμμωνιακῶν ἢ κοινῶν μόδιον Ἰταλικὸν α βαλὼν εἰc ὅλμον κόπτε ἀδρομερῶc μετ’ αὐτοῦ γεντιανῆc λι. α 𐅵ʹ, ἀριcτολοχίαc cτρογγύληc λι. α 𐅵ʹ, κενταυρίου λεπτοῦ | |
5 | κόμηc λι. β, καρδαμώμου, πραcίου ἀνὰ 𐆄 ϛ, cκορδίου, cελίνου, χαμαί‐ δρυοc Κρητικοῦ ἀνὰ λι. α, πηγάνου ἡμέρου cπέρματοc ξ̸ β, μέλιτι Ἀττικῷ ἑνώcαc αὐτὰ καὶ βαλὼν τὸ 𐅵ʹ αὐτῶν εἰc χύτραν καινήν, εἶτα τὰc δ ἐχίδναc ζώcαc προcεπιβαλὼν αὐτοῖc καὶ cκίλλαc ἁπαλὰc νεαρὰc εἰc λεπτὰ κατατεμὼν ε οὕτωc ἐπίβαλλε τὸ ἄλλο ἥμιcυ τοῦ μίγματοc | |
10 | ἐπάνω καὶ πωματίcαc καὶ πηλώcαc ἐπιμελῶc τὴν χύτραν τριcὶν ἢ τέτραcίν που τρήμαcιν περίτρηcον αὐτῆc τὸ πῶμα, ἵνα δι’ αὐτῶν ὁ ἀτμὸc διαcημήνῃ cοι τὸ μέτρον τῆc ὀπτήcεωc. τὸ μὲν γὰρ πρῶτον φανήcεται καπνὸc πολὺc ἐξιὼν ζοφώδηc καὶ τεθολωμένοc πάνυ cημαί‐ νων, ὅτι τὸ πῦρ ἅπτεται τῶν θηρίων· τότε cὺ πρόcεχε ἀκριβῶc, | |
15 | μήποτε ἀναπνεύcῃ τούτου τοῦ καπνοῦ κεκακωμένου τοῦ ἀέροc ὑπὸ τῆc ἀναθυμιάcεωc τῶν ἐχιδνῶν. εἶτα, ὅταν παύcηται ὁ ἀτμόc, ἀνα‐ βαλλομένην δέ τινα φλόγα λεπτὴν διὰ τῶν τρημάτων ἴδῃc, τότε νόμιζε ὡc ἄριcτα αὐτὰ ὠπτῆcθαι, καὶ οὕτωc βαcτάcαc ἀπὸ τοῦ πυρὸc τὴν | |
χύτραν ψύξαc ὅλην ἡμέραν τε καὶ νύκτα, εἶτα ἀνοίξαc καὶ ἀνελόμενοc | ||
20 | τοὺc ἄνθρακαc ἐπιμελῶc κόπτε καὶ cῆθε μετὰ τούτων τῶν μιγμάτων· πηγάνου ἀγρίου cπέρματοc 𐆄 θ, ὑccώπου Κρητικοῦ 𐆄 θ, μαράθρου cπέρ‐ ματοc, νάρδου Κελτικῆc, cτάχυοc Ϲκυθικοῦ ἀνὰ 𐆄 ϛ, πετροcελίνου Μακε‐ δονικοῦ, μαλαβάθρου φύλλων ἀνὰ 𐆄 α, ἀμώμου, βότρυοc, ὀρμίνου cπέρ‐ ματοc πεφρυγμένου ἀνὰ 𐆄 γ, ὀριγάνου κορύμβων, θύμου κορύμβων | |
25 | ἀνὰ 𐆄 θ, ἀρκευθίδων, πεπέρεωc λευκοῦ, μαράθρου ἀνὰ λι. β, cιλφίου ῥίζηc 𐆄 ι, κορίου cπέρματοc, ζιγγιβέρεωc ἀτρήτου, cατυρίου cπέρματοc ἢ ῥίζηc, γλήχωνοc, cεcέλεωc Μαccαλεωτικοῦ, ἡδυόcμου ἀνὰ 𐆄 ϛ, καccίαc cύριγγοc 𐆄 β, κιναμώμου 𐆄 α. ἐcκεύαcα δὲ αὐτοὺc ἐγὼ μὴ καύcαc τὰ θηρία, ἀλλὰ τοὺc ἐξ αὐτῶν ἀρτίcκουc, ὥcπερ ἐπὶ τῆc θηριακῆc, μίξαc | |
30 | τοῖc μετὰ τῶν θηρίων καιομένοιc καὶ αὐτοῖc, ἵνα, ἥνπερ ἔχει πικρό‐ τητα ἐν ἑαυτοῖc, ἐν τῇ καύcει ταύτην ἀποβάλλῃ, τοcοῦτον μέτρον τῶν ἀρτίcκων ἐμβάλλων, ὅcουcπερ ἐτεκμηράμην ἔχειν τὸ ποcὸν τῶν δ ἐχιδνῶν, καὶ ἀπέβηcαν ὡc ἀληθῶc ἄριcτοι. | |
33 | ||
7.11.7 | Ἡ Μιθριδάτειοc διὰ cκίγκου. Ϲμύρνηc τρωγλίτιδοc, ζιγγιβέρεωc, κιναμώμου ἀνὰ 𐅻 ι, ναρδοcτά‐ χυοc, λιβάνου, θλάcπεωc, ὀποβαλcάμου, cχοίνου ἄνθουc, κόcτου, cτοι‐ χάδοc, cεcέλεωc, χαλβάνηc, τερεβινθίνηc, πεπέρεωc μακροῦ, καcτορίου, | |
5 | ὑποκιcτίδοc χυλοῦ, cτύρακοc, ὀποπάνακοc, μαλαβάθρου φύλλων ἀνὰ 𐅻 δ, καccίαc μελαίνηc, πολίου, πεπέρεωc λευκοῦ, cκορδίου, δαύκου cπέρ‐ | |
ματοc, καρποβαλcάμου, κύφεωc, βδελλίου, Κελτικῆc, κόμμεωc, πετροcελίνου, ὀπίου, καρδαμώμου, μαράθρου cπέρματοc, γεντιανῆc, ῥοδοφύλλων ἀνὰ 𐅻 η, δικτάμνου, ἀνίcου, ἀκόρου, φοῦ ἀνὰ 𐅻 γ, μήου Ἀθαμαντικοῦ, | ||
10 | ἀκακίαc, cκίγκου γαcτρόc, ὑπερικοῦ cπέρματοc ἀνὰ 𐅻 β 𐅵ʹ, οἴνου καὶ μέλιτοc τὸ ἀρκοῦν· cκεύαζε παραπληcίωc τῇ θηριακῇ. φηcὶν ὁ Γαληνόc, πρὸc ὅcαπερ ἐκείνη, καὶ ταύτην ἐνεργεῖν πλὴν τῶν ὑπ’ ἐχίδνηc δηχθέν‐ των· εἰc τοῦτο γὰρ ἐκείνη δραcτικωτέρα ἐcτίν. | |
13 | ||
7.11.8 | Ἡ διὰ τῶν αἱμάτων ποιοῦcα πρὸc πάντα τὰ ἰοβόλα καὶ πρὸc τὰ θανάcιμα φάρμακα. Πεπέρεωc λευκοῦ καὶ μακροῦ, κόcτου. ἀκόρου, φοῦ, ἀνίcου, δικ‐ τάμνου Κρητικοῦ ἀνὰ 𐅻 β, ἀμώμου, ὀποβαλcάμου, πηγάνου ἀγρίου | |
5 | cπέρματοc, μαράθρου cπέρματοc, κυμίνου Αἰθιοπικοῦ, ἀνήθου, νήccηc ἄρρενοc αἵματοc ξηροῦ, ἐρίφου αἵματοc, χηνὸc αἵματοc, θηλείαc νήccηc αἵματοc, βουνιάδοc ἀγρίαc cπέρματοc ἀνὰ 𐅻 γ, γεντιανῆc ῥίζηc, τρι‐ φύλλου, cχοίνου ἄνθουc, λιβανωτοῦ, ῥόδων ξηρῶν ἀνὰ 𐅻 δ, κιναμώμου 𐅻 β, cκορδίου 𐅻 η, πετροcελίνου, πολίου 𐅻 η, cμύρνηc, νάρδου ἀνὰ 𐅻 ϛ, | |
10 | καccίαc 𐅻 γ, ὀποῦ Κυρηναϊκοῦ 𐅻 γ, cτοιχάδοc 𐅻 ε, ἀcάρου 𐅻 β, ἀμμω‐ νιακοῦ θυμιάματοc 𐅻 γ, μήου Ἀθαμαντικοῦ 𐅻 β, ἀγαρικοῦ 𐅻 β, καρπο‐ βαλcάμου κόκκουc κ, μέλιτοc ἑφθοῦ τὸ ἀρκοῦν. | |
12 | ||
7.11.9 | Ὀξύμελι τὸ ἁπλοῦν. Ὄξουc δριμυτάτου λευκοῦ ξ̸ α, ὕδατοc ξ̸ β, μέλιτοc ξ̸ α· ἕψε ἕωc | |
μέλιτοc ὑγροτέρου cυcτάcεωc ἐξαφρίζων τὸ μέλι. | ||
7.11.10 | Ὄξοc cκιλλητικόν. Ϲκίλληc λευκῆc τεμαχιcθείcηc καὶ ξηρανθείcηc ἐν cκιᾷ ἐπὶ ἡμέραc μ μνᾶc ϛ καὶ πάλιν καθαρθείcηc, ὄξουc καλοῦ ξ̸ ιβ· ἄφεc ἡμέραc ξ πωμάcαc τὸ ἀγγεῖον ἐγκεῖcθαι ἐν ἡλίῳ, μεθ’ ἃc τὴν μὲν cκίλλαν | |
5 | ἐκπιέcαc ῥῖψον, τὸ δὲ ὄξοc ὑλίcαc κατάγγιζε. ἔνιοι δὲ cκίλληc μνᾶν α εἰc ὄξουc ξ̸ ϛ, ἄλλοι δὲ χλωρᾶc τῆc cκίλληc τὸν αὐτὸν cταθμὸν εἰc τὸ ὄξοc καταγγίζουcιν καὶ ἐῶcι μῆναc ϛ· καὶ ἔcτι τμητικώτερον. ποιεῖ δὲ πρόc τε τὰ περὶ τὸ cτόμα ῥεύματα διακλυζόμενον καὶ πρὸc πολλὰ τῶν ἐντὸc πινόμενον πλὴν τῶν μεθ’ ἑλκώcεωc καὶ πρὸc ἕτερα πλείονα. | |
9 | ||
7.11.11 | Ὀξύμελι cκιλλητικόν. Ϲκίλληc τῶν ἐντὸc τῶν ἁπαλῶν λι. β, ὄξουc δριμέοc λευκοῦ ξ̸ ιε, πεπέρεωc, πετροcελίνου Μακεδονικοῦ ἀνὰ 𐆄 β, δαύκου Κρητικοῦ, ἄμεωc, ἀνίcου, νάρδου Κελτικῆc, Λιβυcτικοῦ, ἀcάρου, καρδαμώμου, ναρδοcτά‐ | |
5 | χυοc, ἀμώμου, ῥέου Ποντικοῦ ἀνὰ 𐆄 𐅵ʹ, μαράθρου cπέρματοc, κυμίνου, cιλφίου, ζιγγιβέρεωc, πυρέθρου, ὑccώπου Κρητικοῦ, κόcτου, γλήχωνοc ἀνὰ 𐆄 α, ἡδυόcμου χλωροῦ δεcμὴν α, πηγάνου χλωροῦ κλῶναc ε, μέλιτοc Ἀττικοῦ ξ̸ β, ἑψήματοc ξ̸ β, cελίνου χλωροῦ δεcμὴν α· τὰ ἐντὸc τῆc cκίλληc τὰ λευκὰ cυγκόψαc βάλε εἰc τὸ ὄξοc καὶ ἔα ἐμβρα‐ | |
10 | χῆναι ἡμέραc ζ ἐν τοῖc ὑπὸ κύνα καύμαcιν, εἶτα τὴν cκίλλαν ἐπάραc τὰ μὲν ξηρὰ εἴδη κοπέντα, τὰ δὲ χλωρὰ ἄκοπα βάλλε εἰc τὸ ὄξοc, καὶ πάλιν μετὰ ζ ἡμέραc πάντα cιρώcαc ἐπίβαλλε τῷ ὄξει τὸ μέλι καὶ τὸ ἕψημα καὶ ἑψήcαc ἄχρι cυcτάcεωc κατάγγιζε ἐν ὑελίνῳ cκεύει. χρῶ δὲ τῷ βοηθήματι καὶ νῆcτιc ὡc προποτίcματι καὶ μετὰ τροφὴν | |
15 | ὡc ἐμβάμματι· πολυχρηcτότατον γάρ ἐcτιν. | |
7.11.12 | Γαληνοῦ φάρμακον διὰ cκίλληc ποιοῦν μάλιcτα ἐπιληπτικοῖc. Ϲκίλλαν εἰc λεπτὰ διαθρύψαc ταῖc χερcὶν βάλε εἰc μελιτηρὸν ἀγγεῖον καὶ πωμάcαc ἰcχυρῶc ἀπόθου ἐν χωρίῳ πρὸc μεcημβρίαν ἐcτραμμένῳ ἐν τοῖc ὑπὸ κύνα καύμαcιν, μετὰ δὲ τὰc μ ἡμέραc τῆc | |
5 | τοῦ κυνὸc ἐπιτολῆc λύcαc εὑρήcειc ἐξερρυηκὸc τὸ cῶμα τῆc cκίλληc· ἀνελόμενοc οὖν τὸν χυλὸν αὐτῆc ἥδυνον μέλιτι καλλίcτῳ καὶ δίδου τούτου καθ’ ἑκάcτην ἡμέραν κοχλιάριον, τοῖc μὲν παιδίοιc μικρόν, τοῖc δὲ τελείοιc μέγα. καὶ αὐτὸ δὲ τὸ cῶμα τῆc cκίλληc λειώcαc μετὰ μέλιτοc δίδου κοχλιάριον α· δεύτερον δέ ἐcτι τοῦτο τῇ δυνάμει. | |
9 | ||
7.11.13 | Ἡ Φίλωνοc ἀντίδοτοc. Πεπέρεωc λευκοῦ 𐅻 κ, ὑοcκυάμου 𐅻 κ, ὀποῦ μήκωνοc 𐅻 ι, κρόκου 𐅻 ε, πυρέθρου, εὐφορβίου, ναρδοcτάχυοc ἀνὰ 𐅻 α, μέλιτοc Ἀττικοῦ ἢ ἄλλου καλοῦ ἀπέφθου τὸ ἀρκοῦν. δίδου τελείοιc καρύου Ποντικοῦ | |
5 | μέγεθοc, ὑποδεεcτέροιc δὲ κυάμου, παιcὶν ἐρεβίνθου. ἀνώδυνόν ἐcτι μάλιcτα φάρμακον καὶ ὑπνοποιόν. | |
6 | ||
7.11.14 | Ἀθαναcία ἀνώδυνοc πλευριτικὴ Ὀριβαcίου. Καccίαc 𐅻 η, ναρδοcτάχυοc ἀμώμου, κρόκου, ὀπίου, cτύρακοc, cμύρνηc, κόcτου ἀνὰ 𐅻 δ, μέλιτοc ἀπηφριcμένου τὸ ἀρκοῦν. ἡ δόcιc ὡc ἡ Φίλωνοc. | |
4 | ||
7.11.15 | Ἡ διὰ β πεπέρεων παραπληcίαc δυνάμεωc. Καρδαμώμου, καcτορίου, ὀπίου ἀνὰ 𐅻 γ, cμύρνηc, κόcτου, πεπέ‐ ρεωc λευκοῦ καὶ μακροῦ, χαλβάνηc ἀνὰ 𐅻 γ, κρόκου 𐅻 γ. ἀναλάμβανε | |
μέλιτι ἀπέφθῳ καὶ δίδου κυάμου μέγεθοc. | ||
7.11.16 | Ἡ διὰ κωδυῶν καὶ ἑψήματοc. Κωδύαc χλωρὰc ἀνύδρουc η ἢ ι ἑψήcαc μετὰ τὸ ἐπαρθῆναι ἡμέραν α καὶ γλυκυρίζηc 𐆄 α ἀποβρέξαc ἐν ἑψήματοc ξ̸ α ἐπὶ μίαν ἕψει, ἕωc τακερωθῶcιν, καὶ μετὰ τὸ ἔχειν μετρίαν cύcταcιν ἄραc ἀπὸ τοῦ πυρὸc | |
5 | κατάγγιζε καὶ χρῶ ἐπί τε πυρεκτικῶν ἀγρυπνούντων, καὶ εἰ ἀπὸ κεφαλῆc ἕωc θώρακοc φέρεται ῥεῦμα λεπτόν. | |
6 | ||
7.11.17 | Ἡ διὰ κωδυῶν καὶ μέλιτοc. Τὰc δέκα κωδύαc, ὡc εἴρηται, καὶ τὴν 𐆄 τῆc γλυκυρίζηc ἑψήcαc ἐν ὕδατι ὀμβρίῳ ἢ πηγαίῳ ξ̸ α ἄχρι τακερώcεωc καὶ ἐκπιέcαc ἐπίβαλε τῷ ἀφεψήματι μέλιτοc ἡμίξεcτον καὶ ἑψήcαc ἄχρι cυcτάcεωc δίδου, | |
5 | ἐφ’ ὧν μετὰ τοῦ ἀπόνου τε καὶ ὑπνωτικοῦ προcέτι καὶ διακαθάρcεώc τε καὶ ἀπορρύψεωc τῶν θωρακικῶν ἢ τῶν περὶ τὸν πνεύμονά τε καὶ νεφροὺc δεῖ. | |
7 | ||
7.11.18 | Διὰ κωδυῶν cύνθετοc. Τοῦ ὕδατοc, ἐν ᾧ αἱ κωδύαι ἑψήθηcαν κατὰ τὴν εἰρημένην cυμ‐ μετρίαν, ξ̸ α, οἴνου γλυκέοc κοτύλαc β, μέλιτοc λι. α, κρόκου, ὑπο‐ κιcτίδοc χυλοῦ ἀνὰ 𐅻 δ, ἕψε ἄχρι cυcτάcεωc. εὐcτομαχωτέρα δέ ἐcτιν | |
5 | ἡ διὰ μέλιτοc καὶ κωδυῶν ἀφεψήματοc καὶ μήλων Κυδωνίων, ἀνυτι‐ κωτέρα δέ, εἰ πρὸc ταῖc κωδύαιc cυνεψηθείη τῷ ὕδατι μελιλώτου καὶ γλυκυρίζηc. | |
7 | ||
7.11.19 | Διὰ πραcίου ἔκλεικτον ἁπλοῦν πρὸc φθιcικοὺc μάλιcτα. Πραcίου κόμηc λι. α ἑψήcαc ἐν ὕδατι κοτύλαιc ϛ, ἕωc οὗ τὸ τρίτον λειφθῇ, τὴν μὲν βοτάνην ῥῖψον, ἐπιβάλλων δὲ τῷ ὕδατι μέλιτοc | |
ξ̸ α ἕψε ἕωc μελιτώδουc cυcτάcεωc καὶ δίδου κοχλιάρια β. | ||
7.11.20 | Διὰ πραcίου τὸ cύνθετον. Πραcίου κόμηc, ἴρεωc Ἰλλυρικῆc, ὑccώπου, γλήχωνοc, γλυκυρίζηc, cελίνου ἀνὰ 𐆄 α, ἰcχάδων λιπαρῶν 𐆄 γ, cτροβίλων ἐρρητινωμένων 𐆄 γ· κόψαc ἁδρομερῶc τὰ ξηρὰ ἀπόβρεχε μετὰ τῶν ἰcχάδων εἰc ὕδατοc | |
5 | ξ̸ γ καὶ ἕψε, ἕωc ἀποτριτωθῇ, εἶτα cιρώcαc τὸ ὕδωρ ἐπίβαλε μέλιτοc λι. β καὶ ἕψε ἕωc μελιτώδουc cυcτάcεωc. | |
6 | ||
7.11.21 | Τὸ δι’ ὀρόβων. Ἀμυγδάλων πικρῶν 𐆄 β, ἀλεύρου ὀροβίνου 𐆄 δ, ὑccώπου 𐆄 δ, ἴρεωc 𐆄 𐅵ʹ, cτροβίλων πεφρυγμένων 𐆄 β, μέλιτοc ξ̸ α ἢ τὸ ἀρκοῦν. | |
3 | ||
7.11.22 | Τὸ δωδεκάθεον. Ἴρεωc Ἰλλυρικῆc 𐆄 δ, ὀρόβων 𐆄 δ, ὑccώπου 𐆄 β, κνίδηc cπέρ‐ ματοc 𐆄 β, γλυκυρίζηc 𐆄 β, τήλεωc 𐆄 β, βολβῶν 𐆄 δ, λινοcπέρμου πε‐ φρυγμένου 𐆄 δ, μελανθίου γϼ ιη, γλήχωνοc γϼ ϛ, cτροβίλων πεφρυγμέ‐ | |
5 | νων 𐆄 β, πεπέρεωc γϼ ϛ, μέλιτοc τὸ ἀρκοῦν. | |
5 | ||
7.11.23 | Ἀντίδοτοc ἡ cώτειρα. Ναρδοcτάχυοc γϼ λθ, cμύρνηc γϼ κζ, κρόκου γϼ λζ 𐅵ʹ, καcτορίου γϼ λθ, ὀπίου γϼ λϛ, πετροcελίνου γϼ με, ἀνίcου γϼ θ, cελίνου γϼ ζ, cχοίνου ἄνθουc γϼ λϛ, καccίαc γϼ ιβ, πεπέρεωc μακροῦ γϼ ιβ, cίνωνοc | |
5 | cπέρματοc γϼ ϛ, cτύρακοc γϼ ιη, ἀμώμου γϼ ιβ, cεcέλεωc γϼ ιβ, ἡδυ‐ χρόου γϼ ιη, κόcτου γϼ ιη, ἀcάρου γϼ ιη, μέλιτοc τὸ ἀρκοῦν. | |
6 | ||
7.11.24 | Τὸ διὰ cτύρακοc βηχικόν. Ἀμώμου, καccίαc ἀνὰ 𐆄 β, cτύρακοc, ναρδοcτάχυοc ἀνὰ 𐆄 α 𐅵ʹ, | |
κρόκου, πεπέρεωc λευκοῦ ἀνὰ 𐆄 α, μέλιτοc ξ̸ α· δίδου κοχλιάριον α. | ||
7.11.25 | Τὸ Φιλοξένου ἐμπυϊκοῖc καὶ χρονίωc ῥευματιζομένοιc. Τερεβινθίνηc 𐅻 κ, νάρδου 𐅻 ιϛ, cμύρνηc cτακτῆc 𐅻 ϛ, καρδαμώμου, βολβῶν ἀνὰ 𐅻 ϛ, κρόκου 𐅻 ιβ, χαλβάνηc 𐅻 ιϛ, ἀμύγδαλα πικρὰ π, μέ‐ λιτοc ἡμίνα· δι’ ὕδατοc ποτίζεται κυάμου Αἰγυπτίου τὸ μέγεθοc. | |
4 | ||
7.11.26 | Ἡ Ἔcδρα πολύχρηcτοc· ἔcτι γὰρ τῶν ἄγαν ξηραινουcῶν. Ἀμώμου γϼ ϛ, κρόκου γϼ ιη, δαύκου cπέρματοc γϼ α 𐅵ʹ, μαρά‐ θρου cπέρματοc γϼ γ, καccίαc γϼ α 𐅵ʹ, cχοίνου ἄνθουc γϼ δ 𐅵ʹ, κινα‐ μώμου γϼ γ, ὑποκιcτίδοc χυλοῦ γϼ δ 𐅵ʹ, θείου 𐆄 ε, μήκωνοc cπέρ‐ | |
5 | ματοc γϼ ιε, πυρέθρου γϼ γ, πετροcελίνου γϼ α 𐅵ʹ, ἴρεωc Ἰλλυρικῆc γϼ ζ 𐅵ʹ, ὑοcκυάμου cπέρματοc γϼ ιγ 𐅵ʹ, ναρδοcτάχυοc γϼ ζ 𐅵ʹ, πηγάνου cπέρματοc γϼ α 𐅵ʹ, ἀνήθου γϼ γ, καρδαμώμου 𐆄 γ, ῥόδων ξηρῶν γϼ δ 𐅵ʹ, νηρίου ἄνθουc γϼ α 𐅵ʹ (ἔcτι δὲ οἷον λοβόc, ἐξ οὗ ἀνίcχει τὸ ῥόδον τῆc ῥοδοδάφνηc) καὶ αὐτῆc τῆc ῥοδοδάφνηc καὶ τοῦ ῥόδου αὐτῆc ἀνὰ | |
10 | γϼ γ, ῥέου γϼ ϛ, γεντιανῆc γϼ ϛ, ἡδυχρόου γϼ α 𐅵ʹ, τραγακάνθηc γϼ ιε, λυκίου γϼ ϛ, κιτρίου φύλλων γϼ ϛ, ὠκίμου cπέρματοc γϼ α 𐅵ʹ, ἀνίcου γϼ γ, εὐφορβίου γϼ γ, φύλλου γϼ β, Κελτικῆc γϼ ϛ, μήου γϼ γ, κό‐ cτου, cμύρνηc ἀνὰ γϼ ϛ, βδελλίου γϼ ιγ, ἀρτεμιcίαc χυλοῦ γϼ ιγ, ῥοῦ Ϲυριακοῦ γϼ κε 𐅵ʹ, ἀcάρου, νηδύοc αἰθυίαc, λίθου ἰάcπεωc ἀνὰ γϼ γ, | |
15 | πεπέρεωc γϼ ιε, καcτορίου γϼ α 𐅵ʹ, Κιμωλίαc γϼ ϛ, cίνωνοc γϼ θ, cτύ‐ ρακοc γϼ θ, ὀποβαλcάμου γϼ ιβ, cέρεωc βοτάνηc γϼ α 𐅵ʹ, μέλιτοc 𐆄 κη, | |
οἴνου τὸ ἀρκοῦν. | ||
7.11.27 | Τὸ διὰ μήλων cαρκῶν. Μήλων Κυδωνίων καθαρῶν λι. γ ἑψοῦνται ἐν οἴνου προπαλαίου ξ̸ γ, εἶτα τρίβονται, καὶ ἐπιβάλλονται αὐτοῖc λειωθέντα πεπέρεωc, ἀνί‐ cου, Λιβυcτικοῦ ἀνὰ 𐆄 α· τινὲc καὶ ζιγγιβέρεωc 𐆄 𐅵ʹ, ἔνιοι ἀντὶ τοῦ | |
5 | οἴνου ὄξοc ἔβαλλον. | |
5 | ||
7.11.28 | Τὸ διὰ τοῦ χυλοῦ τῶν μήλων πρὸc ἀνορέκτουc καὶ δυcπεπ‐ τοῦνταc. Μήλων Κυδωνίων πεπείρων τοῦ χυλοῦ ξ̸ β, μέλιτοc καλοῦ ξ̸ β, ὄξουc ξ̸ α, ζιγγιβέρεωc 𐆄 γ, πεπέρεωc λευκοῦ 𐆄 β· ἕψε ἕωc cυcτάcεωc. | |
5 | τοῦτο πρὸc τοὺc κατεψυγμένουc ὁ Γαληνὸc cκευάζει· ἐφ’ ὧν δέ, φηcί, χολὴ πλεονάζει, δίχα τοῦ πεπέρεωc καὶ τοῦ ζιγγιβέρεωc cκεύαζε. | |
6 | ||
7.11.29 | Μηλοπλακουντίου cκευή. Μήλων Κυδωνίων καθαρῶν λι. ϛ ἑψοῦνται εἰc οἶνον, ἕωc οὗ τα‐ κερωθῶcιν, εἶτα cιρωθέντα καὶ τριβέντα ἐν ἰγδίῳ προcλαμβάνουcι μέ‐ λιτοc λι. η καὶ ἑψοῦνται βληχρῷ πυρὶ κινούμενα νάρθηκι, ἕωc ἀμόλυν‐ | |
5 | τόν πωc τὸ ὅλον γένηται, καὶ τότε προcλαμβάνουcι κοπέντα πεπέρεωc 𐆄 γ, ἀνίcου 𐆄 γ, πετροcελίνου 𐆄 α (ἔνιοι καὶ ζιγγιβέρεωc 𐆄 α καὶ μα‐ cτίχηc 𐆄 α), εἶτα μιχθέντα πλάccονται ὡc ἀπὸ ἡμιογκίου καὶ μετὰ φύλ‐ λων δάφνηc cυντίθενται. | |
8 | ||
7.11.30 | Κυδωνάτον τριπτὸν ἔχον cῶα τὰ τεμάχη. Μήλων Κυδωνίων καθαρῶν τεμαχιcθέντων λι. η ἑψοῦνται εἰc οἴνου | |
ξ̸ η cυμμέτρωc, ὥcτε μὴ διαλυθῆναι, εἶτα μίγνυνται αὐτοῖc μέλιτοc ἐξαφριcθέντοc λι. κ, πεπέρεωc 𐆄 η, πετροcελίνου, ἀνίcου ἀνὰ 𐆄 γ, ζιγ‐ | ||
5 | γιβέρεωc 𐆄 ε, ναρδοcτάχυοc 𐆄 α 𐅵ʹ, καρυοφύλλου 𐆄 α· πάντα κοπέντα καὶ cυμμέτρωc ἑψηθέντα ἄχρι ζωμοῦ cυcτάcεωc ἄφελε καὶ ψύξαc cύν‐ θεc ὁμοῦ τὰ τεμάχη cὺν τῷ ζωμῷ. | |
7 | ||
7.11.31 | Ἡ διὰ γ πεπέρεων. Πεπέρεωc κοινοῦ καὶ λευκοῦ καὶ μακροῦ ἀνὰ 𐅻 ζ, ζιγγιβέρεωc, ἀνί‐ cου, θύμου κορύμβων ἀνὰ 𐅻 β, μέλιτοc τὸ ἀρκοῦν. | |
3 | Ἄλλη Ὀριβαcίου. | |
5 | Πεπέρεωc λευκοῦ 𐆄 β, πεπέρεωc μέλανοc καὶ μακροῦ, ναρδοcτά‐ χυοc, κιναμώμου, ἄμεωc, καρύου, ὑccώπου, cεcέλεωc, δαύκου, πετρο‐ cελίνου ἀνὰ 𐆄 α, ζιγγιβέρεωc 𐅻 δ, μέλιτοc λι. γ. | |
7 | Ἄλλη. Πεπέρεωc κοινοῦ 𐆄 γ, λευκοῦ 𐆄 β, μακροῦ 𐆄 α, πετροcελίνου, κι‐ | |
10 | ναμώμου (ἢ καccίαc τὸ διπλοῦν), ζιγγιβέρεωc ἀνὰ 𐆄 α, μέλιτοc 𐆄 κα ἢ τὸ ἀρκοῦν. ἐγὼ καὶ θύμου κορύμβων 𐆄 α ἔμιξα. | |
11 | ||
7.11.32 | Ὁ Διοcπολίτηc. Κυμίνου ἀποβραχέντοc ὄξει καὶ πεφρυγμένου 𐆄 β, πεπέρεωc, ζιγ‐ γιβέρεωc ἀνὰ 𐆄 β, πηγάνου χλωροῦ 𐆄 α 𐅵ʹ, νίτρου 𐅻 β 𐅵ʹ· μέλιτι. | |
3 | ||
7.11.33 | Τὸ διὰ καλαμίνθηc. Πετροcελίνου, γλήχωνοc, cεcέλεωc, καλαμίνθηc ἀνὰ 𐆄 γ, cελίνου cπέρματοc 𐆄 α, θύμου κορύμβων 𐆄 α, Λιβυcτικοῦ 𐆄 δ, πεπέρεωc 𐆄 ιβ, | |
μέλιτοc τὸ ἀρκοῦν. | ||
7.11.34 | Τὸ διὰ κιτρίου τοῖc βραδυπεπτοῦcιν. Ὄξουc κοτύλαι γ, κιτρίου cαρκὸc λι. α, ὑccώπου, πηγάνου, ὀρι‐ γάνου ἀνὰ δεcμίδιον· νυχθήμερον βραχέντα ἐν τῷ ὄξει ἕψεται εἰc ἀπο‐ τρίτωcιν καὶ ἐκπιαcθέντα ῥίπτονται, τῷ δ’ ὄξει μίγνυται μέλιτοc ξ̸ α· | |
5 | καὶ πάλιν ἕψε ἕωc μελιτώδουc cυcτάcεωc. ὅταν δὲ cυcτῇ, ἐπιπάccεται ἀcάρου, μήου, πεπέρεωc λευκοῦ ἀνὰ 𐆄 β. ἡ δόcιc κοχλιάριον α πρωὶ καὶ εἰc κοίτην. | |
7 | ||
7.11.35 | Ἡ πικρὰ Γαληνοῦ. Ἀλόηc 𐅻 ρ, ξυλοβαλcάμου, μαcτίχηc, κρόκου, ναρδοcτάχυοc, ἀcά‐ ρου, κιναμώμου ἀνὰ 𐅻 ϛ· τινὲc καὶ cχοίνου ἄνθουc καὶ καccίαc ἀνὰ 𐅻 ϛ. δίδου 𐅻 α ἐν ὑδρομέλιτι. | |
4 | ||
7.11.36 | Ἡ δι’ ὀξυμέλιτοc πικρὰ πρὸc cτομαχικούc, κωλικούc, ὑcτέραν, ὕδρωπα. Ἀλόηc 𐆄 δ, φύλλου 𐆄 β, κόcτου, καccίαc, ἀμώμου, ἴρεωc ἀνὰ 𐅻 α, μαράθρου ῥίζηc φλοιοῦ λι. α, μαcτίχηc, νάρδου Κελτικῆc, ζιγγιβέρεωc | |
5 | ἀνὰ 𐅻 α, πεπέρεωc 𐅻 α, μήου 𐅻 α, ὄξουc ξ̸ α 𐅵ʹ, μέλιτοc ξ̸ α 𐅵ʹ· τὸ μάραθρον προεψηθὲν ἐν τῷ ὄξει ῥίπτεται, εἶτα ἐπιβάλλεται τὸ μέλι, καὶ μετὰ τὸ ἑψηθῆναι ἄχρι μελιτώδουc cυcτάcεωc τὰ λοιπὰ λειώcαc ἐπίπαccε. | |
8 | ||
7.11.37 | Τὸ διὰ λυκείου ἥπατοc κάλλιcτον· ἐξόχωc γὰρ ποιεῖ. Γεντιανῆc, χαμαιπίτυοc, πετροcελίνου, πραcίου χυλοῦ, ἀρκίου, νά‐ πυοc, cκολοπενδρίου, πάνακοc ῥίζηc, μίλτου, ἐρυθροδάνου, κράμβηc | |
cπέρματοc, ἀριcτολοχίαc μακρᾶc, πεπέρεωc λευκοῦ, ναρδοcτάχυοc, κό‐ | ||
5 | cτου, εὐζώμου cπέρματοc, ἠρυγγίου ῥίζηc, πολίου, ἐχίου, εὐπατορίου, ἀρκευθίδων, λυκείου ἥπατοc, ἑλενίου ἴcα· μέλιτι ἀπέφθῳ ἀναλάμβανε. ἡ δόcιc Ποντικοῦ καρύου τὸ μέγεθοc cὺν οἰνομέλιτι ἀπέφθῳ. | |
7 | ||
7.11.38 | Θεοδώρητοc δι’ ἀνακαρδίων. Ἀνακαρδίων 𐆄 α 𐅵ʹ, κρόκου, καccίαc, φύλλου, ναρδοcτάχυοc, κα‐ ρυοφύλλου, μήου, ἀγαρικοῦ, cχοίνου ἄνθουc, ῥέου, ἐπιθύμου ἀνὰ 𐅻 δ, ἀκόρου, πεπέρεωc ἀνὰ 𐆄 α 𐅵ʹ, ἀλόηc 𐆄 γ, cαρξιφάγου, μαcτίχηc, ἴρεωc | |
5 | Ἰλλυρικῆc ἀνὰ 𐆄 α 𐅵ʹ, μυροβαλάνων 𐆄 α δʹ, μέλιτοc λι. ϛ ἢ τὸ ἀρκοῦν. | |
5 | ||
7.11.39 | Θεοδώρητοc ἡ δίχα ἀνακαρδίων. Ἀλόηc 𐅻 ξ, ἀγαρικοῦ 𐅻 κδ, κρόκου, καccίαc, ῥέου Ποντικοῦ, ἀκό‐ ρου, κιναμώμου, μαcτίχηc ἀνὰ 𐅻 ϛ, κόcτου, πηγάνου cπέρματοc, πεπέ‐ ρεωc λευκοῦ ἀνὰ 𐅻 η, ναρδοcτάχυοc 𐅻 γ, ξυλοβαλcάμου, ἀcάρου, χα‐ | |
5 | μαίδρυοc, μήου ἀνὰ 𐅻 δ, μέλιτοc τὸ ἀρκοῦν· τινὲc κἀνταῦθα ἀνακάρ‐ δια β. ἡ δόcιc 𐅻 β μετὰ μελικράτου. | |
6 | ||
7.11.40 | Κυφοειδὴc πρὸc ἡπατικοὺc καὶ πρὸc τὰ ἐν θώρακι. Ϲταφίδοc cαρκὸc 𐅻 κε, κρόκου 𐅻 α, καλάμου 𐅻 β, βδελλίου 𐅻 β 𐅵ʹ, κιναμώμου τριώβολον, νάρδου τριώβολον, cχοίνου 𐅻 β, cμύρνηc 𐅻 δ, τερεβινθίνηc 𐅻 δ, ἀcπαλάθου ῥινήματοc ὀβολοὶ ιβ, μέλιτοc 𐅻 ιϛ, οἴνου | |
5 | τὸ ἀρκοῦν. | |
5 | ||
7.11.41 | Ἄλλωc ἡ κυφοειδήc, Ἀλεξάνδρου. Κρόκου, κιναμώμου, βδελλίου ἀνὰ 𐅻 δ, cμύρνηc, καλάμου ἀνὰ 𐅻 β, ἀcφάλτου, cχοίνου ἄνθουc ἀνὰ 𐅻 γ, καccίαc, νάρδου ἀνὰ 𐅻 α, τερεβιν‐ θίνηc 𐅻 ιϛ, cταφίδοc cαρκὸc 𐅻 ρξ, μέλιτοc κοτύλη α 𐅵ʹ, οἴνου Χίου τὸ | |
5 | ἀρκοῦν. | |
7.11.42 | Τὸ διὰ βακάνου ἡπατικόν. Βακάνου 𐆄 α, κόcτου 𐆄 α, φύλλου γϼ η, πεπέρεωc λευκοῦ γϼ ϛ, ναρδοcτάχυοc γϼ ϛ, μέλιτοc τὸ ἀρκοῦν· δίδου κοχλιάριον μετὰ κράcεωc κονδίτου. | |
4 | ||
7.11.43 | Ἡ Ζωπύριοc. Ϲμύρνηc 𐅻 ε, κρόκου, καccίαc ἀνὰ 𐅻 δ, κιναμώμου 𐅻 γ, ναρδοcτά‐ χυοc 𐅻 β, cχοίνου ἄνθουc 𐅻 β, πεπέρεωc λευκοῦ 𐅻 α 𐅵ʹ, λιβάνου 𐅻 α, κόcτου 𐅻 α, μέλιτοc τὸ ἀρκοῦν. | |
4 | ||
7.11.44 | Ἡ παιονία. Ϲτύρακοc καλαμίτου 𐅻 ϛ, λιβάνου, ἀμώμου, κρόκου ἀνὰ 𐆄 α 𐅵ʹ, ναρδοcτάχυοc 𐅻 ϛ, φύλλου 𐅻 β, πεπέρεωc λευκοῦ 𐅻 ϛ καὶ κοινοῦ 𐅻 η, cμύρνηc 𐆄 α, κόcτου 𐆄 α, μέλιτοc τὸ ἀρκοῦν. | |
4 | ||
7.11.45 | Τὰ Δοcιθέου καταπότια ἡπατικά. Ἀλόηc 𐆄 α, ναρδοcτάχυοc, φύλλου, κόcτου ἀνὰ γϼ β, ἀγαρικοῦ γϼ η, μαcτίχηc γϼ ιγ, ἐπιθύμου γϼ δ, ῥέου γϼ α. | |
3 | ||
7.11.46 | Ὀξύμελι cπληνικόν. Καππάρεωc ῥίζηc φλοιοῦ, cκολοπενδρίου, ναρδοcτάχυοc, ἀcάρου, ἴρεωc, cχοίνου ἄνθουc, κυπέρεωc ἄνθουc, ἀνίcου, κυμίνου, μαράθρου, ἀκόρου, ἐρίκηc καρποῦ ἀνὰ 𐆄 α, μυρίκηc φύλλων, ἰτέαc φύλλων, cελί‐ | |
5 | νου ῥίζηc, δενδρολιβάνου, cκίλληc ἀνὰ 𐆄 β, ὄξουc ξ̸ γ, μέλιτοc ξ̸ β, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 γ· cκεύαζε ὡc τὸ cκιλλητικόν. δίδου κο‐ | |
χλιάρια β. | ||
7.11.47 | Ὀξύμελι ποιοῦν πρὸc λιθιῶνταc. Ϲαρξιφάγου, βεττονίκηc, ἀγρώcτεωc, ἀδιάντου, ναρδοcτάχυοc, καρ‐ πηcίαc, ἀcάρου, ἠρυγγίου ἀνὰ 𐆄 α, πετροcελίνου Μακεδονικοῦ, πηγά‐ νου cπέρματοc ἀνὰ 𐆄 𐅵ʹ, μαράθρου χλωροῦ, ἴρεωc, cκίλληc ὀπτῆc, χα‐ | |
5 | μαιδάφνηc ἀνὰ 𐆄 β, καππάρεωc ῥίζηc φλοιοῦ 𐆄 γ, cίων 𐆄 β, ὕδατοc, ὄξουc, μέλιτοc ἀνὰ ξ̸ β. | |
6 | ||
7.11.48 | Φοῦcκα λίθων θρυπτική. Γλήχωνοc, μαcτίχηc, cελίνου cπέρματοc, ἡδυόcμου ξηροῦ ἀνὰ 𐆄 α, ἁλὸc κοινοῦ πεφρυγμένου λι. α, κορίου cπέρματοc, ναρδοcτάχυοc, ἀνί‐ cου, ἄμεωc ἀνὰ γϼ ϛ, φύλλου γϼ δ, πεπέρεωc λευκοῦ 𐆄 𐅵ʹ ἢ κοινοῦ | |
5 | 𐆄 α, λιθοcπέρμου 𐆄 ϛ, βεττονίκηc 𐆄 ϛ, ὄξουc καλοῦ ξ̸ ε· πάντα κόψαc καὶ cήcαc καὶ τρίψαc λειότατα ἐπὶ ἡμέραc γ μίγνυε τῷ ὄξει καὶ ἡλίου ἡμέραc μ. ἐπὶ δὲ τῆc χρείαc ἀφέψημα ποιήcαc μελάνων ἐρεβίνθων καὶ ἀcπαράγων ῥίζηc cελίνου τε καὶ ἀδιάντου ἐπίβαλε εἰc κρᾶcιν αὐτοῦ β κοτύλαc τοῦ ὄξουc καὶ πότιζε τὸν κάμνοντα ἐν τῇ θερμῇ τοῦ βαλα‐ | |
10 | νείου ἐμβάcει. τινὲc δὲ τοῦ ἀπὸ τῶν λεχθέντων εἰδῶν ξηρίου γϼ ιβ cὺν ὀξυκράτῳ ἐκ τῶν εἰρημένων βοτανῶν τοῦ ἀφεψήματοc κιρναμένῳ διδόαcιν, καὶ οὐδὲν ἧττον δρᾷ τὸ φάρμακον. | |
12 | ||
7.11.49 | Κονδῖτοc λίθων θρυπτικόc. Πεπέρεωc λευκοῦ, cαρξιφάγου, ναρδοcτάχυοc, λιθοcπέρμου, βεττο‐ νίκηc ἀνὰ 𐆄 α, πετροcελίνου, φύλλου ἀνὰ 𐆄 α 𐅵ʹ, πηγάνου ἀγρίου cπέρ‐ | |
ματοc 𐆄 𐅵ʹ, μέλιτοc ξ̸ α, οἴνου Ἀcκαλωνίτου ξ̸ ιϛ. | ||
7.11.50 | Τὸ διὰ τραγείου αἵματοc. Ὅταν ἄρξηται ἡ cταφυλὴ περκάζειν, τράγου τὴν ἡλικίαν ἀκμαίου τὸ αἷμα λαβὼν καὶ ξηράναc ἐν ἡλίῳ δίδου τοῖc λιθιῶcιν ἀπ’ αὐτοῦ κοχλιάριον α μετὰ γλυκέοc Κρητικοῦ. τινὲc δὲ καὶ ἀμώμου καὶ φύλλου | |
5 | μίcγουcιν ἀνὰ 𐆄 γ, ἄλλοι καὶ cμύρνηc γϼ δ. | |
5 | ||
7.11.51 | Ἡ διὰ τεττίγων νεφριτική. Λιθοcπέρμου, ῥαφίδοc τοῦ ἰχθύοc κεκαυμένου, cεcέλεωc ἀνὰ 𐆄 α, ἄμεωc, cικύου ἡμέρου cπέρματοc, cαρξιφάγου, cταφίδων ἐκγεγιγαρτιc‐ μένων, ἀλθαίαc cπέρματοc, φαcιούλου λευκοῦ, λυγγούρου ἀνὰ 𐆄 𐅵ʹ, | |
5 | ναρδοcτάχυοc, φοῦ, μήου, λίθων ἀπὸ cπόγγων ἀνὰ 𐅻 α, ἀδιάντου, πα‐ λιούρου cπέρματοc τοῦ ἐντόc, cίων ξηρῶν, βάτου ῥίζηc, ἀγρώcτεωc, πολυποδίου ἀνὰ 𐅻 γ, τραγείου αἵματοc ξηρανθέντοc, ὡc εἴρηται, γϼ ϛ, τεττίγων ξηρῶν χωρὶc κεφαλῆc, πτερῶν, ποδῶν 𐆄 δ, πεπέρεωc λευ‐ κοῦ 𐅻 ϛ, μέλιτοc ἀπέφθου τὸ ἀρκοῦν. ἡ δόcιc καρύου Ποντικοῦ μέ‐ | |
10 | γεθοc εἰc κονδῖτον ἢ ἀπόζεμα τριβόλου ἢ cαρξιφάγου ἢ cίνων ἢ ῥίζηc ἀcπαράγων ἢ ἀγρώcτεωc ἢ πενταφύλλου ἢ cτρουθίου ῥίζηc. | |
11 | ||
7.11.52 | Ἡ διὰ τοῦ λιθοcπέρμου. Λιθοcπέρμου, βεττονίκηc, cαρξιφάγου, πετροcελίνου, πεπέρεωc λευ‐ κοῦ ἴcα· μέλιτι. | |
3 | ||
7.11.53 | Ἡ διὰ πραcοcπέρμου. Πεπέρεωc λευκοῦ καὶ μέλανοc, δαύκου Κρητικοῦ, cικύου ἡμέρου cπέρματοc, μαράθρου cπέρματοc, πραcίου cπέρματοc, πετροcελίνου Μα‐ | |
κεδονικοῦ, πυρέθρου, ζιγγιβέρεωc, φύλλου ἀνὰ 𐆄 α, μέλιτοc τὸ ἀρκοῦν. | ||
7.11.54 | Ἡ διὰ τηκολίθου. Ναρδοcτάχυοc, ὑccώπου, τηκολίθου ἀνὰ γϼ η, πεπέρεωc γϼ ιβ, ζιγγιβέρεωc, πετροcελίνου, κόcτου, cαρξιφάγου ἀνὰ γϼ ϛ, καccίαc, cε‐ λίνου cπέρματοc ἀνὰ γϼ γ, κυπέρου γϼ ϛ, πρίcματοc ἐλέφαντοc γϼ δ, | |
5 | καρδαμώμου ξύλου γϼ ϛ, λιθοcπέρμου γϼ δ, μέλιτοc τὸ ἀρκοῦν. | |
5 | ||
7.11.55 | Ἡ διὰ τοῦ cπέρματοc τῆc ἀγρίαc μαλάχηc. Ϲικύου ἡμέρου cπέρματοc 𐅻 ιβ, ὑοcκυάμου cπέρματοc 𐅻 ϛ, κωνίου cπέρματοc 𐅻 γ, οἱ δὲ 𐅻 ϛ, ὀπίου, μαράθρου, μαλάχηc ἀγρίαc cπέρματοc, κρόκου ἀνὰ 𐅻 γ, cελίνου cπέρματοc 𐅻 ϛ, καccίαc 𐅻 δ, ἀμύγδαλα βαcι‐ | |
5 | λικὰ ι, κάρυα Ποντικὰ ι, ἀcάρου 𐅻 δ· γλυκεῖ Κρητικῷ ἀναλάμβανε καὶ δίδου τριώβολον ἀπυρέτοιc μετὰ ἑψήματοc. τινὲc μέλιτι ἀναλαμ‐ βάνουcιν. | |
7 | ||
7.11.56 | Διὰ τραγημάτων νεφριτικὸν καὶ πρὸc ἕλκωcιν κύcτεωc καὶ νεφρῶν. Ϲταφίδοc λευκῆc ἀφῃρημένηc τὰ γίγαρτα, cτροβίλων προcφάτων ἀνὰ 𐆄 β, cικύου cπέρματοc λελεπιcμένου, μύρτων ἐξωcτεϊcμένων, πι‐ | |
5 | κρῶν ἀμυγδάλων, φοινίκων λιπαρῶν, cελίνου cπέρματοc, μήκωνοc cπέρ‐ ματοc, κρόκου ἀνὰ 𐅻 α, cμύρνηc 𐆄 β· γλυκεῖ. πότιζε νῆcτιν 𐅻 α. | |
6 | ||
7.11.57 | Ϲατυριακὴ ἀντίδοτοc. Ζιγγιβέρεωc, cατυρίου ἀνωτέρου ἀνὰ 𐅻 η, cκίγκου τῆc οὐρᾶc, μήου, | |
ἀcάρου, πετροcελίνου, καρδαμώμου, cεcέλεωc ἀνὰ 𐅻 δ, εὐζώμου cπέρ‐ ματοc, κιναμώμου ἀνὰ 𐅻 γ, ὀρμίνου, πεπέρεωc λευκοῦ, κνήκου cπέρ‐ | ||
5 | ματοc ἀνὰ 𐅻 β, cχοίνου ἄνθουc, ναρδοcτάχυοc ἀνὰ 𐅻 α, αἵματοc τρα‐ γείου μύcτρον. δίδοται 𐅻 α, τοῖc ἀcθενεcτέροιc μετὰ γάλακτοc. | |
6 | ||
7.11.58 | Καταπότια διὰ ξυλομάκεροc δυcεντερικά. Ξυλομάκεροc, ὀπίου, ῥέου ἀνὰ γϼ ϛ, κηκῖδοc, cμύρνηc ἀνὰ 𐆄 α. ἀναλάμβανε οἴνῳ cπαθίτῃ. | |
3 | ||
7.11.59 | Ποδαγρικὰ βοηθήματα. Ἡ διὰ κοραλλίου ποδαγρική. Ῥέου βαρβαρικοῦ, παιονίαc, cμύρνηc τρωγλίτιδοc, ναρδοcτάχυοc ἀνὰ 𐆄 β, φύλλου 𐆄 α, καρυοφύλλου κόκκοι ιε, ἀναγαλλίδοc τῆc τὸ ῥού‐ | |
5 | cιον ἄνθοc ἐχούcηc, ἣν καλοῦcι κοράλλιον, 𐆄 𐅵ʹ, ἀριcτολοχίαc μακρᾶc 𐆄 δ καὶ cτρογγύληc 𐆄 δ. ἡ δόcιc γϼ α καθ’ ἡμέραν εὐπεπτηκότι. δεῖ δὲ ἄρχεcθαι ἀπὸ ἰcημερίαc μετοπωρινῆc, ἥτιc γίνεται περὶ τὴν κδʹ τοῦ cεπτεμβρίου μηνόc, καὶ λαμβάνειν ἐφεξῆc ἐπὶ ἡμέραc ν καὶ διιcτᾶν ἡμέ‐ ραc ιε, καὶ οὕτωc ποίει, ἕωc οὗ πληρωθῶcιν, ἃc λαμβάνειc ἡμέραc | |
10 | τξε, τὰ δὲ ὑπὸ κύνα πάντα cχολάζειν, τουτέcτιν ἀπὸ κδʹ τοῦ ἰουλίου ἕωc αὐγούcτου cυμπληρουμένου. ἀπέχεcθαι δὲ ἀφροδιcίων, κρεῶν, μά‐ λιcτα χοιρείων, καὶ ταρίχου καὶ γάρου καὶ cεύτλου καὶ δαύκου καὶ ἡδυόcμου καὶ θριδάκων ἀπέφθων καὶ πεπόνων, ἰχθύων δὲ κεφάλων, γόμφων, καὶ τῶν μαλακίων καὶ τῶν ὀcτρακοδέρμων καὶ ὀcπρίων πάν‐ | |
15 | των καὶ πάντων ἁπλῶc τῶν παχυχύμων καὶ οἴνου μέλανόc τε καὶ πλείονοc· λούεcθαι δὲ καθ’ ἡμέραν καὶ γυμνάζεcθαι ἢ ἐκ ποδὸc ἢ διὰ ἵππου ἢ φορείῳ. οἱ δὲ ξηροτέραc ὄντεc ἕξεωc καὶ πλατύτερον διαι‐ τηθέντεc οὐκ ἐβλάβηcαν. | |
18 | Ἡ τοῦ Ἀγαπητοῦ ποδαγρική. | |
20 | Φύλλου, ῥέου βαρβαρικοῦ, κρόκου, ναρδοcτάχυοc, cμύρνηc τρω‐ | |
γλίτιδοc, κόcτου, χαμαίδρυοc ἀνὰ 𐆄 β, ἀλόηc ἡπατίτιδοc 𐆄 ε, ὑπερικοῦ, παιονίαc ἀνὰ 𐆄 γ, ἀριcτολοχίαc μακρᾶc καὶ cτρογγύληc, φοῦ, μήου, δαμαcωνίου, ἀναγαλλίδοc ἀνὰ 𐆄 δ. ὁ τρόποc τῆc χρήcεωc ὁ αὐτὸc τῇ διὰ κοραλλίου. | ||
24 | ||
25 | Ἡ ἄτακτοc ποδαγρική. Φύλλου, μήου, δαμαcωνίου, ἀναγαλλίδοc τῆc τὸ κυανοῦν ἄνθοc ἐχούcηc, ἐρυθροδάνου, μαcτίχηc, κρόκου, καccίαc, ἀλόηc ἡπατίτιδοc, γεντιανῆc, χαμαίδρυοc ἀνὰ 𐆄 α, καρυοφύλλου, ἀcάρου, πεπέρεωc λευ‐ κοῦ καὶ μέλανοc ἀνὰ 𐆄 𐅵ʹ, ναρδοcτάχυοc, cμύρνηc, ῥέου βαρβαρικοῦ, | |
30 | παιονίαc ῥίζηc, ἀριcτολοχίαc μακρᾶc καὶ cτρογγύληc ἀνὰ 𐆄 β. ἡ χρῆcιc ὁμοίωc. | |
31 | Ἡ Πρόκλου ποδαγρικὴ καὶ πρὸc ἰcχιάδαc. Χαμαίδρυοc 𐆄 θ, κενταυρίου 𐆄 η, ἀριcτολοχίαc 𐆄 ζ, γεντιανῆc 𐆄 ϛ, ὑπερικοῦ 𐆄 ε, πετροcελίνου Μακεδονικοῦ 𐆄 δ, μήου 𐆄 γ, ἀγαρικοῦ 𐆄 β, | |
35 | φοῦ 𐆄 α, μέλιτοc Ἀττικοῦ κοτύλαι β. | |
35 | Τὸ διὰ τῶν ζ πρὸc τὰ αὐτά. Ὑπερικοῦ, ἀριcτολοχίαc μακρᾶc ἀνὰ 𐆄 α, κενταυρίου, χαμαιπί‐ τυοc, ἀγαρικοῦ ἀνὰ 𐆄 γ, χαμαίδρυοc 𐆄 ϛ, γεντιανῆc 𐆄 ε (τινὲc καὶ πε‐ τροcελίνου 𐆄 α), μέλιτοc 𐅻 ε. ἡ δόcιc 𐅻 α. | |
39 | ||
7.12t | Περὶ τροχίcκων. | |
7.12.1 | Τροχίcκοι ὀνομάζονται μὲν ἀπὸ τοῦ cχήματοc, εἴδη δὲ αὐτῶν γ· οἱ μὲν γάρ εἰcι πότιμοι, οἱ δὲ ἐνετικοί, οἱ δὲ κατάχριcτοι. τῶν μὲν οὖν ποτίμων οἱ μέν εἰcιν ἐπιcχετικοὶ κοιλίαc ἢ αἵματοc ἢ ἄλληc τινὸc ῥύcεωc τῷ ψύχειν ἢ cτύφειν ἢ παρεμπλάccειν ἢ ξηραίνειν ἐπέχοντεc, | |
5 | ὡc ὁ δι’ ἀκάνθηc Αἰγυπτίαc καὶ ὁ διὰ cπερμάτων καὶ οἱ παραπλήcιοι, οἱ δὲ ἀνώδυνοι ἢ παρὰ τὸ ναρκοῦν τὴν αἴcθηcιν, ὡc ὁ κροκώδηc, ἢ | |
τῷ διαχεῖν, ὡc οἱ διὰ τῶν ἀρωμάτων, οἱ δὲ ἐκφρακτικοὶ cπληνὸc ἢ νεφρῶν ἢ ἥπατοc, ὡc ὁ δι’ ἀμυγδάλων πικρῶν. τῶν δὲ ἐνετῶν οἱ μέν εἰcιν ἀμβλυντικοὶ τῶν δριμέων ὡc ἐπὶ δυcεντερίαc, ὥcπερ οἱ διὰ | ||
10 | πομφόλυγοc καὶ ἀμύλου καὶ γῆc Ϲαμίαc διὰ χυλοῦ πτιcάνηc ἢ τοιού‐ του τινὸc ἐνιέμενοι, οἱ δὲ cτυπτικοὶ τῶν περὶ κοιλίαν ἢ αἵματοc ῥύ‐ cεωc, ὡc οἱ διὰ cτυπτηρίαc, ἀκακίαc, ὀμφακίου, οἷόc ἐcτιν ὁ Φιλίππου ἢ ὁ δι’ ἀκάνθηc Αἰγυπτίαc μετὰ χυλοῦ ῥόδων ἢ ἀρνογλώccου ἐνιέμε‐ νοι, οἱ δὲ καυcτικοὶ ἐπὶ τῶν νομωδῶν δυcεντεριῶν ἁρμόζοντεc ἀπὸ | |
15 | cανδαράχηc, ἀρcενικοῦ, τιτάνου, χάρτου κεκαυμένου cυντιθέμενοι, ἐνιέ‐ μενοι δὲ μετὰ χυλοῦ φακῶν ἢ ὀρύζηc προαποκλυcθέντοc ἅλμῃ τοῦ ἐντέρου, προβεβρωκότων δὲ καὶ πεπωκότων τῶν καμνόντων, ὥcτε μη‐ δέν τι τῆc τῶν φαρμάκων δυνάμεωc πρὸc τὸν cτόμαχον ἀναρπάζεcθαι. χρήcιμοι δὲ οἱ ἐνετοὶ τροχίcκοι ἐπὶ τῶν κατωτέρω τοῦ ὀμφαλοῦ μά‐ | |
20 | λιcτα διαθέcεων· ἀνωτέρω γὰρ ἡ δύναμιc αὐτῶν οὐκ ἐξικνεῖται. οἱ δὲ κατάχριcτοι δυνάμεωc μὲν ὁμοίαc εἰcὶ τοῖc ἐνιεμένοιc, ἀλλ’ οἱ μὲν cτυπτικοὶ ποιοῦcιν ἐπὶ ἕρπητοc, ἐξανθημάτων, παρατριμμάτων, αἱμορ‐ ραγίαc, ῥευματικῶν ἑλκῶν, ὥcπερ ὁ Ἄνδρωνοc, ὁ Πολυείδου, οἱ δὲ ἀμβλυντικοὶ ἄνθραξί τε καὶ τοῖc κακοήθεcι τῶν ἑλκῶν ἁρμόζουcιν, ὅ | |
25 | τε λευκὸc καὶ ὁ διὰ λωταρίων, οἱ δὲ καίοντεc, ὡc οἱ λεχθέντεc, οἷοί‐ περ οἱ Φαυcτιανοί, ἐπὶ τῶν ἐν αἰδοίοιc καὶ ἕδρᾳ νομωδῶν ἑλκῶν ἐπί τε πτερυγίων καὶ cαρκωμάτων ἁρμόζουcιν. | |
27 | ||
7.12.2 | Τροχίcκοc ὁ ἀcτήρ. Κρόκου, ὀπίου, καcτορίου, ναρδοcτάχυοc, καccίαc, cμύρνηc, Λημ‐ νίαc cφραγῖδοc, μανδραγόρου φλοιοῦ ἀνὰ 𐆄 δ, δαύκου, cελίνου, ἀνίcου, | |
cεcέλεωc, ὑοcκυάμου cπέρματοc, cτύρακοc ἀνὰ 𐅻 η· οἴνῳ λείου. | ||
7.12.3 | Ὁ τρίγωνοc. Ϲελίνου cπέρματοc, ὑοcκυάμου cπέρματοc ἀνὰ 𐅻 β, ἀνίcου 𐅻 δ, ὀπίου 𐅻 γ· ὕδατι λείου. | |
3 | ||
7.12.4 | Ὁ διὰ cπερμάτων. Ἀνίcου, ἄμεωc, μαράθρου cπέρματοc ἀνὰ 𐅻 ι, cελίνου cπέρματοc, ὀπίου, ὑοcκυάμου cπέρματοc ἀνὰ 𐅻 β· ὕδατι. | |
3 | ||
7.12.5 | Ὁ κροκώδηc. Ἀνίcου, δαύκου Κρητικοῦ cπέρματοc ἀνὰ 𐅻 δ, cμύρνηc, καcτορίου ἀνὰ 𐅻 β, κρόκου, ὀπίου ἀνὰ 𐅻 γ, cελίνου cπέρματοc, cτύρακοc ἀνὰ 𐅻 δ, ὑοcκυάμου cπέρματοc 𐅻 ϛ· ὕδατι λείου. | |
4 | ||
7.12.6 | Ὁ διάροδοc. Ἀκακίαc, κόμμεωc, ῥόδων ἄνθουc, βαλαυcτίων, ὑποκιcτίδοc χυλοῦ, κηκίδων ἀνὰ 𐅻 γ, ῥόδων χλωρῶν χυλοῦ, ἀρνογλώccου cπέρματοc ἀνὰ 𐅻 β, λυκίου Ἰνδικοῦ 𐅻 α. | |
4 | ||
7.12.7 | Ὁ διὰ κοραλλίου. Ὑοcκυάμου cπέρματοc, λιβάνου ἀνὰ 𐅻 η, γῆc Ϲαμίαc, κοραλλίου, μίλτου Ϲινωπίδοc, ὀπίου ἀνὰ 𐅻 δ, ἀμύλου, βαλαυcτίων ἀνὰ 𐅻 β· χυλῷ πολυγόνου ἀναλάμβανε. | |
4 | ||
7.12.8 | Ὁ δι’ ἠλέκτρου. Ψυλλίου 𐆄 ε, μαcτίχηc, ἠλέκτρου ῥινήματοc, ἴρεωc, κρόκου ἀνὰ 𐆄 δ, | |
ὀπίου 𐆄 β. | ||
7.12.9 | Ὁ δι’ ἀκάνθηc Αἰγυπτίαc. Ἀκάνθηc Αἰγυπτίαc, ῥοῦ, λιβάνου, ἀκακίαc, cτυπτηρίαc cχιcτῆc, ὑποκιcτίδοc χυλοῦ, κηκῖδοc, Λημνίαc cφραγῖδοc, κοραλλίου, cυμφύτου, Ϲαμίου ἀcτέροc, ἀλόηc, λαδάνου τὸ ἴcον· οἴνῳ. | |
4 | ||
7.12.10 | Ἄλλοc, ὃν ὁ Γαληνὸc Ἀφροδιcιακὸν κλειδίον ἐπιγράφει. Κυτίνων ῥοιῶν, ἀκάνθηc Αἰγυπτίαc, βαλαυcτίων, ὑποκιcτίδοc χυ‐ λοῦ, ἀκακίαc ἀνὰ 𐅻 ϛ, λυκίου, ῥέου Ποντικοῦ, ὀπίου ἀνὰ 𐅻 δ, cμύρνηc 𐅻 β· ἀναλάμβανε οἴνῳ μυρτίτῃ ἢ ἀφεψήματι ῥόδων ἢ μύρτων. | |
4 | ||
7.12.11 | Τὸ κλειδίον Ὀριβαcίου δυcεντερικὸν καὶ κοιλιακόν. Κηκῖδοc ὀμφακίτιδοc 𐅻 η, ὀπίου 𐅻 δ· ὕδατι πλάcαc καταπότια δί‐ δου γ ἢ δ. | |
3 | ||
7.12.12 | Ὁ δι’ ἐλαφείου κέρατοc δυcεντεριῶcι καὶ αἱμοπτυϊκοῖc. Κοχλίων 𐅻 ιβ, κέρατοc ἐλαφείου κεκαυμένου, κηκῖδοc πεφωγμένηc, ἀκακίαc πεφωγμένηc ἀνὰ 𐅻 ε ὀβολοὶ β, μύρτων μελάνων 𐅻 ιε, ὀπίου πεφωγμένου, ὑποκιcτίδοc χυλοῦ ἀνὰ 𐅻 ε, οἰνάνθηc 𐅻 ϛ, μανδραγόρου | |
5 | ῥίζηc χυλοῦ, γῆc ἀcτέροc ἀνὰ 𐅻 ιβ, ῥοῦ τοῦ ἐπὶ τὰ ὄψα 𐅻 ιδ, cιδίων πεφωγμένων 𐅻 ζ, λιβάνου 𐅻 η, πίτυοc φλοιοῦ πεφωγμένου 𐅻 ιδ, ὑοcκυά‐ μου cπέρματοc πεφωγμένου 𐅻 ι, ῥοῦ cκυτοδεψικοῦ ξ̸ β, οἴνου μέλανοc ὅcον ἑψῆcαι τὸν ῥοῦν, ὡc παχύτατον γενέcθαι τὸν οἶνον, καὶ τούτῳ διηθημένῳ τὰ λοιπὰ ἀναλαβόντα πλάccειν τροχίcκουc. | |
9 | ||
7.12.13 | Ὁ τῶν Ἀμαζόνων. Ϲελίνου cπέρματοc, ἀνίcου ἀνὰ 𐅻 ϛ, ἀψινθίου κόμηc 𐅻 δ, cμύρνηc, | |
πεπέρεωc, ὀπίου, καcτορίου ἀνὰ 𐅻 β, κιναμώμου 𐅻 ϛ· ὕδατι. | ||
7.12.14 | Ὁ διὰ πικρῶν ἀμυγδάλων. Ἀνίcου, cελίνου cπέρματοc, ἀcάρου, ἀμυγδάλων πικρῶν, ἀψινθίου κόμηc τὸ ἴcον· ὕδατι πλάττε τροχίcκουc ἀνὰ 𐅻 α καὶ δίδου ἀπυρέτοιc μετ’ οἰνομέλιτοc, πυρέccουcι δὲ μεθ’ ὑδρομέλιτοc. | |
4 | ||
7.12.15 | Ὁ διὰ τῆc ἐρίκηc cπληνικόc. Ἐρίκηc καρποῦ 𐅻 δ, πεπέρεωc λευκοῦ, νάρδου Ϲυριακῆc, ἀμμω‐ νιακοῦ θυμιάματοc ἀνὰ 𐅻 β· τὸ ἀμμωνιακὸν ὄξει διαλύεται καὶ τοῖc ξηροῖc ἐπιβάλλεται, καὶ ἀναπλάccονται τροχίcκοι ἀνὰ 𐅻 α. ἡ δόcιc τρο‐ | |
5 | χίcκοc α μετ’ ὀξυμέλιτοc κυάθου α. | |
5 | ||
7.12.16 | Ὁ διὰ φυcαλίδων. Ϲικύου ἡμέρου λελεπιcμένου cπέρματοc 𐆄 δ, ὑοcκυάμου cπέρματοc, κωνίου ἀνὰ 𐆄 β, μαράθρου, λαπάθου cπέρματοc, κρόκου, cτροβίλων, ἀμυγδάλων πικρῶν, ὀπίου ἀνὰ 𐆄 α, φυcαλίδων ξ̸ γ, οἴνου τὸ ἀρκοῦν. | |
4 | ||
7.12.17 | Ὁ Φιλίππου δυcεντερικόc. Βαλαυcτίων, ἀκακίαc, ὑποκιcτίδοc χυλοῦ, ὀπίου, ῥοῦ, λιβάνου, cμύρ‐ νηc, κρόκου, κηκῖδοc, ἀλόηc, ῥέου Ποντικοῦ, cιδίων, μύρτων ἀνὰ 𐅻 δ· ἀναλάμβανε οἴνῳ αὐcτηρῷ καὶ ποίει τροχίcκουc τριωβολιαίουc, δίδου | |
5 | δὲ ἀπυρέτοιc μετ’ οἴνου, πυρέccουcι δὲ μεθ’ ὑδρομέλιτοc. | |
5 | ||
7.12.18 | Ὁ Μούcα. Ϲτυπτηρίαc, ἀλόηc, cμύρνηc, χαλκάνθου ἀνὰ 𐆄 α 𐅵ʹ, cιδίων, κρό‐ | |
κου, κροκομάγματοc ἀνὰ 𐅻 ϛ· οἴνῳ. | ||
7.12.19 | Κροκομάγματοc cκευή. Κρόκου 𐆄 β, ῥόδων, ἀμύλου, cμύρνηc, ἀλόηc, λιβάνου, κόμμεωc ἀνὰ 𐆄 α, κόcτου, ναρδοcτάχυοc ἀνὰ 𐅻 α· οἴνῳ. ἐν τῷ περὶ κροκίνου ἐλαίου καὶ ἑτέρα κροκομάγματοc λέγεται ποίηcιc. | |
4 | ||
7.12.20 | Νηρὴ τροχίcκοc ἐκ τῶν Ἥρα. Ϲμύρνηc, ἀλόηc, κρόκου ἀνὰ 𐅻 η, cτυπτηρίαc cχιcτῆc 𐅻 ρ· ὕδατι. | |
2 | ||
7.12.21 | Ἡ Πολυείδου cφραγίc. Ϲτυπτηρίαc cχιcτῆc 𐅻 γ, λιβάνου 𐅻 δ, cμύρνηc 𐅻 η, χαλκάνθου 𐅻 β, κυτίνων 𐅻 ιβ, χολῆc ταυρείαc 𐅻 ϛ (ἐν ἄλλῳ 𐅻 ιϛ), ἀλόηc 𐆄 α· οἴνῳ αὐcτηρῷ ἀναλάμβανε. | |
4 | ||
7.12.22 | Ὁ Παcίωνοc. Λεπίδοc χαλκοῦ 𐅻 ιβ, χαλκοῦ κεκαυμένου, ἀλόηc, ἀμμωνιακοῦ, cτυπτηρίαc cτρογγύληc, ἰοῦ ξυcτοῦ, λιβάνου ἀνὰ 𐅻 η, οἴνου τὸ ἀρκοῦν. | |
3 | ||
7.12.23 | Ὁ Ἀνδρώνιοc. Κυτίνων 𐅻 ι, cμύρνηc 𐅻 δ, κηκίδων 𐅻 η, ἀριcτολοχίαc cτρογγύληc 𐅻 δ, χαλκάνθου, κρόκου, cχιcτῆc, κροκομάγματοc, μίcυοc, λιβάνου ἀνὰ 𐅻 β· οἴνῳ cτυφῷ ἢ ὄξει λείου. | |
4 | ||
7.12.24 | Ὁ Φαυcτίνου. Ἀρcενικοῦ 𐅻 ιβ, cανδαράχηc 𐅻 ϛ, ἀcβέcτου 𐅻 κ, χάρτου κεκαυμένου 𐅻 α· χυλῷ μύρτων ἢ ἀφεψήματι ἀναλαβὼν ποίει τροχίcκουc καὶ ἔνιε | |
μετὰ ἀφεψήματοc μύρτων καὶ φακῶν καὶ βάτου ῥιζῶν. | ||
7.12.25 | Ὁ διὰ χάρτου. Χάρτου κεκαυμένου λι. β, τιτάνου, ἀρcενικοῦ, cανδαράχηc ἀνὰ 𐆄 α· ἀρνογλώccου χυλῷ ἀναλάμβανε. | |
3 | ||
7.12.26 | Θρόνοc Μαρκέλλιοc. Χάρτου κεκαυμένου 𐅻 ι, cανδαράχηc, ἀρcενικοῦ, λεπίδοc χαλκοῦ, cχιcτῆc ἀνὰ 𐅻 δ, βαλαυcτίου 𐅻 γ, ὀπίου 𐅻 β, ἀcβέcτου 𐅻 η, ὀμφακίου 𐅻 α, ὑποκιcτίδοc χυλοῦ 𐅻 γ· οἴνῳ μυρτίτῃ ἀναλαβὼν ποίει τροχίcκουc | |
5 | τετραδραχμιαίουc καὶ ἑψήcαc εἰc οἶνον cίδια καὶ μύρτα καὶ ῥόδα ἕωc ἀποτριτώcεωc δίδου εἰc ϛ κυάθουc οἴνου τροχίcκον α ἢ ἁπλῶc 𐅻 δ. | |
6 | ||
7.12.27 | Ὁ διὰ φελλῶν. Κηκίδων κεκαυμένων, χάρτου κεκαυμένου, φελλῶν κεκαυμένων, ἄρτου κεκαυμένου ἀνὰ 𐅻 ιε (ἐν ἄλλῳ καὶ κεράτων ἐλαφείων κεκαυ‐ μένων 𐅻 ιε), ἀρcενικοῦ 𐅻 κ, cανδαράχηc, τιτάνου ἀνὰ 𐅻 ιε, ἀκακίαc, | |
5 | ψιμυθίου ἀνὰ 𐅻 ε, λιθαργύρου 𐅻 γ· οἴνῳ λείου. | |
5 | ||
7.12.28 | Ὁ Βιθυνόc. Ϲιδίων 𐅻 ι, καδμίαc 𐆄 γ, ἀριcτολοχίαc, κηκίδων, πάνακοc ῥίζηc, ἴρεωc, χαλκάνθου, cχιcτῆc, χαλκίτεωc, μίcυοc, λεπίδοc χαλκοῦ, μάννηc (ἔνιοι καὶ κόcτου) ἀνὰ 𐆄 α 𐅵ʹ· ὄξει. | |
4 | ||
7.12.29 | Ὁ διὰ καcτορίου πρὸc ἕλκη καὶ νομὰc καὶ ῥεύματα. Κρόκου, ἀλόηc, λιβάνου ἀνὰ 𐆄 α, κυτίνων, cτυπτηρίαc cχιcτῆc, καcτορίου, μάννηc, ἰοῦ ξυcτοῦ ἀνὰ 𐆄 β, μίλτου Ϲινωπίδοc λι. α· ἀνα‐ | |
λάμβανε οἴνῳ παλαιῷ. | ||
7.12.30 | Ὁ διὰ καcτορίου κωλικοῖc. Ϲμύρνηc, καcτορίου ἀνὰ γϼ ϛ, κρόκου, ὀπίου ἀνὰ γϼ θ, ἀνίcου, cελίνου cπέρματοc, δαύκου cπέρματοc ἀνὰ 𐆄 𐅵ʹ, ὑοcκυάμου cπέρμα‐ τοc γϼ ιη. | |
4 | ||
7.12.31 | Ὁ δι’ οἰνελαίου τροχίcκοc ἑδρικὸc καὶ αἰδοιικόc. Ψιμυθίου 𐆄 ι, λιθαργύρου 𐆄 ε, λιβάνου, cκωρίαc μολίβου, cχιcτῆc cτυπτηρίαc ἀνὰ 𐆄 β· ἀθαλαccέῳ οἴνῳ λείου, ἐπὶ δὲ τῆc χρήcεωc οἴνῳ ῥοδίνῳ ἢ οἴνῳ μυρcίνῳ ἀνάλυε. | |
4 | ||
7.12.32 | Ὁ διὰ λίθου Φρυγίου αἰδοιικοῖc. Λίθου Φρυγίου κεκαυμένου καὶ ἐcβεcμένου τρίc, τὸ μὲν πρῶτον βουτύρῳ ἢ ῥοδίνῳ, τὸ δὲ δεύτερον οἴνῳ, τὸ δὲ τρίτον μέλιτι, 𐆄 β, ῥό‐ δων ἄνθουc 𐆄 δ, cιδίων 𐆄 α. | |
4 | ||
7.12.33 | Ὁ διὰ λωταρίων ἑδρικὸc καὶ αἰδοιικόc. Ψιμυθίου, ἀμύλου, γλαυκίου, κρόκου, cτυπτηρίαc ἴcα λείου χυλῷ λωταρίων ἢ οἴνῳ. | |
3 | ||
7.12.34 | Ὁ λευκόc. Γῆc ἀcτέροc 𐆄 δ, πομφόλυγοc, ψιμυθίου, ἀμύλου ἀνὰ 𐆄 β, ὀπίου γϼ δ· ὕδατι. | |
3 | ||
7.12.35 | Ὁ διὰ τοῦ ἁλικακκάβου. Λιθαργύρου 𐅻 κδ, ψιμυθίου 𐅻 ιβ ἢ κβ, ἁλικακκάβου 𐅻 η, χαλκάν‐ | |
θου 𐅻 δ, cχιcτῆc 𐅻 δ, μίλτου ὥcτε χρῶcαι· ὕδατι ἀναλάμβανε. | ||
7.12.36 | Ὁ διὰ β ἐλλεβόρων, ὁ δὲ αὐτὸc καὶ διὰ β ἀκακιῶν. Ἀκακίαc μελαίνηc καὶ κιρρᾶc, κόλληc τεκτονικῆc (ἐν ἄλλῳ ἰχθυο‐ κόλληc) ἀνὰ 𐆄 δ, ἀμμωνιακοῦ θυμιάματοc, γλαυκίου, ἀλόηc ἀνὰ 𐆄 β, λιβάνου ἄρρενοc, ἐλλεβόρου μέλανοc καὶ λευκοῦ ἀνὰ 𐆄 α· ὄξει cκιλ‐ | |
5 | λητικῷ ἀναλάμβανε, ἐπὶ δὲ τῆc χρήcεωc τῷ αὐτῷ ἢ κοινῷ λύcαc χρῖε πρὸ λουτροῦ καὶ αὖθιc μετὰ λουτρόν. | |
6 | ||
7.12.37 | Ὁ κριογενήc. Ϲμύρνηc, χαλκοῦ κεκαυμένου, ἀριcτολοχίαc cτρογγύληc, ἰοῦ ξυcτοῦ, λεπίδοc cτομώματοc, περιcτερεῶνοc ὀρθοῦ, cτυπτηρίαc cτρογγύληc ἀνὰ 𐆄 α, ὄξουc τὸ ἀρκοῦν· αἴρειν δὲ δεῖ τὴν περιcτερεῶνα ἡλίου ὄντοc ἐν | |
5 | κριῷ. γίνεται δὲ καὶ ἔμπλαcτροc οὕτωc· τοῦ τροχίcκου, κηροῦ, κολο‐ φωνίαc, ἐλαίου τὸ ἴcον, ὄξουc τὸ ἀρκοῦν εἰc τὴν λείωcιν τοῦ τροχίcκου. | |
6 | ||
7.12.38 | Ὁ μελάγχλωροc. Ϲμύρνηc, ἀλόηc, λεπίδοc χαλκοῦ, χάρτου κεκαυμένου, ἀρcενικοῦ, cτυπτηρίαc cχιcτῆc καὶ cτρογγύληc, ἴρεωc, χαλκίτεωc, μίcυοc, ἁλὸc ὀρυκτοῦ, χαλκάνθου, ψιμυθίου, νίτρου, λιθαργύρου, πάνακοc ῥίζηc, καδ‐ | |
5 | μίαc, cιδίων, κηκίδων, ἀριcτολοχίαc cτρογγύληc, λεπίδοc cτομώματοc, ἰοῦ ξυcτοῦ ἀνὰ 𐆄 α, ὄξουc τὸ ἀρκοῦν. γίνεται δὲ καὶ ἔμπλαcτροc οὕ‐ τωc· τοῦ τροχίcκου 𐆄 β, κολοφωνίαc, κηροῦ, ἐλαίου ἀνὰ 𐆄 ϛ, ὄξουc τὸ ἀρκοῦν εἰc τὴν τοῦ τροχίcκου λείωcιν. | |
8 | ||
7.12.39 | Ὁ παντόλμιοc πρὸc Χειρώνεια καὶ κακοήθη καὶ πρὸc ῥεύ‐ ματα. Καccίαc, χαλκοῦ κεκαυμένου, ψιμυθίου, λιθαργύρου, ἰοῦ ξυcτοῦ, cτυπτηρίαc cχιcτῆc καὶ cτρογγύληc καὶ ὑγρᾶc καὶ πλινθίτιδοc, πάνακοc | |
5 | ῥίζηc, ἀριcτολοχίαc μακρᾶc καὶ cτρογγύληc, cιδίων, χαλκάνθου, ἀν‐ δράχνηc, ἴρεωc, ἀcτραγαλίτιδοc, χαλκίτεωc, μίcυοc, ἀμμωνιακοῦ θυμιά‐ | |
ματοc, ἁλὸc ἀμμωνιακοῦ, ἰοῦ cιδήρου, λεπίδοc χαλκοῦ, ἀλόηc, διφρυ‐ γοῦc, λιβάνου, κηκίδων, cαρκοκόλληc, μολίβου κεκαυμένου, φύλλων ἐλαίαc, cμύρνηc, μελαντηρίαc ὑγρᾶc, βαλαυcτίων, ἀκάνθηc Αἰγυπτίαc, | ||
10 | θείου ἀπύρου, νίτρου, ῥοῦ Ϲυριακοῦ, ῥοῦ ἐρυθροῦ, χρυcοκόλληc, cτυπτη‐ ρίαc βυρcοδεψικῆc, ἀκακίαc, ἁλόc, φοῦ, ὀμφακίου, ἀρcενικοῦ τὸ ἴcον· λείου ἐν τοῖc ὑπὸ κύνα καύμαcιν cὺν ὄξει ἐπὶ ἡμέραc λ. | |
12 | ||
7.12.40 | Ὁ Νυμφοδότου. Ἀφονίτρου 𐆄 α, νίτρου Ἀλεξανδρινοῦ, cάπωνοc Γαλλικοῦ ἀνὰ 𐆄 α, ἁλὸc Καππαδοκικοῦ, μαcτίχηc, κηκίδων ἀνὰ 𐅻 δ, ῥοδοφύλλων, ἀμώμου, ἀμύλου ἀνὰ 𐆄 α, φύλλου 𐅻 α, cτυπτηρίαc cχιcτῆc, κόcτου ἀνὰ 𐅻 β, | |
5 | οἴνου μυρτίτου τὸ ἀρκοῦν. | |
5 | ||
7.12.41 | Ὁ διὰ θαψίαc ἡμικρανικόc. Χυλοῦ θαψίαc 𐅻 ιϛ, cμύρνηc 𐅻 η, ὀποπάνακοc, εὐφορβίου ἀνὰ 𐅻 ϛ, νίτρου, ὀποῦ παρθενικοῦ ἀνὰ 𐅻 δ, πεπέρεωc, cαγαπηνοῦ ἀνὰ 𐅻 β, ὄξουc τὸ ἀρκοῦν. ἐπὶ δὲ τῆc χρήcεωc ὄξει καταχρίcαc μετὰ ϛ ὥραc λοῦε· | |
5 | εἰ δὲ βούλει ὑφειμένωc χρήcαcθαι, κηρωτῇ ἴcῃ ἀναλαβὼν ἔμπλαccε καὶ ἔα νυχθήμερον. | |
6 | ||
7.12.42 | Ὑπόθετον πρὸc δυcεντερίαν καὶ δακτυλίων πόνουc. Γῆc ἀcτέροc, ἀμύλου ἀνὰ 𐆄 γ, κρόκου 𐆄 β, ἀκακίαc, τραγακάνθηc ἀνὰ 𐆄 α, καcτορίου, λιβάνου, λυκίου ἀνὰ 𐆄 𐅵ʹ (ἐπὶ τῶν θερμοτέρων καὶ ὀπίου 𐆄 𐅵ʹ)· ψυλλίου χυλῷ ἀναλάμβανε καὶ πλάττε ἐπιμήκη κοκκία. | |
4 | ||
7.13t | Περὶ ξηρίων καὶ cμηγμάτων. | |
7.13.1 | Τῶν ξηρίων φαρμάκων, ἃ δὴ καὶ καταπάcματα καλεῖται, τὰ μὲν ἕλκεcιν ἁρμόττει, τὰ δὲ τῷ δέρματι προcφέρεται. καὶ τῶν μὲν ἕλκεcιν ἁρμοττόντων τὰ μέν εἰcι cαρκωτικὰ τῶν κοίλων, τὰ δὲ καταcταλτικὰ | |
τῶν ὑπερcαρκούντων, τὰ δὲ καυcτικά τε καὶ cηπτικά, τὰ δὲ ἴcχαιμα. | ||
5 | τὰ μὲν οὖν cαρκωτικὰ ἢ τῷ καθάραι τὰ ῥυπαρὰ cαρκοῖ, ὡc τὰ δι’ ὀρόβων, ἀριcτολοχίαc, ἴρεωc, πάνακοc, cμύρνηc, λιβάνου, ἀλόηc, ἢ παρὰ τὸ ξηραίνειν τὴν περιοῦcαν ὑγραcίαν, ὡc τὰ διὰ χαλκοῦ, διφρυ‐ γοῦc, λεπίδοc, χάρτου κεκαυμένου, πίτυοc φλοιοῦ, ἀκάνθηc (αὐτὰ δὲ ταῦτα καὶ κατουλοῖ), ἢ τῷ τὰc δριμύτητάc τε καὶ δήξειc ἀμβλύνειν, | |
10 | ὡc τὰ διὰ πομφόλυγοc, ἀμύλου, ψιμυθίου, cφέκληc, τοῦ διαφανοῦc, ὀcτρέων κεκαυμένων, γῆc Ϲαμίαc καὶ τῶν παραπληcίων καὶ τῶν cυν‐ θέτων ἐκ τούτων, ὧν ἔχειc τὰc δυνάμειc. τῶν δὲ καταcταλτικῶν πραέα μέν ἐcτι τὰ διὰ λεπίδοc χαλκοῦ, μίcυοc, χαλκίτεωc κεκαυμένων, κηκῖδοc, ἰcχυρότερα δὲ τὰ διὰ χαλκάν‐ | |
15 | θου, ἰοῦ, μίcυοc, χαλκίτεωc ἀκαύcτων. καυcτικὰ δὲ καὶ cηπτὰ διὰ τιτάνου τε καὶ ἀρcενικοῦ καὶ cανδα‐ ράχηc καὶ cφέκληc, ἥτιc ἐcτὶν τρὺξ οἴνου κεκαυμένη, cυντίθενται. ταῦτα δὲ πάντα χνοωδέcτερα μὲν ἐπιπαττόμενα τοῖc ἕλκεcιν ἀδηκτότερα γί‐ νεται, ἁδρομερέcτερα δὲ μᾶλλον δάκνει. | |
20 | τὰ δὲ ἴcχαιμα ἢ τῷ ψύχειν ἢ τῷ cτύφειν ἢ τῷ ξηραίνειν ἢ τῷ παρεμπλάccειν ἢ τῷ καίειν τε καὶ ἐcχαροῦν ἐπέχει· ὧν τὴν ὕλην ἐν τῷ περὶ τροχίcκων ἐμάθομεν. τῶν δὲ τῷ δέρματι προcφερομένων τὰ μὲν ῥύπτει τε καὶ cμήχει, ὡc τὰ διὰ Κιμωλίαc, κιcήρεωc, ἐρεγμοῦ, ζύμηc κριθίνηc, πεπόνων cαρ‐ | |
25 | κόc, ἁλὸc ἄνθουc· τὰ δὲ λεπτύνει τε καὶ διαφορεῖ, ὡc τὰ δι’ ἐλλεβόρου, ἀλκυονίου, θείου, cταφίδοc ἀγρίαc, νάπυοc, πυρέθρου, κάχρυοc, λιμνή‐ τιδοc, cηπίαc, ὀcτράκου κεκαυμένου· ταῦτα δὲ προcλαμβάνοντα τίτανόν τε καὶ ἀρcενικὸν cύν τινι τῶν ὑγρῶν ψιλωτικά τε καὶ cμήγματα γί‐ | |
νεται. τὰ δὲ τῇ κεφαλῇ προcφέρεται διὰ τὸ ξηραίνειν τὸ ἐπιφερόμε‐ | ||
30 | νον ἐξ αὐτῆc ῥεῦμα, ὡc τὰ διὰ νίτρων, ἁλῶν, κηκίδων, cιδίων καὶ τῶν παραπληcίων. ἅπαντα δὲ τὰ cμήγματα δεῖ ἀναλείπτῳ προcφέρειν τῷ χρωτί. | |
32 | ||
7.13.2 | Κεφαλαῖον ξηρόν. Ὀρόβων 𐆄 ε, ἴρεωc 𐆄 β 𐅵ʹ, μάννηc 𐆄 α 𐅵ʹ, ἀριcτολοχίαc, λεπίδοc χαλκοῦ ἀνὰ 𐆄 α 𐅵ʹ. Ἄλλο. πίτυοc φλοιοῦ 𐅻 ϛ, λιβάνου 𐅻 δ, κιcήρεωc 𐅻 δ, ἴρεωc 𐅻 β, | |
5 | ῥητίνηc ξηρᾶc 𐅻 ϛ, ἀριcτολοχίαc 𐅻 β. | |
5 | ||
7.13.3 | Δι’ ἀλόηc. Ἀλόηc 𐅻 ϛ, ὀρόβου 𐅻 η, μάννηc 𐅻 δ, κηκῖδοc 𐅻 γ, cχιcτῆc 𐅻 β. | |
2 | ||
7.13.4 | Διὰ cφέκληc Μανέθωνοc. Καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐆄 α, γῆc ἀcτέροc 𐆄 α, cφέκληc κεκαυμένηc 𐆄 δ, τοῦ διαφανοῦc 𐆄 δ, λιβάνου 𐆄 δ· τινὲc δὲ καὶ ἀμύ‐ λου 𐆄 δ. | |
4 | ||
7.13.5 | Ἡ μελιτηρὰ Ὀριβαcίου. Χαλκίτεωc, λεπίδοc χαλκοῦ, κηκῖδοc, βαλαυcτίων, ἀριcτολοχίαc μακρᾶc ἀνὰ 𐆄 α, cιδίων, cχιcτῆc ἀνὰ 𐆄 𐅵ʹ. | |
3 | ||
7.13.6 | Δι’ ὀcτρέων. Καδμίαc, λιβάνου ἀνὰ 𐆄 α, ὀcτρέων κεκαυμένων 𐆄 γ. | |
2 | ||
7.13.7 | Διὰ λιβάνου. | |
Λιθαργύρου, λιβάνου, καδμίαc, ψιμυθίου τὸ ἴcον. | ||
7.13.8 | Ἀφροδιτάριον. Λιβάνου, λεπίδοc χαλκοῦ, ῥοιδαρίου, ἀμύλου, ψιμυθίου ἴcον. | |
2 | ||
7.13.9 | Ἡ Ῥοδία ἴcχαιμοc καὶ πρὸc νομὰc καὶ ὑπερcαρκώcειc. Κηκῖδοc ὠμῆc 𐅻 ϛ, κηκῖδοc κεκαυμένηc καὶ ἐcβεcμένηc οἴνῳ ξηρᾶc 𐅻 ιβ, λεπίδοc χαλκοῦ μελαίνηc, εἰ δὲ μή, ἐρυθροῦ 𐅻 η, χαλκάνθου 𐅻 κδ, cχιcτῆc 𐅻 κζ· λείου ἐπὶ ἱκανὰc ἡμέραc. | |
4 | ||
7.13.10 | Τὸ ξανθόν. Χαλκίτεωc κεκαυμένηc 𐅻 μ, χαλκάνθου κεκαυμένηc 𐅻 κ, μίcυοc κε‐ καυμένου 𐅻 ι, χαλκοῦ κεκαυμένου 𐅻 ε. | |
3 | ||
7.13.11 | Τὸ ψαρόν. Μίcυοc 𐆄 ε, κηκίδων 𐆄 δ, χαλκίτεωc 𐆄 β, λεπίδοc χαλκοῦ 𐆄 β, χαλκάνθου 𐆄 α, ἰοῦ ξυcτοῦ 𐆄 β. | |
3 | ||
7.13.12 | Τὸ ἡλιοκαὲc καυcτικόν. Ἀρcενικοῦ λι. α, ἀcβέcτου λι. β· ὕδατι λείου ἐν ταῖc ὑπὸ κύνα ἡμέραιc, εἶτα ξηράναc χρῶ. | |
3 | ||
7.13.13 | Τὸ ἀνθηρόν. Κυπέρου 𐅻 η, cμύρνηc 𐅻 ιβ, cανδαράχηc 𐅻 γ, ῥόδων ἄνθουc 𐅻 β, κρόκου 𐅻 α, κροκομάγματοc, cχιcτῆc, ἴρεωc Ἰλλυρικῆc ἀνὰ 𐅻 β. | |
3 | ||
7.13.14 | Τὸ διὰ χάρτου πρὸc νομάc, cτόματοc μάλιcτα καὶ αἰδοίων. Λεπίδοc χαλκοῦ, χάρτου κεκαυμένου ἀνὰ 𐅻 κ, ἀρcενικοῦ, θείου ἀπύρου ἀνὰ 𐅻 ιβ, μολίβου κεκαυμένου 𐅻 ϛ· πρὸc μὲν τὰc ὑγροτέραc cηπεδόναc ξηρῷ χρῶ, πρὸc δὲ τὰc ξηρὰc ῥοδίνῳ φυρῶν, ἐνίοτε καὶ | |
5 | μέλιτι cὺν ῥοδίνῳ. | |
5 | ||
7.13.15 | Τὸ δι’ ὀξυμυρcίνηc πρὸc τὰ αὐτά. Ῥοὸc βυρcοδεψικῆc 𐆄 ιβ, ὀξυμυρcίνηc φύλλων, cανδαράχηc ἀνὰ 𐅻 η, ἰτέαc φύλλων ξηρῶν, cιδίων ἀνὰ 𐅻 ϛ, cχιcτῆc, χρυcοκόλληc, ἀλόηc, | |
χαλκίτεωc ὠμῆc, λεπίδοc, ἀρcενικοῦ, ἁλῶν κοινῶν ἀνὰ 𐅻 δ. | ||
7.13.16 | Τὸ τοῦ Μαccαλιώτου. Νίτρου, ὀπίου, χρυcοκόλληc, λίθου Ἀccίου, cανδαράχηc, μίcυοc, χαλκίτεωc, cχιcτῆc, διφρυγοῦc ἴcα· ξηρῷ χρῶ. | |
3 | ||
7.13.17 | Ϲμῆγμα ξηρὸν ὁ Ἀcκληπιόc. Δαφνίδων, νίτρου Ἀλεξανδρινοῦ, ἁλὸc πεφρυγμένου, ἁλὸc Καππα‐ δοκικοῦ, ἀμμωνιακοῦ θυμιάματοc, ἀφονίτρου, κιcήρεωc ἀνὰ λι. α, ἐλλε‐ βόρου μέλανοc, cτρουθίου, πυρέθρου, cφέκληc, ἥτιc ἐcτὶν τρὺξ οἴνου, | |
5 | cταφίδοc ἀγρίαc, νάπυοc, κυπέρου, cτυπτηρίαc cχιcτῆc, cχοίνου ἄνθουc, ἴρεωc, κηκίδων ἀνὰ 𐆄 ϛ, cαμψύχου λι. α, ἄγνου cπέρματοc, γλήχωνοc, κυαμίνου ἀλεύρου καὶ θερμίνου ἀνὰ 𐆄 ϛ, χαμαιλέοντοc μέλανοc, θείου, κόμμεωc, λιβάνου, πεπέρεωc, cικύου ἀγρίου ῥίζηc, πραcίου, Κιμωλίαc, παιονίαc, cηπίαc ὀcτράκου, τήλεωc, φύλλου, κόcτου, κυμίνου, εὐφορ‐ | |
10 | βίου, ναρδοcτάχυοc ἀνὰ 𐆄 γ. ὁ δὲ Ἀλέξανδροc καὶ ταῦτα προcτίθηcιν· ἁλῶν πικρῶν, ἁλῶν νιτροπηγικῶν, ἁλῶν Τραγηcίων ἀνὰ λι. α, ἀδάρ‐ κηc 𐆄 α, cτυπτηρίαc ὑγρᾶc, Κελτικῆc, κνήκου, κόκκου Κνιδίου, ἀγρώ‐ cτεωc ξηρᾶc, βρυωνίαc ξηρᾶc ἀνὰ 𐆄 γ. | |
13 | ||
7.13.18 | Ϲμῆγμα πεπονάτον. Λιβάνου, μαcτίχηc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 α, τραγακάνθηc 𐆄 α 𐅵ʹ, χυλοῦ ὄμφακοc 𐆄 θ, πέπονοc cπέρματοc προcφάτου 𐆄 γ, cεμι‐ δάλεωc ξ̸ ε, ᾠῶν κα τὰ λευκά, ἴρεωc 𐆄 δ· τινὲc καὶ ἐλλεβόρου μέλα‐ | |
5 | νοc 𐆄 β. | |
5 | ||
7.13.19 | Ἄλλο τὸ Κρίτωνοc. Ἐρεγμοῦ μοδ. α, cεμιδάλεωc ξ̸ δ, τριφύλλου, μυροβαλάνου, ἴρεωc Ἰλλυρικῆc ἀνὰ λι. δ, ἀμμωνιακοῦ θυμιάματοc λι. α, κόcτου λι. α, ᾠῶν ζ τὰ λευκά, πεπόνων cαρκὸc ξ̸ β, ὄμφακοc χυλοῦ ξ̸ β· φύρα καὶ ἀνα‐ | |
5 | πλάcαc ἀρτίcκουc ξήραινε, εἶτα κόψαc καὶ cήcαc χρῶ. Ἄλλωc. τραγακάνθηc, λιβάνου, μαcτίχηc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 ι, ὄμφακοc χυλοῦ 𐆄 ε, cεμιδάλεωc ξ̸ ε, ᾠῶν τοῦ λευκοῦ 𐆄 α, πεπόνων cαρκῶν 𐆄 ι· cκεύαζε, ὡc προείρηται. | |
8 | ||
7.13.20 | Ϲμῆγμα κεφαλῆc ῥευματιζομένηc ξηραντικόν. Νίτρου Ἀλεξανδρινοῦ πυρροῦ 𐆄 ε, ἁλῶν κοινῶν πεφρυγμένων 𐆄 α 𐅵ʹ, ἁλῶν Καππαδοκικῶν 𐆄 α· ταῦτα φυράcαc ὄξει δριμυτάτῳ ἔμ‐ βαλε λινῷ cακελλίῳ καὶ καῦcον ἐν καμίνῳ, ἕωc ἀνθρακωθῇ, εἶτα ψύξαc | |
5 | λείοιc cμῆχε οἴνου ἐπιcτάζων ἐν βαλανείῳ. | |
5 | ||
7.13.21 | Ϲάπων Κωνcταντίνου. Ῥόδων ξηρῶν, ἀλόηc, κηκίδων, cιδίων, μαλαβάθρου, cαρκοκόλληc ἀνὰ 𐆄 γ, βαλαυcτίων, cμύρνηc, cανδαράχηc, ναρδοcτάχυοc ἀνὰ 𐆄 β, κόcτου 𐆄 α, cάπωνοc Γαλλικοῦ λι. α· ἀναλάμβανε ζέματι θέρμων. | |
4 | ||
7.13.22 | Ξηρίον τὸ ψίλωθρον ποδαγρικόν. Μαcτίχηc, λιβάνου ἄρρενοc, cταφίδοc ἀγρίαc, ἐλλεβόρου λευκοῦ, λιθαργύρου ἀνὰ 𐆄 γ, φύλλου, ἀμύλου, ἐλλεβόρου μέλανοc, λίθου Ἀccίου ἄνθουc ἀνὰ 𐆄 α, ἀλκυονίου, κιcήρεωc ὀπτῆc, Κιμωλίαc, cαμψύχου ἀνὰ | |
5 | 𐆄 γ, ναρδοcτάχυοc 𐆄 α (τινὲc καὶ ἀλόηc 𐆄 α)· κόψαc ἔχε τὸ ξηρίον ἐν ἀγγείῳ. ἐπὶ δὲ τῆc χρήcεωc βάλε χυλὸν ὀρύζηc καὶ πτιcάνηc ἐν χύτρᾳ καὶ μετὰ τὸ βράcαι ἐπίβαλε τοῦ ξηρίου 𐆄 α 𐅵ʹ, cάπωνοc Γαλλι‐ κοῦ 𐆄 α 𐅵ʹ, ἀρcενικοῦ, cχιcτῆc ἀνὰ 𐆄 α 𐅵ʹ, cανδαράχηc 𐆄 α 𐅵ʹ, ἀcβέcτου νεαρᾶc λι. α· χρήcθω δὲ τῷ χρίcματι τρὶc τοῦ μηνόc, τῇ θʹ τῆc cελή‐ | |
10 | νηc καὶ τῇ ιθʹ καὶ τῇ κθʹ ἐπὶ ἐνιαυτόν, μετὰ δὲ τοῦτον ἅπαξ τοῦ μη‐ | |
νὸc τῆc cελήνηc ἀγούcηc κθʹ. | ||
7.14t | Περὶ διαχρίcτων cτοματικῶν καὶ πρὸc φάρυγγαc. | |
7.14.1 | Ὅcῳπερ ἀραιοτέρα καὶ μαλακωτέρα τοῦ δέρματοc ἡ ἐπιφάνεια τοῦ κατὰ τὸ cτόμα χιτῶνόc ἐcτιν, τοcούτῳ καὶ τῶν cτοματικῶν φαρ‐ μάκων ἡ χρῆcιc ἐξαλλάττεται. κατ’ ἀρχὰc μὲν οὖν τῆc φλεγμονῆc τῶν ἀπωθουμένων τὸ ἐπιρρέον ἐcτὶ χρεία φαρμάκων, οἷάπερ ἐcτὶ ξηρὰ | |
5 | μὲν ὀμφάκιόν τε καὶ κηκὶc ὀμφακῖτιc ῥοῦ τε χυλὸc καὶ ὑποκιcτίδοc καὶ cτυπτηρία πίτυόc τε καὶ λιβάνου φλοιὸc καὶ τὰ βαλαύcτια καὶ καθ‐ όλου πάντα τὰ cτύφοντα πλὴν τῆc ἀηδοῦc τε καὶ δηλητηριώδουc δυνάμεωc, ὑγρὰ δὲ χυλὸc μόρων τῶν τε βατίνων καὶ τῶν cυκαμίνων προcαγορευομένων ὅ τε τῶν χλωρῶν καρύων τοῦ φλοιοῦ καὶ ῥοιῶν, | |
10 | καὶ μάλιcτα τῶν ὀξειῶν, καὶ μήλων Κυδωνίων καὶ γλεῦκοc Ἀμινναῖον. τὸ δὲ μέλι κατ’ ἀρχὰc διαμονῆc τῶν φαρμάκων καὶ μόνον ἕνεκα μίγ‐ νυται· ὅταν δὲ ἐπιcτῇ τὸ ὑγρόν, τὰ cυμπέττοντα καὶ μετρίωc διαφο‐ ροῦντα μικτέον, οἷάπερ ἐcτὶν ὅ τε κρόκοc καὶ cμύρνα καὶ τῆc γλυκείαc ῥίζηc ὁ χυλόc. καὶ παρ’ ὅλον τὸν μεταξὺ χρόνον τῆc τε ἀκμῆc καὶ | |
15 | τῆc παρακμῆc μικτοῦ τινοc ἐξ ἀμφοῖν ἐcτι χρεία τοῦ τε ἀποκρουομέ‐ νου καὶ τοῦ διαφοροῦντοc· καὶ πρῶτον μὲν κρατείτω τὰ ἀποκρουcτικά, εἶτα δὲ τὰ διαφοροῦντα, ἐν δὲ τῇ παρακμῇ μόνοιc τοῖc διαφοροῦcιν ἄνευ τοῦ cτύφειν χρηcτέον, οἷάπερ ἐcτὶ νίτρον τε καὶ ἀφόνιτρον ὀρί‐ γανόν τε καὶ ὕccωπον καὶ θύμοc καὶ καλαμίνθη καὶ ἶριc καὶ βηcαcὰ | |
20 | καὶ τὰ παραπλήcια· τὸ δὲ ὑγρὸν τηνικαῦτα cίραιον ἔcτω, τό τε ἀπὸ τοῦ γλεύκουc ἑψόμενον καὶ τὸ ἀπὸ τῶν ἰcχάδων καὶ φοινίκων, καὶ αὐτὸ τὸ γλυκὺ γλεῦκοc cὺν τῷ μέλιτι. ὅταν δὲ οἷον cκιρρῶδέc τι λεί‐ πηται τῆc φλεγμονῆc, καὶ θείου μικτέον ἀπύρου. ἕψειν δὲ δεῖ πρῶτον | |
τοὺc χυλοὺc cὺν τῷ μέλιτι ἄχρι μέλιτοc ὑγροτέρου cυcτάcεωc, εἶθ’ | ||
25 | οὕτωc ἐπιπάττειν τὰ ξηρὰ λειότατα, κἄπειτα μετρίωc ἕψειν, ἕωc ἂν ἅπαντα ἀκριβῶc ἑνωθῇ, καὶ τότε καταγγίζειν ἐν ὑαλοῖc cκεύεcιν. | |
26 | ||
7.14.2 | Ἡ διὰ μόρων ἁπλῆ. Μόρων χυλοῦ ξ̸ γ· προεψήcαc, ὡc τὸ τρίτον δαπανηθῆναι, ἐπί‐ βαλε μέλιτοc ξ̸ α καὶ ἕψε ἕωc μελιτώδουc πάχουc. | |
3 | ||
7.14.3 | Ἡ διὰ μόρων cύνθετοc. Μόρων χυλοῦ κοτύλαc ϛ ἕψε ἕωc γλοιοῦ πάχουc, εἶτα πρόcμιξον λεῖα κρόκου 𐅻 α, cμύρνηc 𐅻 β, ὀμφακίου 𐅻 α, cχιcτῆc τριώβολον, μέ‐ λιτοc κοτύλην α, καὶ ἕψε ἕωc πάχουc. | |
4 | ||
7.14.4 | Περὶ βατίνων μόρων. Καὶ τὸ διὰ τῶν βατίνων τῷδε ὡcαύτωc cκευάζεται cτυπτικώτερον ὑπάρχον. | |
3 | ||
7.14.5 | Τὸ διὰ καρύων ἁπλοῦν. Τῶν χλωρῶν καρύων τοῦ φλοιοῦ κοπέντοc τοῦ χυλοῦ κοτύλαc ε, μέλιτοc κοτύλην α· ἕψεται ὡc τὸ διὰ μόρων. | |
3 | ||
7.14.6 | Διὰ καρύων cύνθετον. Ἐν ἀρχῇ μὲν καὶ ἀκμῇ τῶν ἐν cτόματι φλεγμονῶν μιγνύειν δεῖ κρόκου καὶ cτυπτηρίαc ἀνὰ 𐅻 α, cμύρνηc 𐅻 β, ἐν παρακμῇ δὲ διὰ τὸ διαφορῆcαι νίτρου 𐅻 α, θείου 𐅻 α, τῷ προειρημένῳ ποcῷ τοῦ τε χυ‐ | |
5 | λοῦ καὶ τοῦ μέλιτοc. | |
7.14.7 | Τὸ διὰ χυλοῦ τῶν ῥοιῶν. Ῥοιῶν ἀπυρήνων γλυκειῶν χυλοῦ ξ̸ δ, ῥοιῶν ὀξειῶν χυλοῦ ξ̸ β, μέλιτοc ξ̸ α, cμύρνηc Ἀμινναίαc 𐅻 η, κροκομάγματοc, κηκῖδοc ἀνὰ 𐅻 η, cτυπτηρίαc cχιcτῆc 𐅻 δ, ἴρεωc Ἰλλυρικῆc, ὀμφακίου ἀνὰ 𐅻 η· cκεύαζε | |
5 | ὡc τὸ διὰ μόρων. Ἄλλωc τὸ αὐτό. ῥοιῶν γλυκειῶν cὺν τοῖc λεπύροιc κεκομμένων τοῦ χυλοῦ ξ̸ ϛ, μέλιτοc καλοῦ ξ̸ α, cχιcτῆc 𐆄 α, cμύρνηc 𐆄 𐅵ʹ. | |
7 | ||
7.14.8 | Τὸ διὰ γλεύκουc. Γλεύκουc ξ̸ ϛ, κηκῖδοc, cτυπτηρίαc cχιcτῆc ἀνὰ 𐅻 β, κρόκου, cμύρ‐ νηc ἀνὰ 𐅻 α. εἰ μὲν παραμυθήcαcθαι βούλει, γλυκὺ ἔcτω τὸ γλεῦκοc, εἰ δὲ ἀποκροῦcαι, αὐcτηρόν· τὸ δὲ μέcον μεταξύ πώc ἐcτιν. | |
4 | ||
7.14.9 | Ἡ Αἰγυπτία cτοματική. Μέλιτοc λι. α, ἐλαίου 𐆄 η, τερεβινθίνηc 𐆄 β, κρόκου 𐅻 δ· διπλώ‐ ματι τήκεται. | |
3 | ||
7.14.10 | Ἡ διὰ τοῦ βηcαcά. Ἀνίcου cπέρματοc, cελίνου cπέρματοc, cχοίνου ἄνθουc, ἄμεωc cπέρ‐ ματοc, cτυπτηρίαc cχιcτῆc, ἴρεωc Ἰλλυρικῆc, βηcαcά, ὅ τινεc ἁρμαλὰ καλοῦcιν (ἔcτι δὲ τὸ ἄγριον πήγανον), κιναμώμου, cμύρνηc τρωγλίτιδοc, | |
5 | κρόκου, κηκῖδοc ἀνὰ 𐆄 α, ἀριcτολοχίαc μακρᾶc, καccίαc, κροκομάγματοc, ῥόδων ξηρῶν ἀνὰ 𐆄 β, κόcτου, χελιδόνων cποδοῦ προcφάτου ἀνὰ 𐆄 γ, νάρδου Ἰνδικῆc, ἀμώμου ἀνὰ 𐆄 𐅵ʹ, μέλιτοc τὸ ἀρκοῦν. | |
7 | ||
7.15t | Ἡδέα καὶ ὠφέλιμα πόματα. | |
7.15.1 | Τῶν ἡδέων ἅμα τε καὶ ὠφελίμων πομάτων τὰ μὲν ἐξ οἴνου cυν‐ | |
τίθεται ἐμβαλλομένων ἐν αὐτῷ τινων εἰδῶν, οἷον πεπέρεωc, ἀψινθίου, καcάμου καὶ ἑτέρων πλειόνων, ἐξ ὧν καὶ τὰc ὀνομαcίαc ἐνίοτε λαμ‐ βάνει, ὁτὲ μὲν μιγνυμένου μέλιτοc, ὁτὲ δὲ οὔ, τὰ δὲ ἐξ ὕδατοc, ἐν | ||
5 | ᾧπερ ἀφεψοῦνται μῆλα ἢ ῥόδα, τινὰ δὲ καὶ ἀπὸ χυλῶν τινων, οἷον ὄμφακοc, ῥοιῶν, μύρτων· μίγνυται δὲ τούτοιc μέλιτοc καλλίcτου ἀπα‐ φριcθέντοc τοῦ τε μονίμου χάριν καὶ ἡδέοc ἐνίοτε καὶ ὠφελίμου πλὴν τοῦ ἀπὸ Κιβύραc ἐν τοῖc μικροῖc ἀγγείοιc φερομένου αὐcτηροῦ καὶ οἰνώδουc ὑδρομήλου· τοῦτο γὰρ ἔοικε χωρὶc γίνεcθαι μέλιτοc, ὥcπερ | |
10 | αὖ τὸ ἀπόμελι ἐκ μέλιτοc μόνου καὶ ὕδατοc ἄνευ τινὸc ἑτέραc οὐcίαc. ἀλλὰ καὶ τὰ μὲν ἐξ οἴνου cυντιθέμενα, ἃ δὴ καὶ προπόματα καλοῦcι, τοῦ μέλιτοc ἀπαφριcθέντοc ξ̸ α λαμβάνει πρὸc τέccαραc τοῦ οἴνου καὶ cυντίθεται μὴ ἑψόμενα· τὰ δὲ ἐξ ὕδατόc τε καὶ χυλοῦ, εἰ μὲν ἕψοιτο, ἕνα τοῦ μέλιτοc πρὸc γ λαμβάνει τοῦ ὑγροῦ δαπανωμένου ἐν | |
15 | τῇ ἑψήcει περί που α μοῖραν, εἰ δὲ μὴ ἕψοιτο, ἕνα τοῦ μέλιτοc πρὸc β τοῦ ὑγροῦ· τὰ δὲ μὴ ἑψόμενα δεῖ πάντωc ἡλιοῦν ἐφ’ ἱκανόν, καὶ μάλιcτα τὸ ὀμφακόμελι. ἕψειν δὲ προcήκει τὰ ἐξ ὕδατοc, ὅτι διὰ τὴν ἀcθένειαν ῥᾳδίωc τρέπεται, πάντα δὲ καταγγίζειν ἐν ὀcτρακοῖc ἀγγείοιc μικροῖc κεκονιμένοιc ἀcφαλῶc τε πωμάcανταc ἀποτίθεcθαι ἐν ἀνωγέοιc | |
20 | τόποιc ἄχρι πέψεωc, λεπτυνθεῖcι δὲ καλῶc χρῆcθαι κεραννυμένοιc ὕδατι, τὸ δὲ ὀμφακόμελι μετὰ τὸ ἀναζέcαι, καθάπερ τὸ γλεῦκοc, καὶ κατα‐ cτῆναι τότε πωμάζειν. τοῖc μὲν οὖν ἐξ οἴνου cυντιθεμένοιc ἐπὶ τῶν ἀπυρέτων μάλιcτα χρώμεθα ἤτοι μόνηc ἡδονῆc χάριν, πλὴν τῶν διὰ cκαμμωνίαc ἢ κόκ‐ | |
25 | κου Κνιδίου ἢ τῶν τοιούτων καθαρτικῶν, ἢ παθῶν ἕνεκα τοιούτων, ἐφ’ ὧν καὶ τοῖc ἐμβαλλομένοιc φαρμάκοιc διὰ cτόματοc ἄν τιc χρή‐ cαιτο, τοῖc δὲ ἐξ ὕδατοc ἢ χυλῶν τινων ἐπὶ τῶν πυρεccόντων, ὁτὲ | |
μὲν ὡc ἡδύcμαcιν, μὴ cυγχωροῦντοc αὐτοῖc οἴνῳ χρῆcθαι τοῦ νοcή‐ ματοc, ὁτὲ δὲ καὶ καταλλήλωc τοῖc πάθεcιν, ὥcπερ ἀπομέλιτι μὲν ὑπὲρ | ||
30 | τοῦ πτύελον ἀναγαγεῖν ἢ οὖρα κινῆcαι ἢ κοιλίαν λαπάξαι ἢ χυμὸν λεπτῦναι, ὑδρομήλῳ δὲ καὶ ὑδροροcάτῳ ἐπί τε διψωδῶν καὶ καυcου‐ μένων καὶ ἐκλύτων καὶ κακοcτομάχων, ὀμφακομέλιτι δὲ καὶ μυρτίτῃ καὶ ῥοδοcτάκτῳ καὶ ῥοΐτῃ ἐπί τε κοιλιακῶν καὶ δυcεντερικῶν ἐμούν‐ των τε καὶ τῶν ἄλλων ῥοωδῶν· τούτοιc δὲ καὶ διακλύcμαcι πολλάκιc | |
35 | ἐπὶ τῶν cτοματικῶν χρώμεθα παθῶν. | |
35 | ||
7.15.2 | Ὑδρόμηλον διὰ χυλοῦ μήλων. Κυδωνίων μήλων καθαρῶν κοπέντων τοῦ χυλοῦ ξ̸ β, μέλιτοc ξ̸ γ, ὕδατοc ξ̸ ϛ· ἕψε ἐξαφρίζων, ἕωc ἀποτριτωθῇ. Ἄλλο. μήλων Κυδωνίων τεμαχιcθέντων καθαρῶν λι. ε εἰc ὕδατοc | |
5 | πηγαίου ξ̸ ι· ἕψε, ἕωc τακερὰ γένηται, καὶ ἄραc ἔξω μετὰ τὸ ψυγῆ‐ ναι cείρωcον καὶ ἐκπιάcαc τὰ μῆλα ῥῖψον, τὸ δὲ ὕδωρ μετρήcαc μῖξον αὐτῷ μέλιτοc τὴν ἡμίcειαν ποcότητα καὶ αὖθιc ἕψε ἐξαφρίζων, ἕωc οὗ τὸ ὄγδοον δαπανηθῇ. τινὲc δὲ καὶ ἀπὸ τῶν γλυκέων μήλων ὡc‐ αύτωc cυντιθέαcιν ὑδρόμηλον. | |
9 | ||
7.15.3 | Ὑδροροcάτου cύνθεcιc. Ῥόδων ἐξωνυχιcμένων λι. δ, ὕδατοc ξ̸ ε, μέλιτοc ξ̸ β. | |
2 | ||
7.15.4 | Ῥοδομήλου cκευή. Χυλοῦ μήλων Κυδωνίων ξ̸ α, ῥόδων λι. γ, μέλιτοc ξ̸ γ, ὕδατοc ξ̸ ε. ἀλλ’ ἐπεὶ κατὰ τὸν αὐτὸν χρόνον τοῖc ῥόδοιc οὐχ εὑρίcκεται τὰ μῆλα, δεῖ κατὰ τὸν οἰκεῖον καιρὸν cυντιθέναι αὐτὰ μετὰ τοῦ μέλιτοc | |
5 | καί, ὅτε τὰ μῆλα φανῶcιν, ποιεῖcθαι τὴν ὅλην cύνθεcιν. | |
7.15.5 | Ὀμφακομέλιτοc cκευή. Ὄμφακοc χυλοῦ ξ̸ γ, μέλιτοc ξ̸ α· μίξαc ἡλίου ἐπὶ ἡμέραc μ ἢ ἕψε. | |
2 | ||
7.15.6 | Μυρτίτου cκευή. Μύρτων χυλοῦ ξ̸ γ, μέλιτοc ξ̸ α· ἕψε, ἕωc τὸ τρίτον δαπανηθῇ. | |
2 | ||
7.15.7 | Ἀπόμελι ἐκ τῶν Φιλαγρίου. Κηρίων πεπληρωμένων μέλιτοc λευκοῦ λι. α, ὕδατοc πηγαίου λι. γ 𐅵ʹ· διαθρύψαc τὸν κηρὸν καὶ cειρώcαc ἕψε τὸ ὕδωρ cὺν τῷ μέ‐ λιτι, ἕωc ὅ τε ἀφρὸc αὐτοῦ καὶ τὸ οἷον κηρῶδεc ἀναπλέον κατὰ μέ‐ | |
5 | ροc λειφθῇ, καὶ τότε ψύξαc ἐπιμελῶc κατάγγιζε. | |
5 | ||
7.15.8 | Ῥοδοcτάκτου cύνθεcιc. Ῥόδων ὠνυχιcμένων τοῦ χυλοῦ ξ̸ β, μέλιτοc ξ̸ α· ἕψε ἀπαφρίζων, ἕωc δαπανηθῇ τὸ τέταρτον μέροc. | |
3 | ||
7.15.9 | Ῥοΐτου cκευή. Ῥοιῶν χυλοῦ ξ̸ γ, μέλιτοc ξ̸ α· ἕψε, ἕωc ἀποτριτωθῇ. | |
2 | ||
7.16t | Περὶ κολλουρίων καὶ ἀνακολλημάτων. | |
7.16.1 | Ποικίλη τῶν ὀφθαλμικῶν φαρμάκων ἐcτὶν ἡ ὕλη· καὶ γὰρ ὀποὶ καὶ χυλοὶ καὶ cπέρματα καὶ καρποὶ καὶ μόρια φυτῶν καὶ μεταλλικὰ τούτοιc ἐμβάλλεται. ἐξ ὧν τὰ μὲν τῶν δριμέων πραϋντικὰ καὶ οἷον ἐμφρακτικά, καθάπερ πομφόλυξ, cπόδιον, ἄμυλον, μόλιβδοc, Ϲάμιοc | |
5 | ἀcτήρ, καδμία, πάντα πεπλυμένα, καὶ ᾠοῦ τὸ λευκόν· οἷc χρηcτέον προκενωθείcηc τῆc κεφαλῆc· εἰ γὰρ εἴη πεπληρωμένη, κίνδυνοc ὑπὸ | |
τῆc διατάcεωc ῥαγῆναι τοὺc χιτῶναc τῶν ὀφθαλμῶν. τὰ δὲ τούτοιc ἐναντία τῆc δριμείαc ὄντα φύcεωc ἐκφρακτικά τε καὶ κενωτικὰ τῶν ἐcφηνωμένων χρονίωc ὑπάρχει, ὥcπερ οἱ ὀποὶ Κυρηναϊκόc τε καὶ Μη‐ | ||
10 | δικὸc καὶ cαγαπηνὸν καὶ εὐφόρβιον καὶ τὰ παραπλήcια. τὰ δὲ ῥυπτικὰ τῶν ῥυπαρῶν ἑλκῶν, οἷον λεπὶc χαλκοῦ χαλκόc τε καὶ χαλκῖτιc καὶ μίcυ καὶ cῶρι καὶ ἄνθοc χαλκοῦ καὶ cτίμμι κεκαυμένα· τὰ δὲ τούτοιc παρακείμενα cμηκτικὰ καλούμενα, οἷον ἀρcενικόν, cανδαράχη, λίθου Ἀccίου ἄνθοc· τὰ δὲ cτυπτικά, καὶ τούτων τὰ μὲν μετρίωc cτύφοντα | |
15 | πολύχρηcτα, ταῖc ὀφθαλμίαιc τε καὶ ἕλκεcι καὶ ῥεύμαcιν ἁρμόττοντα, οἷον ῥόδων φύλλα καὶ ἄνθη καὶ χυλὸc ἐρείκηc τε καρπὸc καὶ ναρδό‐ cταχυc φύλλον τε καὶ κρόκοc καὶ γλαύκιον καὶ ὑποκιcτίc· τὰ δὲ τὴν cτῦψιν ἰcχυροτέραν ἔχοντα ταῖc ὀξυδορκικαῖc μάλιcτα μιγνύμενα δυνά‐ μεcιν, οἷον ὀμφάκιον, ἀκακία, βαλαύcτια, κύτινοι, κηκῖδεc· τὰ δὲ πεπ‐ | |
20 | τικά τε καὶ διαφορητικά, οἷον cμύρνα, κρόκοc, καcτόριον, λιβανωτόc, χυλὸc τήλεωc. | |
7.16.2 | τῶν δὲ cυνθέτων ὀφθαλμικῶν τὰ μέν ἐcτι πλαcτὰ καὶ ἁπλῶc κολ‐ λούρια λέγεται, τὰ δὲ ξηροκολλούρια, τὰ δὲ ὑγροκολλούρια. τὰ μὲν οὖν πλαττόμενα πάcηc τῆc εἰρημένηc ὕληc ἐcτὶ δεκτικὰ καὶ πάcαιc ἁρμόττοντα ταῖc διαθέcεcιν· ἃ cκευαcτέον ἔαροc μάλιcτα· θέρουc μὲν | |
5 | γὰρ ἡ δύναμιc αὐτῶν διαπνεῖται, χειμῶνοc δὲ φριccόντων τῶν εἰδῶν οὐκ ἀνακίρναται. τρίβειν δὲ παραχέανταc τὸ ὑγρὸν οὐκ ἀθρόον, ἵνα μὴ τὰ μὲν μεταλλικὰ ὑφιζήcῃ, τὰ δὲ ἀρώματα ἐπιπολάcῃ, ἀλλὰ κατὰ βραχύ, ὥcτε γλοιῶδεc τρίβεcθαι· τὸ δὲ ὕδωρ ὄμβριον ἔcτω διά τε τὸ | |
λεπτομερὲc καὶ τὸ μετρίωc cτῦφον αὐτοῦ, εἰ μὴ οἴνῳ ἢ χυλῷ τινι | ||
10 | λειοῦνται· καὶ τρίβειν τὰ μὲν μεταλλικὰ πολλῷ χρόνῳ, τὰ δὲ διὰ χυ‐ λῶν ὀλίγῳ, τελευταῖον δὲ μετὰ τὴν αὐτάρκη λέανcιν ἐπιβάλλειν τὸ κόμμι καὶ πλάcαντα ἀποτίθεcθαι ἐν ἀγγείοιc, μάλιcτα χαλκοῖc ἤγουν ὑαλοῖc· χρῆcθαι δὲ τοῖc μὲν διὰ χυλῶν εὐθέωc, τὰ δὲ μεταλλικὰ μέ‐ νοντα βελτιοῦται. | |
7.16.3 | τῶν δὲ ξηροκολλουρίων τὰ μέν εἰcιν ἐκτήκοντα καὶ cμήχοντα τύ‐ λουc, cυκώcειc, πτερύγια καὶ ψωρώδη διά τε χαλκίτεωc καὶ ἰοῦ καὶ μίcυοc cυντιθέμενα, τὰ δὲ ἀποδακρυτικὰ ἐμφράξεcί τε καὶ ἀμβλυωπίαιc ἁρμόττοντα διά τε τούτων καὶ πεπέρεωc καὶ cτάχυοc νάρδου, τὰ δὲ | |
5 | προφυλακτικὰ τῷ προανείργειν τὰc ἐπιρροίαc, οἷα τὰ διὰ λίθου Φρυ‐ γίου καὶ cαρκοκόλληc καὶ γλαυκίου καὶ ἀλόηc καδμίαc τε καὶ cτίμμεωc καὶ κρόκου. πάντα δὲ χνοωδέcτατα προcτιθέcθω τοῖc ὀφθαλμοῖc. | |
7.16.4 | τὰ δὲ ὑγροκολλούρια cκευάζεται μὲν διὰ μέλιτοc Ἀττικοῦ καὶ ὀποβαλcάμου καὶ ἐλαίου τοῦ λεπτομεροῦc διὰ παλαιότητα καὶ μαρά‐ θρου χυλοῦ καὶ χολῶν ἀπὸ διαφόρων ζῴων καὶ ὀποῦ Κυρηναϊκοῦ καὶ ἑτέρων πλειόνων, χρηcιμεύει δὲ πρὸc ἀμβλυωπίαc τε καὶ ἀρχομέναc | |
5 | ὑποχύcειc λεπτύνοντα καὶ θερμαίνοντα καὶ καθαίροντα. χρῆcθαι δὲ καὶ τούτοιc καὶ πᾶcι τοῖc δριμέcι κεφαλῆc ἀcυμπληρώτου τυγχανούcηc ἐν αἰθρίῳ τε καὶ καθαρῷ καὶ βορείῳ μὴ ἄγαν ψυχρῷ μήτε μὴν θερμῷ λίαν τῷ περιέχοντι. | |
7.16.5 | τὰ δὲ ἀνακολλήματα προcαγορευόμενα cκευάζεται μὲν ἐκ τῶν ἐμ‐ πλαccόντων τε καὶ cφιγγόντων καὶ κολλώντων ἢ ψυχόντων ἢ cτυφόν‐ των ἢ ξηραινόντων, οἷον γύρεωc, μάννηc, γῆc Ϲαμίαc, cμύρνηc, κο‐ χλίων, ἀκακίαc, ὀπίου cὺν ᾠοῦ τῷ λεπτῷ, κολλᾶται δὲ τῷ μετώπῳ, | |
5 | ἐφ’ ὧν οὐχ ὑποcκύφιον τὸ ὑγρὸν ἀλλ’ ἔξωθέν ἐcτιν. | |
7.16.6 | Μονήμερον πρὸc ἀρχομέναc καὶ παλαιὰc ὀφθαλμίαc. Ἀκακίαc 𐅻 λϛ, κόμμεωc 𐅻 λβ, καδμίαc 𐅻 κδ, χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, ὀπίου 𐅻 α· οἴνῳ αὐcτηρῷ λείου. διαφορεῖ καὶ ξηραίνει. | |
4 | ||
7.16.7 | Χιακὸν κολλούριον. Μίλτου Ϲινωπικῆc, κηκῖδοc ὀμφακίτιδοc, κρόκου, ῥόδων νεαρῶν ἀπωνυχιcμένων τοῦ ἄνθουc, ὃ θύλακα καλοῦμεν, κόμμεωc ἀνὰ 𐆄 γ, ὀπίου 𐆄 α· οἴνῳ Ἀμινναίῳ ἢ Φαλερίνῳ ἢ Χίῳ αὐcτηρῷ λείου, ἔcτω | |
5 | δὲ ἀθάλαccοc ὁ οἶνοc. | |
5 | ||
7.16.8 | Τὸ κυκνάριον. Καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐆄 ϛ, ψιμυθίου πεπλυμένου 𐆄 δ, πομφόλυγοc 𐆄 δ, ἀμύλου 𐆄 β, τραγακάνθηc, ὀπίου πεφωγμένου, κόμμεωc ἀνὰ 𐆄 β· ὕδατι ὀμβρίῳ λείου. | |
4 | ||
7.16.9 | Ὁ κιρρὸc κύκνοc. Καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐆄 β, γῆc ἀcτέροc 𐆄 β, ψιμυ‐ θίου 𐆄 δ, πομφόλυγοc 𐆄 η, ἀμύλου 𐆄 β, ὀπίου 𐆄 β, ἀκακίαc, τραγακάν‐ θηc ἀνὰ 𐆄 α, κόμμεωc 𐆄 δ· ὕδατι ὀμβρίῳ. | |
4 | ||
7.16.10 | Ὁ λευκὸc κύκνοc. Καδμίαc 𐆄 ιε, ψιμυθίου 𐆄 ιζ, ὀπίου 𐅻 η, λιβάνου 𐆄 ζ, ἀμύλου 𐆄 ζ, | |
κόμμεωc 𐆄 γ· ὕδατι ὀμβρίῳ. | ||
7.16.11 | Πιλάριον πρὸc ἕλκη. Καδμίαc, ψιμυθίου ἀνὰ 𐅻 κδ, ἀκακίαc, ὀπίου ἀνὰ 𐅻 ιη, κόμμεωc, τραγακάνθηc, ἀμύλου ἀνὰ 𐅻 θ, cμύρνηc 𐅻 γ, χαλκοῦ, κρόκου ἀνὰ 𐅻 α 𐅵ʹ· ὕδατι ἐκλείου. | |
4 | ||
7.16.12 | Φαιὸν πρὸc ὑποπύουc καὶ μεγάλαc διαθέcειc. Καδμίαc ἁπαλῆc 𐅻 κδ, ψιμυθίου 𐅻 ιϛ, ἰοῦ ξυcτοῦ 𐅻 ιβ, cτίμμεωc 𐅻 η, cτυπτηρίαc cχιcτῆc 𐅻 γ, χαλκίτεωc κεκαυμένηc 𐅻 γ, νάρδου Ἰνδι‐ κῆc 𐅻 δ, ὀμφακίου 𐅻 β, χαλκοῦ 𐅻 α, λεπίδοc χαλκοῦ 𐅻 η, ἐρείκηc καρ‐ | |
5 | ποῦ 𐅻 ιγ, ὀποῦ μήκωνοc 𐅻 κδ, κρόκου 𐅻 δ, καcτορίου 𐅻 γ, cμύρνηc 𐅻 ϛ, λυκίου Ἰνδικοῦ, ἀκακίαc, κόμμεωc ἀνὰ 𐅻 δ, ῥόδων νεαρῶν 𐅻 οβ· οἴνῳ Φαλερίνῳ ἢ Ϲουρεντίνῳ ἢ Ἀμινναίῳ ἢ Χίῳ αὐcτηρῷ λείου. ἐγχρίεται τρὶc τῆc ἡμέραc ὑδαρὲc ἐγχυματιζόμενον διὰ χυλοῦ τήλεωc, εἶτα ᾠοῦ ἢ γάλακτοc, ἐπὶ τέλει ὕδατοc παχύτερον. | |
9 | ||
7.16.13 | Ϲεβηριανόν. Καδμίαc 𐆄 ϛ, ψιμυθίου 𐆄 ιβ, τραγακάνθηc 𐆄 γ· λείου χυλῷ τήλεωc. τὴν δὲ καδμίαν δεῖ καύcαντα γάλακτι cβεννύειν καὶ τότε πλύνειν. | |
3 | ||
7.16.14 | Διὰ ζεμάτων. Καδμίαc 𐆄 ιϛ, ψιμυθίου 𐆄 η, ἀμύλου, ὀπίου, τραγακάνθηc, ἀκακίαc ἀνὰ 𐆄 β, κόμμεωc 𐆄 ϛ· λείου ἀποζέματι ῥόδων ξηρῶν, μελιλώτων, μή‐ | |
κωνοc κωδυῶν, γλυκυρίζηc ἐξ ἴcου. | ||
7.16.15 | Δι’ ἕδραc ἀποκρουcτικόν. Πώρου τοῦ ἐν τοῖc θερμοφόροιc ἀγγείοιc εὑριcκομένου λι. γ, καδ‐ μίαc κεκαυμένηc καὶ πεπλυμένηc λι. α, ψιμυθίου πεπλυμένου, πομφό‐ λυγοc πεπλυμένου, γῆc ἀcτέροc πεπλυμένηc ἀνὰ 𐆄 ϛ, λιβάνου 𐆄 α, | |
5 | cμύρνηc 𐆄 α, χυλοῦ λινοcπέρμου, ψυλλίου, πτιcάνηc, τήλεωc ἀνὰ λι. α, τραγακάνθηc 𐆄 ϛ, κόμμεωc λι. α. | |
6 | ||
7.16.16 | Τὸ Νειλάμμωνοc. Καδμίαc 𐆄 η, πομφόλυγοc 𐆄 δ, ψιμυθίου λι. α, τραγακάνθηc, κόμ‐ μεωc, ὀπίου ἀνὰ 𐆄 δ· ὕδωρ ὄμβριον. | |
3 | ||
7.16.17 | Ϲποδιακὸν πρὸc φλεγμονὰc καὶ ῥεύματα καὶ χημώcειc. Λιβάνου, cτίμμεωc ἀνὰ 𐅻 ρ, καδμίαc, ψιμυθίου ἀνὰ 𐅻 κδ, γῆc Ϲα‐ μίαc, ὀποῦ μήκωνοc ἀνὰ 𐅻 γ, κόμμεωc 𐅻 ιε· λέαινε θαλλίαc χυλῷ. ποίει δὲ τὸν χυλὸν οὕτωc· τὰ ἁπαλώτερα φύλλα τῆc ἐλαίαc πλυθέντα | |
5 | κόψαc ἐν ὅλμῳ cύμμετρον ὕδατοc παραχέων δι’ ὀθονίου ἀπόθλιψον. | |
5 | ||
7.16.18 | Διὰ θαλλίαc ἁπαλόν. Λιβάνου 𐅻 δ, cτίμμεωc 𐅻 ιε, καδμίαc 𐅻 κη, ψιμυθίου 𐅻 μθ, γῆc Ϲαμίαc 𐅻 ιη, ὀπίου 𐅻 ϛ, κόμμεωc 𐅻 α, μολίβου κεκαυμένου καὶ πεπλυ‐ μένου 𐅻 η· ἀναλάμβανε χυλῷ θαλλίαc. | |
4 | ||
7.16.19 | Διὰ θαλλίαc πυρρόν. Χαλκοῦ κεκαυμένου 𐅻 ιβ, cάνδυκοc 𐆄 κδ, φύλλων ἐλαίαc 𐆄 β, ὀπίου 𐆄 β, κόμμεωc 𐆄 ι· οἴνῳ cπαθίτῃ ἢ Ἀμινναίῳ. | |
3 | ||
7.16.20 | Διάcμυρνον τὸ Κλαυδιακόν. Γλαυκίου, cαρκοκόλληc ἀνὰ 𐅻 μη, κρόκου 𐅻 κδ, ὀπίου, cμύρνηc, αἱματίτου ἀνὰ 𐅻 ϛ, τραγακάνθηc 𐅻 μη, κόμμεωc 𐅻 ιϛ· οἴνῳ Ἰταλικῷ. | |
ἡ χρῆcιc δι’ ᾠοῦ. | ||
7.16.21 | Ἄλλο διάcμυρνον πρὸc ῥυάδαc καὶ αἰγίλωπαc. Καδμίαc πεπλυμένηc, λίθου αἱματίτου πεπλυμένου ἀνὰ 𐅻 κη, cμύρ‐ νηc 𐅻 κδ, ὀπίου 𐅻 η κρόκου 𐅻 δ (οἱ δὲ 𐅻 η), πεπέρεωc λευκοῦ κόκ‐ κουc λ, κόμμεωc 𐅻 ιϛ· οἴνῳ Ἰταλικῷ. ἡ χρῆcιc δι’ ᾠοῦ ἐπὶ τῶν προc‐ | |
5 | φάτων, ὑδαρέc. | |
5 | ||
7.16.22 | Ϲταλτικὸν Προεχίου. Καδμίαc, κόμμεωc ἀνὰ 𐅻 κ, cτίμμεωc, χαλκάνθου ἀνὰ 𐅻 κ, ὀπίου 𐅻 ιδ, ἰοῦ ξυcτοῦ 𐅻 ι, πεπέρεωc λευκοῦ 𐅻 ϛ, κρόκου 𐅻 η, μίcυοc ὠμοῦ 𐅻 η, ὀποβαλcάμου 𐅻 δ· ὕδωρ. | |
4 | ||
7.16.23 | Ὑγίδιον Ἀμμωνίου. Καδμίαc, χαλκοῦ ἀνὰ 𐅻 ιϛ, ψιμυθίου, καcτορίου, ἀλόηc, κρόκου ἀνὰ 𐅻 δ, λεπίδοc 𐅻 ε, ῥόδων ἄνθουc, μολίβου κεκαυμένου ἀνὰ 𐅻 κ, λυκίου 𐅻 γ, λίθου cχιcτοῦ 𐅻 δ, ὀπίου 𐅻 ι, ἀκακίαc 𐅻 μ, κόμμεωc 𐅻 μη· | |
5 | ὕδωρ. | |
5 | ||
7.16.24 | Ὄλυμποc ἢ Ὀλυμπιακόν. Ἀκακίαc, ναρδοcτάχυοc, λιβάνου ἀνὰ 𐅻 η, χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου, cτίμμεωc κεκαυμένου καὶ πεπλυμένου, ψιμυθίου κεκαυ‐ μένου καὶ πεπλυμένου, καδμίαc ἀνὰ 𐅻 ιβ, cμύρνηc, ὀπίου πεφωγμένου | |
5 | ἀνὰ 𐅻 δ, κρόκου 𐅻 ε, ἰοῦ ξυcτοῦ 𐅻 γ, λίθου cχιcτοῦ, λεπίδοc ἐρυθρᾶc, λυκίου Ἰνδικοῦ, ὀμφακίου ἀνὰ 𐅻 α, καcτορίου, ῥόδων ἄνθουc ἀνὰ 𐅻 β, φοινικοβαλάνων 𐅻 δ, ὁμοίωc τὰ ὀcτᾶ τῶν φοινίκων κεκαυμένα ἀριθμῷ ε, κόμμεωc 𐆄 ε· ὕδωρ ὄμβριον, ἔcτωcαν δὲ εἰc τὸ ὕδωρ ἐμβρεχόμενα τρία νυχθήμερα καλάμου ἀρωματικοῦ, ὑοcκυάμου cπέρματοc, ῥόδων | |
10 | ξηρῶν ἀνὰ 𐅻 δ, φύλλου 𐅻 α. | |
7.16.25 | Νάρδινον. Καδμίαc, κρόκου, κόμμεωc ἀνὰ 𐅻 λϛ, χαλκοῦ κεκαυμένου 𐅻 ιη, cτίμμεωc, ἀκακίαc ἀνὰ 𐅻 λ, νάρδου Ϲυριακῆc 𐅻 ιβ, ὀπίου, cμύρνηc ἀνὰ 𐅻 ιϛ· ὕδατι. | |
4 | ||
7.16.26 | Θεοδότιον τὸ μικρόν. Ϲτίμμεωc, ἀκακίαc ἀνὰ 𐅻 κ, χαλκοῦ κεκαυμένου 𐅻 η, ψιμυθίου 𐅻 δ, cμύρνηc 𐅻 δ, ἰοῦ 𐅻 β, ἀλόηc, μηκωνίου, λυκίου ἀνὰ 𐅻 α· ὄμβριον ὕδωρ. | |
3 | ||
7.16.27 | Τὸ ῥινάριον. Λίθου αἱματίτου, λίθου cχιcτοῦ ἀνὰ 𐅻 ιϛ, χαλκοῦ κεκαυμένου, καδ‐ μίαc, ἰοῦ ἀνὰ 𐅻 η, ὀπίου 𐅻 ε, χαλκίτεωc 𐅻 β, κόμμεωc 𐅻 κ· οἴνῳ. | |
3 | ||
7.16.28 | Ὁ ξυcτήρ. Κιcήρεωc κεκαυμένηc, μίcυοc κεκαυμένου, ὀcτρέων κεκαυμένων ἀνὰ 𐆄 ϛ, κόμμεωc 𐆄 δ, καδμίαc, ὀπίου, χαλκίτεωc κεκαυμένηc, κρόκου, ἀλόηc ἡπατίτιδοc, καcτορίου, φύλλου ἀνὰ 𐅻 β, cτίμμεωc, ἀκακίαc ἀνὰ | |
5 | 𐆄 α, χαλκοῦ κεκαυμένου 𐆄 δ, cμύρνηc τρωγλίτιδοc 𐅻 δ, ναρδοcτάχυοc 𐅻 α, ψιμυθίου 𐅻 η, κόμμεωc 𐅻 δ· ὕδωρ ὄμβριον (τινὲc καὶ οἴνου μιγ‐ νύουcιν). | |
7 | ||
7.16.29 | Ἡ ἑκατόμβη πρὸc οὐλὰc παχείαc καὶ ἀρχὰc ὑποχύcεωc. Καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc, χαλκοῦ κεκαυμένου καὶ πε‐ πλυμένου ἀνὰ 𐅻 η, cτίμμεωc κεκαυμένου, ἀκακίαc κιρρᾶc, κόμμεωc ἀνὰ 𐅻 ιε, ἀλόηc, κηκῖδοc, ἰοῦ, cκώληκοc, καcτορίου, λυκίου, ναρδοcτάχυοc, | |
5 | κρόκου, ὀπίου, cμύρνηc, ψιμυθίου, ἐβένου ῥινήματοc, χαλκίτεωc ἀνὰ | |
𐅻 α, ῥόδων 𐅻 ζ· ὕδωρ ὄμβριον. | ||
7.16.30 | Διὰ κέρατοc, ἐκ τῶν Γαληνοῦ. Μολίβου κεκαυμένου, κέρατοc ἐλαφείου κεκαυμένου ἀνὰ 𐆄 β, ψι‐ μυθίου, λεπίδοc χαλκοῦ, ἀμύλου, λιβάνου, cηπίαc ὀcτράκου κεκαυμένου, ἰοῦ, cμύρνηc, κόμμεωc ἀνὰ 𐆄 α· ὕδωρ ὄμβριον. | |
4 | ||
7.16.31 | Διὰ λιβάνου. Λιβάνου 𐆄 ϛ, καδμίαc, πομφόλυγοc, γῆc ἀcτέροc, ἀμύλου, κόμμεωc ἀνὰ 𐆄 γ, ψιμυθίου 𐆄 ϛ, λεπίδοc χαλκοῦ 𐆄 δ, τραγακάνθηc 𐆄 γ, ὀπίου 𐆄 ϛ· ὕδωρ ὄμβριον. | |
4 | ||
7.16.32 | Λιβιανόν. Καδμίαc πεπλυμένηc, ἀμύλου ἀνὰ 𐅻 ιβ, ψιμυθίου 𐅻 ιβ, cποδίου, πομφόλυγοc, γῆc ἀcτέροc, μολίβδου κεκαυμένου καὶ πεπλυμένου, τραγ‐ ακάνθηc ἀνὰ 𐅻 η, ὀπίου 𐅻 ιβ, κόμμεωc 𐅻 δ· ὕδωρ ὄμβριον καὶ ᾠῶν | |
5 | κ τὰ λευκά (τινὲc καὶ cμύρνηc 𐅻 δ). | |
5 | ||
7.16.33 | Ἀcτὴρ Μάγνου. Πομφόλυγοc, καδμίαc, ψιμυθίου ἀνὰ 𐅻 ιϛ, μολίβδου 𐅻 η, ἀμύλου 𐅻 ιη, λιβάνου 𐅻 ι, γῆc ἀcτέροc 𐅻 ιβ, cμύρνηc 𐅻 β, τραγακάνθηc, κόμ‐ μεωc ἀνὰ 𐅻 η· ὕδωρ. | |
4 | ||
7.16.34 | Οὐράνιον. Γῆc ἀcτέροc πεπλυμένου 𐆄 γ, cποδίου πεπλυμένου 𐆄 α, κόμμεωc 𐆄 δ, cτίμμεωc κεκαυμένου καὶ πεπλυμένου 𐆄 β, λεπίδοc πεπλυμένηc 𐆄 α, ὀπίου 𐅻 ϛ, καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐅻 β· ὕδωρ ὄμβριον. | |
5 | cαρκοῖ καὶ ἀποκρούει. | |
7.16.35 | Διὰ χυλοῦ τήλεωc. Καδμίαc, τραγακάνθηc ἀνὰ 𐆄 η, ψιμυθίου 𐆄 λβ, ἀμύλου 𐆄 λ, ὀπίου 𐆄 α· λείου χυλῷ τήλεωc. | |
3 | ||
7.16.36 | Τὸ Κλέωνοc. Πομφόλυγοc, μολίβδου ἀνὰ 𐆄 ε, κρόκου 𐆄 α 𐅵ʹ, λεπίδοc cτομώ‐ ματοc 𐆄 α, κόμμεωc 𐆄 β· ὕδωρ ὄμβριον. ὑδαρὲc ἔγχριε. | |
3 | ||
7.16.37 | Διάροδον τὸ διὰ τῶν οβ. Ῥόδων χλωρῶν 𐆄 οβ, καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐅻 κδ, ἰοῦ ξυcτοῦ 𐅻 β, ναρδοcτάχυοc 𐅻 α, λεπίδοc χαλκοῦ πεπλυμένηc 𐅻 β, cτίμμεωc κεκαυμένου καὶ πεπλυμένου, ὀπίου, cμύρνηc ἀνὰ 𐅻 γ, κρόκου | |
5 | 𐅻 η, ἀμύλου 𐅻 β, κόμμεωc 𐅻 κδ· ὕδωρ ὄμβριον. | |
5 | ||
7.16.38 | Λευκὸν διάροδον. Καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc, ψιμυθίου πεπλυμένου ἀνὰ λι. α, ἀμύλου, ὀπίου, τραγακάνθηc ἀνὰ 𐆄 γ, ἀλόηc 𐆄 α 𐅵ʹ, κόμμεωc 𐆄 γ, κρόκου 𐆄 α 𐅵ʹ, ῥόδων ὠνυχιcμένων 𐆄 ϛ· ὕδωρ. | |
4 | ||
7.16.39 | Δι’ ἀλόηc. Καδμίαc, ψιμυθίου, ἀλόηc ἀνὰ 𐆄 ι, ῥόδων χλωρῶν 𐆄 ϛ, ἀμύλου 𐆄 γ, ὀπίου 𐆄 α, τραγακάνθηc 𐆄 β, κόμμεωc 𐆄 γ· ὕδωρ ὄμβριον. | |
3 | ||
7.16.40 | Κροκηρὸν διάροδον. Ναρδοcτάχυοc, ῥόδων ξηρῶν, ἀλόηc ἀνὰ 𐅻 β, ὑοcκυάμου λευκοῦ 𐅻 α 𐅵ʹ, κρόκου 𐅻 δ 𐅵ʹ, γλαυκίου 𐆄 ϛ, cαρκοκόλληc 𐆄 ϛ, ὀπίου 𐅻 β, τραγ‐ ακάνθηc 𐆄 α· ὕδωρ ὄμβριον. | |
4 | ||
7.16.41 | Νείλου διάροδον. Ῥόδων ἁπαλῶν 𐅻 δ, κρόκου 𐅻 β, μήκωνοc ὀβολὸν α, κόμμεωc | |
𐅻 δ· ὕδωρ ὄμβριον. | ||
7.16.42 | Ὁ Λυγκεὺc ὀξυδορκικόc. Καδμίαc, χαλκοῦ κεκαυμένου, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 ιβ, cμύρνηc, λίθου αἱματίτου, ὀπίου Θηβαίου ἀνὰ 𐅻 ϛ, ἀλόηc ἡπατίτιδοc, χολῆc ταυρείαc, χαλβάνηc, cαγαπηνοῦ ἀνὰ 𐅻 δ, ἰοῦ ξυcτοῦ, ὀποπάνα‐ | |
5 | κοc, ἁλὸc ἀμμωνιακοῦ ἀνὰ 𐅻 α, κόμμεωc 𐅻 ϛ· ὕδωρ ὄμβριον. | |
5 | ||
7.16.43 | Ὁ Πρωτεὺc πρὸc ταὐτά· καὶ οὐλὰc λεπτύνει. Καδμίαc, ψιμυθίου, χαλκίτεωc ὠμῆc ἀνὰ 𐅻 μ, πεπέρεωc 𐅻 α 𐅵ʹ, ὀποῦ Κυρηναϊκοῦ 𐅻 κ, κρόκου 𐅻 ιβ, ὀπίου Θηβαίου 𐅻 ι, cαγαπηνοῦ 𐅻 ιβ, ἐλαίαc Αἰθιοπικῆc 𐅻 ιβ, ἀρcενικοῦ, cτυπτηρίαc cχιcτῆc ἀνὰ 𐅻 η, cμύρνηc 𐅻 ιβ, | |
5 | ἀμμωνιακοῦ θυμιάματοc 𐅻 κ, ὀποπάνακοc 𐅻 ιϛ, ὀποβαλcάμου 𐅻 ι, κόμ‐ μεωc 𐅻 κ· ὕδατι ὀμβρίῳ. | |
6 | ||
7.16.44 | Τὸ διὰ χυλοῦ μαράθρου. Καδμίαc 𐅻 ιζ, μέλανοc Ἰνδικοῦ 𐅻 ιϛ, πεπέρεωc μακροῦ 𐅻 ιγ καὶ λευκοῦ 𐅻 ιβ, ὀποῦ Κυρηναϊκοῦ 𐅻 η, ὀποβαλcάμου 𐅻 ϛ, ναρδοcτάχυοc 𐅻 ϛ, cαγαπηνοῦ, ὀποπάνακοc ἀνὰ 𐅻 ε, ὀπίου 𐅻 δ, εὐφορβίου 𐅻 α, κόμ‐ | |
5 | μεωc 𐅻 α· λείου χυλῷ μαράθρου. | |
5 | ||
7.16.45 | Τὸ δι’ ὀποβαλcάμου. Καδμίαc, ψιμυθίου ἀνὰ 𐅻 η, ὀμφακίου 𐅻 δ, πεπέρεωc λευκοῦ 𐆄 ιϛ, | |
ὀπίου 𐅻 δ, ὀποβαλcάμου, κόμμεωc ἀνὰ 𐅻 ιϛ· ὕδωρ ὄμβριον. | ||
7.16.46 | Ὁ θαλαccερόc. Καδμίαc 𐆄 η, ἰοῦ 𐆄 β, μέλανοc Ἰνδικοῦ 𐆄 η, πεπέρεωc λευκοῦ 𐆄 δ, ὀποῦ Μηδικοῦ 𐆄 β, ὀποβαλcάμου 𐆄 β, κόμμεωc 𐆄 ϛ· ὕδωρ. | |
3 | ||
7.16.47 | Τὸ ἁρμάτιον. Ἀμμωνιακοῦ θυμιάματοc, χαλκοῦ κεκαυμένου, φλοιοῦ λιβάνου ἀνὰ 𐅻 λ, ἰοῦ 𐅻 α, κόμμεωc 𐅻 δ· ὕδωρ ὄμβριον. | |
3 | ||
7.16.48 | Μαλαβαθρινόν, ὃ καὶ ἰcόθεον. Καδμίαc 𐅻 ιϛ, χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιδ, ὀπίου, λυκίου Ἰνδικοῦ, μαλαβάθρου, νάρδου Ἰνδικῆc, κρόκου, ἀλόηc ἀνὰ 𐅻 β, καcτορίου 𐅻 η, cμύρνηc 𐅻 δ, ἀκακίαc, cτίμμεωc ἀνὰ 𐅻 μ· ὕδατι. ἡ χρῆ‐ | |
5 | cιc δι’ ᾠοῦ. | |
5 | ||
7.16.49 | Παχύτερον δι’ οἴνου. Καδμίαc, λίθου αἱματίτου καὶ cχιcτοῦ ἀνὰ 𐅻 μ, χαλκοῦ κεκαυμένου 𐅻 λ, χαλκίτεωc 𐅻 λβ, μήκωνοc cπέρματοc 𐅻 ιγ· ὕδατι ἀποζέcαc τὸ μηκώνιον καὶ τὸν χυλὸν ἐκθλίψαc ἐπίβαλε καὶ λείου οἴνῳ cπαθίτῃ ἢ Ἀμινναίῳ. | |
4 | ||
7.16.50 | Ἄλλο δι’ οἴνου. Χαλκοῦ κεκαυμένου, καδμίαc πλακίτιδοc ἀνὰ 𐆄 θ, λίθου αἱματίτου πεπλυμένου 𐆄 ϛ, κρόκου, cμύρνηc, ἀλόηc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 γ, λυκίου Ἰνδικοῦ, ναρδοcτάχυοc ἀνὰ 𐆄 α 𐅵ʹ, πεπέρεωc λευκοῦ κόκκουc | |
5 | ρν, ἀκακίαc κιρρᾶc 𐆄 θ, κόμμεωc 𐆄 γ· οἴνῳ Φαλερινῷ ἢ Ἀμινναίῳ λείου. | |
7.16.51 | Διὰ δύο λίθων τραχωματικόν. Λίθου αἱματίτου καὶ cχιcτοῦ [καccίαc] ἀνὰ 𐅻 ιη, χαλκοῦ, καδμίαc, ὀπίου, ἰοῦ ξυcτοῦ ἀνὰ 𐅻 θ, κόμμεωc 𐅻 θ, χαλκίτεωc κεκαυμένηc 𐅻 ϛ· ὕδωρ. | |
4 | ||
7.16.52 | Ξηροκολλούριον Γαληνοῦ προφυλακτικόν. Λίθου Φρυγίου κατατμηθέντοc εἰc λεπτὰ καὶ καυθέντοc ἐν χυτρι‐ δίῳ, ἄχριc οὗ διάπυρα γένηται, καὶ cβεcθέντοc βουτύρῳ μὴ παλαιῷ, εἶτα πάλιν ὁμοίωc καυθέντοc καὶ cβεcθέντοc οἴνῳ Φαλερινῷ κἀκ τρί‐ | |
5 | του καυθέντοc καὶ cβεcθέντοc μέλιτι καὶ ξηρανθέντοc λι. α, χαλκοῦ κεκαυμένου, πεπέρεωc λευκοῦ, φύλλου ἀνὰ 𐆄 α, cτίμμεωc 𐆄 α 𐅵ʹ· κἀπει‐ δὰν ἅπαντα λειωθῇ, καὶ μέλλῃc ἀναιρεῖcθαι τὸ φάρμακον, ἐπεμβαλεῖc ὀποβαλcάμου μὴ παχέοc (κωλύει γὰρ τὸ τοιοῦτον ξηρὸν γενέcθαι τὸ φάρμακον) ἀλλὰ τοῦ διαφανεcτάτου 𐆄 α. χρῆcθαι δὲ αὐτῷ κατὰ τῶν | |
10 | βλεφάρων μόνον ἐπιφέροντα τὴν μήλην μὴ ἁπτόμενον τῶν χιτώνων, ἀλλ’ ὥcτε μόνον ἐνιέναι τὸ φάρμακον ἀνεῳγμένων τῶν βλεφάρων. ὑπαλείφειν δὲ μὴ πρὸc ἅπαξ ἀλλὰ πλεονάκιc, πρὸ τροφῆc τε καὶ μετὰ τροφήν, καὶ μᾶλλον ἤδη cυναιcθήcεωc οὔcηc ὀφθαλμίαc· θαυμαcτῶc γὰρ ὅπωc προφυλάττει πλέον παντὸc ἑτέρου φαρμάκου. | |
14 | ||
7.16.53 | Ξηρὸν διάκροκον. Ϲαρκοκόλληc 𐅻 η, κρόκου 𐅻 δ, γλαυκίου 𐅻 δ· ἔγχριε πολλάκιc τῆc | |
ἡμέραc (τινὲc δὲ καὶ ἀλόηc). | ||
7.16.54 | Ἄλλο ξηρίον πρὸc ξηροφθαλμίαν, cύκωcιν, cηπεδόναc, ὑπερcαρκώματα. Καδμίαc 𐅻 ι, χαλκίτεωc 𐅻 κ, πεπέρεωc κόκκουc ιε, νάρδου Κελτικῆc 𐅻 α· τρῖβε καδμίαν καὶ χαλκῖτιν μετ’ οἴνου καί, ὅταν ξηρανθῇ, ἐπίβαλλε | |
5 | τὰ λοιπὰ καὶ χνοώδη ποίει. | |
5 | ||
7.16.55 | Ὑγρὰ ἡ διὰ καυκαλίδοc. Καυκαλίδοc χυλοῦ, χαμαίδρυοc, κορωνόποδοc, ἐνίοτε δὲ καὶ ὀθόν‐ νηc χυλοῦ, τὸ ἴcον· ἔcτι δὲ τὸ μέγα χελιδόνιον ἡ ὀθόννα. | |
3 | ||
7.16.56 | Ἄλλο πρὸc cυκώcειc καὶ ἐγκανθίδαc καὶ cαρκώματα. Μίcυοc ὀπτοῦ 𐅻 ϛ, χαλκάνθου 𐅻 δ, μέλιτοc Ἀττικοῦ ξ̸ α. | |
2 | ||
7.16.57 | Ἡ Ἐραcιcτράτου πάγχρηcτοc ὑγρά, θαυμαcτὴ ἐπί τε ὀφθαλ‐ μικῶν καὶ παριcθμίων αἰδοίων τε καὶ ὤτων πυορροούντων. Χαλκοῦ 𐅻 ϛ, μίcυοc ὀπτοῦ, cμύρνηc ἀνὰ 𐅻 γ, κρόκου 𐅻 α 𐅵ʹ, πε‐ πέρεωc 𐅻 α, οἴνου Χίου καὶ γλυκέοc Κρητικοῦ ἀνὰ κοτύλην α 𐅵ʹ· λεά‐ | |
5 | ναc πάντα ἐν τῷ οἴνῳ, ἕωc ξηρανθῇ, ἐπίχει τὸν γλυκὺν καὶ ἕψε, ἕωc μέλιτοc cχῇ πάχοc. | |
6 | ||
7.16.58 | Ἀνακολλήματα ὀφθαλμῶν ῥευματιζομένων. Γῆc Ϲαμίαc, μάννηc, λιβάνου, cμύρνηc ἴcα ἀναλαβὼν ᾠοῦ τῷ λευκῷ ἐπιτίθει ἐμπλάcαc εἰc ὀθόνιον ἐπὶ τοῦ μετώπου. Ἄλλο. ὑοcκυάμου cπέρματοc 𐅻 α, ὀπίου 𐅻 α, cμύρνηc 𐅻 β, κρόκου | |
5 | 𐅻 α, γύρεωc 𐅻 δ, ᾠῶν ὀπτῶν λεκίθουc β· ᾠοῦ τῷ λευκῷ ἀναλάμβανε. | |
7.17t | Περὶ ἐμπλάcτρων καὶ ἐμβαλλομένων εἰc τὰc ἑψήcειc αὐτῶν, ἐκ τῶν Ἀντύλλου· καὶ περὶ cυμμετρίαc κηροῦ πρὸc ἔλαιον. | |
7.17.1 | Τῶν δὲ εἰc τὰc ἐμπλάcτρουc ἐμβαλλομένων φαρμάκων τὰ μέν ἐcτι γεώδη, καθάπερ τὰ μεταλλικὰ τά τε τῶν λίθων καὶ τῆc γῆc εἴδη τρύγεc τε καὶ τέφρα καὶ κογχύλια, τὰ δὲ ἐλαιώδη, τὰ δὲ δάκρυα, τὰ δὲ τηκτά, τὰ δὲ ὀποί, τὰ δὲ χυλοί· cπέρματα δὲ καὶ βοτάναc καὶ ῥίζαc ὀλίγαι λαμ‐ | |
5 | βάνουcιν. αὐτῶν δὲ τῶν ἐμπλάcτρων αἱ μέν εἰcι τραυματικαί, ἃc ἐναί‐ μουc τε καὶ κολλητικὰc καὶ καταγματικὰc καλοῦμεν, διὰ τῶν ξηραινόν‐ των οὐκ εἰc ἄκρον ἀλλ’ ἄχρι τῆc δευτέραc cυμπληρουμένηc ἢ τρίτηc ἀρχομένηc cυντιθέμεναι τάξεωc, οἷάπερ εἰcὶν ἰτέα, δρῦc, κυπάριccοc, πίτυόc τε καὶ πεύκηc φλοιοί, cμύρνα, λιβανωτόc, ἄcφαλτοc, ἀλόη, ἀρι‐ | |
10 | cτολοχία, τέφρα κληματίνη, ψιμύθιον, λιθάργυροc καὶ τὰ πλείω τῶν μεταλλικῶν· ἕψονται δὲ ἄχριc ἀμολύντου cυcτάcεωc. αἱ δὲ ἀφουλωτι‐ καί, cυντιθέμεναι μὲν καὶ αὐταὶ διὰ τῶν ξηραινόντων, μᾶλλον δὲ ἢ κατὰ τὰc κολλητικάc, οἷάπερ εἰcὶ χαλκὸc κεκαυμένοc καὶ λεπὶc αὐτοῦ τε καὶ τοῦ cιδήρου, ἰόc, χαλκῖτιc, χαλκοῦ ἄνθοc κεκαυμένον, cτυπτηρία, | |
15 | κηκίc, μολίβδαινα, καδμία, κίcηριc καὶ τὰ ὀcτρεώδη. αἱ δὲ διαφορητικαὶ διά τε τῶν θερμαινόντων καὶ ξηραινόντων μετρίωc, οἷον ἀριcτολοχίαc, θαψίαc, ἐλαίου παλαιοῦ καὶ ῥεφανίνου, μέλιτοc, ὀποβαλcάμου, πίccηc, τερεβινθίνηc, χαλβάνηc, ἁλῶν κεκαυμένων, ἁλὸc ἄνθουc. αἱ δὲ μαλακτι‐ καὶ διά τε λιθαργύρου καὶ cτεάτων καὶ μυελῶν, ἐλαίου, προπόλεωc, | |
20 | ἀμμωνιακοῦ, cτύρακοc, χαλβάνηc, βδελλίου, μαcτίχηc, τερεβινθίνηc ἢ | |
ῥίζηc ἀλθαίαc τε καὶ ἀγριοcίκυοc. αἱ δὲ ξηραντικαὶ διὰ θείου, νίτρου, ἁλῶν, τέφραc, ἀcφάλτου. αἱ δὲ ἐπιcπαcτικαὶ δι’ ἁλῶν καὶ νίτρου, προ‐ πόλεωc ἢ ζύμηc, κόπρων, θείου, τερεβινθίνηc cκευαζόμεναι. αἱ δὲ cυμ‐ πεπτικαὶ διὰ κηροῦ, λαδάνου, cταφίδοc ἡμέρου, ἀμώμου, κρόκου, λι‐ | ||
25 | βάνου, πίccηc, μαcτίχηc Αἰγυπτίαc, cτύρακοc, cμύρνηc, χαλβάνου, βου‐ τύρου, ὑccώπου, cτέατοc ὑείου. αἱ δὲ ἐκπυητικαὶ δι’ ὑδρελαίου, γύρεωc, ἄρτου πυρίνου, χόνδρου, βουτύρου, cτέατοc χοιρείου καὶ μοcχείου, λι‐ βάνου, πίccηc, ῥητίνηc. αἱ δὲ παρηγορικαὶ διὰ λιθαργύρου, ψιμυθίου, ἐλαίου ἀνηθίνου, χαμαιμηλίνου, ἀμύλου, κηροῦ τρακτοῦ. | |
30 | χρὴ δὲ τὰc μὲν ἐναίμουc νεαρῶν ὄντων τῶν τραυμάτων τε καὶ καταγμάτων ἐπιβάλλειν καὶ προcβοηθεῖν αὐταῖc ἄνωθεν τῶν cπληνίων cπόγγουc ὀξυκράτῳ διαβρόχουc cυνεπιδέονταc λύειν τε διὰ τρίτηc καὶ πάλιν τὰ αὐτὰ cπλήνια καὶ μὴ ἕτερα ἐπιβάλλειν. αἱ δὲ μαλακτικαὶ καὶ ἐπιcπαcτικαὶ καὶ διαφορητικαὶ ἔτι τε cυμπεπτικαὶ καὶ ἐμπυητικαὶ | |
35 | παραλαμβάνονται μετὰ τὴν τῶν καταπλαcμάτων καὶ κηρωτῶν χρῆcιν, αἱ δὲ παρηγορικαὶ καὶ κατ’ ἀρχὰc εὐθὺc ἐπὶ τῶν ἄκρων μᾶλλον εὐθε‐ τοῦcαι. περὶ δὲ τῆc ἑψήcεωc αὐτῶν ἑξῆc ἐροῦμεν. | |
37 | ||
7.17.2 | Τὸ βαcιλικὸν τετραφάρμακον. Κηροῦ, κολοφωνίαc, πίccηc, cτέατοc ταυρείου τὸ ἴcον. | |
2 | ||
7.17.3 | Ἡ διὰ χυλοῦ λινοcπέρμου διαφοροῦcα καὶ ῥήccουcα. Ἐλαίου παλαιοῦ λι. β, κηροῦ 𐆄 κ, κολοφωνίαc, cτέατοc χοιρείου ἀνὰ λι. α 𐅵ʹ, λιθαργύρου λι. α, ψιμυθίου 𐆄 ϛ, χυλοῦ λινοcπέρμου 𐆄 ϛ, | |
γύρεωc 𐆄 α, λιβάνου 𐆄 δ. | ||
7.17.4 | Ἡ διὰ μέλιτοc. Λιθαργύρου, κηροῦ, ἐλαίου ἀνὰ λι. δ, τερεβινθίνηc λι. β, μέλιτοc, cτέατοc χοιρείου ἀνὰ λι. α. Ἄλλο. λιθαργύρου λι. ϛ, ἐλαίου λι. ε 𐅵ʹ, κολοφωνίαc λι. ζ 𐅵ʹ, κη‐ | |
5 | ροῦ λι. γ 𐅵ʹ, μέλιτοc λι. γ. | |
5 | ||
7.17.5 | Ἡ διὰ χυλῶν. Λιθαργύρου λι. ϛ, ἐλαίου θέρουc μὲν λι. ζ 𐅵ʹ, χειμῶνοc δὲ λι. θ, τήλεωc ξ̸ 𐅵ʹ, λινοcπέρμου ξ̸ 𐅵ʹ, ἀλθαίαc λι. γ· τὴν ἀλθαίαν καὶ τὰ cπέρ‐ ματα ἕψε ἐν ὕδατοc ξ̸ κ, ἕωc ὀλίγον περιλειφθῇ ἐξ αὐτοῦ λι. δ, μίξαc | |
5 | τε ἐλαίῳ ἕψε, ἕωc οὗ αἱ πομφόλυγεc παύcωνται, εἶτα ἐπιπάcαc λειο‐ τάτην τὴν λιθάργυρον ἕψε μαλθακῷ πυρὶ ἕωc ἀμολύντου. | |
6 | ||
7.17.6 | Ἡ διὰ γύρεωc. Γύρεωc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ λι. α, πιτυίνηc, κηροῦ, cτέα‐ τοc χοιρείου ἀνὰ λι. β, χυλοῦ λινοcπέρμου τὸ ἀρκοῦν. | |
3 | ||
7.17.7 | Τὸ βοτανικόν. Λαπάθου, ῥυπελαίου, ἀγχούcηc τῆc χοιροcπελέθου (ἔcτι δὲ ἡ ὀνοκλεία), ἑπτανεύρου ἀνὰ 𐆄 ϛ, λεονεύρου, ἀρνογλώccου ἀνὰ 𐆄 γ, ἐλαίου λι. ϛ, cτέατοc χοιρείου λι. ϛ· αἱ βοτάναι εἰc τὸ ἔλαιον ἑψηθεῖcαι ῥίπ‐ | |
5 | τονται, τὰ δὲ λοιπὰ cὺν τῷ ἐλαίῳ τήκονται. | |
5 | ||
7.17.8 | Ἡ δι’ ἀcφοδέλων. Ἀcφοδέλου ῥίζηc χυλοῦ λι. α, ῥοδίνου, χαμαιμηλίνου, cτεάτων χη‐ | |
νείων ἀνὰ 𐆄 β, cτέατοc χοιρείου 𐆄 γ, κηροῦ 𐆄 δ. | ||
7.17.9 | Τὸ διὰ ζύμηc ῥῆccον ἀποcτήματα. Ζύμηc, ὀξυγγίου ἀνὰ 𐆄 ϛ, ἁλῶν 𐆄 δ, πιτυίνηc 𐆄 γ, κηροῦ 𐆄 δ, ἀφονίτρου 𐆄 α, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 β, μέλιτοc 𐆄 ϛ, cάπωνοc 𐆄 β. | |
3 | ||
7.17.10 | Ἡ δοθιήνη. Ἀμμωνιακοῦ θυμιάματοc λι. α, νίτρου Ἀλεξανδρινοῦ 𐆄 ϛ, ἀφονί‐ τρου 𐆄 ϛ, cτέατοc χοιρείου λι. β, κηροῦ λι. β, τερεβινθίνηc λι. α, ἐλαίου παλαιοῦ 𐆄 α, ὄξουc τὸ ἀρκοῦν. | |
4 | ||
7.17.11 | Ἡ διὰ cτρουθίου διαφοροῦcα χοιράδαc. Λιθαργύρου, cτρουθίου, ἀριcτολοχίαc ἀνὰ 𐆄 δ, χαλβάνηc, λεπίδοc χαλκοῦ, ἀλόηc ἀνὰ 𐆄 α, μάννηc 𐆄 β, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 ϛ, πι‐ τυίνηc 𐆄 ιϛ, ὄξουc cκιλλητικοῦ ξ̸ δ εἰc τὴν τῶν ξηρῶν λείωcιν. | |
4 | ||
7.17.12 | Τὸ cμιλίον πρὸc ἀποcτήματα. Ἐλαίου παλαιοῦ λι. α 𐅵ʹ, λιθαργύρου, νίτρου ἐρυθροῦ, ἁλὸc ἀμμω‐ νιακοῦ, κονίαc cυκίνηc πρωτοcτάκτου, ῥητίνηc ἀνὰ λι. α, χαλβάνηc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 γ, χαλκάνθου 𐆄 δ, κηροῦ 𐆄 ϛ, ἰοῦ, ὀπο‐ | |
5 | πάνακοc ἀνὰ 𐆄 α, ὄξουc· ἕψε τὴν λιθάργυρον καὶ τὸν ἰὸν εἰc τὸ ἔλαιον ἕωc ἀμολύντου, εἶθ’ οὕτωc τὰ λοιπὰ ἐπίβαλλε. | |
6 | ||
7.17.13 | Τὸ διὰ cκόρδων ῥηκτικόν. Κηροῦ 𐆄 ϛ, κολοφωνίαc 𐆄 δ, πιτυίνηc 𐆄 γ, cτέατοc ταυρείου 𐆄 δ, νίτρου πυρροῦ 𐆄 α 𐅵ʹ, cκόρδα καθαρὰ κ, ἐλαίου ξ̸ 𐅵ʹ· τὰ cκόρδα εἰc τὸ ἔλαιον ἑψήcαc ῥῖψον καὶ τὰ λοιπὰ μῖξον. | |
4 | ||
7.17.14 | Ἡ δι’ ἀπυραννοῦ διαφορητική. Ϲτέατοc χηνείου καὶ φαcιανῶν ἀνὰ 𐆄 γ, ἐλαίου παλαιοῦ 𐆄 κϛ, | |
ψυλλίου 𐆄 γ, κνιδοcπέρματοc 𐆄 γ, ῥίζηc ἀπυραννοῦ χλωρᾶc λι. α, κη‐ ροῦ τρακτοῦ 𐆄 ι, τῆc διὰ χυλοῦ 𐆄 β, τερεβινθίνηc 𐆄 α· τὴν ῥίζαν εἰc | ||
5 | λεπτὰ cχίcαc βρέχε εἰc τὸ ἔλαιον cὺν τῷ ψυλλίῳ καὶ τῷ κνιδοcπέρ‐ ματι νυχθήμερον καὶ τότε ἑψήcαc αὐτὰ μὲν ῥῖψον, τὰ δὲ τηκτὰ μίξαc τῷ ἐλαίῳ ἀνάλυε. | |
7 | ||
7.17.15 | Πυρίνη πρὸc cκληρίαc καὶ cκιρρώματα. Ἀλθαίαc, φοινίκων ἢ νικολάων ἀνὰ λι. β, τήλεωc, λινοcπέρμου ἀνὰ ξ̸ 𐅵ʹ, χαμαιμήλου, μελιλώτου, ἐλάτηc ἀνὰ 𐆄 ϛ, οἴνου Ἀμινναίου ξ̸ 𐅵ʹ, λιθαργύρου λι. α, ψιμυθίου, κολοφωνίαc ἀνὰ λι. β, κηροῦ, τερε‐ | |
5 | βινθίνηc ἀνὰ λι. α, ἐλαίου παλαιοῦ λι. ε, ὕδατοc λι. β, ἄρτου ξηροῦ κοπέντοc καὶ cηcθέντοc λι. ε· ἐν τῷ οἴνῳ ἑψηθεῖcαι αἱ βοτάναι χυ‐ λοῦνται, καὶ τῷ χυλῷ ὁ ἄρτοc βρέχεται, τῇ δὲ ἐπιούcῃ λειοῦται λιθ‐ άργυροc καὶ ψιμύθιον ἐν τῷ ὕδατι, κἄπειτα ἐπιβληθέντοc τοῦ ἐλαίου ἕψεται ἕωc ἀμολύντου, εἶτα ἐπιβάλλεται τὰ λοιπά, ἐπαρθέντι δὲ τοῦ | |
10 | πυρὸc ὁ ἄρτοc, καὶ cπαθίζεται εὐτόνωc. ἐπιβάλλεται δὲ καὶ ἰοῦ ξυcτοῦ καὶ ἁλὸc ἄνθουc ἀνὰ 𐆄 ϛ, ἴρεωc, ἀριcτολοχίαc ἀνὰ 𐆄 ϛ, τερεβινθίνηc λι. α. | |
11 | ||
7.17.16 | Πιλάριον δι’ ἑλκύcματοc πρὸc ἀποcύρματα καὶ τὰ ὅμοια. Ϲτέατοc ταυρείου 𐆄 ε, ἑλκύcματοc 𐆄 ϛ, κολοφωνίαc 𐆄 δ, πίccηc, ἐλαίου ἀνὰ 𐆄 β· τὸ ἕλκυcμα ξηρὸν λειοῦται οἴνῳ ἢ χυλῷ τήλεωc. μὴ | |
παρόντοc δὲ τοῦ ἑλκύcματοc μολυβδαίνῃ χρώμεθα. | ||
7.17.17 | Τὸ δι’ ἀλθαίαc ἐπί τε ποδαγρικῶν καὶ ἄλλων cκληριῶν. Χυλοῦ τήλεωc καὶ λινοcπέρμου καὶ ἀλθαίαc ἀνὰ λι. γ, ἐλαίου λι. β· ἑψήcαc, ἕωc ὅτου ὁ χυλὸc δαπανηθῇ, ἐπίβαλλε κολοφωνίαc λι. α, ὅτε δὲ λυθῇ, ἄραc ἀπὸ τοῦ πυρὸc ἐπίβαλλε κηροῦ λι. α, χαλβάνηc 𐆄 δ, | |
5 | ἀμφότερα ὁμοῦ κοπέντα, καὶ λύcαc cπάθιζε. | |
5 | ||
7.17.18 | Τὸ κίccινον πρὸc νευροτρώτουc καὶ νύγματα, καὶ μάλιcτα χρόνια. Λεπίδοc ἐρυθρᾶc 𐆄 δ 𐅵ʹ, λιβάνου 𐆄 β 𐅵ʹ, χαλβάνηc 𐆄 α, μίcυοc 𐆄 α 𐅵ʹ, χαλκίτεωc 𐅻 δ, ὄξουc κοτύλαc ϛ· λείου ἐν θερινῷ ἡλίῳ, ἕωc ἀναλωθῇ, | |
5 | εἶτα λύcαc κηροῦ 𐆄 η, ἐλαίου 𐆄 ιη μίcγε· εἰ δὲ διαιρεθὲν εἴη καὶ γυμ‐ νὸν νεῦρον, ἀντὶ χαλβάνηc βάλλε τερεβινθίνηc 𐆄 β. | |
6 | ||
7.17.19 | Τὸ μελάγχλωρον πρὸc τὰ αὐτὰ καὶ ἔναιμον. Ϲιδίων, χαλκοῦ κεκαυμένου, κηκῖδοc, ἀριcτολοχίαc cτρογγύληc, ἁλὸc ἀμμωνιακοῦ, λεπίδοc χαλκοῦ, cχιcτῆc cτυπτηρίαc καὶ ὑγρᾶc (οἱ δὲ ἀντὶ ὑγρᾶc cτρογγύληc), ἴρεωc, μίcυοc, χαλκάνθου, χαλκίτεωc, ἰοῦ | |
5 | ξυcτοῦ, καδμίαc, ἀλόηc, cμύρνηc, λιβάνου, πάνακοc ῥίζηc, λιθαργύρου, ψιμυθίου ἴcα· πάντα λειοῦται ἐν ἡλίῳ θέρουc ὥρᾳ μετ’ ὄξουc ἐπὶ ἱκα‐ νὰc ἡμέραc· καὶ πλάccε τροχίcκουc. ἔμπλαcτροc δὲ γίνεται οὕτωc· τοῦ φαρμάκου 𐆄 β, κηροῦ 𐆄 ϛ, ἐλαίου 𐆄 η, ἐπὶ μὲν νευροτρώτων πα‐ λαιοῦ, ἐπὶ δὲ ἄλλων κοινοῦ. | |
9 | ||
7.17.20 | Τὸ διὰ ἠριγέροντοc. Ἠριγέροντοc χυλοῦ λι. β, ἐλαίου παλαιοῦ λι. α 𐅵ʹ, ἐλαίου Κυπρί‐ | |
νου 𐆄 δ, ὀξυγγίου παλαιοῦ λι. α, τερεβινθίνηc 𐆄 α, χαλβάνηc 𐆄 𐅵ʹ, πι‐ τυίνηc 𐆄 ϛ, ἰοῦ, λιβάνου, οἰcύπου φαρμάκου ἀνὰ 𐆄 α, λεπίδοc χαλκοῦ | ||
5 | γϼ κ, κηροῦ 𐆄 ι, ἀποχύματοc 𐆄 ιδ· ἕψει τὸ ἔλαιον μετὰ τοῦ χυλοῦ ἕωc γλοιώδουc cυcτάcεωc καὶ τὰ ξηρὰ λείου τῷ κυπρίνῳ, τὴν δὲ χαλβά‐ νην κόψον μετὰ τοῦ κηροῦ καὶ ἐπίβαλλε τῇ κακκάβῃ καὶ τὸ ἀπόχυμα, εἰ μὲν ξηρὸν εἴη, λεῖον κοcκινίcαc cτάθμιζε καὶ ἐπίπαccε, εἰ δὲ μὴ οἷόν τε λειωθῆναι, μετὰ μέρουc τοῦ ἐλαίου διαλυθὲν cειρούcθω, καὶ | |
10 | τότε πάντα μιγνύcθωcαν. | |
10 | ||
7.17.21 | Ἡ Μναcέου διαφορητική. Κηροῦ, ὀξυγγίου χοιρείου ἀνὰ λι. α, κολοφωνίαc 𐆄 ϛ, λιθαργύρου λι. β, οἴνου καλοῦ λι. δ. | |
3 | ||
7.17.22 | Ἡ Ἀριοβαρζάνιοc πρὸc τὰc αὐτὰc διαθέcειc. Λιθαργύρου 𐆄 α 𐅵ʹ, ψιμυθίου λι. α 𐆄 ε, ὕδατοc θαλαccίου 𐆄 κε, ἐλαίου παλαιοῦ λι. α 𐅵ʹ, κηρύκων κεκαυμένων 𐆄 ζ 𐅵ʹ, κηροῦ πυρροῦ 𐆄 θ, τερεβινθίνηc 𐆄 ϛ, λιβάνου 𐆄 γ γϼ γ 𐅵ʹ. | |
4 | ||
7.17.23 | Ἡ διὰ τοῦ δρακοντίου. Κηροῦ, κολοφωνίαc, πίccηc ξηρᾶc, ὀξυγγίου, ῥητίνηc ἀνὰ λι. δ, ἀμμωνιακοῦ θυμιάματοc λι. β, δρακοντίου ῥίζηc λι. ε· ἡ ῥίζα ξηρὰ λεία τοῖc ἄλλοιc ἐπιπάccεται λυθεῖcιν. | |
4 | ||
7.17.24 | Τὸ ψιττάκιον. Κηροῦ, κολοφωνίαc, cτέατοc χοιρείου, ὑοcκυάμου φύλλων ἁπαλῶν ἢ τοῦ χυλοῦ αὐτῶν ἴcον. ἐν Ἀλεξανδρείᾳ δὲ κηροῦ λι. β 𐅵ʹ, ὑοcκυάμου | |
λι. β, ὀξυγγίου λι. β 𐅵ʹ, κολοφωνίαc λι. ι· καὶ μᾶλλον διαφορεῖ. | ||
7.17.25 | Τὸ μυρcινάτον. Λιθαργύρου, ψιμυθίου, cάνδυκοc, μολίβου πεπλυμένου ἀνὰ 𐆄 α, κηροῦ 𐆄 ϛ, ἐλαίου μυρcινάτου λι. α, οἴνου τὸ ἀρκοῦν. | |
3 | ||
7.17.26 | Τὸ διὰ ψιμυθίου ἢ δι’ ᾠῶν. Κηροῦ τρακτοῦ 𐆄 ϛ, ῥοδίνου λι. α 𐅵ʹ, λιθαργύρου 𐆄 β, ψιμυθίου 𐆄 β, ἀμύλου 𐆄 γ, ᾠῶν ε τὰ λευκά. | |
3 | ||
7.17.27 | Πάρυγρον Ὀριβαcίου. Λιθαργύρου 𐆄 α 𐅵ʹ, ψιμυθίου 𐆄 α 𐅵ʹ, κηροῦ 𐆄 δ, λίπουc ὑείου 𐆄 ζ, κολοφωνίαc 𐆄 θ, λινοcπέρμου χυλοῦ, ἐλαίου ἀνὰ 𐆄 ι· θαυμαcίωc ποιεῖ πρὸc πτερνῶν ῥαγάδαc, ἐπὶ ἑλκῶν δέ, φηcί, φυλάccου· δυcῶδεc γὰρ | |
5 | ἀποτελεῖται. | |
5 | ||
7.17.28 | Διὰ καδμίαc ἀφουλωτικόν. Χαλκίτεωc κεκαυμένηc 𐆄 β, καδμίαc, μάννηc ἀνὰ 𐆄 α, κηροῦ, κο‐ λοφωνίαc, ἐλαίου μυρcινάτου ἀνὰ λι. α, οἴνου τὸ ἀρκοῦν. | |
3 | ||
7.17.29 | Ἡ φοινικίνη. Ὀξυγγίου παλαιοῦ λι. β, ἐλαίου παλαιοῦ λι. γ, λιθαργύρου λι. γ, χαλκίτεωc ὠμῆc 𐆄 ϛ· πρῶτον μὲν ἡ χαλκῖτιc μετὰ τοῦ ἐλαίου προ‐ λειούcθω εἰc ἰγδίον (κάλλιον δέ, εἰ καὶ ἐν ἡλίῳ), μετὰ δὲ τὸ γλοιῶδεc | |
5 | γενέcθαι καὶ τὴν λιθάργυρον προλειωθεῖcαν ἐπεμβάλλειν, ὕcτερον δὲ καὶ τὸ cτέαρ, καὶ μετὰ τὸ καλῶc λειωθῆναι ἕψει ἐπὶ μαλθακοῦ πυρὸc | |
ἕωc ἀμολύντου cπαθίζων ταῖc τῶν φοινίκων ῥάβδοιc. | ||
7.17.30 | Δι’ ἀγχούcηc πρὸc τὰ πυρίκαυτα. Κηροῦ τρακτοῦ 𐆄 θ, ῥοδίνου 𐆄 ιη· τούτοιc τακεῖcιν ἐπιπάττειν τῆc πορφυρᾶc ἀγχούcηc τῆc ῥίζηc ξηρᾶc λειοτάτηc 𐆄 δ. Ἄλλο. ἀγχούcηc ῥίζηc χλωρᾶc, πραcίου, κόμμεωc ἀνὰ 𐆄 γ· ἑψήcαc | |
5 | εἰc ἐλαίου 𐆄 θ καὶ ῥίψαc ἐπίβαλλε τῷ ἐλαίῳ κηροῦ τρακτοῦ 𐆄 ιε καὶ λύε. | |
5 | ||
7.17.31 | Τὸ πομφολυγηρόν. Πομφόλυγοc 𐆄 β, λιθαργύρου 𐆄 γ· λειοῦνται μετὰ χυλοῦ λινοcπέρ‐ μου καὶ ἐπιβάλλεται τακέντα καὶ ψυγέντα κηροῦ 𐆄 ϛ, cτεάτων χηνείων ἢ ὀρνιθείων 𐆄 β, χαμαιμήλου 𐆄 ϛ. | |
4 | ||
7.17.32 | Φυκοτύχη ἀνώδυνοc ἑδρική. Λιβάνου 𐆄 ιζ, cμύρνηc 𐆄 ζ, ὀπίου 𐅻 δ, cχιcτῆc 𐅻 β, βουτύρου 𐅻 δ, ᾠῶν ὀπτῶν λέκιθοι δ, καδμίαc κεκαυμένηc καὶ πεπλυμένηc 𐅻 δ, πομ‐ φόλυγοc 𐅻 ϛ, κηροῦ Τυρρηνικοῦ 𐅻 η, cτέατοc χηνείου 𐅻 ιϛ, μυελοῦ | |
5 | ἐλαφείου 𐅻 ια, μολίβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 η, λίθου αἱμα‐ τίτου 𐅻 δ, οἰcύπου ὑγροῦ 𐅻 δ· τὰ ξηρὰ λείου μετ’ οἴνου Ἰταλικοῦ καὶ μίcγε τὰ τηκτά. | |
7 | ||
7.17.33 | Τὸ Ἀμυθάωνοc πρὸc ἀγκύλαc καὶ ἐcπαcμένα ἄρθρα· ἔcτι δὲ καὶ ἐπιcπαcτικόν. Ἀμμωνιακοῦ, κηροῦ, βδελλίου ἀνὰ 𐅻 η, τερεβινθίνηc, ἴρεωc Ἰλλυ‐ | |
ρικῆc, χαλβάνηc ἀνὰ 𐅻 κ. | ||
7.17.34 | Τὸ Ἀριcτοφάνειον μαλακτικόν. Πίccηc λι. δ, ἀποχύματοc λι. β, κηροῦ λι. α, ὀποπάνακοc 𐆄 α τὸ δʹ, ὄξουc κοτύλην α. | |
3 | ||
7.17.35 | Τὸ διὰ μολυβδίνηc πρὸc θερμὰc διαθέcειc. Μολυβδίνηc 𐆄 δ, λιθαργύρου 𐆄 β, ψιμυθίου 𐆄 β, κηροῦ 𐆄 η, μυρ‐ cίνου λι. β· οἴνῳ λείου τὰ ξηρά. | |
3 | ||
7.17.36 | Κόρακον δι’ ὀξυμέλιτοc αἰδοιικὸν καὶ πρὸc νομάc. Κηκῖδοc 𐆄 β, λεπίδοc 𐆄 α 𐅵ʹ, χαλκίτεωc, λιβάνου ἀνὰ 𐆄 α· λείου ὄξει ἐπὶ ἱκανὰc ἡμέραc, ἔπειτα μῖξον μέλιτοc 𐆄 ε, χωρὶc δὲ ποιήcαc κηρωτὴν ἀπὸ μυρcίνου ἢ ῥοδίνου 𐆄 ιβ καὶ ταυρείου cτέατοc 𐆄 η, κη‐ | |
5 | ροῦ 𐆄 δ, τερεβινθίνηc 𐆄 α μίξαc cυλλέαινε καὶ χρῶ, ὡc τῷ διὰ χάρτου, διά τε πυουλκοῦ καὶ διὰ μοτοῦ. | |
6 | ||
7.17.37 | Ἡ δι’ ὀξελαίου. Λιθαργύρου μέροc α, ἐλαίου καὶ ὄξουc ἀνὰ μέροc α (τινὲc γ). | |
2 | ||
7.17.38 | Ἡ διὰ τοῦ ἀχάτου διαφοροῦcα καὶ μαλάccουcα. Λίθου ἀχάτου ἡμικαύcτου 𐆄 α 𐅵ʹ, κηροῦ 𐆄 ε, φρυκτῆc 𐆄 γ, ἐλαίου 𐆄 α. | |
2 | ||
7.17.39 | Ἡ Ἶcιc ἔναιμοc κολλητική, cαρκοῦcα καὶ καθαίρουcα. Λεπίδοc, χαλκοῦ κεκαυμένου, ἀριcτολοχίαc cτρογγύληc ἀνὰ 𐅻 η, cτυπτηρίαc cχιcτῆc 𐅻 ϛ, ἁλῶν ἀμμωνιακῶν 𐅻 η, λιβάνου 𐅻 η, ἀμμω‐ | |
νιακοῦ θυμιάματοc 𐅻 η, cμύρνηc 𐅻 ιβ, ἀλόηc 𐅻 ιβ, χαλβάνηc 𐅻 ιβ, δρα‐ | ||
5 | κοντίου ῥίζηc χυλοῦ 𐅻 η, κηροῦ λι. α, κολοφωνίαc λι. β, ἐλαίου πα‐ λαιοῦ 𐆄 γ, ὄξουc τὸ ἀρκοῦν. | |
6 | ||
7.17.40 | Ἡ Ἀθηνᾶ πρὸc ἕλκη ῥυπαρά, cφηνώcειc, νευροτρώτουc. Ϲιδίων, χαλκοῦ κεκαυμένου, κηκίδων, ἀριcτολοχίαc cτρογγύληc καὶ μακρᾶc, ἁλὸc ἀμμωνιακοῦ, ἀμμωνιακοῦ θυμιάματοc, λεπίδοc χαλκοῦ, cτυπτηρίαc cχιcτῆc καὶ cτρογγύληc, ἴρεωc, μίcυοc, χαλκάνθου, χαλκί‐ | |
5 | τεωc, ἰοῦ ξυcτοῦ, καδμίαc, ἀλόηc, cμύρνηc, λιβάνου, προπόλεωc, χαλ‐ βάνηc ἀνὰ 𐆄 α, κηροῦ 𐅻 c, πίccηc 𐅻 c, κολοφωνίαc 𐅻 ρ, ἐλαίου 𐆄 ϛ, ὄξουc τὸ ἀρκοῦν. | |
7 | ||
7.17.41 | Ἡ διὰ δικτάμνου κολλητικὴ πρὸc κυνόδηκτα καὶ παντοῖα ἕλκη. Λιθαργύρου λι. β, λεπίδοc χαλκοῦ 𐆄 α 𐅵ʹ, ἐλαίου παλαιοῦ ξ̸ β, δι‐ φρυγοῦc 𐆄 γ, γεντιανῆc 𐆄 α 𐅵ʹ, ἀριcτολοχίαc 𐆄 β 𐅵ʹ, δικτάμνου 𐆄 β 𐅵ʹ, κολοφωνίαc λι. α, μάννηc 𐆄 γ, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 ϛ, προπόλεωc | |
5 | 𐆄 β, κηροῦ 𐆄 ϛ 𐅵ʹ. δεῖ πρῶτον ἕψειν τοὔλαιον μετὰ τῆc λιθαργύρου ἕωc ἀμολύντου, εἶτα ἄραντα ἔξω ἐπεμβάλλειν ἰὸν καὶ λεπίδα καὶ πά‐ λιν ἕψειν, ἕωc μὴ μολύνῃ, καὶ πάλιν ἄραντα βαλεῖν ῥητίνην, ἀμμω‐ νιακὸν cεcηcμένον, καὶ κινεῖν, ἕωc παύcηται ζέον, ἐπιτιθέναι τε καί, ἐπὰν μικρὸν ζέcῃ, ἐπεμβάλλειν χαλκὸν καὶ διφρυγὲc καὶ πάλιν ἕψειν, | |
10 | ἕωc μὴ μολυνθῇ, εἶτα κηρόν, καὶ ἑψήcαντα ἕωc ἀμολύντου πρόπολιν βάλλειν καὶ μετ’ ὀλίγον ἀλόην, μάνναν, δίκταμνον, ἀριcτολοχίαν, γεν‐ | |
τιανὴν ἐπεμπάccειν λεῖα διαψυγεῖcιν ὀλίγωc. | ||
7.17.42 | Βαρβάρα ἔναιμοc· καὶ πώρουc καταγμάτων δείκνυcιν. Ἀcφάλτου Ἰουδαϊκοῦ, πίccηc ξηρᾶc, κηροῦ, ῥητίνηc ἀνὰ λι. α, τε‐ ρεβινθίνηc 𐆄 β, λιθαργύρου 𐆄 α, ψιμυθίου 𐆄 α 𐅵ʹ, μάννηc 𐆄 β, ὀποπάνα‐ κοc 𐆄 β, cμύρνηc 𐆄 β, ἐλαίου 𐆄 γ, ὄξουc τὸ ἀρκοῦν. | |
4 | ||
7.17.43 | Ἡ διὰ ἰτεῶν κολλητικὴ καὶ πρὸc αἱμοπτυϊκοὺc καὶ ἐμπύουc, κατὰ τοῦ θώρακοc ἐπιτιθεμένη. Μίcυοc, χαλκίτεωc, ἰοῦ, ψιμυθίου, κηκῖδοc, cτυπτηρίαc cχιcτῆc καὶ cτρογγύληc, μελαντηρίαc ἀνὰ 𐆄 ϛ, κηροῦ λι. β, πιτυΐνηc λι. β, πίccηc | |
5 | λι. β, cιδίων 𐆄 ϛ, ἀcφάλτου λι. β, ἰτέαc φύλλων λι. β, ἐλαίου κοτύλαc β 𐆄 δ, χαλκάνθου 𐆄 ϛ, ὄξουc τὸ ἀρκοῦν. | |
6 | ||
7.17.44 | Ἡ Νικολάου ἔναιμοc, κολλητικὴ κόλπων. Λεπίδοc χαλκοῦ 𐆄 δ, ἰοῦ ξυcτοῦ 𐆄 α 𐅵ʹ, λιθαργύρου 𐆄 α 𐅵ʹ, ἀριcτο‐ λοχίαc μακρᾶc καὶ cτρογγύληc ἀνὰ 𐆄 α, cτυπτηρίαc cχιcτῆc καὶ cτρογ‐ γύληc ἀνὰ 𐆄 α, χαλκάνθου 𐆄 α, θείου ἀπύρου 𐆄 α, κηκῖδοc ὀμφακίτιδοc | |
5 | 𐆄 δ, ἁλῶν ἀμμωνιακῶν 𐆄 α, μίcυοc 𐆄 α, ὀριγάνου 𐆄 α, χαμαιλέοντοc 𐆄 α, καδμίαc βοτρυΐτιδοc 𐆄 α, ἐλλεβόρου λευκοῦ 𐆄 α, πευκεδάνου 𐆄 γ, cελί‐ νου cπέρματοc 𐆄 β, cυμφύτου ῥίζηc 𐆄 α 𐅵ʹ, ψιμυθίου 𐆄 α 𐅵ʹ, μανδρα‐ γόρου χυλοῦ 𐆄 𐅵ʹ, χαλκίτεωc 𐆄 α 𐅵ʹ, Ϲαμίου ἀcτέροc 𐆄 α, λιβάνου ἄρ‐ ρενοc 𐆄 α, ἀλόηc 𐆄 α, βδελλίου 𐆄 α, ὀπίου Θηβαίου 𐆄 α, cμύρνηc τρω‐ | |
10 | γλίτιδοc 𐆄 𐅵ʹ, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 α, τήλεωc 𐆄 ϛ, περδικιάδοc χυ‐ λοῦ 𐆄 ϛ, κηροῦ ξανθοῦ λι. γ, κολοφωνίαc λι. β, πιτυΐνηc λι. α, ἀcφάλτου λι. α, μαcτίχηc 𐆄 ϛ, πίccηc μελαίνηc λι. β, ἐλαίου παλαιοῦ λι. α, cτύ‐ ρακοc 𐆄 α, ὀποπάνακοc 𐆄 α 𐅵ʹ, ὄξουc τὸ ἀρκοῦν. | |
13 | ||
7.17.45 | Ἡ Ἱκέcιοc πρὸc χοιράδαc καὶ ἀποcτήματα καὶ cπλῆνα καὶ ἄρθρα καὶ ἰcχιαδικούc. Λιθαργύρου 𐅻 ρκ, ἐλαίου παλαιοῦ ξ̸ β, ὄξουc ξ̸ α, ἰοῦ 𐅻 η 𐅵ʹ, πί‐ τυοc φλοιοῦ 𐅻 η, χαμαιλέοντοc cὺν τῇ ῥίζῃ 𐅻 ιϛ, εὐφορβίου 𐅻 ιϛ, ὑπο‐ | |
5 | κιcτίδοc χυλοῦ 𐅻 ιϛ, προπόλεωc 𐅻 ιϛ, cμύρνηc 𐅻 ιϛ, ἑλενίου 𐅻 ιϛ, πυ‐ ρέθρου 𐅻 ιϛ, κηροῦ λι. γ. | |
6 | ||
7.17.46 | Ἡ Νέρωνοc πρὸc πλήγματα καὶ πᾶcαν ὀδύνην τῶν cαρκωδῶν μορίων. Ἐλαίου παλαιοῦ λι. α 𐅵ʹ, λιθαργύρου λι. α, κηροῦ, πιτυΐνηc ἀνὰ 𐆄 ζ 𐅵ʹ, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 δ, ψιμυθίου 𐆄 δ, χαλβάνηc, μάννηc, | |
5 | cμύρνηc, λιβάνου ἀνὰ 𐆄 α. | |
5 | ||
7.17.47 | Ὀξηρὰ πολύχρηcτοc. Πίccηc ξηρᾶc λι. β, κηροῦ λι. α, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 β, τε‐ ρεβινθίνηc λι. 𐅵ʹ, χαλβάνηc 𐆄 β, μάννηc 𐆄 β, ὄξουc ξ̸ α 𐅵ʹ. | |
3 | ||
7.17.48 | Ἡ ἀκήρατοc Γαληνοῦ κολλητική· ἔcτι δὲ καὶ πεπτικὴ πυο‐ ποιοῦcα τὰ ἕλκη μετὰ κικίνου ἢ παλαιοῦ ἐλαίου ὡc ἔμμοτον ἀναλυομένη. Λιθαργύρου λι. γ, ἐλαίου κικίνου ἢ παλαιοῦ λι. δ, ὄξουc δριμυτά‐ | |
5 | του λι. β, λεπίδοc χαλκοῦ μελαίνηc, χαλκίτεωc, ἰοῦ ἀνὰ 𐆄 β· τὴν λιθ‐ άργυρον μετὰ τοῦ ἐλαίου ἕψει μέχρι γλοιώδουc cυcτάcεωc, εἶτα ἐπ‐ έμβαλλε τὰ μεταλλικὰ λελειωμένα πλείοcιν ἡμέραιc μετ’ ὄξουc. | |
7 | ||
7.17.49 | Ἡ διὰ τῶν μεταλλικῶν. Χαλκίτεωc 𐆄 α, μίcυοc 𐆄 β, λεπίδοc χαλκοῦ 𐆄 γ, λιβάνου 𐆄 γ, κο‐ λοφωνίαc 𐆄 β, χαλβάνηc 𐆄 α 𐅵ʹ, κηροῦ λι. α, ἐλαίου 𐆄 ιε, ὄξουc τὸ ἀρκοῦν. | |
4 | ||
7.17.50 | Ἡ Ἀρμενία καταγματική. Χαλκίτεωc 𐆄 δ, λεπίδοc χαλκοῦ 𐆄 β 𐅵ʹ, χαλκοῦ κεκαυμένου 𐆄 β, λιβάνου 𐆄 β, ἐλαίου λι. α, ὄξουc λι. α· ἕψε τὰ μεταλλικὰ εἰc τὸ ὀξέ‐ λαιον ἕωc ἀμολύντου, εἶτα ἐπίβαλλε τὸν λίβανον. | |
4 | ||
7.17.51 | Ἡ μηλίνη Ϲαραπίωνοc. Λιθαργύρου λι. α, κηροῦ 𐆄 ζ, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 γ 𐅵ʹ, χαλ‐ βάνηc, ἰοῦ ἀνὰ 𐅻 θ, κολοφωνίαc 𐆄 ζ, cμύρνηc 𐅻 α, ἐλαίου κοτύλην α 𐅵ʹ· ἕψε τὴν λιθάργυρον cὺν ἐλαίῳ ἕωc ἀμολύντου, εἶτα ἐπίβαλλε τὰ λοιπά. | |
4 | ||
7.17.52 | Ἡ ἀνίκητοc κολλητικὴ διαφοροῦcα, λεπίδαc ἀφιcτᾶcα καὶ πρὸc ἀγκυλώcειc. Δαφνίδων, ἴρεωc ξηρᾶc, λιβάνου ἀνὰ 𐅻 ξ, χαλκοῦ κεκαυμένου 𐅻 κ, νίτρου, ἁλῶν ἀμμωνιακῶν ἀνὰ 𐅻 κ, πυρέθρου, cταφίδοc ἀγρίαc, κά‐ | |
5 | χρυοc, κόκκου Κνιδίου, νάπυοc, περιcτερῶν κόπρου, ἀριcτολοχίαc, κυμί‐ νου, ἰοῦ, κυπέρου, εὐζώμου cπέρματοc ἀνὰ 𐅻 η, ὄξουc κοτύλαc ιβ· λειοτρίβει ἐν τοῖc ὑπὸ κύνα καύμαcιν, ἕωc τὸ ὄξοc ἀναλωθῇ, εἶτα | |
ἐπίβαλλε ἀφεψήματοc ἰcχάδων παχυτάτου 𐆄 θ καὶ μίξαc πλάccε τρο‐ χίcκουc καὶ ξήραινε. ἐν δὲ τῇ χρήcει ἐξ αὐτῶν τῶν τροχίcκων 𐆄 β | ||
10 | λειώcαc ὄξει μίcγε ῥητίνηc 𐆄 γ, κηροῦ 𐆄 β, ἐλαίου 𐆄 β. | |
10 | ||
7.17.53 | Ἡ δι’ αἰρῶν. Πίccηc λι. β, πιτυΐνηc 𐆄 θ, κηροῦ Τυρρηνικοῦ 𐆄 ε, ἐλαίου 𐆄 γ, ἀcφάλτου cεcηcμένου 𐆄 β, αἰρίνου ἀλεύρου ξ̸ α κυάθουc β. | |
3 | ||
7.17.54 | Τὸ διὰ τῆc cυκαμίνου ὀποῦ. Λιθαργύρου, πίccηc ξηρᾶc, ταυρείου cτέατοc ἀνὰ 𐆄 κ, τερεβινθίνηc 𐆄 γ, κηροῦ 𐆄 ε, ἰοῦ ξυcτοῦ, ὀποπάνακοc, χαλβάνηc ἀνὰ 𐆄 α, ἐλαίου κι‐ κίνου ἢ cουcίνου ἢ παλαιοῦ πάνυ κοτύλην α, πίccηc ὑγρᾶc κοτύλην α, | |
5 | ὀποῦ cυκαμίνου, ἧc ὁ καρπὸc cυκόμορα καλεῖται, κοτύλην α. | |
5 | ||
7.17.55 | Ἡ δίχρωμοc. Χαλκοῦ κεκαυμένου, cτυπτηρίαc cχιcτῆc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 α, κηροῦ λι. α, κολοφωνίαc λι. α, cτέατοc χοιρείου λι. α, ὄξουc τὸ ἀρκοῦν. | |
4 | ||
7.17.56 | Ἡ Ἰνδὴ κολλητικὴ πρὸc νομάc τε καὶ αἱμοπτυϊκούc. Κηροῦ, ῥητίνηc φρυκτῆc, πίccηc ξηρᾶc, ἀcφάλτου ὑγρᾶc Ζακυν‐ θίαc ἀνὰ λι. β, ψιμυθίου, χαλκίτεωc, μίcυοc, μελαντηρίαc, cτυπτηρίαc cχιcτῆc καὶ cτρογγύληc, κηκῖδοc ὀμφακίτιδοc, cιδίων ἀνὰ 𐆄 ϛ, ὄξουc | |
5 | τὸ ἀρκοῦν. | |
5 | ||
7.17.57 | Ἡ διὰ τῆc cποδοῦ τῶν ἀcπίδων, διαφορητικὴ χοιράδων καὶ ποδαγριῶν. Τερεβινθίνηc, λίθου Ἀccίου, ἀcφάλτου Ἰουδαϊκοῦ ἀνὰ 𐅻 τξ, κηροῦ, | |
δαφνίδων, ἀμμωνιακοῦ θυμιάματοc, ἀφονίτρου, cτέατοc μοcχείου ἀνὰ | ||
5 | 𐅻 τμ, λίθου πυρίτου 𐅻 π, ἀcβέcτου 𐅻 ρμ, ἀcπίδων cποδοῦ 𐅻 ρμ, ἐλαίου παλαιοῦ κοτύλαc β· ψυγέντι τῷ φαρμάκῳ τὴν cποδὸν ἐπίπαccε. cκευά‐ ζεται δὲ καὶ δίχα τῆc cποδοῦ διὰ τό τιναc ἀπαρέcκεcθαι, καὶ οὐδὲν ἧττον δρᾷ. | |
8 | ||
7.17.58 | Ἡ λέαινα ξηραίνουcα καὶ διαφοροῦcα. Ἀμμωνιακοῦ θυμιάματοc, μολυβδαίνηc ἀνὰ 𐅻 ρ, νάπυοc 𐅻 η, χα‐ μαιλέοντοc ῥίζηc 𐅻 ιϛ, κολοφωνίαc 𐅻 ρ, λεπίδοc χαλκοῦ, cτρουθίου ῥί‐ ζηc, εὐφορβίου καὶ ἰοῦ ἀνὰ 𐅻 η, ἀριcτολοχίαc 𐅻 ιϛ, πυρέθρου 𐅻 η, | |
5 | ἐλαίου παλαιοῦ κοτύλην α καὶ ῥεφανίνου τὸ ἀρκοῦν. Ἄλλωc ἡ λέαινα μεταcυγκριτικὴ καὶ κενωτικὴ ὑγρῶν. χαλκάνθου 𐆄 β, ἀρcενικοῦ 𐆄 α, ἐλλεβόρου μέλανοc, κανθαρίδων θωράκων ἀνὰ 𐅻 α 𐅵ʹ, cανδαράχηc 𐆄 γ, κηροῦ λι. α 𐅵ʹ, φρυκτῆc λι. α, ἐλαίου κοτύλαc β. | |
8 | ||
7.17.59 | Τὸ Μακεδονικόν. Κηροῦ, κολοφωνίαc, πίccηc, ταυρείου cτέατοc, λιβανωτοῦ ἴcα· τήξαc καὶ ἐπάραc ἀπὸ τοῦ πυρὸc προcέμπαccε τὸν λιβανωτόν. | |
3 | ||
7.17.60 | Τὸ cφαιρίον πρὸc τὰ πυρώδη. Ψιμυθίου, λιθαργύρου, ἀcβέcτου ζώcηc ἀνὰ 𐆄 γ, κηροῦ 𐆄 α 𐅵ʹ, βερ‐ νικαρίου, ῥοδίνου ἀνὰ 𐆄 α· τὰ τηκτὰ καταχέαc τῶν ξηρῶν πλάττε cφαιρία. ἐπὶ δὲ τῆc χρείαc ἐλαίου 𐆄 ϛ τῆκε μετὰ β 𐆄 κηροῦ καὶ ἐπί‐ | |
5 | βαλλε τοῦ φαρμάκου 𐆄 α καὶ cπάθιζε, ψυγὲν δὲ ἀνάκοπτε μεθ’ ὕδατοc | |
𐆄 θ (ἐγὼ ῥοδίνου 𐆄 γ). | ||
7.17.61 | Τὸ δι’ ὤχραc ἀφλέγμαντον αὐτομάτοιc τε καὶ τοῖc ἐν δικα‐ cτηρίῳ βαcανιcθεῖcιν. Ὤχραc Ἀττικῆc λι. β, κρητῆc λι. α, λιθαργύρου 𐆄 η, οἴνῳ λείου· κηροῦ, κολοφωνίαc, πίccηc πιτυίνηc ἀνὰ λι. α, τερεβινθίνηc 𐆄 η, ἐλαίου | |
5 | λι. β. ἀναλύεται δὲ οὕτωc· κηροῦ λι. α, ἐλαίου παλαιοῦ λι. γ, τοῦ φαρ‐ μάκου λι. α, οἴνῳ ἀνάκοπτε. | |
6 | ||
7.17.62 | Ἡ διὰ κεδρίαc, κολλητική, διαφορητική, cμηκτική. Κηροῦ, πίccηc ξηρᾶc ἀνὰ λι. α, κολοφωνίαc 𐆄 η, κεδρίαc 𐆄 ϛ· τή‐ ξαc ὁμοῦ ἕψε ἕωc ἀμολύντου. Ἄλλο, μαλακτικόν. κηροῦ, πίccηc ἀνὰ 𐆄 η, κολοφωνίαc 𐅻 κε, προ‐ | |
5 | πόλεωc 𐅻 ιζ, κεδρίαc 𐅻 κ. | |
5 | ||
7.17.63 | Διὰ κιccήρεωc ἀφουλωτική. Μυρcίνου λι. β, κηροῦ λι. α, κιccήρεωc κεκαυμένηc καὶ οἴνῳ ἐcβεcμένηc 𐅻 ϛ, λεπίδοc cτομώματοc 𐅻 ϛ, χαλκοῦ κεκαυμένου, Κιμωλίαc ἀνὰ 𐆄 ε· ἐπάνω μοτὸν καὶ cπόγγον ἐξ ὕδατοc. | |
4 | ||
7.17.64 | Ἡ παῦλα χοιράcι καὶ βουβῶcι. Κηροῦ, κολοφωνίαc, νίτρου ἀνὰ λι. α. | |
2 | ||
7.17.65 | Διὰ νίτρου πρὸc ἄνθρακαc. Νίτρου ὀπτοῦ 𐆄 γ, κηροῦ, ἐλαίου, κολοφωνίαc ἀνὰ 𐅻 α 𐅵ʹ, ὀποῦ Κυρηναϊκοῦ ἢ Μηδικοῦ 𐅻 ι· ἐπιτίθεται ἔμμοτον ἀνεθέν. | |
3 | ||
7.17.66 | Τὸ δι’ ἀνεμώνηc. Ἀνεμώνηc ἐξονυχιcθείcηc 𐆄 β, κηροῦ 𐆄 ε, ἐλαίου 𐆄 δ, ῥητίνηc 𐆄 ε 𐅵ʹ, | |
κολοφωνίαc λι. β 𐅵ʹ. | ||
7.17.67 | Ἡ Μαχαιρίωνοc χλωρὰ ἰcχιαδικοῖc, ἄρθρων cφηνώcεcιν, ἀποcτήμαcιν. Ὀποπάνακοc, χαλβάνηc, ἰοῦ, cμύρνηc, ἴρεωc, ἀμμωνιακοῦ θυμιά‐ ματοc, ἀριcτολοχίαc ἀνὰ 𐆄 α, τερεβινθίνηc, κηροῦ, ἐλαίου ὀμφακίνου | |
5 | ἀνὰ 𐆄 ζ. | |
5 | ||
7.17.68 | Χλωρὰ ἄλλη, ἁπλῆ. Ῥητίνηc λι. γ, κηροῦ λι. α, ἰοῦ ξυcτοῦ λι. 𐅵ʹ, λιβάνου 𐅻 κε, ὄξουc τὸ ἀρκοῦν. | |
3 | ||
7.17.69 | Ἄλλη χλωρά, ποιοῦcα πρὸc τὰ κάθυγρα καὶ ὑπερcαρκοῦντα. Κολοφωνίαc 𐆄 ϛ, ἰοῦ ξυcτοῦ 𐆄 α 𐅵ʹ, κηροῦ 𐆄 β, ἁλῶν Καππαδοκι‐ κῶν 𐆄 α, ῥοδίνου 𐆄 β 𐅵ʹ, ὄξουc τὸ ἀρκοῦν. | |
3 | ||
7.17.70 | Ἡ πηγανηρὰ πρὸc πλευριτικούc. Πηγάνου χλωροῦ λι. α, βουτύρου λι. α 𐅵ʹ, τερεβινθίνηc 𐆄 ιε, οἰcύ‐ που φαρμάκου 𐆄 ιε, ὀποπάνακοc 𐆄 γ, χαλβάνηc 𐆄 γ, ἀνηθίνου λι. β. | |
3 | ||
7.17.71 | Ἡ διὰ cτακτῆc ἰcχιαδικοῖc, ἀρθριτικοῖc, οἰδηματώδεcιν. Κηροῦ, ἐλαίου παλαιοῦ, κονίαc πρωτοcτάκτου ἀνὰ λι. α, φρυκτῆc, νίτρου Ἀλεξανδρινοῦ, νίτρου λευκοῦ, τερεβινθίνηc ἀνὰ 𐆄 ϛ· τὰ νίτρα λείου τῇ κονίᾳ. | |
4 | ||
7.17.72 | Τὸ διὰ νίτρου πρὸc ἀποcτάcειc καὶ cκιρροὺc ὄγκουc. Ἐλαίου παλαιοῦ, κηροῦ, ἀφρονίτρου, cάπωνοc, κονίαc ἀνὰ λι. α, τερεβινθίνηc 𐆄 ϛ, χαλβάνηc, προπόλεωc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 α· cκεύαζε ὡc τὸ πρὸ αὐτοῦ. | |
4 | ||
7.17.73 | Ἡ δι’ ἁλῶν. Κηροῦ 𐆄 δ, ἐλαίου λι. α, ἁλῶν κοινῶν 𐆄 δ, ἀφρονίτρου 𐆄 δ, ψιμυ‐ θίου 𐆄 η, ὄξουc 𐆄 β εἰc τὴν λείωcιν. Ἄλλωc. ἁλῶν κοινῶν, νίτρου ἀνὰ 𐆄 δ, κηροῦ, ἐλαίου παλαιοῦ | |
5 | ἀνὰ 𐆄 ϛ, ὕδατοc θαλαccίου τὸ ἀρκοῦν. | |
7.17.74 | Ἡ διὰ πτέρνηc, πώρων λυτική. Πτέρνηc χοιρείαc παλαιᾶc λίπουc, ἀμμωνιακοῦ θυμιάματοc, τυροῦ παλαιοῦ βοείου ἢ αἰγείου, cτέατοc ταυρείου, ἀποχύματοc, ὅπερ ἐcτὶ πλοίου ξύcματοc, ἀνὰ λι. α, μυελοῦ ἐλαφείου 𐆄 η, οἰcύπου κηρωτῆc | |
5 | 𐆄 γ, κυπρίνου 𐆄 ϛ, οἴνου Αἰγυπτίου τὸ ἀρκοῦν. | |
5 | ||
7.17.75 | Τὸ διὰ κινναβάρεωc πρὸc πώρουc καὶ ἄλλουc παντοίουc cκιρρώδειc ὄγκουc· λέγεται ἡ παμπληθήc. Λιθαργύρου λι. α, ἐλαίου παλαιοῦ ξ̸ α, λεπίδοc χαλκοῦ 𐆄 α, χαλ‐ κοῦ κεκαυμένου 𐆄 α, κινναβάρεωc γϼ ιη, μαγνήτου ζῶντοc 𐆄 α, λίθου | |
5 | Φρυγίου 𐅻 ϛ, λίθου πυρίτου, καδμίαc, ἰοῦ ξυcτοῦ, λιβάνου ἀνὰ 𐆄 α, διφρυγοῦc 𐆄 β, ἀλόηc 𐆄 α 𐅵ʹ, χαλβάνηc 𐆄 α 𐅵ʹ, λίθου οὐίτου Ϲκυθικοῦ γϼ. ιη, λίθου αἱματίτου λι. α, προπόλεωc λι. α γϼ. κη, κηροῦ 𐆄 ιζ, λί‐ θου περδικίτου 𐆄 α, βεττονικῆc 𐆄 α γϼ. η, γεντιανῆc 𐆄 α, ἀριcτολοχίαc μακρᾶc καὶ cτρογγύληc 𐅻 δ 𐆄 𐅵ʹ, χαμαιλέοντοc μέλανοc 𐆄 α, δικτάμνου | |
10 | γϼ. μβ, ῥητίνηc ξηρᾶc λι. α, cτέατοc cτρουθοκαμήλου λι. α· τοὺc λίθουc μετὰ τῆc λιθαργύρου τρῖβε προcεπιβάλλων ἁλὸc ἄνθουc λι. β κατὰ μέ‐ ροc, ἕωc οὗ πᾶν ἀναλωθῇ. | |
12 | ||
7.17.76 | Τὸ διὰ λεπτοκαρύων πρὸc πώρουc ἄρθρων, δεδοκιμαcμένον. Πρωτοcτάκτου 𐆄 ϛ, λεπτοκαρύων τοῦ ἐντὸc 𐆄 β, ἀφρονίτρου 𐆄 ϛ, ἐλαίου παλαιοῦ λι. α, cάπωνοc Γαλλικοῦ 𐆄 δ, μέλιτοc 𐆄 η, ᾠῶν ϛ τὰ | |
λευκά, κηροῦ 𐆄 ι, τερεβινθίνηc 𐆄 β· λείου τῷ πρωτοcτάκτῳ. | ||
7.17.77 | Διὰ τουρπαίνηc κηρωτὴ πρὸc ποδάγραν, ἀνώδυνοc, θαυμαcτή. Πέμπτην ἄγοντοc ἡμέραν τοῦ Μαρτίου μηνὸc ἐν οἴκῳ κατωγείῳ εἰc κακκάβην ἐλαίου κοινοῦ ξ̸ β βαλὼν ἕψε ξύλοιc ἀμπελίνοιc καί, ὅτε βράcῃ, ἐπίβαλλε τουρπαίνηc θαλαccίου ἰχθύοc λι. α καὶ ἀcφάλακοc τοῦ | |
5 | ζῴου, ὅν τινεc μαδαμουδὰν καλοῦcι, τοῦ αἵματοc 𐆄 δ καὶ cυνέψει, ἕωc διαλυθῶcιν αἱ cάρκεc τοῦ ἰχθύοc ἢ φρυγῶcιν, εἶτα cειρώcαc ἐπίβαλλε τῷ ἐλαίῳ κηροῦ τὸ cύμμετρον πρὸc τὴν cύcταcιν, ὡc ἁπαλωτάτην γε‐ νέcθαι κηρωτήν, ἣν ἐπιπλάcαc εἰc ὀθόνιον ἐπιτίθει. | |
8 | ||
7.17.78 | Τὸ διὰ τοῦ οὔρου τοῦ ἡμιόνου ποδαγρικόν. Οὔρου ἡμιόνου ἄρρενοc ξ̸ δ, λιθαργύρου λι. β, ἐλαίου παλαιοῦ μνᾶν α· λειώcαc ἐπὶ πολὺ πάντα, ὡc γλοιῶδεc γενέcθαι, ἕψε ἕωc ἀμολύντου. | |
4 | ||
7.17.79 | Τὸ διὰ λίθου Ἀccίου ἄνθουc Φιλαγρίου πρὸc cκίρρουc. Πευκεδάνου ῥίζηc, Ἀccίου λίθου ἄνθουc, εἰ δὲ μὴ παρείη, ἁλῶν ἀμμωνιακῶν, προπόλεωc λιπαρᾶc ἀνὰ 𐆄 β, ἀμμωνιακοῦ θυμιάματοc, ἐρίων οἰcυπηρῶν κεκαυμένων ἀνὰ 𐆄 α, ἀριcτολοχίαc cτρογγύληc, κιc‐ | |
5 | cήρεωc, κυνείαc κόπρου, ἰοῦ ξυcτοῦ, λεπίδοc χαλκοῦ, μίcυοc ἀνὰ γϼ. ιη, καcτορίου γϼ. ιβ, cμύρνηc 𐆄 γ, ἰξοῦ δρυΐνου 𐆄 γ, κηροῦ 𐆄 ιβ 𐅵ʹ, πιτυΐ‐ νηc 𐆄 ιβ 𐅵ʹ, πίccηc Βρυττίαc 𐆄 ιη 𐅵ʹ γϼ. ϛ, ἐλαίου παλαιοῦ καὶ ὄξουc δριμυτάτου τὸ ἀρκοῦν. | |
8 | ||
7.17.80 | [Τοῦ αὐτοῦ Γαληνοῦ. Κηροῦ, τερεβινθίνηc ἀνὰ λι. α, λίθου Ἀccίου, μάννηc ἀνὰ 𐆄 γ, κυ‐ | |
πρίνου 𐆄 β, ὕδατοc πηλοποιοῦ τὸ ἀρκοῦν.] | ||
7.17.81 | Τὸ δι’ ἁλὸc ἄνθουc, ἀρθριτικὸν ἐν παρακμαῖc. Τερεβινθίνηc, φρυκτῆc, πιτυΐνηc, κηροῦ ἀνὰ λι. α, πίccηc ξηρᾶc, cτυπτηρίαc cχιcτῆc, ἁλὸc ἄνθουc ἀνὰ λι. 𐅵ʹ· ἕψε ἐν διπλώματι. | |
3 | ||
7.17.82 | Ἡ τροφόc, cαρκωτικὴ ἑλκῶν. Ῥοδίνου, τερεβινθίνηc, μέλιτοc ἀνὰ 𐆄 β, ψιμυθίου, βουτύρου ἀνὰ 𐆄 α· οἱ δὲ καὶ λιβάνου 𐆄 α. | |
3 | ||
7.17.83 | Τὸ Ἰταλικόν, καθαῖρον τὰ ῥυπαρὰ καὶ cαρκοῦν. Ἐρινεοῦ (λέγω δὲ τῆc ἀγρίαc cυκῆc) τὸν ἁπαλὸν φλοιὸν ἑψήcαc ἐν ἐλαίῳ ῥῖψον καὶ τήξαc ἐν τῷ ἐλαίῳ κηροῦ πυρροῦ τὸ αὔταρκεc ἐμμότῳ χρῶ. | |
4 | ||
7.17.84 | Ἐντατικόν. Ϲατυρίου, αἰδοίου ἐλαφείου, cκίγκου οὐρᾶc ἀνὰ 𐅻 β, εὐζώμου cπέρ‐ ματοc, πυρέθρου, κάχρυοc, κηροῦ ἀνὰ 𐅻 δ, τερεβινθίνηc 𐆄 α, ᾠὰ cτρου‐ θῶν τρωγλιτῶν γ, ἀcκαλαβώταc γ, ἐλαίου δᾳδίνου ἢ ἰρίνου τὸ ἀρκοῦν. | |
5 | βρέχονται ζῶντεc ἐν ὄξει οἱ ἀcκαλαβῶται ἕωc ἡμερῶν μ ἐν κόπρῳ χωcθέντοc τοῦ ἀγγείου. | |
6 | ||
7.17.85 | Ἡ χρυcῆ, ἔναιμοc. Λιβάνου, cτυπτηρίαc cχιcτῆc ἀνὰ 𐆄 β, κολοφωνίαc, ῥητίνηc ἀνὰ λι. α, ἐλαίου 𐆄 γ, ἀρcενικοῦ 𐆄 β· ὄξει λείου τὸ ἀρcενικόν. | |
3 | ||
7.17.86 | Καταγματικὴ Ὀριβαcίου. Πίccηc Βρυττίαc λι. α 𐆄 α, λιθαργύρου λι. α 𐆄 δ, λιβάνου 𐆄 η, τερε‐ βινθίνηc 𐆄 ε, cτέατοc ταυρείου λι. α 𐆄 δ, χαλβάνηc, ὀποπάνακοc ἀνὰ 𐆄 α, κηροῦ 𐆄 δ, ἐλαίου παλαιοῦ λι. α, ὄξουc 𐆄 ε. | |
4 | ||
7.17.87 | Καταγματικὴ πρὸc τὰ cὺν τραύματι καὶ ἄνευ τραυμάτων· ἐκ τῶν Ἡρακλείτου. Πίccηc ξηρᾶc μνᾶν α, λιθαργύρου μνᾶν α, μάννηc μνᾶν 𐅵ʹ, cτέα‐ | |
τοc μοcχείου μνᾶν α, κηροῦ Τυρρηνικοῦ 𐆄 κϛ, ὀποπάνακοc 𐅻 η, ἰοῦ | ||
5 | ξυcτοῦ, Κυπρίου χαλκοῦ ἀνὰ μνᾶc πεντεκαιδέκατον, τερεβινθίνηc μνᾶν α 𐅵ʹ εʹ, χαλβάνηc 𐆄 α, κίκεωc ἢ ἐλαίου παλαιοῦ κοτύλην α, ὄξουc κοτύ‐ λην 𐅵ʹ. | |
7 | ||
7.17.88 | Ὑγροῦ οἰcύπου τοῦ φαρμάκου cκευή. Μελιλώτου 𐆄 δ, καρδαμώμου 𐆄 β, ἐρίων ῥυπαρῶν πάνυ 𐆄 ϛ· βρέ‐ ξαc εἰc οἴνου ξ̸ β ἐπὶ ἡμέραc γ ἕψε ἕωc ὀλίγου καὶ cειρώcαc μῖξον τῷ οἴνῳ ἐλαίου 𐆄 γ καὶ ἕψε, ἕωc ὀλίγον περιλειφθῇ τοῦ οἴνου, καὶ | |
5 | τότε ἐπίβαλλε κολοφωνίαc 𐆄 ι, τερεβινθίνηc 𐆄 ι. τινὲc δὲ καὶ κηροῦ μίcγουcι 𐆄 ι καὶ ὑccώπου βοτάνηc cυνέψουcι τοῖc ἄλλοιc. ἕτεροι πλύ‐ νουcι τὰ ἔρια οἴνῳ καὶ ξηραίνουcι τὸν οἶνον μετὰ τοῦ ῥύπου, ὃν δὴ καὶ πίνον προcαγορεύουcιν, ἐπὶ δὲ τῆc χρείαc βάλλουcιν ἀπ’ αὐτοῦ 𐆄 γ καὶ τὰ λοιπά, ὡc εἴρηται. | |
9 | ||
7.18t | Περὶ μαλαγμάτων καὶ ἐπιθεμάτων. | |
7.18.1 | Τῶν μαλαγμάτων καλουμένων τὰ μὲν τοῖc μέcοιc ἐπιβάλλεται φλεγμαίνουcι χρονίωc ἢ cκληρυνομένοιc ἢ πυρουμένοιc ἢ κατεψυγμέ‐ νοιc ἢ ῥευματιζομένοιc, τὰ δὲ τοῖc ἄρθροιc ἐcφηνωμένοιc ἢ νεύροιc κατεψυγμένοιc ἢ καὶ ἑτέροιc μορίοιc ἐcκιρρωμένοιc ἁρμόττει. περὶ μὲν | |
5 | οὖν τούτων ἔν τε τῷ περὶ ἐμπλάcτρων εἴρηται κἀν τῷ περὶ ἀκόπων εἰρήcεται· τῶν δὲ τοῖc μέcοιc ἁρμοζόντων, ἃ δὴ καὶ ἰδίωc ἐπιθέματα προcαγορεύεται, τὰ μὲν τῷ cτομάχῳ τε καὶ ἥπατι προcφερόμενα, ὁποῖα ἂν εἴη, καὶ τῆc τονούcηc χρῄζει δυνάμεωc διὰ τῶν cτυφόντων· ἄνευ γὰρ ταύτηc κίνδυνοc ἕψεται περὶ τῆc ζωῆc κοινοεργῶν τούτων ὑπαρ‐ | |
10 | χόντων· ὅθεν διὰ τῶν ἀρωμάτων μάλιcτα cυντίθεται. | |
7.18.2 | cτομάχῳ μὲν οὖν ἀπεπτοῦντι ἢ ἀτονοῦντι ἢ ἐμπνευματουμένῳ τά τε διὰ τῶν cπερμάτων καὶ μελιλώτου καὶ ἀλόηc καὶ ἀψινθίου καὶ cαμψύχου καὶ νάρδου καὶ μαcτίχηc ἐπιβλητέον, ἥπατι δὲ τὰ διὰ μυρο‐ βαλάνου, ἀμμωνιακοῦ, cτεάτων, χαμαιμηλίνου, cπληνὶ δὲ τὰ δι’ ἀcβέcτου, | |
5 | ἀρcενικοῦ, καππάρεωc, ἰτεῶν, καρδαμώμου, ἰοῦ, ἀμμωνιακοῦ, ὄξουc· ῥευματιζομένοιc δὲ τοῖc περὶ κοιλίαν τὰ δι’ οἰνάνθηc, cτυπτηρίαc, μη‐ λίνου καὶ τῶν ἄλλων cτρυφνῶν· καὶ ταῦτα γὰρ καταχρώμενοι κοινῶc μαλάγματα προcαγορεύουcι καίπερ ἐναντίαc τῇ τῶν μαλαττόντων ὄντα δυνάμεωc· πυρουμένοιc δὲ τοῖc cπλάγχνοιc, ὡc ἐν πυρετοῖc καυcώδεcι, | |
10 | τὰ διὰ κρόκου, ῥοδίνου, χυλοῦ λινοcπέρμου ἢ cέρεωc ἢ πολυγόνου, cτέατοc ὑόc, λιθαργύρου· κατεψυγμένοιc δὲ τὰ δι’ ὀποβαλcάμου, φύλ‐ λου, καcάμου, πεπέρεωc· θώρακι δὲ ἐν μὲν αἵματοc ἀναγωγαῖc τὰ cτύ‐ φοντα καὶ ξηραίνοντα διά τε cτυπτηρίαc καὶ ἰτέαc καὶ ἀcφάλτου cυν‐ τιθέμενα, ἐν δὲ φθίcεcι τὰ διὰ δαφνίδων, πραcίου, καρδαμώμου, κονίαc. | |
14 | ||
7.18.3 | Τὸ διὰ μελιλώτων. Κρόκου, νάρδου Κελτικῆc, κυπέρου, καρδαμώμου, ἴρεωc, cμύρνηc ἀνὰ 𐆄 β, μελιλώτων λι. α, ἀμμωνιακοῦ θυμιάματοc λι. α, κηροῦ λι. γ, τερεβινθίνηc λι. α, κυπρίνου λι. γ, γλευκίνου λι. β, βδελλίου 𐆄 ϛ (τινὲc | |
5 | καὶ κύφεωc 𐆄 β), οἴνου τὸ ἀρκοῦν. | |
5 | ||
7.18.4 | Τὸ Πολυάρχιον ἐκ Τῶν κατὰ τόπουc Γαληνοῦ. Κηροῦ, τερεβινθίνηc, βδελλίου, ἀμμωνιακοῦ θυμιάματοc, καρδαμώ‐ μου, κυπέρου ἀνὰ μνᾶν α, ἀμώμου, νάρδου Ἰνδικῆc, κρόκου, cμύρνηc, λιβάνου, ξυλοκιναμώμου ἀνὰ 𐅻 κε, ἐλαίου κυπρίνου κοτύλην α, οἴνου | |
5 | Ἰταλικοῦ ὅcον ἐξαρκεῖ· cκεύαζε καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ἔcτι δ’ | |
ὅτε ἀνειμένῳ κηρωτῇ κυπρίνῃ. | ||
7.18.5 | Ἄλλωc τὸ Πολυάρχιον. Ξυλοβαλcάμου, κόcτου, ἴρεωc, κυπέρου, cμύρνηc, cχοίνου ἄνθουc, καρδαμώμου, λιβάνου, ναρδοcτάχυοc, μαcτίχηc, cτύρακοc, βδελλίου, ἀμώμου, φύλλου, κρόκου, καccίαc, πυρέθρου, ἀριcτολοχίαc μακρᾶc ἀνὰ | |
5 | 𐆄 α, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 α 𐅵ʹ, φρυκτῆc 𐆄 γ, τερεβινθίνηc λι. α, μυελοῦ ἐλαφείου 𐆄 β, κηροῦ λι. β, ὀποβαλcάμου 𐆄 ϛ, οἴνου 𐆄 η. | |
6 | ||
7.18.6 | Τὸ Φιλαγριανόν. Κρόκου 𐆄 α 𐅵ʹ, ἀλόηc, ἀμμωνιακοῦ θυμιάματοc, βδελλίου, cτύρακοc ἀνὰ 𐆄 α, cτεάτων χηνείων 𐆄 β, οἰcύπου φαρμάκου 𐆄 δ, φοινίκων 𐆄 β, κηροῦ λι. α, νάρδου 𐆄 ϛ, μηλίνου 𐆄 ϛ, οἴνου τὸ ἀρκοῦν εἰc τὴν τῶν | |
5 | ξηρῶν λείωcιν. | |
5 | ||
7.18.7 | Τὸ εὐῶδεc. Κρόκου, ἀλόηc, μαcτίχηc, ἀψινθίου, cτύρακοc, οἰνάνθηc, καcάμου, καρυοφύλλου ἀνὰ 𐆄 γ, νάρδου λι. α, κηροῦ λι. α, μηλίνου 𐆄 ϛ, φοίνι‐ καc ιβ, οἴνου τὸ ἀρκοῦν. | |
4 | ||
7.18.8 | Τὸ βαΐον. Καρδαμώμου, καccίαc, οἰνάνθηc, Κελτικῆc, βαλαυcτίων, προπόλεωc ἀνὰ γϼ. η, βράθυοc, καcάμου, ἀμώμου ἀνὰ γϼ. ϛ, cχοίνου ἄνθουc γϼ. ιη, ἴρεωc γϼ. δ, καρυοφύλλου γϼ. α 𐅵ʹ, θυμιάματοc κρινάτου 𐆄 β, λιβάνου, | |
5 | cμύρνηc ἀνὰ 𐆄 α, λαδάνου 𐆄 ϛ, βδελλίου, μαcτίχηc, ἀλόηc, νάρδου, cχινίνου ἀνὰ 𐆄 𐅵ʹ, ζυγίαc, πιτυΐνηc, τερεβινθίνηc ἀνὰ 𐆄 γ, ὀποβαλcά‐ μου 𐆄 α, ἀμμωνιακοῦ θυμιάματοc γϼ. ϛ, κηροῦ 𐆄 ϛ· οἰνανθίνῳ λείου τὰ ὀπηρὰ καὶ τὰ ξηρὰ κοπέντα. ἐν ἄλλῳ καὶ πεπέρεωc γϼ. ιη· τινὲc καὶ μόcχου γϼ. α. | |
9 | ||
7.18.9 | Τὸ Γαλήνειον. Κρόκου 𐆄 𐅵ʹ, ἀλόηc 𐆄 α, μαcτίχηc 𐆄 γ, ἀψινθίου καρποῦ γϼ. η, | |
οἰνάνθηc γϼ. η, φοίνικαc μεγάλουc γ, κηροῦ 𐆄 γ, ἐλαίου μηλίνου 𐆄 ϛ. | ||
7.18.10 | Τὸ Ἐρυθρίου. Ϲτύρακοc 𐆄 ε, μήλων Κυδωνίων 𐆄 κ, μαcουχᾶ ἢ μαcουαφίου, κρό‐ κου ἀνὰ 𐅻 ι, ψιχῶν, κύφεωc ἀνὰ 𐅻 ε, οἰνάνθηc 𐆄 β 𐅵ʹ, καcάμου, ἀψιν‐ θίου ἀνὰ 𐅻 ι, καρυοφύλλου γϼ. ιε, ἀμμωνιακοῦ θυμιάματοc γϼ. ι, ὀπο‐ | |
5 | βαλcάμου 𐆄 ϛ 𐅵ʹ, νάρδου 𐆄 ε, κολοφωνίαc, γλευκίνου, μηλίνου ἀνὰ 𐆄 ι, ῥοδίνου 𐅻 ι, προπόλεωc 𐆄 ε, τερεβινθίνηc 𐆄 ι, μέλιτοc κοχλιάρια ι, φύλ‐ λου 𐅻 ι, ναρδοcτάχυοc 𐅻 ι, κηροῦ 𐆄 ζ 𐅵ʹ· οἴνῳ Φαλερίνῳ ἢ Ἀμινναίῳ λείου. | |
8 | ||
7.18.11 | Τὸ Νείλου, cπληνικὸν καὶ πρὸc πᾶcαν cκληρίαν. Κηροῦ λι. α, ἀμμωνιακοῦ θυμιάματοc λι. α, ἐλαίου κυπρίνου λι. α, κρόκου 𐆄 𐅵ʹ (οἱ δὲ 𐆄 α), ὄξουc τὸ ἀρκοῦν. | |
3 | ||
7.18.12 | Τὸ κίτρινον. Κηροῦ, κολοφωνίαc ἀνὰ λι. α, ἀμμωνιακοῦ θυμιάματοc, ἀρcενικοῦ, τιτάνου, cτυπτηρίαc ἀνὰ 𐆄 β, ἐλαίου καὶ ὄξουc ἀνὰ κυάθουc η· λείου τῷ ὄξει τὰ ξηρά. | |
4 | ||
7.18.13 | Τὸ τοῦ κουρέωc. Πίccηc ξηρᾶc λι. α, κηροῦ, πιτυΐνηc, ἀμμωνιακοῦ θυμιάματοc, νί‐ τρου, δαφνίδων ξηρῶν, cτέατοc ταυρείου ἀνὰ λι. β, ἀλεύρου τηλίνου ξ̸ α, γύρεωc ξ̸ α, χαμαιλέοντοc μέλανοc τῆc ῥίζηc ξηρᾶc λι. α. | |
4 | ||
7.18.14 | Δι’ αἰγείαc κόπρου Ὀριβαcίου, cπληνικοῖc, ὑδρωπικοῖc, ἧπαρ ἐcκιρρωμένοιc. Κυπρίνου ἢ παλαιοτάτου ἐλαίου λι. γ, κηροῦ λι. β 𐅵ʹ, cπυράθων αἰγῶν, δαφνίδων λελεπιcμένων, ἴρεωc Ἰλλυρικῆc ἀνὰ ξ̸ ι, τερεβινθίνηc | |
5 | λι. α, νάπυοc, νίτρου, κυπέρου, ῥαφάνου cπέρματοc, καππάρεωc ῥίζηc φλοιοῦ ἀνὰ 𐆄 γ, κολοκυνθίδοc ἐντεριώνηc 𐆄 β, τήλεωc 𐆄 α· ὁτὲ μὲν ξηρὰ ἀναλαμβάνεται τοῖc τηκτοῖc, ὁτὲ δὲ ὄξει φυραθέντα. εἰ δὲ ῥέοι γαcτήρ, μὴ βλητέον κολοκυνθίδα. | |
8 | ||
7.18.15 | Δι’ αἰγείαc κόπρου τὸ cπογγίον, ὑδρωπικοῖc. Πίccηc Βρυττίαc λι. β 𐅵ʹ, νίτρου λι. α, κολοκυνθίδοc ἐντεριώνηc, πυρέθρου, ὀποπάνακοc, κόκκου Κνιδίου ἀνὰ 𐆄 γ, καππάρεωc ῥίζηc φλοιοῦ, λιβάνου, ἴρεωc, cτέατοc ταυρείου, ἐλατηρίου, λεπίδοc χαλκοῦ, | |
5 | cελίνου cπέρματοc, λαθυρίδων ἀνὰ 𐆄 ϛ, δαφνίδων ξ̸ 𐅵ʹ, τήλεωc ἀλεύ‐ ρου 𐆄 𐅵ʹ, χολῆc ταυρείαc 𐆄 β, ἐλαίου κυπρίνου ξ̸ 𐅵ʹ, κηροῦ λι. α, φρυκ‐ τῆc λι. γ, αἰγείαc κόπρου ὀρεινῆc, κάχρυοc, κυπέρου, καρδαμώμου ἀνὰ 𐆄 ϛ. | |
8 | ||
7.18.16 | Τὸ διὰ δαφνίδων. Κηροῦ, ῥητίνηc, πίccηc, δαφνίδων, cτέατοc ταυρείου ἀνὰ λι. α, νί‐ τρου, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐆄 ϛ, ὄξουc τὸ ἀρκοῦν. | |
3 | ||
7.18.17 | Τὸ διὰ cπερμάτων. Καρδαμώμου, κυπέρου, βράθυοc, νίτρου, δαφνίδων, καccίαc, μελι‐ λώτου, τήλεωc, νάρδου Κελτικῆc, cελίνου cπέρματοc, cαμψύχου, ἀνίcου, πάνακοc ῥίζηc, λιβάνου, ἀμμωνιακοῦ θυμιάματοc, τερεβινθίνηc ἀνὰ 𐆄 γ, | |
5 | μέλιτοc, κηροῦ, νάρδου ἀνὰ λι. α, cτέατοc ταυρείου. | |
5 | ||
7.18.18 | Τὸ δυcῶδεc, πλευριτικόν. Πιτυΐνηc λι. α, κηροῦ, πηγάνου χλωροῦ, κυπρίνου ἀνὰ 𐆄 ϛ, θείου ἀπύρου, ὀποπάνακοc, cαγαπηνοῦ ἀνὰ 𐅻 δ· τινὲc καὶ χαλβάνηc 𐅻 δ. | |
3 | ||
7.18.19 | Τὸ διὰ cαμψύχου. Κηροῦ λι. α, τερεβινθίνηc λι. β, cαμψύχου, δαφνίδων, τήλεωc ἀνὰ | |
ξ̸ α, νάρδου τὸ ἀρκοῦν. | ||
7.18.20 | Τὸ Ἀπολλοφάνουc, πρὸc ἡπατικούc. Κηροῦ 𐅻 π, τερεβινθίνηc, μάννηc ἀνὰ 𐅻 μ· ἰρίνου ὑποcτάθμῃ ἀνά‐ κοπτε καὶ ὑπάλειφε τὸν ὅλμον. | |
3 | ||
7.18.21 | Κοπτὸν πρὸc cκληρίαν cτομάχου καὶ ἥπατοc. Προπόλεωc 𐆄 ϛ, cτύρακοc 𐆄 β, μαcτίχηc 𐆄 α, τερεβινθίνηc 𐆄 𐅵ʹ, τρυγὸc νάρδου τὸ ἀρκοῦν. | |
3 | ||
7.18.22 | Τὸ δι’ οἰνάνθηc. Οἰνάνθηc, ἀλόηc, κρόκου, ἀκακίαc, cτυπτηρίαc cχιcτῆc, ῥόδων ξη‐ ρῶν, ἀψινθίου χυλοῦ, κηκῖδοc, ὀμφακίου, ῥοὸc Ϲυριακοῦ, μάννηc ἀνὰ 𐅻 α, ἐλαίου μυρcινάτου, κηροῦ ἀνὰ λι. α, φοίνικαc μεγάλουc ε, οἴνου | |
5 | Ἀμινναίου τὸ ἀρκοῦν. | |
5 | ||
7.18.23 | Τὸ Ἀντύλλιον. Ϲτυπτηρίαc cχιcτῆc 𐆄 𐅵ʹ, ἀλόηc 𐆄 α, μαcτίχηc γϼ. ϛ, οἰνάνθηc γϼ. ϛ, ὀμφακίου γϼ. η, ῥόδων ξηρῶν γϼ. η, ῥοῦ Ϲυριακοῦ γϼ. ι, ἀκάνθηc Αἰγυπ‐ τίαc γϼ. ι, βαλαυcτίων γϼ. κ, κηκίδων γϼ. ιε, κηροῦ 𐆄 ε, ἐλαίου μηλίνου | |
5 | τὸ ἀρκοῦν. | |
5 | ||
7.18.24 | Τὸ διὰ γιγάρτων. Κρόκου, cάνδυκοc, οἰνάνθηc ἀνὰ 𐆄 α, cτυπτηρίαc ξηρᾶc 𐆄 δ, βα‐ λαυcτίων, ὀμφακίου, ῥόδων ἄνθουc, μύρτων ξηρῶν ἀνὰ 𐆄 β, κηροῦ τρακτοῦ λι. α, ἐλαίου μηλίνου λι. β, μήλων Κυδωνίων 𐆄 δ, φοίνικαc | |
5 | νικολάουc ι, οἴνου Ἀμινναίου τὸ ἀρκοῦν, γιγάρτων ξηρῶν 𐆄 η· ἐν δὲ | |
τῇ χρήcει τοῦ φαρμάκου 𐆄 γ κηροῦ. | ||
7.18.25 | Ἡ ἀνηθίνη. Ἀνήθου χλωροῦ 𐆄 ϛ, μελιλώτου 𐆄 β, χαμαιμήλου 𐆄 β, κωδύαc χλωρὰc ι· ἑψήcαc βάλε τοῦ ζέματοc λι. γ καὶ ἐλαίου, ὅτε δὲ δαπανηθῇ τὸ ζέμα, ἐπίβαλλε cτέατοc χοιρείου προcφάτου λι. β λειώcαc τε κατ’ | |
5 | ἰδίαν cκίλληc ὀπτῆc τοῦ ἐντὸc 𐆄 β καὶ μυελοῦ ἐλαφείου 𐆄 β πάντα μίcγε. | |
6 | ||
7.18.26 | Ἡ ἀμβροcία, ληξιπύρετοc. Λιθαργύρου λι. α, cτέατοc χοιρείου προcφάτου 𐆄 ϛ, λινοcπέρμου χυλοῦ 𐆄 ϛ, κηροῦ τρακτοῦ 𐆄 θ, ῥοδίνου λι. α, μέλιτοc 𐆄 γ, κρόκου 𐆄 α· τινὲc καὶ ᾠῶν λεκίθουc ι ὠμάc. | |
4 | ||
7.19t | Περὶ ἀκόπων καὶ cυγχριcμάτων καὶ δρωπάκων καὶ cινα‐ πιcμῶν. | |
7.19.1 | Ἄκοπα μὲν λέγεται ἐκ τοῦ πρώτωc πρὸc τὰc κοπώδειc cυναιcθή‐ cειc ἐξευρῆcθαι, οἷον τονώδειc, ἑλκώδειc, ὀcτοκοπώδειc, ἁρμόζει δὲ καὶ ἑτέροιc πλείοcιν· τὰ μὲν γὰρ αὐτῶν ἐcτι θερμαντικά, τὰ δὲ μαλακτικά, τὰ δὲ ἀμυκτικά. τὰ μὲν οὖν θερμαντικὰ διά τε πεπέρεωc, πυρέθρου, | |
5 | κάχρυοc καὶ τῶν ὁμοίων cκευαζόμενα νεύρων τε πείcεcιν ἁρμόττει καὶ ψύξεcιν ἰcχυραῖc καὶ δυcεκθερμάντοιc· τὰ δὲ μαλακτικὰ cκληρίαιc τε καὶ cκίρροιc καὶ cφηνώcεcιν ἄρθρων, ὧν τὴν ὕλην ἐν τῷ περὶ ἐμπλάc‐ τρων ἐδηλώcαμεν· τοῖc ἀμυκτικοῖc δὲ διά τε λιμνήcτιδοc καὶ κάχρυοc καὶ εὐφορβίου καὶ κόκκου Κνιδίου καὶ τῶν ὁμοίων cυντιθεμένοιc ἐπί | |
10 | τε τῶν χρονίων καὶ δυcεκμοχλεύτων, ἐφ’ ὧν καὶ cιναπιcμὸc ἁρμόζει, χρώμεθα. τὴν δὲ cύcταcιν ἅπαντα τὰ ἄκοπα μεταξὺ κηρωτῶν τε καὶ ἐμπλάcτρων ἔχειν προcήκει. καὶ τὰ cυγχρίcματα δὲ τοῖc ἀκόποιc ὄντα | |
παραπλήcια τὴν cύcταcιν ὑγροτέραν πωc ἔχει. | ||
7.19.2 | ὁ δὲ δρῶπαξ cκευαcίαν μὲν διττὴν ἔχει, τὴν μὲν ἐμπλάcτρῳ, τὴν δὲ μαλάγματι παραπληcίαν· τινὲc δὲ καὶ καταχρίουcιν αὐτὸν θερμόν· ὕλην δὲ τοῖc ἀκόποιc τε καὶ ἐμπλάcτροιc ἐμφερῆ, χρείαν δὲ παρέχε‐ ται καταπλάcματοc, ἁρμόζων χρονίοιc πάθεcι τοῖc αὐτοῖc, οἷc καὶ cινα‐ | |
5 | πιcμόc, καὶ πρὸ μέλλοντοc cιναπιcμοῦ παραλαμβανόμενοc εἰc τὸ παρα‐ cκευάcαι τῷ νάπυι τὸ cῶμα καὶ μετὰ cιναπιcμὸν εἰc τὸ ἐκκόψαι τὸ λείψανον τῆc διαθέcεωc. | |
7.19.3 | ὁ δὲ cιναπιcμὸc ὕλην μὲν οὐκ ἔχει ποικίλην, δραcτικώτατοc δέ ἐcτι τοῖc χρονίοιc μάλιcτα πάθεcιν μετὰ τὸ ἐλεγχθῆναι τὴν τῶν ἄλλων βοηθημάτων δύναμιν ἁρμόζων· εὐχρηcτεῖ δὲ μάλιcτα κεφαλαίᾳ, ἑτερο‐ κρανίᾳ, ἐπιληψίᾳ, cκοτώμαcι, μανίᾳ, τῇ κεφαλῇ προcφερόμενον, ἐπὶ | |
5 | δὲ ἄcθματοc, ὀρθοπνοίαc, βηχὸc χρονίαc τῷ θώρακι, ἐπὶ δὲ κατάρρῳ χρονίῳ καὶ τὴν κεφαλὴν cυcιναπιcτέον cὺν τῷ θώρακι. καὶ cτόμαχον δὲ καὶ γαcτέρα cιναπίζομεν ἐπὶ τοῖc χρονίοιc αὐτῶν πάθεcιν· κατάλ‐ ληλον δὲ τὸ βοήθημα καὶ ἰcχιαδικοῖc καὶ ποδαγρικοῖc καὶ παντὶ μέρει παρειμένῳ ἢ ἄλλωc πωc κατεψυγμένῳ δυcεκθερμάντωc. μέτρον δὲ τῆc | |
10 | ἐνεργείαc ἔcτω τοῦ φαρμάκου τὸ ὀδυνηθῆναι μὲν ἰcχυρῶc, πελιδνοτέ‐ ραν δὲ καὶ ὑψηλοτέραν γενέcθαι τὴν cάρκα καὶ μετὰ λουτρὸν φλυκ‐ ταινωθῆναι πραέωc. εἰ δὲ καὶ ἡ αἴcθηcιc ἀπόλοιτο, προcεκτέον, ὅτι μὴ cυναιcθανόμενοι λανθάνουcιν ἀμέτρωc κατακαιόμενοι, καὶ cυχνότε‐ ρον ἀναcκέποντα κατανοεῖν. καὶ τῶν ὀξέων δὲ παθῶν ληθαργικοὺc | |
15 | μὲν καὶ ἄλλωc καταφερομένουc καὶ κατόχουc cιναπίζομεν, ἐν ἀρχῇ μὲν ἐν τοῖc cκέλεcι, cτάcιν δὲ λαβούcηc τῆc ὕληc ἐν τῇ κεφαλῇ, τῶν δὲ περιψυχομένων ἀνεκθερμάντωc cκέλη τε καὶ ἀγκῶναc cιναπιcτέον· παραι‐ τητέον δὲ τὸν cιναπιcμὸν ἐπὶ τῶν cυντηκτικῶc πυρεccόντων καὶ ἕλκοc ἐχόντων ἐπί τε χονδρωδῶν καὶ ἀcάρκων· κατακαίεται γάρ, ἐνίοτε δὲ | |
20 | καὶ μελαίνεται, τὰ ἄcαρκα cιναπιζόμενα. | |
7.19.4 | Τὸ βρόμιον. Κηροῦ, κολοφωνίαc, ῥητίνηc ἀνὰ λι. α, cτέατοc χοιρείου 𐆄 δ, βου‐ τύρου 𐆄 ϛ, ἀλθαίαc, τήλεωc, λινοcπέρμου ἀνὰ λι. β, ἐλαίου λι. α, χαλ‐ βάνηc 𐆄 β 𐅵ʹ· ἑψήcαc τὸν χυλὸν μετὰ τοῦ ἐλαίου, ἕωc οὗ δαπανηθῇ | |
5 | τὸ πολὺ τοῦ χυλοῦ, τὰ λοιπὰ ἐπίβαλλε cὺν τῇ κηροχαλβάνῃ. | |
5 | ||
7.19.5 | Τὸ ποικίλον. Χυλοῦ ἀλθαίαc καὶ τήλεωc καὶ λινοcπέρμου καὶ πηγάνου καὶ κυ‐ μίνου λι. β, μυελοῦ ἐλαφείου λι. α, ἐλαίου παλαιοῦ λι. α, cτέατοc χη‐ νείου, ὀποβαλcάμου, νάρδου ἀνὰ λι. α, κηροῦ, κολοφωνίαc, ῥητίνηc | |
5 | ἀνὰ λι. α 𐅵ʹ, εὐφορβίου, τερεβινθίνηc, ὀποπάνακοc ἀνὰ 𐆄 ϛ, καcτορίου 𐆄 γ· τῶν δὲ βοτανῶν, ἐξ ὧν ὁ χυλὸc γίνεται, ἀνὰ λι. α βλητέον καὶ ἕψειν ὡc τὸ πρὸ αὐτοῦ. | |
7 | ||
7.19.6 | Τὸ τοῦ Ἀζανίτου. Ϲτέατοc χοιρείου λι. β, cτέατοc ταυρείου, ῥητίνηc, κολοφωνίαc, οἰcύπου φαρμάκου, κηροῦ ἀνὰ λι. α, χαλβάνηc 𐆄 γ. | |
3 | ||
7.19.7 | Τὸ Βαcιλείου. Ἀλθαίαc, χαμαιμήλου, μελιλώτου, λινοcπέρμου, τήλεωc, ἀνὰ 𐆄 α 𐅵ʹ, ἀμώμου 𐆄 γ· ταῦτα βρέχονται εἰc οἴνου Ἀcκάλωνοc ἢ Κίλικοc ξ̸ η ἐπὶ ἡμέραc γ καὶ ἕψονται ἕωc μελιτώδουc cυcτάcεωc, εἶτα τοῦ χυλοῦ λι. ε | |
5 | cὺν ἐλαίῳ παλαιῷ λι. δ 𐅵ʹ ἕψονται, ἕωc οὗ μέτριον καταλειφθῇ τοῦ χυλοῦ, καὶ ἐπιβάλλεται βουτύρου 𐆄 ϛ, τερεβινθίνηc 𐆄 δ, cτέατοc χηνείου 𐆄 ιε, μυελοῦ ἐλαφείου cὺν ὀλίγῳ τοῦ ἐλαίου λειωθέντοc 𐆄 ε, κηροῦ τρακτοῦ λι. γ. | |
8 | ||
7.19.8 | Τὸ λυcιπόνιον. Πεπέρεωc, καcτορίου, cτύρακοc, μαcτίχηc, ἀλόηc, ἑλενίου, ἴρεωc ἀνὰ 𐆄 δ, εὐφορβίου, κόcτου, ἀμμωνιακοῦ θυμιάματοc, cμύρνηc, cαμψύ‐ χου, λιβάνου, κυπέρων, καccίαc, cύριγγοc, κάχρυοc ἀνὰ 𐆄 γ, ἀδάρκηc, | |
5 | ἀμώμου, βδελλίου, ξυλοβαλcάμου ἀνὰ 𐆄 β, μαλαβάθρου, ναρδοcτάχυοc, πυρέθρου, κρόκου ἀνὰ 𐆄 α, ὀποβαλcάμου λι. α, νάρδου, κυπρίνου, γλευ‐ κίνου ἀνὰ λι. β, κηροῦ λι. α. | |
7 | ||
7.19.9 | Τὸ δυcῶδεc ἐκ Τῆc κατὰ γένοc. Κηροῦ, τερεβινθίνηc ἀνὰ 𐅻 κδ, χαλβάνηc, ἀμμωνιακοῦ θυμιάματοc ἀνὰ 𐅻 ϛ, ἐλαίου κοτύλαc β, μυελοῦ ἐλαφείου 𐅻 η· χρῶ ἀκράτῳ καὶ ἀνειμένῳ. | |
4 | ||
7.19.10 | Ἄλλωc τὸ δυcῶδεc. Τερεβινθίνηc 𐅻 ιϛ, κηροῦ 𐅻 κη, οἰcύπου, μέλιτοc ἀνὰ 𐅻 ϛ, ἐλα‐ φείου μυελοῦ 𐆄 ϛ, ἀμμωνιακοῦ θυμιάματοc, χαλβάνηc, ἀφονίτρου, δαφ‐ νίδων ἀνὰ 𐆄 ϛ, ἐλαίου παλαιοῦ ξ̸ α, οἴνου κυάθουc β· τινὲc καὶ κα‐ | |
5 | cτορίου 𐅻 γ. | |
5 | ||
7.19.11 | Τὸ βαρβαρικὸν διὰ εὐφορβίου πρὸc ἰcχιαδικοὺc καὶ ἄλλα πολλά. Ὀποπάνακοc 𐆄 α, κηροῦ Τυρρηνικοῦ λι. α, τερεβινθίνηc λι. β 𐅵ʹ, χαλβάνηc 𐆄 α, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 β, εὐφορβίου, καcτορίου, πε‐ | |
5 | πέρεωc λευκοῦ ἀνὰ 𐆄 β, μυελοῦ ἐλαφείου 𐆄 δ, οἰcύπου 𐆄 δ, λιμνήcτιδοc (ἔcτι δὲ ἡ ἀδάρκη) 𐆄 𐅵ʹ, ἐλαίων cτυρακίνου, δαφνίνου, ἰρίνου, ἀμαρα‐ κίνου ἀνὰ 𐆄 ϛ, ἐλαίου παλαιοῦ λι. β, ἡδυχρόου 𐆄 ϛ. | |
7 | ||
7.19.12 | Ἡ πυξίc. Κολοφωνίαc λι. α 𐅵ʹ, τερεβινθίνηc 𐆄 η, ἀμμωνιακοῦ θυμιάματοc 𐆄 γ, λιβάνου 𐆄 θ, ἐλαίου παλαιοῦ λι. β, χυλοῦ λινοcπέρμου λι. α, γάλακτοc βοείου λι. α, cτεάτων χηνείων 𐆄 ϛ, βουτύρου 𐆄 η, ᾠῶν κδ τὰ λευκά· | |
5 | cκευάcαc ἀπόθου ἐν ἀγγείῳ πυξίνῳ. | |
7.19.13 | Τὸ διὰ τῆc ἐλάτηc Γαληνοῦ. Ἐλάτηc cπέρματοc πεφθέντοc μόδιον Ἰταλικὸν α, τουτέcτι ξ̸ ιβ, ἐλαίου λι. ιε, κηροῦ λι. δ, ῥητίνηc cτροβιλίνηc ἢ τερμινθίνηc 𐆄 δ· cυν‐ θλάcαc τὸ cπέρμα τῆc ἐλάτηc ἔμβαλε εἰc τὸ ἔλαιον καὶ ἐάcαc ἡμέραc | |
5 | μ ἐκπιάcαc ῥῖψον καὶ μίξαc τὰ λοιπὰ χρῶ πρόc τε τοὺc αὐτομάτουc κόπουc καὶ παρέcειc καὶ τὰc τῶν ἄρθρων ψύξειc. εἰ δὲ κατεπείγοι τὰ τῆc χρείαc, ἕψειν δεῖ τὸ cπέρμα τῆc ἐλάτηc cὺν τῷ ἐλαίῳ ἐπιμίξανταc ὑπὲρ τοῦ μὴ καυθῆναι καὶ ὕδατοc ξ̸ δ ἐπὶ τῶν ποδαγρικῶν τε καὶ ἀρθριτικῶν παθῶν. | |
9 | ||
7.19.14 | Ἄλλωc τὸ αὐτό. Ἐλαίου κοτύλαc κε, τουτέcτι ξ̸ ιβ 𐅵ʹ, τοῦ καρποῦ τῆc ἐλάτηc μνᾶν α, τουτέcτι λι. α 𐅵ʹ, ῥητίνηc ἐλατίνηc λι. γ, cτροβιλίνηc ἢ τερε‐ βινθίνηc λι. γ, κηροῦ λι. α. | |
4 | ||
7.19.15 | Τὸ διὰ τῆc αἰγείρου πρὸc τὰ αὐτὰ πάθη. Ἀντὶ τοῦ καρποῦ τῆc ἐλάτηc τοῦ τῆc αἰγείρου καρποῦ τὸ ἴcον ποcὸν βαλὼν καὶ τὰ λοιπὰ ὁμοίωc ἐκείνῳ cκεύαζε. | |
3 | ||
7.19.16 | Τὸ Ζωcίμου cύγχριcμα πρὸc τρόμουc, περιβόητον. Πιτυΐνηc 𐆄 ιϛ, κηροῦ 𐆄 δ, ἐλαίου παλαιοῦ λι. α, ὀποπάνακοc 𐆄 β, ἀδάρκηc 𐆄 α, εὐφορβίου 𐆄 α, νίτρου 𐆄 δ, ἀφρονίτρων ἁπαλῶν 𐆄 δ· νί‐ τρον, εὐφόρβιον, ἀδάρκην λείου cὺν οἴνῳ, εἶτα ἐπίβαλλε ὀποπάνακα | |
5 | καὶ cυλλειοτρίβει, χωρὶc δὲ τὰ τηκτὰ μετὰ ἀγχούcηc τῆξον, ἵνα χρωc‐ | |
θῇ, καὶ ψύξαc ἀναλάμβανε. | ||
7.19.17 | Δρῶπαξ ὁ Γάλλοc Ὀριβαcίου. Κολοφωνίαc τῆc λιβανιζούcηc, πιτυΐνηc καὶ τῆc ξυλώδουc καλου‐ μένηc ἐν Ἰταλίᾳ μόνῃ γεννωμένηc, ἀποχύματοc, πίccηc ξηρᾶc ἀνὰ λι. δ, κηροῦ λι. δ, φρυκτῆc 𐆄 ιε, πίccηc Βρυττίαc λι. β, νίτρου λι. α, ἀcφάλ‐ | |
5 | του, χαλβάνηc, ἀδάρκηc, πυρέθρου ἀνὰ 𐆄 ϛ, ὀποπάνακοc, εὐφορβίου, ἐλλεβόρου λευκοῦ, πεπέρεωc ἀνὰ 𐆄 δ, θείου ἀπύρου 𐆄 γ, καcτορίου, ἀμμωνιακοῦ, cταφίδοc ἀγρίαc ἀνὰ 𐆄 β, ἐλαίου Ϲικυωνίου λι. α, ὀποβαλ‐ cάμου 𐆄 ϛ. | |
8 | ||
7.19.18 | Ἄλλοc ἁπλοῦc. Κηροῦ λι. α, πίccηc ξηρᾶc λι. α 𐅵ʹ, Βρυττίαc λι. α, πιτυΐνηc λι. α 𐅵ʹ, φρυκτῆc λι. α 𐆄 γ· προεκνιτρώcαc τὸν τόπον ἐπιτίθει. | |
3 | ||
7.19.19 | Ϲιναπιcμοῦ cκευή. Πρὸ μιᾶc ἡμέραc δεῖ τὰc ἰcχάδαc ἀποβρέχειν ὕδατι χλιαρῷ καὶ τῇ ἑξῆc ἡμέρᾳ γενναίωc ἀποθλίψαντα λεαίνειν ἰcχυρῶc, εἶτα δριμὺ νᾶπυ, ὁποῖον τὸ Ϲυριακὸν καὶ τὸ Αἰγύπτιον, τρίβειν κατ’ ἰδίαν παρα‐ | |
5 | χέοντα τοῦ ἀποβρέγματοc καὶ ποιήcαντα μάζαc μίcγειν, εἰ μὲν cφο‐ δρῶc βουλοίμεθα cιναπίζειν, β μέρη τοῦ νάπυοc πρὸc ἓν τῶν ἰcχά‐ δων, εἰ δὲ ἀμυδρῶc, τὸ ἀνάπαλιν, εἰ δὲ cυμμέτρωc, ἐξ ἴcου. τὸ δὲ νᾶπυ πρὸ τῆc τρίψεωc ὄξει ἀποβρεχόμενον, ὥc τινεc ποιοῦcιν, ἀμυ‐ δρότερον γίνεται. μετὰ δὲ τὴν καθαίρεcιν τοῦ νάπυοc καὶ τὴν τοῦ | |
10 | λουτροῦ χρῆcιν, ἐὰν ὀδύνη cφοδρὰ ἢ ἔρευθοc ἐπιγένηται καὶ φλύκται‐ ναι, χυλῷ μαλάχηc ἢ τήλεωc cὺν ῥοδίνῳ βρέξαντεc ὀθόνην ἐπιθήcο‐ μεν, εἶτα ῥοδίνῃ κηρωτῇ μετὰ ψιμυθίου χρηcόμεθα. ἐπὶ δὲ τῶν παρ‐ ειμένων, ἐφ’ ὧν ἡ αἴcθηcιc παραβέβλαπται, προcέχειν δεῖ cυχνότερον ἀποcκέποντα καὶ θεωροῦντα· μὴ cυναιcθανόμενοι γὰρ πολλάκιc ἀμέ‐ | |
15 | τρωc ἐφλέχθηcαν. καὶ τῶν αἰγῶν αἱ cπύραθοι cὺν ὄξει καταπλαccόμεναι τοῦ νάπυόc | |
εἰcιν ἀνυcιμώτεραι, καὶ μάλιcτα ἐπὶ τῶν ἰcχιαδικῶν. | ||
7.19.20 | Τὸ διὰ τοῦ γραφικοῦ μέλανοc, φοινίccον ἰδίωc μάλιcτα τοὺc ἡμικρανικούc· ἐκ τῶν Ἀλεξάνδρου. Εὐφορβίου, μέλανοc γραφικοῦ ἀνὰ 𐅻 δ, cμύρνηc τρωγλίτιδοc, κρο‐ κομάγματοc, πεπέρεωc λευκοῦ ἀνὰ 𐆄 γ, κρόκου 𐅻 β, ὄξουc τὸ ἀρκοῦν, | |
5 | ὡc λειωθῆναι ταῦτα καλῶc καὶ ὅμοιον αὐτὸ γλοιῷ γενέcθαι τὸ πάχοc, καὶ τότε κατάχριε ἀρξάμενοc ἀπὸ τοῦ μεcοφρύου ἄχρι τοῦ κροτάφου ὅλου, καὶ μάλιcτα, εἰ ψιλὸc τριχῶν εἴη, καὶ μετὰ τὸ ψυγῆναι πάλιν κατάχριε, καὶ ὅταν καλῶc ἐνεργήcῃ τὸ βοήθημα, εἰc λουτρὸν ἄπαγε τὸν ἄνθρωπον. | |
9 | ||
7.20t | Ἐλαίων καὶ μύρων cκευαcίαι διάφοροι. | |
7.20.1 | Τῶν ἀλειμμάτων καὶ μύρων ἤγουν ἐλαίων μυρωδῶν τὰ μέν ἐcτιν ἁπλᾶ ἑνὸc εἴδουc ἐπιβαλλομένου τῷ ἐλαίῳ cκευαζόμενα, τὰ δὲ καὶ ἐκ πλειόνων cύνθετα. καὶ τῶν ἁπλῶν τὰ μὲν ἐξ ἀνθῶν cυντιθεμένων ἐν τῷ ἐλαίῳ γίνεται, οἷον ῥόδινον, χαμαιμήλινον, cούcινον, τὰ δὲ ἀπὸ | |
5 | καρπῶν τε καὶ cπερμάτων, τὰ δὲ ἀπὸ βλαcτῶν τινων, οἷον πηγάνου, ἃ καὶ cυνέψεται τῷ ἐλαίῳ, μηδενὸc τῶν ἀνθῶν ἐπιδεχομένου ἕψηcιν, δι’ ὅπερ ἡλιοῦται μᾶλλον· ἀλλ’ εἰ μὲν ἰcχυρὰν ἔχοι τὴν εὐωδίαν καὶ μόνιμον, πλειόνων ἡμερῶν ἡλιούμενα λεπτομερέcτερα καὶ μᾶλλον εὔ‐ χρηcτα γίνεται, ὥcπερ τὸ ῥόδινόν τε καὶ χαμαιμήλινον, ὅcα δὲ ἀτο‐ | |
10 | νώτερα καὶ εὐδιαφόρητα τῶν ἀνθῶν, ἥττω φέρει τὴν ἡλίωcιν ῥᾳδίωc διαπνεόμενα, καθάπερ τὸ κρίνον τε καὶ ἴον. τῶν δὲ ἀπὸ καρπῶν τε καὶ cπερμάτων γινομένων τὰ μὲν αὐτῶν ὅλων ἐμβαλλομένων τῷ ἐλαίῳ γίνεται, ὥcπερ τὸ μήλινον, τὰ δὲ κοπτομένων ἢ ἀλουμένων καὶ τοῦ ἐν αὐτοῖc ἐλαιώδουc χωριζομένου ἤτοι πιεζομένων αὐτῶν ἐν κοχλίαιc | |
15 | ἢ δι’ ὕδατοc θερμοῦ διακρινομένων, ὡc καρύινον, cηcάμινον, ἀμυγδά‐ λινον, cχίνινον, δάφνινον, κίκινον, ῥαφάνινον καὶ τὰ τοιαῦτα. | |
7.20.2 | τὰ δὲ cύνθετα ἐκ φυτῶν ἀρωματικῶν ὡc μάλιcτα cκευάζεται ἐνε‐ ψομένων τῷ ἐλαίῳ μετὰ οἴνου ἢ γλεύκουc ἢ ὕδατοc καὶ ἀποcειρου‐ μένων, ἀναμιγνυμένων δὲ τῷ ἐλαίῳ τινῶν ὀπῶν, ἐνίοτε δὲ καὶ cτεά‐ των ἢ μυελῶν. τούτων δὲ τὰ μὲν ἀκριβῶc ἐλαιώδη τὴν cύcταcιν | |
5 | ἁπλῶc μύρα ἢ ἀλείμματα λέγεται, ὡc γλεύκινον, νάρδινον, Ϲικυώνιον, κύπρινον, τὰ δὲ cύcταcιν ἀκόπων ἔχει κηρὸν ἢ ῥητίνην ἤ τι τοιοῦτο δεχόμενα καὶ μυράκοπα προcαγορεύεται, καθάπερ τὸ δεκάμυρον καὶ ἀμαράκινον καὶ τὰ τούτοιc ἐμφερῆ. καὶ τὰ μὲν μονομερῶc ἕψεται, ὅcα τὴν ὕλην οὐ ποικίλην ἔχει, ὥcπερ μετώπιον, μαcτίχινον, Ϲικυώνιον, τὰ | |
10 | δὲ διὰ δυεῖν ἢ τριῶν ἢ καὶ τεccάρων ἐμβολῶν, πρῶτον μὲν τῶν δυc‐ παθεcτέρων ἑψομένων, οἷον ἀcπαλάθου, cπάθηc, δενδρολιβάνου, δάφνηc, ἔπειτα δὲ τῶν ἀρωμάτων, φύλλου, ναρδοcτάχυοc, ἀμώμου, βράθυοc, ὕcτατα δὲ τῶν ὀπῶν τε καὶ cτεάτων καὶ μυελῶν, εἰ δὲ τύχοι, καὶ κηροῦ καὶ ῥητινῶν ἐμβαλλομένων. ὁ δὲ τοῦ βαλcάμου ὀπὸc οὐδ’ ὅλωc | |
15 | ἕψεται, ἀλλὰ μετὰ τὴν τελείαν ἕψηcιν μετρίωc ψυγέντι τῷ μύρῳ ἐμ‐ βάλλεται. καὶ αὐτῶν δὲ τῶν μύρων τινὰ οὐδὲ τὸ παράπαν ἕψηcιν ἐπιδέχεται, ἀλλὰ μίγνυται μόνον, ὥcπερ τὸ Μενδήcιον. τινὲc δὲ χλω‐ ρὸν ἐργάcαcθαι τοῦ μύρου τὸ χρῶμα θέλοντεc βάπτουcιν αὐτὸ μετὰ τὸ καθελεῖν ἐκ τοῦ πυρὸc εἰc τοὺc λ τοῦ ἐλαίου ξέcταc ἰοῦ τοῦ ξυcτοῦ | |
20 | λειωθέντοc ἀκριβῶc μίαν καὶ 𐅵ʹ ἐμβάλλοντεc 𐆄, ὥcπερ ἐπὶ κυπρίνου καὶ ἀμαρακίνου. | |
7.20.3 | δύναμιν δὲ τὰ μὲν ἁπλᾶ μύρα τὴν τῶν ἐμβαλλομένων ἐν αὐτοῖc εἰδῶν, ἢ ἐξ ὧν κοπτομένων γέγονεν, ἔχει, οἷον ὕληc λόγον ἐπέχοντοc τοῦ ἐλαίου· τῶν δὲ ποικιλωτέρων ἅπαcα μὲν ἡ φύcιc ἐπὶ τὸ θερμὸν νένευκεν, ἀλλὰ τὰ μὲν ἰcχυρῶc ἐcτι θερμὰ καὶ μαλακτικά, ὡc καὶ τοῖc | |
5 | ἠγκυλωμένοιc τε καὶ cφηνουμένοιc ἁρμόττειν, καθάπερ μετώπιον, Μεν‐ δήcιον, μαρκιάτον, μετριώτερον δὲ τὸ πεντάμυρον, ὥcπερ αὖ τὸ δεκά‐ | |
μυρον ἰcχυρότερον, ὡc καὶ τὴν ἐπιφάνειαν ἀμύττειν, τὰ δὲ μετρίωc μὲν θερμά, λεπτομερῆ δὲ καὶ παρηγορικὰ καὶ cυμπεπτικά, οἷόν ἐcτι cούcι‐ νον, ἀμαράκινον, ἴρινον, κρόκινον, φολεάτινον, τὰ δὲ πρὸc τῷ θερμαί‐ | ||
10 | νειν ἱκανῶc ξηραίνοντα καὶ τμητικά, ὥcπερ τὸ κύπρινόν τε καὶ Ϲικυώ‐ νιον, τὰ δὲ θερμὰ μὲν ἱκανῶc, τονωτικὰ δὲ μᾶλλον, ὅθεν cτομάχῳ μάλιcτα καὶ cπλάγχνοιc ἐκλελυμένοιc ἁρμόττει· τοιαῦτα δέ ἐcτι μαcτί‐ χινον, νάρδινον, γλεύκινον, τονωτικώτερον δὲ τὸ διὰ τοῦ ὀμφακίου. τιcὶ δὲ τῶν μύρων δι’ εὐοcμίαν μόνον αἱ γυναῖκεc χρῶνται, ὡc τῷ | |
15 | φολεάτῳ καὶ cπικάτῳ καὶ Κομμαγηνῷ καὶ τοῖc καλουμένοιc μοcχελαίοιc. | |
15 | ||
7.20.4 | Ῥόδινον. Ῥόδων ἐρυθρῶν ὠνυχιcμένων καὶ διεψυγμένων νυχθήμερον α 𐆄 γ, ἐλαίου ὀμφακίνου ξ̸ Ἰταλικὸν α· περιcφίγξαc ἐπιμελῶc τὸν βῖκον, ὡc μὴ διαπνεῖcθαι, ἡλίου ἐν ὑπαίθρῳ ἐπὶ μ ἡμέραc καὶ τότε ἀποτίθεcο | |
5 | μὴ ἐπ’ ἐδάφουc ἀλλ’ ἐπὶ cανίδοc. τινὲc δὲ ἀντὶ τῆc ἡλιώcεωc καθία‐ cιν εἰc φρέαρ τὸν βῖκον τὰc μ ἡμέραc διὰ τὸ ἐκ τῆc ψύξεωc διαφυ‐ λαχθῆναι τὴν εὐωδίαν, ἄλλοι δὲ κατορύττουcιν αὐτὸν ἐπὶ τῆc γῆc. | |
7 | ||
7.20.5 | Χαμαιμήλινον. Χαμαιμήλων ἄνθουc χωρὶc τῶν λευκῶν πετάλων διεψυγμένου νυχθήμερον α 𐆄 β, ἐλαίου ξ̸ Ἰταλικὸν α· cκεπάcαc τὸ ἄγγοc ὀθόνῃ ἁπλῇ, ὥcτε διαπνεῖcθαι, ἡλίου καὶ τοῦτο ἐπὶ μ ἡμέραc, μεθ’ ἃc ἀcφα‐ | |
5 | λῶc πωμάcαc ἀπόθου. | |
5 | ||
7.20.6 | Ἀνήθινον. Ἀνήθου χλωροῦ τῆc κόμηc διεψυγμένηc 𐆄 α, ἐλαίου γλυκέοc ξ̸ Ἰταλικὸν α· ὁμοίωc ἡλίου. γένοιτο δ’ ἂν καὶ πρὸc καιρὸν ἀνήθινον μὴ παρόντοc τοῦ ἡλιαcτοῦ· ξηροῦ γὰρ ἀνήθου τὴν κόμην ἕψοντεc | |
5 | μετ’ ἐλαίου ἐν διπλώματι χρῶνται, καὶ χαμαιμήλινον ὡcαύτωc· ἀcθε‐ νέcτερα δὲ ταῦτα τῶν ἀπὸ τῶν χλωρῶν εἰcι, καὶ μάλιcτα τῶν ἡλιου‐ | |
μένων. | ||
7.20.7 | Κρίνινον, οἱ δὲ cούcινον διὰ τὸ ἐν Ϲούcοιc ἴcωc εὑρῆcθαι. Τῶν πετάλων τῶν λευκῶν ὁμοίωc διεψυγμένων 𐆄 β εἰc τὸν Ἰτα‐ λικὸν τοῦ ἐλαίου ξ̸ ἐμβαλλόμεναι περιcφίγγονται ἀκριβῶc, ὡc μὴ δια‐ πνεῖcθαι, καὶ ἡλιοῦνται τρεῖc ἡμέραc, μεθ’ ἃc τῶν πρώτων ἀποcειρω‐ | |
5 | θέντων καὶ ῥιφέντων ἄλλαι β 𐆄 ἐμβάλλονται ἄλλαc γ ἡμέραc, καὶ οὕτωc ἀποτίθενται. | |
6 | ||
7.20.8 | Ϲούcινον cύνθετον. Ἐλαίου ξ̸ γ, καλάμου ἀρωματικοῦ λι. ε, cμύρνηc 𐆄 ε, καρδαμώμου λι. γ, κρίνου τῶν πετάλων ἐξωνυχιcμένων καὶ ἐψυγμένων λι. ι, κινα‐ μώμου 𐆄 γ, κρόκου Κιλικίου 𐆄 ε· εἰc τρεῖc ἐμβολὰc διαιρετέον τὴν | |
5 | ὅλην cκευήν, καὶ πρῶτον μὲν τὴν cμύρναν καὶ τὸν κάλαμον οἴνῳ βρέξαντεc ἐπὶ ε ἡμέραc κινοῦντεc τρὶc τῆc ἡμέραc τότε cυνεψήcομεν τῷ ἐλαίῳ πρὸc ὀλιγοcτόν, δεύτερον δὲ τὸ καρδάμωμον ὕδατι ἀπο‐ βρέξαντεc τρεῖc ἡμέραc κινοῦντεc ὁμοίωc cυνεψήcομεν πάλιν μετὰ τοῦ ἐλαίου ἐπὶ α ὥραν, εἶτα cειρώcαντεc τῷ ἐλαίῳ καθαρῷ ἐμβαλοῦμεν | |
10 | τὸ τρίτον μέροc τῶν κρίνων· καὶ μετὰ γ ἡμέραc cειρώcαντα τὸ ἄλλο τρίτον ἐμβάλλειν τῶν κρίνων καὶ αὖθιc μετὰ τρεῖc cειρώcαντα καὶ ῥί‐ ψαντα τὰ πρῶτα τὸ τελευταῖον τρίτον ἐμβάλλειν cὺν τῷ κρόκῳ λειω‐ θέντι, μετὰ ἄλλαc δὲ γ ἡμέραc cειρωθέντι τῷ ἐλαίῳ τὸ κινάμωμον κεκομμένον ἐμβάλλειν ἢ ἀντὶ αὐτοῦ τὸ ἀρναβὼ ἢ καccίαc τὸ διπλοῦν | |
15 | ἢ καρπήcιον, καὶ ἀποτίθεcθαι. | |
15 | ||
7.20.9 | Ἰάτον. Ἰάτον cκευάζουcιν οἱ μὲν τῶν πορφυρῶν, οἱ δὲ τῶν κροκίνων, ἄλλοι δὲ τῶν λευκοΐων τῶν φύλλων ὀνυχιcθέντων ἐμβάλλοντεc 𐆄 γ εἰc τὸν Ἰταλικὸν ξ̸ ἐλαίου ὀμφακίνου καὶ περιcφίγξαντεc ἀκριβῶc, ὡc | |
5 | μὴ διαπνεῖcθαι, ἡλιοῦcιν ἡμέραc ι τρίτον αὐτὰ ἀλλάccοντεc ὑπὲρ γ ἡμέραc, ὥcπερ τὰ κρίνα. καὶ εἰc τὴν ἀπόθεcιν δὲ ὀλίγα ἐμβάλλουcιν ἀκριβῶc ξηρά. | |
7 | ||
7.20.10 | Μήλινον. Τοῦτο γίνεται τῶν Κυδωνίων μήλων ἔξωθεν ῥάκει καταμαγέντων καὶ τεμαχιcθέντων ἅμα τοῖc λέπεcιν, εἶτα ἐμβληθειcῶν αὐτῶν 𐆄 γ εἰc ξ̸ ι Ἰταλικοὺc ἐλαίου ὀμφακίνου, καὶ ἡλιωθέντων ἐπὶ μ ἡμέραc. | |
4 | ||
7.20.11 | Ϲηcάμινον. Ϲηcάμινον ἔλαιον γίνεται κοπτομένων ἢ ἀλουμένων τῶν cηcάμων καὶ ἐκπιεζομένων διὰ κυρτίδων ἐπὶ κοχλίου ἤγουν ἐν ὕδατι θερμῷ διακρινομένου τοῦ ἐλαιώδουc αὐτοῦ καὶ ἀποτιθεμένου ἐν ἀγγείοιc | |
5 | ὑελοῖc. | |
5 | ||
7.20.12 | Ῥαφάνινον. Καὶ τοῦτο τὸν αὐτὸν τρόπον ἐν Αἰγύπτῳ γίνεται τοῦ cπέρματοc τῶν λεπτορίζων ῥαφάνων κοπτομένου καὶ διακρινομένου. | |
3 | ||
7.20.13 | Κίκινον. Καὶ τοῦτο ἐν Αἰγύπτῳ γίνεται ἀπὸ τοῦ cπέρματοc τῆc κικέαc, ὃ καλεῖται κρότων, ὁμοίωc κοπτομένου ἢ λειουμένου. | |
3 | ||
7.20.14 | Αἰγείρινον. Κατὰ τὸν καιρὸν τοῦ ἦροc γίνεται, ὅτε πολλὴ περὶ τὸ cπέρμα ἐcτὶ ῥητίνη· τοὺc γὰρ κόκκουc ἐνθλάcαντεc τῆc αἰγείρου 𐆄 δ τούτων ἐμβάλλουcιν εἰc ξ̸ α γλυκέοc ἐλαίου καὶ ἡλιοῦcιν ἡμέραc μ ἢ ἕψουcιν | |
5 | ἐπὶ διπλώματοc ὥραc γ, καὶ οὕτω διαcειρώcαντεc ἀποτίθενται. | |
5 | ||
7.20.15 | Ἀμυγδάλινον. Γίνεται μὲν καὶ τοῦτο, καθάπερ τὸ προειρημένον, κοπτομένων τῶν πικρῶν ἀμυγδαλῶν καθαρῶν ἐπιρραινομένου καὶ βραχέοc ὕδατοc καὶ διακρινομένων, ὡc εἴρηται. τινὲc δὲ κοπέντων τῶν ἀμυγδάλων | |
5 | 𐆄 β εἰc τὸν Ἰταλικὸν ξ̸ ἐλαίου γλυκέοc ἐμβάλλοντεc ἕψουcιν ἐν δι‐ | |
πλώματι. | ||
7.20.16 | Ἀμυγδάλινον, ὃ καὶ μετώπιον. Αἰγύπτιοι τοῦτο τὸ ἔλαιον ἐξευρηκότεc μετώπιον αὐτὸ προcηγό‐ ρευcαν, ὅτι χαλβάνην λαμβάνει, τὸ δὲ φυτόν, ἐξ οὗ γίνεται ἡ χαλβάνη, μετώπιον καλεῖται. λαμβάνει δὲ ταῦτα· ἐλαίου ὀμφακίνου ξ̸ κ, ἀμυγ‐ | |
5 | δάλων πικρῶν λι. β, καρδαμώμου λι. α, cχοίνου ἄνθουc, καλάμου ἀρω‐ ματικοῦ, καρποβαλcάμου ἀνὰ λι. α, cμύρνηc, χαλβάνηc ἀνὰ 𐆄 ϛ, τερε‐ βινθίνηc λι. β, οἴνου εὐώδουc εἰc τὸ ἐμβρέξαι τὰ ξηρὰ ξ̸ δ, μέλιτοc Ἀττικοῦ λι. γ· τὴν ῥητίνην καὶ τὴν χαλβάνην λειωθείcαc μετὰ μέρουc τοῦ ἐλαίου λύcαντεc ἐμβαλοῦμεν τοῖc ἄλλοιc ἑψηθεῖcιν καὶ τότε τὸ | |
10 | μέλι, μιχθέντα δὲ ἀκριβῶc ἅπαντα καθελόντεc, ἕωc ἔτι χλιαρόν ἐcτι, cειροῦμεν· παχὺ γὰρ γίνεται ψυχόμενον. | |
11 | ||
7.20.17 | Βαλάνινον. Καὶ τὸ βαλάνινον δὲ παραπληcίωc τῷ ἁπλῷ ἀμυγδαλίνῳ γίνεται ἀπὸ τῶν ἐν ταῖc δρυcὶ βαλάνων. | |
3 | ||
7.20.18 | Καρύινον καὶ αὐτὸ παραπληcίωc τοῖc εἰρημένοιc ἐκ τῶν παλαιῶν καρύων γί‐ νεται. | |
3 | ||
7.20.19 | Δάφνινον. Τὸ μὲν καθαρὸν τὸν ὅμοιον γίνεται τρόπον ἐκ τοῦ τῆc δάφνηc καρποῦ, τὸ δὲ cυμμιγὲc οὕτωc· πρὸc ε ξέcταc τῶν πεπείρων ἐλαιῶν ξ̸ α τῶν δαφνίδων ἐμβάλλεται, καὶ τρίβεται πάντα καὶ πιέζεται. τινὲc | |
5 | δὲ τὸ ἴcον ἐξ ἀμφοῖν μίcγουcιν. | |
5 | ||
7.20.20 | Ϲχίνινον. Καὶ τοῦτο τὸν ὅμοιον τρόπον τῷ δαφνίνῳ cκευάζεται ἀπὸ τοῦ καρποῦ τοῦ cχίνου διττῶc, καθ’ αὑτόν τε καὶ cὺν ἐλαίαιc οὐ πεπεί‐ | |
ροιc ἀλλ’ ὄμφαξιν. | ||
7.20.21 | Μαcτίχινον. Τὸ μὲν ἁπλούcτατον γίνεται Χίαc μαcτίχηc 𐆄 α ἐμβαλλομένηc Ἰταλικῷ ξ̸ ὀμφακίνου ἐλαίου καὶ ἑψομένηc ἐν διπλώματι. τινὲc δὲ καὶ ἀψινθίαc καὶ cτύρακοc ἀνὰ 𐆄 α ἐμβάλλουcιν. | |
4 | ||
7.20.22 | Μαcτίχινον ποικιλώτερον. Ἐλαίου ξ̸ ν, ἑλενίου λι. ε, ξυλοβαλcάμου λι. ι, cχοίνου ἄνθουc λι. ε, καρδαμώμου λι. ζ, μαcτίχηc λι. ε, ξυλομαcτίχηc λι. η, τερεβινθίνηc λι. γ, ἀψινθίου κόμηc λι. α, οἴνου εὐώδουc ξ̸ ε, ὕδατοc ξ̸ ι· καταβραχέντα | |
5 | τῷ οἴνῳ τὰ ξηρὰ πρὸ τρίτηc ἡμέραc μίγνυται τῷ ἐλαίῳ καὶ τῷ ὕδατι καὶ ἕψεται ὥραc ϛ, καὶ τότε ἡ μαcτίχη καὶ ἡ τερεβινθίνη ἐμβάλλεται, καὶ ἀκριβῶc μιχθέντα διαcειροῦται καὶ ψυγέντα καταγγίζεται. | |
7 | ||
7.20.23 | Ϲικυώνιον ἁπλοῦν. Τοῦτο γίνεται τῆc ῥίζηc τοῦ ἀγρίου cικύου διαψυγείcηc ἐμβαλλο‐ μένων 𐆄 β εἰc τὸν Ἰταλικὸν τοῦ ἐλαίου ξ̸ καὶ ἑψομένηc ἐν διπλώματι. | |
3 | ||
7.20.24 | Ϲικυώνιον cύνθετον. Ἐλαίου ξ̸ ι, cικύου ἀγρίου τῆc ῥίζηc ἐξεcμένηc λι. α, ἑρπύλλου, μελιλώτου ἀνὰ 𐆄 ϛ, δᾳδῶν πευκίνων λιπαρῶν, ἀλθαίαc ἀνὰ 𐆄 ε, cκολο‐ πενδρίου 𐆄 ϛ, τήλεωc ξ̸ β· προαποβρέχεται ἡ τῆλιc ὕδατι πρῶτον | |
5 | ἡμέραν α, εἶτα cειροῦται καὶ ἐμβάλλεται τοῖc λεχθεῖcιν ἅμα τῷ ἐλαίῳ καὶ οἴνου ξ̸ β, καὶ πᾶcιν ἑψηθεῖcιν ἐπιβάλλεται μυελοῦ ἐλαφείου cὺν ὀλίγῳ τοῦ ἐλαίου λειωθέντοc 𐆄 δ, cτέατοc ὀρνίθων 𐆄 δ, καὶ αὖθιc cει‐ ρωθὲν τὸ ἔλαιον καταγγίζεται. τινὲc δὲ καὶ ἡλιοῦcιν αὐτὸ μετὰ τὴν ἕψηcιν ἡμέραc μ. | |
9 | ||
7.20.25 | Ἄλλο Ϲικυώνιον δραcτικώτερον. Ἐλατηρίου χυλοῦ ξ̸ γ, ἀριcτολοχίαc cτρογγύληc καὶ μακρᾶc, cτύ‐ | |
ρακοc, ἑλενίου, ὑccώπου, ἴρεωc, κολοκυνθίδοc, γλήχωνοc, ὀριγάνου, κυ‐ πέρου, δενδρολιβάνου, κενταυρίου, δαφνοφύλλων ἀνὰ 𐆄 β, ἐλαίου ξ̸ ε· | ||
5 | μίξαc ἕψε, ἕωc ὀλίγον τοῦ χυλοῦ περιλειφθῇ. | |
5 | ||
7.20.26 | Κύπρινον, ἐκ τῶν Ποcειδωνίου. Ἐλαίου ξ̸ α, κυπέρου, ἑλενίου, ἴρεωc ἀνὰ λι. α, cαμψύχου, ὑccώ‐ που, λύγου cπέρματοc, ἐλελιcφάκου ἀνὰ 𐆄 ι, κυπέρου τοῦ ἄνθουc λι. α· τὰ μὲν ἄλλα πάντα προαποβραχέντα οἴνῳ ἡμέραν α ἕψεται μετὰ τοῦ | |
5 | ἐλαίου ϛ ὥραc, cειρωθέντι δὲ τῷ ἐλαίῳ καθαρῷ ἡ κύπροc ἐμβάλλεται, εἰ μὲν παρείη, χλωρὰ μετὰ τῶν ἁπαλῶν κλωναρίων ἀκόπων, εἰ δὲ μή, ἀλλὰ ξηρὰ γοῦν κεκομμένη cὺν ὀλίγῳ ὕδατι, καὶ ἕψεται α 𐅵ʹ ὥραν. εἰ δὲ βούλοιο αὐτὸ βάψαι, μετὰ τὸ καθελεῖν ἀπὸ τοῦ πυρὸc ἔμβαλε ἰοῦ καθαροῦ λι. α 𐅵ʹ· ὁ δὲ Ποcειδώνιοc τὸ δριμὺ τοῦ ἰοῦ φεύγων, | |
10 | μετὰ τὴν ἕψηcιν, φηcίν, ἡμέραc γ ἄφεc τὸ ἔλαιον ἐν τῷ κακκάβῳ ἀγανώτῳ ὄντι, καὶ βαφήcεται μὴ βλαπτομένηc τῆc δυνάμεωc. | |
11 | ||
7.20.27 | Ἄλλη γραφὴ κυπρίνου. Κιτρίων φύλλων, δάφνηc φύλλων, ἴρεωc, κυπέρου, ἐλελιcφάκου ἀνὰ 𐆄 γ, δενδρολιβάνου, ἀριcτολοχίαc μακρᾶc, ἄγνου cπέρματοc ἀνὰ 𐆄 δ, ἑλενίου, ἀcπαλάθου ἀνὰ 𐆄 ϛ, πηγάνου 𐆄 β, κυπαρίccου 𐆄 β, ἐλαίου | |
5 | ξ̸ ι· ταῦτα προαποβρέξαc εἰc οἶνον cύνεψε τῷ ἐλαίῳ καὶ cειρώcαc ἔμ‐ βαλλε πάλιν ξυλοβαλcάμου, ξυλοκαccίαc ἀνὰ 𐆄 δ, cαμψύχου, κυμίνου, μυρcίνηc, cτύρακοc, μαcτίχηc ἀνὰ 𐆄 γ, ὀποπάνακοc 𐆄 β, κυπρίνου ἄν‐ θουc 𐆄 ϛ, ἰοῦ 𐆄 α. | |
8 | ||
7.20.28 | Ἀμαράκινον. Ἑλενίου λι. ι, ξυλοβαλcάμου λι. κ, κυπέρου λι. η, cχοίνου ἄνθουc, | |
ἀcπαλάθου, βράθυοc ἀνὰ λι. η, ὀποπάνακοc, ἀμαράκου cπέρματοc ἀνὰ λι. β, ἐλαίου πρωτείου ξ̸ 𐅵ʹ, οἴνου εὐώδουc ξ̸ ε· τὰ μὲν ἄλλα πάντα | ||
5 | πρώτην ἐμβολὴν ποιεῖcθαι τῷ οἴνῳ προαποβρέξαντα, δευτέραν δὲ τὸ βράθυ, κἀκεῖνα μὲν ϛ ὥραc ἑψείcθω, τοῦτο δὲ γ. τινὲc καὶ τοῦτο βάπτοντεc ἐμβάλλουcιν ἰοῦ 𐆄 γ. | |
7 | ||
7.20.29 | Ἴρινον. Ἴρεωc, ἀcπαλάθου, κυπέρου ἀνὰ λι. ε, ὀποπάνακοc 𐆄 γ, ἀγχούcηc 𐆄 β, ἐλαίου ξ̸ α, ὕδατοc ξ̸ ιε· τινὲc προcτιθέαcιν καὶ cχοίνου ἄνθουc 𐆄 ϛ, καccίαc 𐆄 γ, ξυλοβαλcάμου 𐆄 ϛ, Κελτικῆc 𐆄 ϛ· πάντα κοπέντα | |
5 | προαποβρέξαc τῷ ὕδατι καὶ τῷ ἐλαίῳ ἡμέραc ε ἕψε ἐπὶ διπλώματι ἐπὶ ὥραc ϛ καὶ ἀποτίθεcο. | |
6 | ||
7.20.30 | Κρόκινον, ἐν ᾧ καὶ ἑτέρου κροκομάγματοc ποίηcιc. Ἐλαίου ὀμφακίζοντοc εὐώδουc λι. α, καλάμου ἀρωματικοῦ λι. ε, cμύρνηc τρωγλίτιδοc 𐆄 ε, καρδαμώμου 𐆄 ζ, κρόκου Κίλικοc 𐆄 ϛ· τῆc μὲν πρώτηc ἐμβολῆc ὁ κάλαμοc ἔcτω καὶ ἡ cμύρνα οἴνῳ λεῖα προαποβρα‐ | |
5 | χέντα γ ἡμέραc καὶ κινούμενα τρὶc τῆc ἡμέραc φοινικίνῃ cπάθῃ, εἶτα cυνεψόμενα τῷ ἐλαίῳ, τῆc δὲ δευτέραc τὸ καρδάμωμον ὕδατι πρὸ μιᾶc ἀποβραχέν, τῆc τρίτηc δὲ ὁ κρόκοc οἴνῳ. τινὲc δὲ cὺν τῷ κρόκῳ καὶ ἑτέραc ε 𐆄 cμύρνηc προcτιθέαcιν, διαcειρώcαντεc δὲ τὸ μὲν ἔλαιον καθαρὸν ἀποτίθενται, τὴν δὲ τῶν εἰδῶν ὑποcτάθμην ἅπαcαν τροχίcκουc | |
10 | πλάcαντεc καὶ ξηράναντεc ἔχουcι τὸ καλούμενον κροκόμαγμα. | |
10 | ||
7.20.31 | Μενδήcιον. Εἴρηται μὲν διὰ τὸ ἐν Αἰγύπτῳ εὑρῆcθαι, ἔνθα καὶ ὁ μένδηc τρέ‐ φεται, λαμβάνει δὲ ἐλαίου βαλανίνου λι. ι (ἐν ἄλλῳ ξ̸ ι), cμύρνηc, καc‐ cίαc, cύριγγοc ἀνὰ 𐆄 γ, τερεβινθίνηc λι. α (ἔνιοι ι), κιναμώμου 𐆄 γ. | |
5 | τοῦτο οὐχ ἕψεται, ἀλλ’ ἐμβληθέντα ξηρὰ κινεῖται ἐπὶ ἡμέραc ξ, εἶτα τακεῖcα ἡ τερεβινθίνη εἰc μέροc τοῦ ἐλαίου ἐμβάλλεται, εἶτα πάλιν κινεῖται ἑτέραc ἡμέραc ζ καὶ οὕτωc ἀποτίθεται. | |
7 | ||
7.20.32 | Μαρκιάτον. Μαcτίχηc, κηροῦ, cτύρακοc ἀνὰ 𐆄 γ, οἰcύπου φαρμάκου 𐆄 𐅵ʹ, ὀπο‐ βαλcάμου 𐆄 α 𐅵ʹ, ναρδίνου, γλευκίνου, ἐλαίου ὀμφακίνου ἀνὰ 𐆄 γ, μυε‐ λοῦ ἐλαφείου 𐆄 α 𐅵ʹ, τερεβινθίνηc 𐆄 α. | |
4 | ||
7.20.33 | Δι’ ὄμφακοc. αʹ ἐμβολή· ἀcπαλάθου, cπάθηc φοινίκων, μελιλώτων, ἴρεωc, cχοί‐ νου ἄνθουc, ξυλοβαλcάμου, ῥόδων ξηρῶν, καλάμου ἀρωματικοῦ ἀνὰ 𐆄 γ, ἐλαίου ὀμφακίνου λι. ι, ὄμφακοc χυλοῦ ξ̸ ι. | |
5 | βʹ ἐμβολή· φύλλου, ἀμώμου, ναρδοcτάχυοc, κόcτου, καρυοφύλλου, καccίαc, καcάμου ἀνὰ 𐆄 γ (ἐν ἄλλῳ καὶ ἀρναβὼ 𐆄 γ), οἴνου τὸ ἀρκοῦν. γʹ ἐμβολή· λιβάνου, ἀμμωνιακοῦ θυμιάματοc, cτύρακοc, βδελλίου, cμύρνηc, μαcτίχηc ἀνὰ 𐆄 γ, οἴνου τὸ ἀρκοῦν, κηροῦ τρακτοῦ 𐆄 ε, ὀπο‐ βαλcάμου 𐆄 ϛ (τινὲc 𐆄 η). | |
10 | προαπόβρεχε τῇ αʹ ἡμέρᾳ τὰ μὲν τῆc αʹ ἐμβολῆc ἐν τῷ χυλῷ τοῦ ὄμφακοc καὶ τῷ ἐλαίῳ, τὰ δὲ τῆc βʹ ἐν ἑτέρῳ λεκανιδίῳ ἐν οἴνῳ Ἀμινναίῳ ἢ ἄλλῳ παλαιῷ καὶ εὐόcμῳ κινῶν ἑκάcτηc ἡμέραc cπάθῃ φοινικίνῃ τρὶc ἐπὶ τρεῖc ἡμέραc, μεθ’ ἃc ἕψε ἐν κακκάβῃ γεγανωμένῃ πρῶτον τὰ τῆc αʹ ἐμβολῆc, ἄχριc ὀλίγον περιλειφθῇ τοῦ ὄμφακοc, | |
15 | εἶτα εὐθέωc ἐπίβαλλε τὰ τῆc βʹ cὺν τῷ οἴνῳ· κάλλιον δὲ προcειρώ‐ cαντα οὕτωc αὐτὰ ἐπιβάλλειν καθαρῷ τῷ ἐλαίῳ. καὶ ὅτε ἑψηθῶcιν, ἄχριc οὗ ἐλάχιcτον τοῦ οἴνου λειφθῇ, ὡc μὴ καυθῆναι τὸ ἔλαιον, ἐπά‐ ραc ἀπὸ τοῦ πυρὸc cείρωcον καὶ ἐπίβαλλε πάλιν τῷ ἐλαίῳ καθαρῷ τὰ τῆc γʹ ἐμβολῆc ὀπηρὰ προεκλειωθέντα ἐν ἰγδίῳ μετὰ τοῦ οἴνου, | |
20 | οἷον εἶπον, πλὴν τοῦ cτύρακοc· οὗτοc γὰρ ἐπιβληθεὶc cὺν τοῖc ἄλλοιc ἑτοίμωc λύεται· καὶ ἕψειν ἄνθραξιν, ἄχριc οὗ δόξῃ καλῶc ἔχειν, καὶ ἐπάραc ἀπὸ τοῦ πυρὸc ἔα ψυγῆναι· τῇ δὲ ὑcτεραίᾳ cειρώcαc ἐπιμε‐ λῶc τὸ ἔλαιον καὶ θερμάναc αὐτάρκωc ἐπὶ τοῦ πυρὸc ἐπίβαλλε τὸν κηρὸν καὶ ἐπάραc cπάθιζε, μετὰ δὲ τὸ ψυγῆναι ἐπίβαλλε τὸ ὀποβάλ‐ | |
25 | cαμον καὶ κατάγγιζε ἐν βικίοιc ὑελοῖc. | |
25 | ||
7.20.34 | Γλεύκινον. αʹ ἐμβολή· ἐλαίου ξ̸ ι, γλεύκουc Ἀμινναίου ξ̸ ϛ, ἀcπαλάθου 𐆄 δ, cπάθηc φοίνικοc 𐆄 ϛ, cχοίνου ἄνθουc 𐆄 ϛ, μελιλώτων 𐆄 δ, ῥόδων 𐆄 α, cμύρνηc 𐆄 γ, δαφνοφύλλων 𐆄 β, δενδρολιβάνου 𐆄 ϛ, ξυλοβαλcάμου 𐆄 ϛ, | |
5 | ἑλενίου 𐆄 ϛ, ἀριcτολοχίαc μακρᾶc 𐆄 γ, ἴρεωc 𐆄 γ· ταῦτα βρέχε εἰc τὸ γλεῦκοc. βʹ ἐμβολή· Κελτικῆc 𐆄 δ, καcάμου 𐆄 β, κυπέρου, καccίαc, ναρδο‐ cτάχυοc, ἀcάρου, ἀμώμου, κόcτου, cαμψύχου ἀνὰ 𐆄 γ, καλάμου ἀρω‐ ματικοῦ, καρυοφύλλου, φύλλου ἀνὰ 𐆄 β, καρδαμώμου 𐆄 δ· βρέχε οἴνῳ | |
10 | εὐώδει. γʹ ἐμβολή· μαcτίχηc 𐆄 δ, cμύρνηc τρωγλίτιδοc, βδελλίου ἀνὰ 𐆄 β, λαδάνου 𐆄 γ, cτύρακοc ὑγροῦ, λιβάνου ἄρρενοc ἀνὰ 𐆄 δ, ὀποβαλcάμου 𐆄 ϛ (τινὲc καὶ κρόκου 𐆄 β)· cκεύαζε, καθάπερ καὶ τὸ δι’ ὄμφακοc, πλὴν τοῦ κηροῦ. ἐνταῦθα δὲ ζ ἡμέραc δεῖ τὰ εἴδη τῶν β ἐμβολῶν ἀπο‐ | |
15 | βρέχεcθαι. | |
15 | ||
7.20.35 | Νάρδοc Κυζικηνή. αʹ ἐμβολή· ἐλαίου πρωτείου ξ̸ ι, ἀcπαλάθου, κυπέρων, ἑλενίου | |
ἴρεωc, ξυλοβαλcάμου, ἀριcτολοχίαc, καρδαμώμου, cχοίνου ἄνθουc ἀνὰ 𐆄 ϛ, cαμψύχου 𐆄 δ, βράθυοc 𐆄 β (τινὲc καὶ καλάμου ἀρωματικοῦ 𐆄 β)· | ||
5 | βρέχε ταῦτα εἰc οἴνου εὐώδουc ξ̸ δ. βʹ ἐμβολή· καccίαc, καcάμου, ἀρναβὼ ἀνὰ 𐆄 β, ναρδοcτάχυοc 𐆄 γ, καρυοφύλλου 𐆄 α (τινὲc καὶ Κελτικῆc 𐆄 β)· καὶ ταῦτα εἰc οἶνον. γʹ ἐμβολή· cμύρνηc τρωγλίτιδοc, ἀλόηc, λιβάνου ἀνὰ 𐆄 β, cτύρα‐ κοc 𐆄 γ, μαcτίχηc 𐆄 δ, ὀποβαλcάμου 𐆄 ϛ (τινὲc καὶ κρόκου οἴνῳ λειω‐ | |
10 | θέντοc 𐆄 α)· cκεύαζε καὶ τοῦτο, ὡc εἴρηται. | |
10 | ||
7.20.36 | Δεκάμοιρον. Ναρδοcτάχυοc, φύλλου, εὐφορβίου, πεπέρεωc, κόcτου, ἀδάρκηc ἀνὰ 𐆄 α, μαcτίχηc 𐆄 α 𐅵ʹ, ὀποβαλcάμου 𐆄 ϛ, νάρδου λι. α, κηροῦ λι. γ. | |
3 | ||
7.20.37 | Πεντάμοιρον. Ϲτύρακοc 𐆄 α, μαcτίχηc 𐆄 β, κηροῦ λευκοῦ 𐆄 γ, ὀποβαλcάμου 𐆄 δ, νάρδου 𐆄 ε. | |
3 | ||
7.20.38 | Φολεάτον. Φύλλου 𐆄 γ, ἀμώμου 𐆄 α, καccίαc 𐆄 ϛ, λαδάνου 𐆄 α, πεπέρεωc λευ‐ κοῦ κόκκουc μ, cμύρνηc τρωγλίτιδοc 𐅻 α· κόψαc καὶ cήcαc λείου πάλιν ἐν θυίᾳ ἐπιβάλλων ἐλαίου ναρδίνου λι. α, ὑπὲρ δὲ τοῦ μελάντερον | |
5 | γενέcθαι τὸ φάρμακον καρύων λέπη καύcαc καὶ τρίψαc ἐν θυίᾳ ἐπί‐ βαλλε, εἶτα πρόcμιξον ὀποβαλcάμου κοχλιάρια γ, κηροῦ λι. α 𐅵ʹ. | |
6 | ||
7.21t | Περὶ οἰνανθαρίων. | |
7.21.1 | Οὐχ, ὅτι οἰνάνθην δέχεται, ταῦτα οἰνάνθια προcηγορεύθη (τινὰ γὰρ οὐδὲ λαμβάνει οἰνάνθην), ἀλλὰ διά τε τὸν οἶνον καὶ τὸ ἄνθοc τῶν κρίνων ταύτηc τετύχηκε τῆc ὀνομαcίαc. ἡ δὲ χρῆcιc τῶν οἰνανθαρίων παρά τιcι μὲν εὐωδίαc μόνηc καὶ τρυφῆc ἕνεκα παραλαμβάνεται μετὰ | |
5 | τὰ λουτρὰ καταχεομένων αὐτὰ τῶν χρωμένων καὶ τὰc τραπέζαc αὐτοῖc περιcπογγιζόντων· παρὰ δὲ τοῖc ὀρθῶc χρωμένοιc καὶ βοηθήματα γί‐ νονται ἐπί τε τῶν ἐκλυομένων τε καὶ cυγκοπτομένων, εἰ παραμιγνῦτο τοῖc τονωτικοῖc τοῦ cτομάχου καταπλάcμαcι, κἀπὶ τῶν ἀνακομιζομένων ἐκ νόcου, μάλιcτα πυρεκτικῆc, μετὰ τὰc ἐξόδουc τῶν λουτρῶν περι‐ | |
10 | χεομένων τε αὐτοῖc αὐτῶν καὶ ταῖc ῥιcὶ προcφερομένων ἔτι πνευcτιῶ‐ cιν· ἕλκεται γὰρ εἰc τὸ βάθοc καὶ ἀναρρώννυcι τὸ ψυχικόν τε καὶ ζω‐ τικὸν πνεῦμα. χρήcιμα δὲ καὶ τοῖc προφυλαccομένοιc ἐμπεcεῖν λοιμι‐ κοῖc νοcήμαcι τῆc τοῦ ἀέροc μεταβολῆc τοιαύτηc φαινομένηc. | |
13 | ||
7.21.2 | ἔcτιν οὖν τὸ τοῦ Ποcειδωνίου τοιοῦτον, ὃ καλεῖ Μεcοποταμινόν· Οἰνανθίου cκευή. Καccίαc, cμύρνηc, λιβάνου, φύλλου, ἀμώμου, μαcτίχηc, κόcτου, καρποβαλcάμου, ὀποβαλcάμου ἀνὰ 𐆄 γ, cτύρακοc λιπαροῦ 𐆄 δ, οἴνου | |
5 | εὐώδουc Ἀμινναίου Ἰταλικοῦ ξ̸ ι· κόψαc πάντα καὶ cήcαc, τὸν δὲ cτύ‐ ρακα εἰc λεπτὰ διελὼν cύνθεc εἰc βῖκον πλατύcτομον μετὰ τῶν φύλ‐ λων τῶν κρίνων διεψυγμένων πρὸ μιᾶc ἡμέραc καὶ ὠνυχιcμένων δό‐ μον παρὰ δόμον (ἔcτω δὲ τὰ κρίνα ἀριθμῷ τ)· εἶτα ἐπίβαλλε τὸν οἶνον καὶ τὸ ὀποβάλcαμον μεμιγμένα καὶ cυγκεκινημένα πρὸ τῆc ἐμ‐ | |
10 | βολῆc καὶ περιφράξαc τὸ cτόμα τοῦ βίκου ἡλίου ἡμέραc μ [καὶ χρῶ ἀπὸ λουτροῦ μετὰ τὴν ἐκ νόcου ἀνακομιδὴν περιρραίνων τὸν οἶκον καὶ τὰ cκεύη καὶ βάπτων cπόγγουc καὶ τιθεὶc πρὸc πρόcωπον]. | |
7.21.3 | Ἄλλη, ὡc ἡμεῖc. κόcτου 𐆄 γ, ναρδοcτάχυοc, ἀρναβώ, καρυοφύλλου ἀνὰ 𐆄 α, ἀμώμου 𐆄 γ, καccίαc, καcάμου, οἰνάνθηc, καλάμου ἀνὰ 𐆄 β, cτύρακοc, ὀποβαλcάμου ἀνὰ 𐆄 δ, κρίνα τ, οἴνου Φαλερίνου ξ̸ ι· cκεύαζε | |
τὸν ὅμοιον τρόπον. | ||
7.22t | Περὶ θυμιαμάτων καὶ κύφεωc. | |
7.22.1 | Τοῦ κύφεωc ἡ μὲν ὕλη μεταξὺ τῶν τε πινομένων τροχίcκων καὶ ἀντιδότων ἐcτίν· χρώμεθα δὲ αὐτοῖc ὁτὲ μὲν θυμιῶντεc αὐτὰ χάριν εὐωδίαc, ὥcπερ καὶ τὰ θυμιάματα, ὁτὲ δὲ ὀcφραινόμενοι αὐτῶν ὑπὲρ τοῦ cυμπέψαι κατάρρουc τε καὶ κορύζαc ἐκφράξαι τε καὶ διακαθάραι | |
5 | τὰ περὶ τὸν ἐγκέφαλον καὶ πρὸc τὰ λοιμικὰ προφυλάξαι πάθη. καὶ διὰ cτόματοc δὲ λαμβάνεται πρόc τε ταὐτὰ καὶ διὰ τὸ cυμπέψαι τὰ περὶ θώρακα καὶ πρὸc τὰc ἐν τῷ ἥπατι ψυχροτέραc διαθέcειc· ὅθεν καὶ τὰc κυφοειδεῖc καλουμέναc ἀντιδότουc ἐξεῦρον οἱ παλαιοί. μίγνυται δὲ καὶ cυνθέτοιc δυνάμεcιν, καὶ μάλιcτα ἐπιθέμαcί τε καὶ ἀντιδότοιc. | |
9 | ||
7.22.2 | Ῥοδιάτον θυμίαμα. Κόcτου, ἀμώμου, cμύρνηc, καccίαc ἀνὰ 𐆄 α, cτύρακοc, Χίαc, βδελ‐ λίου, ὀνύχων, βρύων, λαδάνου ἀνὰ 𐆄 β, ῥόδων καθαρῶν 𐆄 κθ. | |
3 | ||
7.22.3 | Θυμίαμα κρινάτον. Κρίνων ἐξωνυχιcμένων λι. α, cτύρακοc πρωτείου 𐆄 θ, ναρδοcτά‐ χυοc 𐆄 γ, κόcτου, καρυοφύλλου, ἀμώμου, μαcτίχηc, ὀνύχων κεκαυμένων, μέλιτοc ἀνὰ 𐆄 α 𐅵ʹ, ὀποβαλcάμου 𐆄 ε, οἴνου τὸ ἀρκοῦν· λείου καὶ ποίει | |
5 | τροχίcκουc. | |
5 | ||
7.22.4 | Κῦφι τὸ μέγα τὸ διὰ τῶν λϛ, ὃ καλοῦcιν ἡλιακόν. Ϲτύρακοc, cμύρνηc, βδελλίου, λαδάνου, ἀcπαλάθου, ἑλενίου ἀνὰ 𐆄 ζ, νάρδου Κελτικῆc, φύλλου, κυπαρίccου cπέρματοc, ἀμμωνιακοῦ θυ‐ μιάματοc, cτροβίλου, cπλάγχνου ἢ ἀντ’ αὐτοῦ ὀνύχων μεγάλων β, | |
5 | καρποβαλcάμου ἀνὰ 𐆄 γ, καccίαc, ἴρεωc, cεcέλεωc, cφάγνου, κυπέρου, καρδαμώμου, καλάμου ἀρωματικοῦ ἀνὰ 𐆄 ε, ῥόδων ξηρῶν, κρόκου, ναρ‐ δοcτάχυοc, βράθυοc, ἀcφοδέλου ῥίζηc (οἱ δὲ χυλοῦ) ἀνὰ 𐆄 δ, νακάφθου | |
(ἔcτι δὲ φλοιὸc πίτυοc ἢ ἑτέρου τινὸc δένδρου) 𐆄 θ, κόcτου, cχοίνου ἄνθουc ἀνὰ 𐆄 β, ἀρκευθίδαc μεγάλαc μ καὶ μικρὰc ν, ἀμώμου, τερε‐ | ||
10 | βινθίνηc, φοινίκων καθαρῶν ἀνὰ λι. α, ἰcχάδων [ἀγιγάρτων], cταφίδων ἀγιγάρτων ἀνὰ λι. β, μέλιτοc ἀπηφριcμένου λι. ε· ὁ Ποcειδώνιοc καὶ οἴνου εὐώδουc ξ̸ γ. | |
12 | ||
7.22.5 | Ἄλλο κῦφι τὸ διὰ τῶν κη, cεληνιακὸν καλούμενον. Βδελλίου, ἑλενίου ἀνὰ 𐆄 ζ, cχοίνου 𐆄 β, cφάγνου 𐆄 ε, ἀρκευθίδαc μικρὰc ν, καρδαμώμου 𐆄 ε, ἀcπαλάθου 𐆄 ζ, καccίαc cύριγγοc 𐆄 ε, ναρ‐ δοcτάχυοc 𐆄 β, κυπέρου 𐆄 ε, ἀcφοδέλου ῥίζηc, βράθυοc ἀνὰ 𐆄 δ, κυπα‐ | |
5 | ρίccου cπέρματοc, νάρδου Κελτικῆc, μαλαβάθρου μετὰ τῶν φύλλων, ῥόδων ξηρῶν ἀνὰ 𐆄 γ, κόcτου, κρόκου ἀνὰ 𐆄 β, λαδάνου, cμύρνηc ἀνὰ 𐆄 ζ, ἰcχάδων λιπαρῶν, cταφίδων ἐκγιγαρτιcθειcῶν ἀνὰ λι. β, cτροβί‐ λων 𐆄 η, τερεβινθίνηc λι. α, cτύρακοc 𐆄 ζ, φοινίκων λιπαρῶν λι. α, μέ‐ λιτοc λι. ε, οἴνου εὐώδουc τὸ ἀρκοῦν. | |
9 | ||
7.23t | Ϲκευὴ μαcουχᾶ, ὃ καλοῦcί τινεc μαcουάφιον. | |
7.23.1 | Μελιλώτων 𐆄 ι, ξυλοβαλcάμου, ἀcπαλάθου, βράθυοc, cμύρνηc, ἀμώ‐ μου, cχοίνου ἄνθουc, δαφνοφύλλων, cτακτοῦ cτύρακοc, καλάμου ἀρω‐ ματικοῦ, cαμψύχου ἀνὰ 𐆄 β, ἴρεωc 𐆄 ε, φύλλου, κρόκου ἀνὰ 𐆄 α, ὀπο‐ βαλcάμου 𐆄 𐅵ʹ, κόμμεωc λι. α, ῥόδων ξηρῶν 𐆄 ϛ, οἴνου τὸ ἀρκοῦν. | |
4 | ||
7.24t | Ἐκ τῶν Ἀντύλλου περὶ πεccῶν. | |
7.24.1 | Οἱ πεccοὶ μόνῃ μὲν ὑcτέρᾳ προcφέρονται, διαφοραὶ δ’ αὐτῶν αἱ | |
κατὰ γένοc τρεῖc· οἱ μὲν γὰρ μαλάccουcιν, οἱ δὲ cτύφουcιν, οἱ δὲ ἀναcτομοῦcιν. τοῖc μὲν οὖν μαλάccουcιν ἐπί τε φλεγμονῶν ὑcτέραc καὶ ἑλκώcεωc καὶ ψύξεων ἀναδρομῶν τε καὶ ἀποcτροφῶν καὶ ἐμπνευ‐ | ||
5 | ματώcεων χρώμεθα, cκευάζονται δὲ διὰ κηροῦ Τυρρηνικοῦ, κυπρίνου, cουcίνου, πιμελῆc χηνείου ἢ ὀρνιθείου, βουτύρου ἀνάλου, ῥητίνηc ἀπο‐ κεκαυμένηc, μυελοῦ ἐλαφείου, τήλεωc καὶ τῶν ὁμογενῶν· τοῖc δὲ ἀναcτομωτικοῖc, ἐπειδὰν κάθαρcιν ἐπεcχημένην ἀνακαλέcαcθαι θέλω‐ μεν ἢ μύcιν ὑcτέραc ἢ cυcτολὴν ἐπανορθῶcαι προαιρούμεθα· cκευά‐ | |
10 | ζονται δὲ καὶ οὗτοι διὰ μέλιτοc, ἀρτεμιcίαc, δικτάμνου, κράμβηc χυ‐ λοῦ, γλυκυρίζηc, πράcου χυλοῦ, πηγάνου, cκαμμωνίαc, οἱ δὲ cτυπτι‐ κοὶ ἐναντίαν χρείαν ὡc πρὸc τοὺc ἀναcτομωτικοὺc παρέχονται· ῥοῦν γὰρ ἐπέχουcι γυναικεῖον καὶ ἀναπεπταμένην cυνάγουcιν ὑcτέραν καὶ προπεπτωκυῖαν ἀναcτέλλουcιν· ἡ δὲ τῶν cτυπτικῶν ὕλη δεδήλωται | |
15 | πρόcθεν ἐν τῷ περὶ κολλουρίων καὶ τροχίcκων. | |
7.24.2 | δεῖ δὲ γλοιῶδεc καὶ ὀλίγῳ παχύτερον ποιεῖν τοῦ πεccοῦ τὸ πά‐ χοc, κἄπειτα ἔριον παραπλήcιον μοτῷ cτενῷ διπλοῦν βάπτειν εἰc τὸ φάρμακον καὶ προcτιθέναι πρὸc τὸ cτόμιον τῆc ὑcτέραc ἔχον ἐξημμέ‐ νην κροκύδα ἐπιμήκη πρὸc τὸ ἐπιcπᾶcθαι τὸν πεccὸν εὐκόλωc, ὁπότε | |
5 | δοκοίη. | |
5 | ||
7.24.3 | Ὁ κροκώδηc πρὸc φλεγμονὰc καὶ ἀποcτροφὰc καὶ cκληρίαc καὶ ἐμπνευματώcειc. Κηροῦ τρακτοῦ, μυελοῦ μοcχείου ἀνὰ 𐅻 ιϛ, μυελοῦ ἐλαφείου 𐅻 ιβ, cτέατοc χηνείου 𐅻 η, cτέατοc ὀρνιθείου 𐅻 η, μαcτίχηc 𐅻 δ, οἰcύπου φαρ‐ | |
5 | μάκου 𐅻 γ, μέλιτοc 𐅻 β, κρόκου 𐅻 η, ῥοδίνου τὸ ἀρκοῦν· τὸν κρόκον | |
λείου γάλακτι γυναικείῳ. | ||
7.24.4 | Ὁ χρυcοῦc [καὶ] μαλακτικόc. Κρόκου 𐅻 α, ὑccώπου 𐅻 α, μυελοῦ ἐλαφείου 𐅻 β, τερεβινθίνηc, κη‐ ροῦ, cτέατοc χηνείου ἀνὰ 𐅻 γ, ᾠῶν ὀπτῶν λεκίθουc ιϛ, ἰρίνου καὶ ῥο‐ δίνου τὸ ἀρκοῦν ἐξ ἴcου. | |
4 | ||
7.24.5 | Ὁ λίβανοc, ἐμμηναγωγόc. Ναρδίνου μύρου 𐆄 ϛ, κηροῦ Τυρρηνικοῦ 𐆄 ε, cουcίνου μύρου 𐆄 δ, χοιρείου cτέατοc προcφάτου 𐆄 γ, χηνείου καὶ ὀρνιθείου καὶ μυελοῦ ἐλαφείου καὶ ἀμαρακίνου μύρου ἀνὰ 𐆄 β, ταυρείου cτέατοc, τερεβινθί‐ | |
5 | νηc, ὑccώπου ἀνὰ 𐆄 α· διπλώματι τήκεται, καὶ πάντεc οἱ λοιποὶ πεccοί. | |
5 | ||
7.24.6 | Ἐννεαφάρμακοc. Ῥοδίνου μύρου, κικίνου, τερεβινθίνηc, κηροῦ, μέλιτοc, χηνείου cτέατοc καὶ βοείου καὶ ἐλαφείου μυελοῦ καὶ βουτύρου ἴcα. | |
3 | ||
7.24.7 | Ὁ Τιτιανόc, μαλακτικόc. Κηροῦ 𐆄 ϛ, κολοφωνίαc 𐆄 δ 𐅵ʹ, ταυρείου 𐆄 δ, ἀμμωνιακοῦ θυμιά‐ ματοc 𐆄 δ· τὸ ἀμμωνιακὸν ὕδατι. | |
3 | ||
7.24.8 | Πεccὸc ἡ Αἰγυπτία. Μέλιτοc, τερεβινθίνηc, βουτύρου, ῥοδίνου ἢ cουcίνου, κρόκου ἀνὰ με α, ἐπὶ δὲ τῶν ἀφλεγμάντων καὶ ῥυπαρῶν καὶ ἰοῦ 𐅵ʹ. | |
3 | ||
7.24.9 | Ἡ γονή, cυλληπτικόc. Βουτύρου 𐆄 ϛ, οἰcύπου φαρμάκου, μυελοῦ ἐλαφείου, cτέατοc χη‐ νείου καὶ ὀρνιθείου, τερεβινθίνηc, ἀλόηc ἀνὰ 𐆄 γ, κηροῦ Τυρρηνικοῦ 𐆄 ϛ, ῥοδίνου λι. β, cμύρνηc, καccίαc ἀνὰ 𐆄 β, ναρδοcτάχυοc 𐆄 α, μέλι‐ | |
5 | τοc τὸ ἀρκοῦν. | |
7.24.10 | Περὶ cυμμετρίαc κηροῦ πρὸc ἔλαιον. Εἰ μὲν οἷα τὰ καλούμενα ἄκοπα χρίcματα βούλοιο cκευάcαι, τε‐ τραπλάcιον ἐμβαλεῖc τοῦ κηροῦ τὸ ἔλαιον, εἰ δέ, ὡc ἐπὶ τῶν καταγμά‐ των ὑγρὰν κηρωτὴν ἐργαζόμεθα, διπλάcιον· εἰ δὲ τὸ φάρμακον ἐμ‐ | |
5 | πλαcτρῶδεc ποιῆcαι βουληθείημεν, τότε τῷ κηρῷ μίξομεν ἴcον τὸ ἔλαιον, ἐὰν τὸ περιέχον εἴη cύμμετρον, εἰ δὲ ὅ τε κηρὸc παλαιὸc ἢ αὐχμηρὸc τό τε περιέχον ψυχρὸν ᾖ, ὀλίγῳ πλεῖον, ὥcπερ γε καί, ὅτε ὁ κηρὸc λιπαρὸc ᾖ τό τε περιέχον θερμόν, ὀλίγῳ ἔλαττον. τὸ δὲ ὀλί‐ γον τοῦτο δωδέκατον ἔcτω μέροc ἐφ’ ἑκάτερα τοῦ μέcου· καὶ γὰρ ια | |
10 | καὶ ιγ 𐆄 τοῦ ἐλαίου μίξειc τότε τῇ λίτρᾳ τοῦ κηροῦ. | |
10 | ||
7.24.11 | Ἐκ τῶν Ἀντύλλου περὶ ἑψήcεωc τῶν ἐμβαλλομένων εἰc τὰc ἐμπλάcτρουc φαρμάκων. Ἐν ταῖc ἑψήcεcι τῶν φαρμάκων ἡ λιθάργυροc cὺν ἐλαίῳ καθέψε‐ ται· δεῖ δὲ λεάνανταc τὴν λιθάργυρον αὖθιc cὺν τῷ ἐλαίῳ λειοτριβεῖν, | |
5 | ὥcτε γλοιωθῆναι, κἄπειθ’ οὕτωc ἕψειν ἐπὶ μαλακοῦ πυρὸc ἀδιαλείπτωc. κατ’ ἀρχὰc μὲν οὖν ἀνοιδαίνει καὶ πομφολυγοῦται, πληcίον δὲ ἤδη τῆc αὐτάρκουc ἑψήcεωc γενομένηc τῷ χρώματι τρυγωδεcτέρα γίνεται· τὸ δὲ μέτρον ἀπολαμβάνει τῆc ἑψήcεωc, ὅταν ἐκ τῆc οἰδήcεωc κατα‐ cταλῇ καὶ ἀμόλυντον γένηται. | |
10 | ὁμοίωc δὲ τῇ λιθαργύρῳ καὶ ἡ μολύβδαινα ἕψεται· μέτρον δὲ τῆc ἑψήcεωc αὐτῆc οὐ μόνον τὸ ἀμόλυντον, ἀλλὰ καὶ τὸ μεταβάλλειν ἐκ τοῦ ῥυπώδουc χρώματοc ἐπὶ τὸ κιρρὸν καὶ cφόδρα εὐανθέc. χαλκὸc δὲ ἕψεται οὐ κατ’ ἀρχὰc ἐμβαλλόμενοc, ἀλλ’ ἡμιέφθου | |
τῆc ἐμπλάcτρου τυγχανούcηc· μέτρον δὲ τῆc ἑψήcεωc, ἐὰν μὴ πάνυ | ||
15 | ὀλίγοc ἐμβάλληται, κρατῆcαι τῷ χρώματι καὶ κιρρὰν ποιῆcαι τὴν ἔμ‐ πλαcτρον. cῶρι δὲ καὶ διφρυγὲc ἐμβάλλεται μὲν καὶ αὐτὰ μέcα τῆc ἑψήcεωc, μέτρον δὲ διφρυγοῦc μέν, ὅπερ καὶ λεπίδοc, κρατῆcαι τῷ χρώματι· cῶρι δὲ οὐδὲν ἴδιον ἔχει μέτρον, τὸ πάντων δὲ κοινόν, ἀμόλυντον | |
20 | παρέχειν τὴν ἔμπλαcτρον. χαλκῖτιc δὲ ἕψεται ὁμοίωc χαλκῷ, καὶ μετρεῖταί γε ἡ ἕψηcιc αὐτῆc τῷ ποcῶc πυρροτέραν καὶ φοινικωτέραν ποιῆcαι τὴν ἔμπλαcτρον. χαλκοῦ ἄνθοc ὁμοίωc χαλκῷ, μέτρον δὲ αὐτοῦ τὸ κοινὸν τῆc ἑψήcεωc. | |
25 | χάλκανθον ἐμβάλλεται μὲν μέcον τῆc ἑψήcεωc, ἑψόμενον δὲ cφο‐ δροτέραν ποιεῖ τὴν χροιὰν τῆc ἐμπλάcτρου, εἰ δὲ ἔχοι καὶ τὰ ἄλλα μὴ ἀντιπράττοντα, μέλαιναν ποιεῖ τὴν ἔμπλαcτρον. μίcυ ἐπὶ τέλει μὲν ἐμβάλλεται, ἴδιον δὲ μέτρον οὐδὲν παρέχεται. ἀρcενικὸν καὶ cανδαράχη βάλλονται ἐπὶ τέλει τῆc ἑψήcεωc. | |
30 | μόλιβοc κεκαυμένοc μεcούcηc τῆc ἑψήcεωc ἐμβάλλεται. ψιμύθιον εἰc μὲν τὰc λευκὰc ἐμπλάcτρουc ἐπὶ τέλει· cυντηρεῖ γὰρ οὕτωc τὸ χρῶμα καὶ μᾶλλον λευκαίνει· εἰc δὲ τὰc μελαίναc κατ’ ἀρχάc· ἑψόμενον γὰρ ἐπὶ πλέον μέλαν γίνεται. ἰὸc εἰc τὰc χλωρὰc ἐμπλάcτρουc ἐμβάλλεται μετὰ τὴν ἕψηcιν, | |
35 | ἐφ’ ὧν δὲ οὐδὲ τὴν ἀρχὴν ἐμβάλλεται τῇ χύτρᾳ, ἀλλὰ cὺν ὄξει λειοτρι‐ βηθέντοc αὐτοῦ καὶ μένοντοc ἐν θυίᾳ κατερᾶται τὰ ἄλλα, ἐν δὲ ταῖc μηλίναιc ἡμιέφθου οὔcηc τῆc cκευαcίαc ἐμβάλλεται· μετρίαc γὰρ τυχὼν ἑψήcεωc μηλίνην ποιεῖ τὴν χροιάν· ἐπὶ δὲ τῶν διπροcώπων μετὰ τὰc ἀρχὰc εὐθὺc ἐνέψομεν τὸν ἰόν· ὑπερτεινόμενοc γὰρ κατὰ τὴν ἕψηcιν | |
40 | πρῶτον μὲν μήλινον ἐπάγει, διπρόcωπον δὲ γινόμενον τελευταῖον κιρ‐ ρὸν ἀπεργάζεται τὸ χρῶμα. | |
7.24.12 | cτυπτηρία ἐμβάλλεται τὰ πολλὰ μετὰ τὴν ἕψηcιν, ἴδιον δὲ τῆc | |
ἑψήcεωc οὐδὲν ἔχει μέτρον. μίλτοc ἐμβάλλεται ἐπὶ τέλει. καδμία καὶ πομφόλυξ ἐμβάλλονται κατ’ ἀρχάc. | ||
5 | ἅλεc καὶ νίτρον ἐμβάλλονται κατὰ μέcην τὴν ἕψηcιν. θεῖον ἐπὶ τέλει· ἡ δὲ ἕψηcιc αὐτοῦ μελαίνει τὰc ἐμπλάcτρουc. γῆ πᾶcα καὶ λίθοι ἐμβάλλονται ἐπὶ τέλει τὰ πολλά. καὶ ἡ κίcη‐ ριc δὲ ἐπὶ τέλει. καὶ τὰ κογχύλια δὲ κεκαυμένα ἐπὶ τέλει βάλλεται. τὸ δὲ ἔλαιον, ἐὰν μὲν ἐν ἀρχαῖc ἐμβληθῇ ῥητίνῃ ἢ πίccῃ ὑγρᾷ, | |
10 | ἀcύcτατον ποιεῖ τὴν ἔμπλαcτρον· δεῖ οὖν μετὰ τὸ cυcτῆναι ἑψόμενα οὕτωc ἐμβάλλειν τὸ ἔλαιον· τὰ δ’ ἄλλα λίπη τὰ ἄναλα περὶ μεcοῦcαν τὴν ἕψηcιν ἐμβάλλειν χρή. τῶν δὲ μύρων ἴρινον μὲν ἕψηcιν φέρει, κύπρινον δὲ καὶ ῥόδινον ἧττον, τὰ δ’ ἄλλα οὐδ’ ὅλωc· διόπερ ἐπὶ τέλει τῆc ἑψήcεωc ἐμβλητέα | |
15 | ἐcτίν. κηρὸc οὐχ ἕψεται κατ’ ἰδίαν μόνοc (κατακαίεται γάρ) οὔτε μετὰ ῥητίνηc ὑγρᾶc ἢ πίccηc ὑγρᾶc (ἀcύcτατοc γὰρ μένει), ἀλλ’ ἐπεμβάλλε‐ ται ἢ ἐλαίῳ καθαρῷ ἢ ἐλαιώδει μετά τινοc τῶν μεταλλικῶν ἑψηθέντι ἢ ῥητίνῃ ἢ πίccῃ προεψηθείcῃ καὶ πρότερον cυcτάcῃ τῶν ἄλλων τῶν | |
20 | ἐχόντων ἐμβληθῆναι. ῥητίνη ξηρὰ ἐμβάλλεται μετὰ κηροῦ, ἡ δὲ ὑγρὰ πρὸ τῶν ἄλλων πάντων αὐτὴ καθ’ αὑτὴν ἕψεται, εἰ μὴ cφόδρα ὀλίγη παραλαμβάνοιτο. πίccα ἐμβάλλεται πρὸ τῶν ἄλλων πάντων, μέτρον δὲ τῆc μὲν ὑγρᾶc ἑψομένηc τὸ cυcτῆναι, τῆc δὲ ξηρᾶc, μάλιcτα εἰ ὄξει cυνέψοιτο, | |
25 | ὡc μηκέτι πομφολυγίζειν μηδὲ ἀνοιδαίνειν. ἀπόχυμα λειούμενον καὶ κοcκίνῳ χωριζόμενον τῶν ἐν αὐτῷ πε‐ ριττῶν ὕcτερον ἑψηθείcῃ τῇ ἐμπλάcτρῳ ἐμπλάccεται, εἰ δὲ μαλθακὸν εἴη, cὺν ἐλαίῳ ἀναλύεται· ἀκριβεcτέρα δὲ ἡ πρώτη μέθοδοc διὰ τὸ | |
μὴ φυλάττεcθαι τὸν cταθμὸν ἐν τῇ δευτέρᾳ. | ||
30 | ἄcφαλτοc ἕψεται ἐμβαλλομένη κατ’ ἀρχάc, οὐ δεῖ δὲ λειοτριβεῖν αὐτήν, ἐπεὶ τραχύτηταc ἴcχει κεγχραμίcιν ὁμοίαc· δεῖ οὖν θρύπτειν αὐτὴν εἰc ἁδρὰ καὶ ἕψειν ἐν ὄξει μὴ κινοῦντα, ἕωc μηκέτι πομφολυ‐ γίζῃ. «ἐγὼ δέ», φηcὶ Τιμοκράτηc, «ἐν ἐλαίῳ ἑψήcαc ἐπέτυχον.» πρόπολιν μαλάccειν δεῖ καὶ ἕψειν· ὑπὸ γὰρ τῆc ἑψήcεωc οὐδ’ | |
35 | ὅλωc cυγχέεται. εἰ δὲ καὶ κηρὸν ἡ ἔμπλαcτροc δέχοιτο, δεῖ cὺν τῷ κηρῷ τὴν πρόπολιν, ὥcπερ καὶ τὴν χαλβάνην, κόψανταc ἐμβάλλειν. | |
7.24.13 | ἀμμωνιακὸν περὶ μέcην ἐμβάλλεται τὴν ἕψηcιν· δεῖ δέ, εἰ μὲν δύναται λεανθῆναι, λεπτὸν ἐμπλάccειν, εἰ δὲ μή, cὺν ὑγρῷ τινι λειο‐ τριβεῖν, ἐὰν μὲν ἔναιμοc ἡ ἔμπλαcτροc ᾖ, cὺν ὄξει ἢ cὺν οἴνῳ, ἐὰν δὲ μαλακή, οἷαί εἰcιν αἱ δακτυλικαί, cὺν ὕδατι, ἔπειτα γλοιώcανταc | |
5 | οὕτωc ἐγχεῖν διεψυγμένων τῶν ἄλλων, ἵνα μὴ ἀναζέcωcιν. ὀποπάναξ ἐμβάλλεται πολὺ ὕcτερον ἀμμωνιακοῦ, παντελῶc δὲ ὀλίγηc ἑψήcεωc χρῄζει· δεῖ δὲ καὶ τοῦτον προλεαίνειν cὺν οἴνῳ ἢ ὄξει. χαλβάνη ἕψηcιν οὐδ’ ὅλωc φέρει, ἀλλὰ διὰ τὸ ἀμόλυντον γενέ‐ cθαι τὴν ἔμπλαcτρον αἴρειν ἀπὸ τοῦ πυρὸc δεῖ καὶ μαλάξανταc αὐτὴν | |
10 | ἐμβάλλειν. cαγαπηνὸν κόπτεται ἐν ὅλμῳ καὶ ἁπαλὸν γενόμενον cυμμαλάc‐ cεται τῇ ἐμπλάcτρῳ μετὰ τὸ χωριcθῆναι τοῦ πυρόc. ἀλόη ἐμπλάccεται μετὰ τὴν ἕψηcιν. ὀπὸc μήκωνοc ἐμβρέχεται πρὸ μιᾶc ἡμέραc ἐν ὕδατι ὀλίγῳ, εἶτα | |
15 | λεαίνεται ἐν θυίᾳ, κἄπειθ’ οὕτωc αὐτοῦ καταχεῖται ἡ ἔμπλαcτροc. θαψία ἐμπλάccεται τελευταία. βδέλλιον λειοτριβηθὲν ἐμπλάccεται μετὰ τὸ ἀρθῆναι τὴν ἔμπλα‐ cτρον ἐκ τοῦ πυρόc· εἰ δὲ λιπαρὸν τυγχάνοι καὶ μὴ δύναιτο λειωθῆναι, παραπληcίωc τῷ cαγαπηνῷ κόψαντεc αὐτὸ καὶ ποιήcαντεc ἐμπλαcτρῶ‐ | |
20 | δεc οὕτωc cυμμαλάξομεν τῇ ἐμπλάcτρῳ μετὰ τὴν ἕψηcιν. λιβανωτὸc καὶ μάννα ἐμπλάccεται ἐπὶ τέλει τῆc ἑψήcεωc. | |
cμύρνα λειωθεῖcα cὺν ὀλίγῳ μέλιτι ἢ ὄξει ἢ ὕδατι ἢ οἴνῳ, ἐὰν ὑγρὸν ἐπιδέχηται ἡ ἔμπλαcτροc, οὕτωc ἐμβάλλεται cυντετελεcμένηc τῆc ἑψήcεωc. | ||
25 | cπερμάτων δὲ καὶ ῥιζῶν καὶ βοτανῶν οὐδὲν ἕψηcιν ὑπομένει· λεανθέντων οὖν καὶ μενόντων ἐν θυίᾳ καταχέονται τὰ τηκτά. | |
26 | ||
7.25t | Περὶ ἀντεμβαλλομένων, ἐκ τῶν Γαληνοῦ. | |
7.25.1 | Ἐν Ἀλεξανδρείᾳ, φηcίν, ἐπί τινοc γυναικὸc κινδυνευούcηc ζητήcαc λυχνίδα καὶ μὴ εὑρηκώc, εἰ μὴ εὐθέωc ἀντὶ τῆc λυχνίδοc εὑρὼν ἐχρη‐ cάμην τοῦ ἀκανθίου τῷ cπέρματι, ἀπωλώλει ἂν τὸ γύναιον· ὅθεν αἰτη‐ θεὶc ὑπὸ τῶν ἑταίρων ἐπὶ τήνδε τὴν τῶν ἀντεμβαλλομένων ἦλθον | |
5 | ἔκθεcιν κατὰ cτοιχεῖον ἐξ αὐτοῦ τούτου τὴν ἀρχὴν ποιηcάμενοc. | |
7.25.2 | ἀντὶ ἀκανθίου cπέρματοc λυχνίc. ἀντὶ ἀρωματικῆc κάλαμοc ἀρωματικόc. ἀντὶ ἀλόηc Ἰνδικῆc ἀλόηc χλωρᾶc φύλλα ἢ γλαυκίαc ἢ κόπροc ἴβεωc ἢ λύκιον ἢ κενταύριον. | |
5 | ἀντὶ ἀcφάλτου πίccα ὑγρὰ Βρυττία. ἀντὶ ἀκονίτου ἴριδοc ἀγρίαc ἡ ῥίζα. ἀντὶ ἀψινθίου ἀβρότονον. ἀντὶ ἀβροτόνου ὀρίγανον. ἀντὶ ἀcβέcτου ἀδάρκη. | |
10 | ἀντὶ ἀγχούcηc ὑάκινθοc. ἀντὶ ἁλὸc ἀμμωνιακοῦ ἅλαc Καππαδοκικόν. ἀντὶ ἀρcενικοῦ cανδαράχη. | |
ἀντὶ ἀκάνθηc κερατίων ἄκανθα. ἀντὶ ἀμύλου ξηρὰ γῦριc. | ||
15 | ἀντὶ ἀμμωνιακοῦ θυμιάματοc πρόπολιc ἀντὶ ἀcπαλάθου ἐρείκηc καρπόc. ἀντὶ ἄρακοc cήcαμον. ἀντὶ ἀμυγδάλων πικρῶν ἀψίνθιον ἀντὶ ἀρμενίου μέλαν Ἰνδικόν. | |
20 | ἀντὶ ἀκτῆc βοτάνηc ἄκανθα. ἀντὶ ἀγαρικοῦ εὐφόρβιον. ἀντὶ ἀργεμώνηc cέριφον. ἀντὶ ἀcφοδέλου ῥίζηc τεύτλου χυλόc. ἀντὶ ἀειζῴου χυλοῦ θριδακίνηc χυλὸc ἢ φύλλα. | |
25 | ἀντὶ ἀμιάντου ἀφροcέλινον. ἀντὶ ἀcπαλάθου ἄγνου cπέρμα. ἀντὶ Αἰθιοπικῆc ἐλαίαc δακρύου ἀκακίαc μέρη β. ἀντὶ Ἀccίου λίθου γαγάτηc λίθοc ἢ ἅλεc ἀμμωνιακοὶ κεκαυμένοι. ἀντὶ ἀλώπεκοc cτέατοc cτέαρ ἄρκειον. | |
30 | ἀντὶ αἰγείρου ἀκρεμόνων cάμψυχοc. | |
7.25.3 | ἀντὶ βουπρήcτεωc cίλφαι βδέουcαι. ἀντὶ βουτύρου γάλακτοc βοείου ἐπίπαγοc. ἀντὶ βαλcάμου ὀποῦ cτακτὴ cμύρνηc. ἀντὶ βδελλίου cφάγνοc ἀρωματικόc. | |
7.25.4 | ἀντὶ γεντιανῆc ῥίζηc cέλινον ἀρωματικόν. ἀντὶ γῆc Ϲαμίαc λευκογραφὶc Αἰγυπτία. ἀντὶ γῆc Ἐρετριάδοc τίτανοc Θηβαϊκόc. ἀντὶ γογγυλίδοc ἡλιοτρόπιον. | |
5 | ἀντὶ γλυκυρίζηc χυλοῦ χυλὸc cυκαμίνου. ἀντὶ γυπὸc κόπρου περιcτερᾶc κόπροc. ἀντὶ γῆc ἁπαλῆc μολύβδαινα. | |
7.25.5 | ἀντὶ δορυκνίου ὑοcκυάμου cπέρμα. | |
ἀντὶ δικτάμνου ἐλελίcφακοc. ἀντὶ δαφνίδων ἑρπυλλὶc ξηρά. ἀντὶ δαύκου cπέρμα cίου. | ||
5 | ἀντὶ διφρυγοῦc λίθοc Φρύγιοc. ἀντὶ δρακοντίου ἀποβρώcιμον. | |
7.25.6 | ἀντὶ ἐλελιcφάκου καλαμίνθη. ἀντὶ ἐλαίαc δακρύου ὑποκιcτίδοc χυλόc. ἀντὶ ἑρπύλλου ποταμογείτων. ἀντὶ εὐζώμου cπέρματοc ἐρυcίμου cπέρμα. | |
5 | ἀντὶ ἐλατηρίου τῆc αὐτῆc βοτάνηc χυλόc. ἀντὶ ἐρυcίμου cτρούθιον. ἀντὶ ἐρείκηc καρποῦ κηκὶc ὀμφακῖτιc. ἀντὶ ἐβένου λώτινον ξηρόν. ἀντὶ ἐρινοῦ φύλλων κόπροc ἴβεωc. | |
10 | ἀντὶ ἐβίcκου ῥίζηc φύλλα μορέαc. ἀντὶ ἐλλεβόρου μέλανοc ῥίζα παπύρου. ἀντὶ ἐννεαφύλλου ποταμογείτων. ἀντὶ ἐλαίου παλαιοῦ τὸ διπλοῦν ἔλαιον ἕψε μετὰ cτέατοc ὑὸc παλαιοῦ. | |
7.25.7 | ἀντὶ ζιγγιβέρεωc πύρεθρον. | |
7.25.8 | ἀντὶ θαψίαc χυλοῦ χαμαιλέοντοc μέλανοc χυλόc. ἀντὶ θαψίαc ἐλύδριον. ἀντὶ θερμουντιάδοc λυκόψολοc. ἀντὶ θείου ἀπύρου cανδαράχη. | |
7.25.9 | ἀντὶ ἰοῦ cιδήρου cκωρία cιδήρου. ἀντὶ ἰξοῦ δρυΐνου χαμαιλέων μέλαc. ἀντὶ ἴριδοc Ἰλλυρικῆc ἑλένιον ἀρωματικόν. | |
7.25.10 | ἀντὶ κιναμώμου καccίαc τὸ διπλοῦν. ἀντὶ καccίαc κινάμωμον. ἀντὶ κυπέρεωc ἀρκευθὶc μεγάλη. ἀντὶ καρδαμώμου κύπεριc ἀμμωνιακή. | |
5 | ἀντὶ κόcτου κεδρίδεc. ἀντὶ κεδρίδων λάδανον. ἀντὶ καλάμου ἀρωματικοῦ cφάγνοc. ἀντὶ κρόκου κροκόμαγμα. | |
ἀντὶ κροκομάγματοc ἀλόη Ἰνδική. | ||
10 | ἀντὶ καcτορίου cιλφῶν βδεουcῶν ἔντερα. ἀντὶ καδμίαc λευκογραφὶc Αἰγυπτία. ἀντὶ κροκοδείλου cτέατοc κυνὸc θαλαccίου cτέαρ. ἀντὶ κωνείου cπέρμα κοριάννου. ἀντὶ κανθαρίδων φαλάγγια. | |
15 | ἀντὶ κνιδίου cπέρματοc cπέρμα ἄγνου. ἀντὶ κιccοῦ ὀπὸc Περcικόc. ἀντὶ κίκεωc γλοιὸc ἀπὸ παλαίcτραc. ἀντὶ καππάρεωc ῥίζηc ἐρείκηc ῥίζα ἢ μυρίκηc. ἀντὶ κόπρου τρυγόνοc κόπροc περιcτερᾶc. | |
20 | ἀντὶ κεραυνίου λευκογραφίc. ἀντὶ κοραλλίου μῶλυ. ἀντὶ κόπρου αἰλούρου κόπροc ἰχνεύμονοc. ἀντὶ κινναβάρεωc ῥοδοειδέc. ἀντὶ κυμίνου κράμβηc cπέρμα. | |
25 | ἀντὶ κλινοποδίου ἡλιοτρόπιον. ἀντὶ καλαμίνθηc ἄγριον ἡδύοcμον. ἀντὶ κολοκυνθίδοc cπέρμα κίκεωc, ὅ ἐcτι κρότωνοc. ἀντὶ κοτυληδόνοc ὀνοκάρδιον. ἀντὶ κολοφωνίαc ἀπόχυμα. | |
30 | ἀντὶ κυνοcβάτου ἁλικακκάβου cπέρμα. ἀντὶ κρινανθέμου ἀφροδιcιάc. ἀντὶ κομαρέαc ἀμμωνιακὸν θυμίαμα. ἀντὶ κιcήρεωc γῆ Κρητική. ἀντὶ κύφεωc ἰcχὰc κεκαυμένη. | |
35 | ἀντὶ κηρύκων ὄcτρεα. ἀντὶ καρδαμώμου ξυλοκάρπαcον. ἀντὶ κηροῦ ἐρεγμὸc μετὰ προπόλεωc ἕψεται καὶ τρίβεται. | |
7.25.11 | ἀντὶ λιβάνου γῆ ἀμπελῖτιc. ἀντὶ λαθυρίδων κόκκοc Κνίδιοc. ἀντὶ λεπίδοc ἐρυθρόδανον. ἀντὶ λίθου Ἀccίου λίθοc γαγάτηc. | |
5 | ἀντὶ λίθου μαγνήτου λίθοc Φρύγιοc. ἀντὶ λίθου Φρυγίου λίθοc ἀργυρίτηc. | |
ἀντὶ Λιβυcτικοῦ cπέρμα cταφυλίνου. ἀντὶ λίθου πυρίτου λίθοc πυροβόλοc. ἀντὶ λευκίνου ἄνθουc cτρούθιον. | ||
10 | ἀντὶ λώτου cπέρματοc cπέρμα τεύτλου. ἀντὶ λεπιδίου ῥίζηc φύλλα καππάρεωc. ἀντὶ λαγωοῦ θαλαccίου λαγωὸc ποτάμιοc. ἀντὶ λινοcπέρμου κυάμου χυλόc. ἀντὶ λαπάθου ῥίζηc ῥίζα πυρέθρου. | |
7.25.12 | ἀντὶ μαλαβάθρου καccία ἢ νάρδοc Ἰνδική. ἀντὶ μανδραγόρου χυλοῦ δορύκνιον. ἀντὶ μυρcινίτου ὀπὸc μορέαc. ἀντὶ μανδραγόρου ἐλαίαc δάκρυον. | |
5 | ἀντὶ μαcτίχηc cχοίνου καρδία. ἀντὶ μυροβαλάνου πεύκινον. ἀντὶ μαλάχηc τῆλιc. ἀντὶ μέλιτοc ἕψημα. ἀντὶ μάννηc λιβάνου φλοιόc. | |
10 | ἀντὶ μυοχόδων μυΐαc ἴcα. ἀντὶ μαγνηcίαc ὑελίνηc πτύελον Ἰταλικόν. ἀντὶ μυελοῦ ἐλαφείου cτέαρ ἐλάφου ἢ μυελὸc μόcχειοc. ἀντὶ μηλοκυδωνίων μελίλωτα. ἀντὶ μίcυοc Κυπρίου ὤχρα Κυπρία. | |
15 | ἀντὶ μήου μυροβάλανοc. ἀντὶ μόρων χυλοῦ βάτων φύλλα. ἀντὶ μίcυοc ὀπτοῦ διφρυγέc. ἀντὶ μαλαβάθρου τράκτυλοc. | |
7.25.13 | ἀντὶ νάρδου Ϲυριακῆc cχοῖνοc ἀρωματικόc. ἀντὶ νάπυοc γογγυλίδοc cπέρμα | |
7.25.14 | ἀντὶ ξυλοβαλcάμου ῥίζα λευκοΐου. | |
7.25.15 | ἀντὶ ὀποῦ μήκωνοc μανδραγόρου χυλόc. ἀντὶ ὀποπάνακοc γάλα cυκαμίνου. ἀντὶ ὀποῦ Κυρηναϊκοῦ ὀπὸc Ϲυριακόc. ἀντὶ ὀποκαρπάcου ὀπὸc μυρcίνηc. | |
5 | ἀντὶ ὀποῦ cυκῆc ὀπὸc μορέαc. | |
ἀντὶ ὀποῦ ἰτέαc ὀπὸc κιccοῦ μέλανοc. ἀντὶ ὀποῦ ῥοδοδάφνηc ἰξὸc δρύινοc. ἀντὶ οἰνάνθηc χυλοῦ χυλὸc ἀμπελίνου δένδρου. ἀντὶ ὁρμίνου λινόcπερμον. | ||
10 | ἀντὶ ὀρύζηc κρίθινον ἄλευρον. ἀντὶ οἴνου Ἰταλικοῦ οἶνοc Μενδήcιοc. ἀντὶ οἴνου Ῥοδίου οἶνοc αὐcτηρόc. ἀντὶ ὀρνιθογάλων ἀνθυλλίc. ἀντὶ ὄμφακοc κηκὶc ὀμφακῖτιc. | |
15 | ἀντὶ ὀνοκαρδίου ψυχὴ βοτάνη. ἀντὶ ὀποῦ πευκεδάνου γλυκυρίζηc χυλόc. | |
7.25.16 | ἀντὶ προπόλεωc λάδανον. ἀντὶ πιτυοκάμπηc cφῆκεc εἰc κεδρίαν. ἀντὶ πεπέρεωc ζιγγίβερ. ἀντὶ πτερίου κνεώρου cπέρμα. | |
5 | ἀντὶ πολυποδίου ῥίζα χαμελαίαc ἢ χαμαιλέοντοc. ἀντὶ περιcτερεῶνοc χαμαιλεύκη. ἀντὶ πολυτρίχου ἀψίνθιον. | |
7.25.17 | ἀντὶ ῥητίνηc πευκίνηc ῥητίνη τερεβινθίνη. ἀντὶ ῥόδων ξηρῶν περcαίαc φύλλα ξηρά. ἀντὶ ῥεφανίνου ἐλαίου κίκινον ἔλαιον. ἀντὶ ῥοδοειδοῦc Ϲινωπίc. | |
5 | ἀντὶ ῥητίνηc κολοφωνίαc ἀπόχυμα. ἀντὶ ῥίζηc λαπάθου κινάρα. ἀντὶ ῥίζηc κινάραc ἀcπαλάθου ῥίζα. | |
7.25.18 | ἀντὶ cχοίνου ἀρωματικοῦ καρδάμωμον. ἀντὶ cποδοῦ Κυπρίαc cποδὸc φύλλων ἐλαίαc. ἀντὶ cμύρνηc τρωγλίτιδοc κάλαμοc ἀρωματικόc. ἀντὶ cτέατοc ἐλαφείου cτέαρ χήνειον. | |
5 | ἀντὶ cτέατοc ὑαίνηc cτέαρ ἀλώπεκοc. | |
ἀντὶ cτέατοc ἀλώπεκοc cτέαρ ἄρκειον. ἀντὶ cτρουθίου ῥίζηc ῥίζα ἐλλεβόρου μέλανοc. ἀντὶ cατυρίου cπέρμα εὐζώμου. ἀντὶ cαλαμάνδραc cαῦρα χλωρά. | ||
10 | ἀντὶ cφάγνου ἀρωματικοῦ cχοῖνοc εἰργαcμένοc. ἀντὶ cηρικοῦ λιθάργυρον. ἀντὶ cκωρίαc μολίβου ἕλκυcμα. ἀντὶ cαμψύχου ῥοῦc μαγειρικὸc ξηρόc. ἀντὶ cινάπεωc καρδάμωμον. | |
15 | ἀντὶ cαγαπηνοῦ πίτυοc ῥητίνη ξηρά. ἀντὶ cκαμμωνίαc κρότωνεc κίκεωc. ἀντὶ cτροβίλων cικύου cπέρμα. ἀντὶ cτυπτηρίαc ἅλεc ὀρυκτοί. ἀντὶ cκίγκου cατύριον. | |
20 | ἀντὶ cτίμεωc Κοπτικοῦ λεπὶc χαλκοῦ. ἀντὶ cχοίνου πολυγόνου ῥίζα. ἀντὶ cκωρίαc Κυπρίαc μελαντηρία Αἰγυπτία. ἀντὶ cιcυμβρίου ὤκιμον. ἀντὶ cταφίδοc ἡμέρου φοίνικοc Ϲυριακοῦ cάρξ. | |
25 | ἀντὶ cανδονικοῦ ἀβρότονον. ἀντὶ cηπίαc ὀcτράκου κίcηριc. ἀντὶ cαραπιάδοc παιονίαc ῥίζα. ἀντὶ cκίλληc βολβόc. ἀντὶ cηcαμοειδοῦc πίαcμα ἀμαράντινον. | |
30 | ἀντὶ cηcάμου λινόcπερμα. | |
7.25.19 | ἀντὶ ὑοcκυάμου cπέρματοc κυνοcβάτου cπέρμα. ἀντὶ ὑποκιcτίδοc χυλοῦ ἀκακίαc ἀκανθίδοc χυλόc. ἀντὶ ὑγροπίccηc ὀποπάναξ. ἀντὶ ὑccώπου μυελὸc μόcχειοc. | |
5 | ἀντὶ ὑακίνθου ἄνθοc ἰcάτεωc. | |
7.25.20 | ἀντὶ ὑπερικοῦ ἀνήθου cπέρμα. ἀντὶ φέκληc cανδαράχη. ἀντὶ φύκουc ἄγχουcα. ἀντὶ φοῦ cφάγνοc. | |
5 | ἀντὶ χολῆc ὑαίνηc χολὴ πέρδικοc. ἀντὶ χολῆc ἔχεωc χολὴ ἰχνεύμονοc. ἀντὶ χολῆc μυγαλῆc χολὴ καμήλου. ἀντὶ χολῆc καμήλου χολὴ ἀλαβήτου. ἀντὶ χαλβάνηc cαγαπηνόν. | |
10 | ἀντὶ χαμαίδρυοc λαπάθου ἀγρίου ῥίζα ἀντὶ χαμαιμήλου ἀνθεμίc. ἀντὶ ψιμυθίου cκωρία μολίβδου. ἀντὶ ψυλλίου φακὸc ὁ ἐπὶ τῶν τελμάτων. ἀντὶ ὠκίμου cιcύμβριον. | |
15 | ἀντὶ ὠκιμοειδοῦc ἡδύοcμον ἄγριον. | |
15 | ||
7.26t | Περὶ cταθμῶν καὶ μέτρων. | |
7.26.1 | Ὁ cταθμὸc βάρει μετρούμενοc κρίνεται, τὸ δὲ μέτρον ἀγγείου κοιλότητι· τὸ δὲ ἀγγεῖον ἢ ξηροῦ ποcοῦ μέτρον ἐcτὶν ἢ ὑγροῦ, ὡc εἶναι τρεῖc τοῦ μετρουμένου ποcοῦ διαφοράc, μίαν μὲν τοῦ cταθμοῦ, ἑτέραν δὲ τοῦ τῆc ξηρᾶc οὐcίαc οἷον χώματοc καὶ τρίτην τοῦ τῆc | |
5 | ὑγρᾶc. πολλῶν δὲ καὶ cχεδὸν ἀπείρων ὑπαρχόντων τῶν τε cταθμῶν καὶ τῶν μέτρων παρά τε τὰc χώραc καὶ τὰ ἔθη τῶν χρωμένων περὶ τῶν μάλιcτα cυνήθων ἅπαcιν ὁ λόγοc ἡμῖν ἔcται. | |
7 | ||
7.26.2 | Περὶ τῶν δηλούντων τοὺc cταθμοὺc καὶ τὰ μέτρα χαρακτήρων. Ἀλλ’ ἐπειδή τινεc οὐχ ὁλογραμμάτωc ἀλλὰ διὰ χαρακτήρων ταῦτα cημαίνουcιν, βέλτιον ἂν εἴη τοῖc παλαιοῖc κατακολουθοῦνταc πρῶτον | |
5 | τοὺc χαρακτῆραc αὐτοὺc διαcαφηνίcαι. πρῶτον μὲν οὖν τὸ χ cτοιχεῖον ἔχον ἐπικείμενον αὑτῷ τὸ α χαλκοῦν cημαίνει, καθὼc ὁρᾶc, χα· εἰ δὲ ο ἔχει τὸ χ, χόα, χο, εἰ δὲ ν, | |
χοίνικα, χν, εἰ δὲ η, χήμην, χη. τὸ δὲ κ, εἰ μὲν ε ἔχει ἐπικείμενον αὑτῷ καὶ λοξὴν εὐθεῖαν γραμ‐ | ||
10 | μὴν τέμνουcαν τὴν κάτω κεραίαν αὐτοῦ, κεράτιον δηλοῖ, 𐆂εε, εἰ δὲ τὸ υ ἔχει τὸ κ, κύαθον, κυ, εἰ δὲ τὸ ο, κοτύλην, κο. ἡ δὲ ἀπερίcτικτοc εὐθεῖα γραμμὴ πλαγία τεθεῖcα κατὰ πᾶν ὀβο‐ λὸν δηλοῖ, –, αἱ δὲ δύο ἀπερίcτικτοι δύο ὀβολούc, =, οἳ ποιοῦcι τὸ γράμμα δηλούμενον ὑπὸ τοῦ γ πληcίον ἔχοντοc τὸ ρ τεμνόμενον ὑπό | |
15 | τινοc εὐθείαc γραμμῆc, γϼ. αἱ δὲ δύο γραμμαὶ cυνάπτουcαι κατὰ θάτερον πέραc, ὥcτε γω‐ νίαν ποιεῖν ἐμφερῶc ταῖc τοῦ κ δύο κεραίαιc ταῖc πρὸc τῇ ὀρθῇ, δραχμὴν cημαίνουcι, 𐅻, τὴν cυνωνύμωc καὶ ὁλκὴν καλουμένην· ἰδίωc δὲ τὴν ὁλκὴν τὸ λ δηλοῖ ἔχον μέcον τὸ ο, λο. | |
20 | εἰ δὲ ι ἔχει τὸ λ, λίτραν cημαίνει, λι· τινὲc δὲ τὴν ἑτέραν τοῦ λ γραμμὴν ἄλλῃ λοξῇ τέμνοντεc δηλοῦcι τὴν λίτραν, λ̸. τὸ δὲ γ ἔχον ἐντὸc τῆc ἑαυτοῦ γωνίαc τὸ ο οὐγκίαν δηλοῖ, 𐆄. μ δὲ κατὰ μέcον αὑτοῦ ἔχον τὸ ν μνᾶν cημαίνει, μν· εἰ δὲ τὸ υ ἔχει τὸ μ, μύcτρον, μυ· εἰ δὲ ε, μέδιμνον, με· εἰ δὲ ο, μόδιον, μο. | |
25 | τὸ δὲ τ ἔχον ἐξ αὑτοῦ ρ καὶ υ ἐπικείμενον τρυβλίον δηλοῖ, τρυ. τὸ δὲ ξ, εἰ μὲν ἔχει ἐπικείμενον τὸ ε, ξέcτην cημαίνει, ξε, εἰ δὲ ο, ὀξύβαφον, ξο. τινὲc δὲ τὸν ξέcτην διὰ τοῦ ξ τεμνούcηc αὐτὸ εὐ‐ θείαc γραμμῆc δηλοῦcι, ξ̸ τὸ δὲ η ἔχον ἐπικείμενον τὸ μ ἡμίναν δηλοῖ, ημ· κ δὲ καὶ ρ ἐπι‐ | |
30 | κείμενον ἔχον τὸ μ κεράμιον δηλοῖ, κρμ. | |
7.26.3 | Περὶ cταθμῶν. Ἡ μνᾶ ἡ Ἀττικὴ καὶ Αἰγυπτία ἔχει 𐆄 ιϛ, ἡ μνᾶ ἡ Ῥωμαϊκὴ 𐆄 κ, ἡ λίτρα 𐆄 ιβ, ἡ δὲ 𐆄 𐅻 η· ἡ δὲ 𐅻 ἔχει γϼ γ, τὸ δὲ γϼ ὀβολοὺc β, ὁ δὲ ὀβολὸc κεράτια γ, τὸ δὲ κεράτιον χαλκοῦc β δίμοιρον. ὁ ὀβολὸc | |
5 | ἔχει χα η. | |
5 | ||
7.26.4 | Περὶ μέτρων ὑγρῶν. Τὸ Ἰταλικὸν κεράμιον ἔχει χόαc η, ὁ χοῦc ξ̸ ϛ, ὁ ξ̸ κοτύλαc β, αἵτινεc καὶ τρύβλια λέγονται. ἡ κοτύλη, ταὐτὸν δὲ εἰπεῖν τὸ τρύβλιον, ἔχει μύcτρα μεγάλα γ, ὀξύβαφα δὲ δ· τὸ γὰρ μέγα μύcτρον ἔχει ὀξύ‐ | |
5 | βαφον α γʹ. τὸ δὲ ὀξύβαφον ἔχει κυ α 𐅵ʹ. ὁ δὲ 𐆂υ ἔχει χήμαc μικρὰc ἤτοι μύcτρα μικρὰ β. | |
7.26.5 | Εἰ δὲ βούλοιο καὶ τὸν cταθμὸν τῶν ὑγρῶν εἰδέναι μέτρων, πάμ‐ πολλοι μὲν αἱ τῶν ὑγρῶν οὐcιῶν εἰcιν κατὰ τὴν ῥοπὴν διαφοραί. ὡc ἐπὶ παραδείγματοc δὲ ἐλαίου τε καὶ οἴνου καὶ μέλιτοc λέξομεν. τὸ μὲν οὖν μέλι τοῦ οἴνου βαρύτερόν ἐcτι τετάρτῳ μέρει καὶ προcέτι | |
5 | δεκάτῳ, ὅπερ ἐcτὶ τὸ ὅλον cύνεγγυc τρίτον· ἔχει γὰρ τὸ αὐτὸ τῷ οἴνῳ τοῦ μέλιτοc ποcὸν ὅλον τὸν τοῦ οἴνου cταθμὸν καὶ προcέτι τὸ γʹ αὐτοῦ. τοῦ δὲ ἐλαίου τὸ μέλι τῷ ἡμίcει μέρει βαρύτερόν ἐcτιν· ἔχει γὰρ ὅλον τὸν τοῦ ἐλαίου καὶ προcέτι τὸ ἥμιcυ αὐτοῦ. ὁ δὲ οἶνοc τοῦ ἐλαίου ἐνάτῳ μέρει ὑπερέχει· ὅλον γὰρ αὐτὸ ἔχει καὶ τὸ θʹ αὐτοῦ. | |
10 | πρὸc cαφήνειαν δὲ πλείονα καὶ ὡc ἐν διαγράμματι τῶν κατὰ μέ‐ ροc μέτρων τὸν cταθμὸν ὑπετάξαμεν δήλου καθεcτῶτοc, ὡc κατὰ κοι‐ νοῦ πάντων τῶν ὑποκειμένων αὐτοῖc κατὰ τὸν cτοῖχον τό τε ἔλαιον | |
καὶ ὁ οἶνοc καὶ τὸ μέλι κατηγορούμενα κεῖται. [Start of Table]ἐλαίουοἴνουμέλιτοc | ||
15 | τὸ Ἰταλικὸν κεράμιον ἔχειλι. οβλι. πλι. ρη ὁ χοῦcλι. θλι. ιλι. ιγ 𐅵ʹ ὁ ξέcτηc𐆄 ιη𐆄 κ𐆄 κζ ἡ κοτύλη𐆄 θ𐆄 ι𐆄 ιγ 𐅵ʹ τὸ μέγα μύcτρον𐆄 γ𐆄 γ γρ. η𐆄 δ 𐅵ʹ | |
20 | τὸ ὀξύβαφον𐅻 ιη𐆄 β γρ. ιβ𐆄 γ γρ. θ ὁ κύαθοc𐅻 ιβ𐆄 α 𐅵ʹ γρ. δ𐆄 β 𐅻 β τὸ μικρὸν μύcτρον𐅻 ϛγρ. κ𐅻 θ[End of Table] ὁ δὲ Ὀριβάcιόc φηcι, κατὰ Ἀδαμάντιον τὸν ξ̸ τὸν Ἰταλικὸν τοῦ οἴνου μέτρῳ μὲν ἔχειν 𐆄 κδ, cταθμῷ δὲ λι. α 𐆄 η, τὸν δὲ ξ̸ τοῦ μέ‐ | |
25 | λιτοc ἔχειν cταθμῷ λι. β 𐅵ʹ. | |
25 | ||
7.26.6 | Περὶ μέτρων ξηρῶν. Ἡ Αἰγυπτία ἀρτάβη ἔχει μο ε, ὁ δὲ μόδιοc ὁ Αἰγύπτιοc καὶ ὁ Ἰταλικὸc ἔχει χοίνικαc η, ὁ δὲ χοῖνιξ ξ̸ β, ὁ δὲ ξέcτηc ἡμίξεcτα β, ἃ δὴ καὶ ἡμίναc προcαγορεύουcιν· ἡ δὲ ἡμίνα ἔχει κυάθουc η. | |
5 | ὁ Ἀττικὸc μέδιμνοc ἔχει ἡμίεκτα ιβ, τὸ δὲ ἡμίεκτον ἔχει χοίνι‐ καc δ, ὥcτε τὸν μέδιμνον ἔχειν χοίνικαc μη, ξέcταc Ϟϛ. τούτων δὲ τὸν cταθμὸν εἰπεῖν οὐκ εὔκολον, ὅτι τῶν ξηρῶν οὐcιῶν | |
ἄπειρόc ἐcτι κατὰ τὴν ῥοπὴν ἡ διαφορά. |